macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
σκότος τοίνυ^ν ἦν τότε τὸ ἐκ τῶν νεφελῶν. | σκότος τοίνυν ἦν τότε τὸ ἐκ τῶν νεφελῶν. |
οὕτω γὰ^ρ ἦν καὶ ἐν αἰγύπτῳ σκότος, οὐ νυκτὸς οὔσης, ἀλλ' ἀχλύ^ος γεναμένης. | οὕτω γὰρ ἦν καὶ ἐν αἰγύπτῳ σκότος, οὐ νυκτὸς οὔσης, ἀλλ' ἀχλύος γεναμένης. |
οὕτως ἦν καὶ ἐν τῷ ὄρει σινᾷ· | οὕτως ἦν καὶ ἐν τῷ ὄρει σινᾷ· |
σκότος ἦν οὐ νυκτὸς γεναμένης, ἀλλὰ νεφέλης σκιαζούσης. | σκότος ἦν οὐ νυκτὸς γεναμένης, ἀλλὰ νεφέλης σκιαζούσης. |
οὕτως ἐγένετο καὶ ἐπὶ^ τοῦ σταυροῦ τοῦ χριστοῦ σκό τος. | οὕτως ἐγένετο καὶ ἐπὶ τοῦ σταυροῦ τοῦ χριστοῦ σκό τος. |
ὑ^πὲρ δὲ τοῦ μὴ ἀγνοεῖν ὑ_μᾶς τὰ^ λεγόμενα^ πα^ρηγά^γομεν. | ὑπὲρ δὲ τοῦ μὴ ἀγνοεῖν ὑμᾶς τὰ λεγόμενα παρηγάγομεν. |
οὐ νυκτὸς ἐπελθούσης, ἀλλὰ σκιάσμα^τος καὶ ἀντιφράξεως γεναμένης. | οὐ νυκτὸς ἐπελθούσης, ἀλλὰ σκιάσματος καὶ ἀντιφράξεως γεναμένης. |
οὕτως οὐ δεῖ ἁπλῶς ἐπιχειρεῖν τοῖς θείοις λογί^οις. | οὕτως οὐ δεῖ ἁπλῶς ἐπιχειρεῖν τοῖς θείοις λογίοις. |
καὶ πνεῦμα^ θεοῦ ἐπεφέρετο ἐπά^νω τοῦ ὕ^δα^τος. | καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. |
πνεῦμα κα^λεῖ τὸν ἄ^νεμον, ἐν πνεύμα^τι^ βι^αίῳ συντρίψεις πλοῖα^ θαρσεῖς, πνεῦμα κα^λῶν τὴν τοῦ ἀ_έρος κί_νησι^ν. | πνεῦμα καλεῖ τὸν ἄνεμον, ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα θαρσεῖς, πνεῦμα καλῶν τὴν τοῦ ἀέρος κίνησιν. |
μὴ γὰ^ρ νομί^σῃς ἄλλο εἶναι ἀ_έρα^ καὶ ἄλλο ἄ^νεμον. | μὴ γὰρ νομίσῃς ἄλλο εἶναι ἀέρα καὶ ἄλλο ἄνεμον. |
αὐτὸς γὰ^ρ ὁ ἀ_ὴρ κι_νούμενος ποιεῖ ἄ^νεμον, ὡς μα^ρτυ^ρεῖ τούτοις ἡ πεῖρα^. | αὐτὸς γὰρ ὁ ἀὴρ κινούμενος ποιεῖ ἄνεμον, ὡς μαρτυρεῖ τούτοις ἡ πεῖρα. |
πολλάκις οὖν ἢ ῥιπιδίῳ ἢ σινδόνι^ ἡσυ^χά^ζοντα^ τὸν ἀ_έρα^ κι_νοῦμεν καὶ ποιοῦμεν ἀ^πὸ τῆς κι_νήσεως τοῦ ἀ_έρος ἄ^νεμον. | πολλάκις οὖν ἢ ῥιπιδίῳ ἢ σινδόνι ἡσυχάζοντα τὸν ἀέρα κινοῦμεν καὶ ποιοῦμεν ἀπὸ τῆς κινήσεως τοῦ ἀέρος ἄνεμον. |
ἵ^να_ οὖν δειχθῇ ἐκ τοῦ πνεύμα^τος, ὅτι^ ὁ ἄ^νεμος ἀ_έρος ἐστὶ^ κί_νησι^ς, διὰ τοῦτο εἶπεν ἐπεφέρετο. | ἵνα οὖν δειχθῇ ἐκ τοῦ πνεύματος, ὅτι ὁ ἄνεμος ἀέρος ἐστὶ κίνησις, διὰ τοῦτο εἶπεν ἐπεφέρετο. |
ἴδιον γὰ^ρ ἀνέμου τὸ ἐπι^φέρεσθαι τῇ δημιουργίᾳ. | ἴδιον γὰρ ἀνέμου τὸ ἐπιφέρεσθαι τῇ δημιουργίᾳ. |
εἶπεν ὁ θεός· | εἶπεν ὁ θεός· |
γενηθήτω φῶς. | γενηθήτω φῶς. |
διὰ τί^ μὴ εἶπε μωϋσῆς, ὅτι^ εἶπεν ὁ θεός· | διὰ τί μὴ εἶπε μωϋσῆς, ὅτι εἶπεν ὁ θεός· |
γενηθήτω οὐρα^νός, γενηθήτω θά^λασσα^, ἀλλ' ἐκεῖ μὲν ἐποίησεν, ὧδε δὲ εἶπεν, ἐπειδὴ παρ' ἡμῖν προηγεῖται λόγος τοῦ ἔργου. | γενηθήτω οὐρανός, γενηθήτω θάλασσα, ἀλλ' ἐκεῖ μὲν ἐποίησεν, ὧδε δὲ εἶπεν, ἐπειδὴ παρ' ἡμῖν προηγεῖται λόγος τοῦ ἔργου. |
πρῶτον γὰ^ρ λέγομεν, εἶτα ἐργα^ζόμεθα^; | πρῶτον γὰρ λέγομεν, εἶτα ἐργαζόμεθα; |
βουλόμενος δεῖξαι τὸν θεὸν πρῶτον ἐργαζόμενον, ἵ^να_ παντὸς λόγου ὀξυτέραν πα^ρα^στήσῃ τὴν δημιουργίαν. | βουλόμενος δεῖξαι τὸν θεὸν πρῶτον ἐργαζόμενον, ἵνα παντὸς λόγου ὀξυτέραν παραστήσῃ τὴν δημιουργίαν. |
ὅτε μὲν τὰ_ς ὕ_λα_ς ἐργάζεται δυ^νά^μει, λέγει τὸ ἐποίησεν· | ὅτε μὲν τὰς ὕλας ἐργάζεται δυνάμει, λέγει τὸ ἐποίησεν· |
ὅτε δὲ ἔμελλε κοσμεῖν τὰ^ πάντα, ἀρχὴ δὲ τοῦ κόσμου τὸ φῶς ἦν, εἰσά^γει λόγον ἁρμόζοντα^. | ὅτε δὲ ἔμελλε κοσμεῖν τὰ πάντα, ἀρχὴ δὲ τοῦ κόσμου τὸ φῶς ἦν, εἰσάγει λόγον ἁρμόζοντα. |
καὶ ἐπειδὴ πά^λι^ν πρῶτον ἔργον θεοῦ φῶς, τελευταῖον δὲ ἔργον θεοῦ ἄνθρωπος ἦν, πρῶτον ἐργάζεται θεὸς λόγῳ τὸ φῶς, ὕστερον δὲ τὸν ἄνθρωπον ἔργῳ, ἀ^πὸ φωτὸς εἰς φῶς συμπληρῶν. | καὶ ἐπειδὴ πάλιν πρῶτον ἔργον θεοῦ φῶς, τελευταῖον δὲ ἔργον θεοῦ ἄνθρωπος ἦν, πρῶτον ἐργάζεται θεὸς λόγῳ τὸ φῶς, ὕστερον δὲ τὸν ἄνθρωπον ἔργῳ, ἀπὸ φωτὸς εἰς φῶς συμπληρῶν. |
καὶ πῶς φῶς καὶ ἄνθρωπος, ἄ^κουε. | καὶ πῶς φῶς καὶ ἄνθρωπος, ἄκουε. |
τὸ φῶς δείκνυ_σι^ τὰ^ ὄντα^· | τὸ φῶς δείκνυσι τὰ ὄντα· |
τὸ φῶς τοῦ κόσμου ὁ ἄνθρωπος, εἰσελθὼν ἔδειξέ σοι φῶς τέχνης, φῶς ἐπιστήμης. | τὸ φῶς τοῦ κόσμου ὁ ἄνθρωπος, εἰσελθὼν ἔδειξέ σοι φῶς τέχνης, φῶς ἐπιστήμης. |
τὸ φῶς ἔδειξε σῖτον, ἡ σύ^νεσι^ς ἐποίησεν ἄρτον. | τὸ φῶς ἔδειξε σῖτον, ἡ σύνεσις ἐποίησεν ἄρτον. |
τὸ φῶς ἔδειξε τὸν βότρυν τῆς ἀμπέλου, τὸ φῶς τῆς συνέσεως ἔδειξε τὸν οἶνον τὸν ἐν τῷ βότρυι. | τὸ φῶς ἔδειξε τὸν βότρυν τῆς ἀμπέλου, τὸ φῶς τῆς συνέσεως ἔδειξε τὸν οἶνον τὸν ἐν τῷ βότρυι. |
τὸ φῶς ἔδειξε τὸ ἔριον, τὸ φῶς τοῦ ἀνθρώπου ἔδειξεν ἱ_μά^τι^ον. | τὸ φῶς ἔδειξε τὸ ἔριον, τὸ φῶς τοῦ ἀνθρώπου ἔδειξεν ἱμάτιον. |
τὸ φῶς ἔδειξεν ὄρος, τὸ φῶς τῆς συνέσεως ἔδειξε λατομίαν. | τὸ φῶς ἔδειξεν ὄρος, τὸ φῶς τῆς συνέσεως ἔδειξε λατομίαν. |
ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. | ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. |
διὰ τί^ κα^λεῖ αὐτοὺς φῶς; | διὰ τί καλεῖ αὐτοὺς φῶς; |
οὐχ ἵ^να_ αὐτοὺς τι_μήσῃ μόνον, ἀλλ' ἵ^να_ καὶ τὴν ἐλπί^δα^ τῆς ἀναστάσεως δείξῃ. | οὐχ ἵνα αὐτοὺς τιμήσῃ μόνον, ἀλλ' ἵνα καὶ τὴν ἐλπίδα τῆς ἀναστάσεως δείξῃ. |
ὥσπερ γὰ^ρ τὸ φῶς ἑσπέρα_ς δῦνον, οὐκ ἀ^πόλλυ^ται, ἀλλὰ κρύπτεται καὶ κρυβόμενον πά^λι^ν φαίνεται, οὕτως καὶ ὁ ἄνθρωπος ὡς εἰς δύσιν τι^νὰ^ τῷ τά^φῳ πα^ρα^πεμφθείς, πά^λι^ν τῇ ἀνατολῇ τῆς ἀναστάσεως τετήρηται. | ὥσπερ γὰρ τὸ φῶς ἑσπέρας δῦνον, οὐκ ἀπόλλυται, ἀλλὰ κρύπτεται καὶ κρυβόμενον πάλιν φαίνεται, οὕτως καὶ ὁ ἄνθρωπος ὡς εἰς δύσιν τινὰ τῷ τάφῳ παραπεμφθείς, πάλιν τῇ ἀνατολῇ τῆς ἀναστάσεως τετήρηται. |
γενηθήτω φῶς. | γενηθήτω φῶς. |
εἶπε τὸ γενόμενον, τὸν δὲ τρόπον οὐκ ἐμήνυ_σεν, ἀλλ' οὐ δὲ ἔμα^θεν. | εἶπε τὸ γενόμενον, τὸν δὲ τρόπον οὐκ ἐμήνυσεν, ἀλλ' οὐ δὲ ἔμαθεν. |
ὅτι^ μὲν γὰ^ρ ἐγένετο φῶς, οἶδα, φησί^ν. | ὅτι μὲν γὰρ ἐγένετο φῶς, οἶδα, φησίν. |
τὸ δὲ πῶς ἐγένετο, οὐ κα^τα^λα^μβά^νω. | τὸ δὲ πῶς ἐγένετο, οὐ καταλαμβάνω. |
οὐχ ὑ_μῶν ἐστι^ γνῶναι χρόνους ἢ καιρούς, οὓς ὁ πα^τὴρ ἔθετο ἐν τῇ ἰ^δί^ᾳ ἐξουσί^ᾳ. | οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς, οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. |
εἶτα χρόνους ἢ καιροὺς οὐκ ἔστι^ν ἡμῶν γνῶναι, καὶ τὸν δεσπότην τῶν χρόνων καὶ τὸν ποιητὴν τῶν αἰώνων ἔστι^ λογισμοῖς κα^τα^λα^βεῖν ἀ^νθρωπί^νοις; | εἶτα χρόνους ἢ καιροὺς οὐκ ἔστιν ἡμῶν γνῶναι, καὶ τὸν δεσπότην τῶν χρόνων καὶ τὸν ποιητὴν τῶν αἰώνων ἔστι λογισμοῖς καταλαβεῖν ἀνθρωπίνοις; |
εἶπεν ὁ θεός· | εἶπεν ὁ θεός· |
γενηθήτω φῶς καὶ ἐγένετο φῶς. | γενηθήτω φῶς καὶ ἐγένετο φῶς. |
ὢ τῆς ἁγί^α_ς ἐκείνης καὶ μεγά^λης δυ^νά^μεως. | ὢ τῆς ἁγίας ἐκείνης καὶ μεγάλης δυνάμεως. |
ὢ μεγά^λων θαυμά^των. | ὢ μεγάλων θαυμάτων. |
ἐγένετο φῶς, καὶ κα^λεῖ ὁ θεὸς τὸ φῶς ἡμέρα_ν, καὶ τὸ σκότος νύκτα^. | ἐγένετο φῶς, καὶ καλεῖ ὁ θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος νύκτα. |
διὰ τί^ δὲ ἡμέρα_ν κα^λεῖ; | διὰ τί δὲ ἡμέραν καλεῖ; |
ἐπειδὴ πᾶν φαιδρὸν καὶ ἱλα^ρὸν ἥμερον λέγεται. | ἐπειδὴ πᾶν φαιδρὸν καὶ ἱλαρὸν ἥμερον λέγεται. |
διὰ τοῦτο καὶ τὴν φιλανθρωπίαν ἡμερότητα^ κα^λοῦμεν καὶ τὰ^ θηρί^α^ τὰ^ χειροήθη ἥμερα^ κα^λοῦμεν. | διὰ τοῦτο καὶ τὴν φιλανθρωπίαν ἡμερότητα καλοῦμεν καὶ τὰ θηρία τὰ χειροήθη ἥμερα καλοῦμεν. |
καὶ ἐκά^λεσεν ὁ θεὸς τὸ φῶς ἡμέρα_ν καὶ τὸ σκότος ἐκά^λεσε νύκτα^. | καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα. |
νύκτα δι^ατί; | νύκτα διατί; |
ὅτι^ νυκτὶ^ τὸν ἄνθρωπον κα^θεύ δοντα^ εἰς ὑπόμνησι^ν θα^νά^του φέρει, μονονουχὶ λέγων· | ὅτι νυκτὶ τὸν ἄνθρωπον καθεύ δοντα εἰς ὑπόμνησιν θανάτου φέρει, μονονουχὶ λέγων· |
μάθε, ἄνθρωπε, τί^ς εἶ. | μάθε, ἄνθρωπε, τίς εἶ. |
θνητὸς εἶ, ὕπνῳ δουλεύεις. | θνητὸς εἶ, ὕπνῳ δουλεύεις. |
διὰ τί^ τὰ^ ὑ^πὲρ σὲ φαντάζῃ; | διὰ τί τὰ ὑπὲρ σὲ φαντάζῃ; |
ἡ γὰ^ρ νὺξ κατανυγή ἐστι^ν. | ἡ γὰρ νὺξ κατανυγή ἐστιν. |
ἃ λέγετε ἐν ταῖς κα^ρδί^αις ὑ_μῶν, ἐπὶ^ ταῖς κοίταις ὑ_μῶν κατανύγητε. | ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. |
ἀμέλει κεῖται ἄνθρωπος ἐν νυκτὶ^ οὔ τε νεκρὸς οὔ τε ζῶν. | ἀμέλει κεῖται ἄνθρωπος ἐν νυκτὶ οὔ τε νεκρὸς οὔ τε ζῶν. |
ἐρώτησον αἱρετι^κόν· | ἐρώτησον αἱρετικόν· |
τί ἐστι^; | τί ἐστι; |
ζῶν ἢ νεκρός; | ζῶν ἢ νεκρός; |
καὶ ἐὰν μὲν εἴπῃ ζῶν, εἰπέ· | καὶ ἐὰν μὲν εἴπῃ ζῶν, εἰπέ· |
διὰ τί οὖν οὐκ αἰσθάνεται τῶν λα^λούντων ἢ περι^πα^τούντων; | διὰ τί οὖν οὐκ αἰσθάνεται τῶν λαλούντων ἢ περιπατούντων; |
ἐὰν δὲ εἴπῃ ὅτι νεκρός, εἰπέ· | ἐὰν δὲ εἴπῃ ὅτι νεκρός, εἰπέ· |
πῶς οὖν ἀναπνεῖ; | πῶς οὖν ἀναπνεῖ; |
τὸ γὰ^ρ ἐμπνέον οὐκ ἔστι^ νεκρόν, τὸ μὴ αἰσθανόμενον οὐκ ἔστι ζῶν. | τὸ γὰρ ἐμπνέον οὐκ ἔστι νεκρόν, τὸ μὴ αἰσθανόμενον οὐκ ἔστι ζῶν. |
σαυτὸν οὐ βλέπεις, ἀλλὰ τὰ^ ὑ^πὲρ σὲ φαντάζῃ. | σαυτὸν οὐ βλέπεις, ἀλλὰ τὰ ὑπὲρ σὲ φαντάζῃ. |
ἀλλὰ ταῦτα ἀρκούντως εἰς τὴν πρώτην ἡμέρα_ν εἰρήσθω. | ἀλλὰ ταῦτα ἀρκούντως εἰς τὴν πρώτην ἡμέραν εἰρήσθω. |
κατέλαβε γὰ^ρ ἡ ἑσπέρα_, ὥσπερ κ ἀκεῖ τὰ^ τῆς πρώτης ἡμέρα_ς, καὶ κα^τὰ^ δύ^να^μι^ν, εἰ καὶ βα^θέα^ ἦν τὰ^ νοήμα^τα^, ὅμως ἐξεθέμεθα^. | κατέλαβε γὰρ ἡ ἑσπέρα, ὥσπερ κ ἀκεῖ τὰ τῆς πρώτης ἡμέρας, καὶ κατὰ δύναμιν, εἰ καὶ βαθέα ἦν τὰ νοήματα, ὅμως ἐξεθέμεθα. |
τῶν δὲ πιστῶν ἐστι^ν ἐρευνῆσαι τὰ^ λεχθέντα^ καὶ ζητῆσαι τὴν ἱστορίαν. | τῶν δὲ πιστῶν ἐστιν ἐρευνῆσαι τὰ λεχθέντα καὶ ζητῆσαι τὴν ἱστορίαν. |
ἡμεῖς δὲ νηστεία_ς ὄντες ἁγί^α_ς θρέμμα^τα^ καὶ ἐν ἀτροφίᾳ σωμά^των τρυφήσαντες τὰ^ οὐρά^νι^α^, σπουδά^σωμεν τὴν νηστείαν ἁγί^α_ν φυ^λά^ξαι· | ἡμεῖς δὲ νηστείας ὄντες ἁγίας θρέμματα καὶ ἐν ἀτροφίᾳ σωμάτων τρυφήσαντες τὰ οὐράνια, σπουδάσωμεν τὴν νηστείαν ἁγίαν φυλάξαι· |
ἁγιάσατε γά^ρ φησι^ νηστείαν. | ἁγιάσατε γάρ φησι νηστείαν. |
ἡμεῖς αὐτὴν ἁγιάζομεν ἢ ὑπ' αὐτῆς ἁγιαζόμεθα^; | ἡμεῖς αὐτὴν ἁγιάζομεν ἢ ὑπ' αὐτῆς ἁγιαζόμεθα; |
ἀλλὰ ἀντὶ^ τοῦ ἁγί^α_ν αὐτὴν φυ^λά^ξαι, τοῦτο εἴρηκεν ὁ προφήτης. | ἀλλὰ ἀντὶ τοῦ ἁγίαν αὐτὴν φυλάξαι, τοῦτο εἴρηκεν ὁ προφήτης. |
ὥσπερ γὰ^ρ ὅτε εὐχόμεθα^ ἁγιασθήτω τὸ ὄνομά^ σου, οὐχὶ^ ὅτι ὑπὲρ τοῦ ὀνόμα^τος αὐτοῦ εὐχόμεθα^ τὸ γὰ^ρ ὄνομα^ αὐτοῦ ἁγιά^ζει πάντα. | ὥσπερ γὰρ ὅτε εὐχόμεθα ἁγιασθήτω τὸ ὄνομά σου, οὐχὶ ὅτι ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ εὐχόμεθα τὸ γὰρ ὄνομα αὐτοῦ ἁγιάζει πάντα. |
, ἀλλ' ἐπειδὴ τὸ ὄνομα^ αὐτοῦ ἐπι^κέκληται ἡμῖν χριστιανοὶ γὰ^ρ ἀ^πὸ χριστοῦ κα^λούμεθα^ , λέγει· | , ἀλλ' ἐπειδὴ τὸ ὄνομα αὐτοῦ ἐπικέκληται ἡμῖν χριστιανοὶ γὰρ ἀπὸ χριστοῦ καλούμεθα , λέγει· |
τὸ ὄνομά^ σου ἐφ' ἡμῖν ἁγιασθήτω. | τὸ ὄνομά σου ἐφ' ἡμῖν ἁγιασθήτω. |
πα^ρὰ^ γὰ^ρ τῷ ἁ^γί^ῳ πάντα ἅγι^α^. | παρὰ γὰρ τῷ ἁγίῳ πάντα ἅγια. |
καὶ γὰ^ρ οὐδὲν πλησι^ά^ζει θεῷ μὴ ὂν ἅ^γι^ον. | καὶ γὰρ οὐδὲν πλησιάζει θεῷ μὴ ὂν ἅγιον. |
ἅγι^ος γὰ^ρ ὁ θεὸς ἐν ἁ^γί^οις ἀναπαυόμενος. | ἅγιος γὰρ ὁ θεὸς ἐν ἁγίοις ἀναπαυόμενος. |
καὶ ὁ οὐρα^νὸς δὲ αὐτοῦ ἅγι^ος. | καὶ ὁ οὐρανὸς δὲ αὐτοῦ ἅγιος. |
ἐπακούσεται γὰ^ρ αὐτοῦ ἐξ οὐρα^νοῦ ἁ^γί^ου αὐτοῦ. | ἐπακούσεται γὰρ αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ. |
οἱ ἄγγελοι ἅ^γι^οι· | οἱ ἄγγελοι ἅγιοι· |
ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ μετὰ^ τῶν ἁ^γί^ων ἀγγέλων αὐτοῦ. | ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ. |
ἡ γῆ ἔχουσα^ τὴν λατρείαν ἁγί^α_· | ἡ γῆ ἔχουσα τὴν λατρείαν ἁγία· |
καὶ θελήσει φησὶ^ διαστρέψαι διαθήκην ἐπὶ^ γῆν ἁγί^α_ν αὐτοῦ. | καὶ θελήσει φησὶ διαστρέψαι διαθήκην ἐπὶ γῆν ἁγίαν αὐτοῦ. |
καὶ ὁ δαυίδ· | καὶ ὁ δαυίδ· |
ἡ αὐλὴ ἁγί^α_· | ἡ αὐλὴ ἁγία· |
προσκυνήσατε τῷ κυ_ρί^ῳ ἐν αὐλῇ ἁγί^ᾳ αὐτοῦ. | προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. |
ὁ ἡσαΐας· | ὁ ἡσαΐας· |
ὁ να_ὸς ἅγιος· | ὁ ναὸς ἅγιος· |
ἅγιος γὰ^ρ ὁ να_ός σου, θαυμαστὸς ἐν δι^καιοσύ^νῃ. | ἅγιος γὰρ ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. |
τὰ^ πρόβα^τα^ τὰ^ ἄλογα^ τὰ^ τότε θυόμενα^ ἅγι^α^ ἐλέγετο. | τὰ πρόβατα τὰ ἄλογα τὰ τότε θυόμενα ἅγια ἐλέγετο. |
ὡς πρόβα^τά^ φησι^ν ἅγι^α^ ἐν ἱερουσαλήμ. | ὡς πρόβατά φησιν ἅγια ἐν ἱερουσαλήμ. |
ἡ διαθήκη ἁγί^α_· | ἡ διαθήκη ἁγία· |
καὶ δυναμώσει μετὰ^ πολλῶν διαθήκην ἁγί^α_ν αὐτοῦ. | καὶ δυναμώσει μετὰ πολλῶν διαθήκην ἁγίαν αὐτοῦ. |
αὐτὴ ἡ πόλι^ς ἁγί^α_ ἐλέγετο· | αὐτὴ ἡ πόλις ἁγία ἐλέγετο· |
καὶ ἐπὶ^ τὴν πόλι^ν τὴν ἁγί^α_ν τὴν τῶν πα^τέρων ἡμῶν ἱερουσαλήμ. | καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν ἱερουσαλήμ. |
οὐδὲν γὰ^ρ προσέρχεται θεῷ μὴ ὂν ἅ^γι^ον. | οὐδὲν γὰρ προσέρχεται θεῷ μὴ ὂν ἅγιον. |
καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶ^ς οὐδεὶς ὄψεται θεόν. | καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται θεόν. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.