macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἐκεῖ μὲν γὰ^ρ ἐβα^σί^λευσεν ὄφις, ἐνταῦθα^ δὲ βα^σι^λεύει ὁ χριστός. | ἐκεῖ μὲν γὰρ ἐβασίλευσεν ὄφις, ἐνταῦθα δὲ βασιλεύει ὁ χριστός. |
μὴ τῇ ἀξιοπιστίᾳ πρόσεχε τοῦ ὀνόμα^τος, ἀλλὰ^ τῇ δυ^νά^μει τοῦ πρά_γμα^τος. | μὴ τῇ ἀξιοπιστίᾳ πρόσεχε τοῦ ὀνόματος, ἀλλὰ τῇ δυνάμει τοῦ πράγματος. |
οὔτε γὰ^ρ πα^ρά^δεισός ἐστι^ θαυμαστός, ἐὰ^ν μὴ ἔχῃ θεοῦ ἐντολὴν τηρουμένην· | οὔτε γὰρ παράδεισός ἐστι θαυμαστός, ἐὰν μὴ ἔχῃ θεοῦ ἐντολὴν τηρουμένην· |
οὔ τε τὰ^ εὐτελῆ τῶν τόπων ὑβρίζεται, ἐὰ^ν ἔχῃ θεοῦ βα^σι^λεύοντος τὸν νόμον. | οὔ τε τὰ εὐτελῆ τῶν τόπων ὑβρίζεται, ἐὰν ἔχῃ θεοῦ βασιλεύοντος τὸν νόμον. |
τί^ βέλτι_ον; | τί βέλτιον; |
τί^ κρεῖττον; | τί κρεῖττον; |
πα^ρά^δεισος ἢ κοπρία; | παράδεισος ἢ κοπρία; |
ἀλλ' ὅμως τὸν ἀδὰμ δι^ὰ^ τὴν παράβασι^ν πα^ρά^δεισος οὐκ ὠφέλησεν· | ἀλλ' ὅμως τὸν ἀδὰμ διὰ τὴν παράβασιν παράδεισος οὐκ ὠφέλησεν· |
τὸν ἰὼβ δὲ δι^ὰ^ τὴν ὑπομονὴν κοπρία οὐκ ἔβλαψεν· | τὸν ἰὼβ δὲ διὰ τὴν ὑπομονὴν κοπρία οὐκ ἔβλαψεν· |
ὁ ἀδὰμ ἐν παραδείσῳ κα^ταισχύνεται δι^ὰ^ τὴν πα^ρακοήν, ἰὼβ δὲ ἐπὶ^ τῆς κοπρία_ς στεφα^νοῦται δι^ὰ^ τὴν ὑπομονήν. | ὁ ἀδὰμ ἐν παραδείσῳ καταισχύνεται διὰ τὴν παρακοήν, ἰὼβ δὲ ἐπὶ τῆς κοπρίας στεφανοῦται διὰ τὴν ὑπομονήν. |
οὐδα^μοῦ γὰ^ρ ἀξιοπιστία τῶν τόπων συμβάλλεται, μὴ συντρεχούσης τῆς ἀ^γα^θῆς γνώμης· | οὐδαμοῦ γὰρ ἀξιοπιστία τῶν τόπων συμβάλλεται, μὴ συντρεχούσης τῆς ἀγαθῆς γνώμης· |
καὶ παραδείσου ὑψηλότερος ὁ οὐρα^νός, ἀλλὰ^ πίπτει ἐκεῖθεν ὁ δι^ά^βολος. | καὶ παραδείσου ὑψηλότερος ὁ οὐρανός, ἀλλὰ πίπτει ἐκεῖθεν ὁ διάβολος. |
ἡ γῆ βα^θεῖα^, καὶ ὁ οὐρα^νὸς μετεωρίζεται· | ἡ γῆ βαθεῖα, καὶ ὁ οὐρανὸς μετεωρίζεται· |
πίπτει ἐξ οὐρα^νοῦ ὁ δι^ά^βολος πα^ραβάς, ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρα^νοῦ πεσόντα^· | πίπτει ἐξ οὐρανοῦ ὁ διάβολος παραβάς, ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα· |
ὑψοῦνται δὲ ἀ^πὸ γῆς πτωχοί, ὁ ἐγείρων ἀ^πὸ γῆς πτωχόν, καὶ ἀ^πὸ κοπρία_ς ἀνυψῶν πένητα^. | ὑψοῦνται δὲ ἀπὸ γῆς πτωχοί, ὁ ἐγείρων ἀπὸ γῆς πτωχόν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα. |
ὁρᾷς ὡς οὐχ ἡ τῶν τόπων δι^α^φορὰ_ χα^ρί^ζεται ἡμῖν τὰ^ πλεονεκτήμα^τα^, ἀλλὰ^ παντα^χοῦ πί^στι_ς καὶ ὑπομονὴ καὶ ἐλπὶς τοὺς στεφά^νους πλέκει τοῖς ἀ^ξί^οις; | ὁρᾷς ὡς οὐχ ἡ τῶν τόπων διαφορὰ χαρίζεται ἡμῖν τὰ πλεονεκτήματα, ἀλλὰ πανταχοῦ πίστις καὶ ὑπομονὴ καὶ ἐλπὶς τοὺς στεφάνους πλέκει τοῖς ἀξίοις; |
οὐδὲν κοιτῶνος σεμνότερον, οὐδὲν θεάτρου γυμνότερον· | οὐδὲν κοιτῶνος σεμνότερον, οὐδὲν θεάτρου γυμνότερον· |
τί^ ὠφέλησε τὴν ἀκόλα^στον αἰγυπτίαν ἡ ἐν κοιτῶνι^ μοιχεία; | τί ὠφέλησε τὴν ἀκόλαστον αἰγυπτίαν ἡ ἐν κοιτῶνι μοιχεία; |
τί^ ἔβλαψε τὴν πρωτομάρτυρα^ θέκλαν τὸ ἐν θεάτρῳ γυμνὴν παλαίειν; | τί ἔβλαψε τὴν πρωτομάρτυρα θέκλαν τὸ ἐν θεάτρῳ γυμνὴν παλαίειν; |
οὐχ ἡμάρτηκε γυμνουμένη, οὐχ ὑβρίζεται ἡ ἁγί^α_, ἀλλὰ^ στεφα^νοῦται. | οὐχ ἡμάρτηκε γυμνουμένη, οὐχ ὑβρίζεται ἡ ἁγία, ἀλλὰ στεφανοῦται. |
καὶ ἡ μὲν ἐν τῷ θεάτρῳ στεφα^νοῦται, ἡ δὲ ἐν τῷ νυμφῶνι^ στηλιτεύεται. | καὶ ἡ μὲν ἐν τῷ θεάτρῳ στεφανοῦται, ἡ δὲ ἐν τῷ νυμφῶνι στηλιτεύεται. |
τί^ ὠφέλησε τὰ^ εἴδωλα^, καὶ ἡ τῶν μὴ ὄντων προσκύ^νησι^ς; | τί ὠφέλησε τὰ εἴδωλα, καὶ ἡ τῶν μὴ ὄντων προσκύνησις; |
τὰ^ τῶν να_ῶν μεγέθη λέγω· | τὰ τῶν ναῶν μεγέθη λέγω· |
τί^ δὲ ἔβλαψε τοὺς μά^ρτυ^ρα^ς ἡ τῶν τά^φων εὐτέλεια^; | τί δὲ ἔβλαψε τοὺς μάρτυρας ἡ τῶν τάφων εὐτέλεια; |
οὐ κα^τῃσχύνθη ἡ πλά^νη ἐν μεγέθει, καὶ ὑψώθη τὰ^ τῶν μα^ρτύ^ρων ἐν ταπεινώσει; | οὐ κατῃσχύνθη ἡ πλάνη ἐν μεγέθει, καὶ ὑψώθη τὰ τῶν μαρτύρων ἐν ταπεινώσει; |
οὕτως ἡ ἐκκλησί^α_ θεοῦ τοῦ ζῶντος πα^ρά^δεισός ἐστι^ τρυφῆς. | οὕτως ἡ ἐκκλησία θεοῦ τοῦ ζῶντος παράδεισός ἐστι τρυφῆς. |
ἐν τῷ παραδείσῳ ἐκείνῳ ὁ ὄφις ἐχόρευσε, καὶ ἠπά^τα_. | ἐν τῷ παραδείσῳ ἐκείνῳ ὁ ὄφις ἐχόρευσε, καὶ ἠπάτα. |
ἐν τῷ παραδείσῳ τούτῳ λέγει ὁ σωτήρ· | ἐν τῷ παραδείσῳ τούτῳ λέγει ὁ σωτήρ· |
ἰ^δοὺ δέδωκα^ ὑ_μῖν τὴν ἐξουσί^α_ν τοῦ πα^τεῖν ἐπά^νω ὄφεων καὶ σκορπί^ων, καὶ ἐπὶ^ πᾶσα^ν τὴν δύ^να^μι^ν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑ_μᾶς οὐ μὴ ἀδι^κήσει. | ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσει. |
ἐν τῷ παραδείσῳ ἐκλείσθη ἡ ὁδὸς τῆς ζωῆς τῷ ἀδὰμ δι^ὰ^ τὴν παράβασι^ν. | ἐν τῷ παραδείσῳ ἐκλείσθη ἡ ὁδὸς τῆς ζωῆς τῷ ἀδὰμ διὰ τὴν παράβασιν. |
καὶ ἵ^να_ δείξῃ ὁ θεός, ὅτι^ οὐκ ἐμποδίζεται ἡ ἐνά^ρετος ψυ_χή, ἔξω τοῦ παραδείσου τὰ^ μείζονα^ λα^μβά^νει τῶν ἐν τῷ παραδείσῳ· | καὶ ἵνα δείξῃ ὁ θεός, ὅτι οὐκ ἐμποδίζεται ἡ ἐνάρετος ψυχή, ἔξω τοῦ παραδείσου τὰ μείζονα λαμβάνει τῶν ἐν τῷ παραδείσῳ· |
τῷ ἀδὰμ ἀποκλείεται ὁ πα^ρά^δεισος καὶ πέτρος πιστεύεται τὰ_ς κλεῖς τοῦ οὐρα^νοῦ· | τῷ ἀδὰμ ἀποκλείεται ὁ παράδεισος καὶ πέτρος πιστεύεται τὰς κλεῖς τοῦ οὐρανοῦ· |
ἀδὰμ ἐκβάλλεται τοῦ παραδείσου, καὶ παῦλος ἁρπάζεται ἕως τρί^του οὐρα^νοῦ· | ἀδὰμ ἐκβάλλεται τοῦ παραδείσου, καὶ παῦλος ἁρπάζεται ἕως τρίτου οὐρανοῦ· |
τῷ ἀδὰμ ἀποτειχί^ζεται τὸ ξύ^λον τῆς ζωῆς. | τῷ ἀδὰμ ἀποτειχίζεται τὸ ξύλον τῆς ζωῆς. |
εἶπε γὰ^ρ ὁ θεός φησι^· | εἶπε γὰρ ὁ θεός φησι· |
μήποτε ἅψηται ἀδὰμ τοῦ ξύ^λου τῆς ζωῆς. | μήποτε ἅψηται ἀδὰμ τοῦ ξύλου τῆς ζωῆς. |
ἐκεῖ ἡ ζωὴ κεκώλυ_ται, καὶ τὸ ξύ^λον τῆς ζωῆς ἐκωλύ_θη πα^ρὰ^ τοῦ πα^ραβά^ντος· | ἐκεῖ ἡ ζωὴ κεκώλυται, καὶ τὸ ξύλον τῆς ζωῆς ἐκωλύθη παρὰ τοῦ παραβάντος· |
ὧδε ἐπά^γη τὸ ξύ^λον τοῦ σταυροῦ, καὶ πάντες οἱ βουλόμενοι τρυγῶσι^ ζωὴν αἰώνι^ον. | ὧδε ἐπάγη τὸ ξύλον τοῦ σταυροῦ, καὶ πάντες οἱ βουλόμενοι τρυγῶσι ζωὴν αἰώνιον. |
ἐν τῷ παραδείσῳ μετὰ^ τὴν παράβασι^ν κρύπτεται ὁ ἀδὰμ τὸν θεόν, ὑ^πὸ τοῦ συνειδότος πληττόμενος· | ἐν τῷ παραδείσῳ μετὰ τὴν παράβασιν κρύπτεται ὁ ἀδὰμ τὸν θεόν, ὑπὸ τοῦ συνειδότος πληττόμενος· |
ἀνα^κα^λεῖται αὐτὸν ὁ τὰ^ πά^ντα^ ζητῶν, καί φησι^ν· | ἀνακαλεῖται αὐτὸν ὁ τὰ πάντα ζητῶν, καί φησιν· |
ἀδάμ, ποῦ εἶ; | ἀδάμ, ποῦ εἶ; |
οὐκ ᾔδεις γὰ^ρ ποῦ ἐστι^ν; | οὐκ ᾔδεις γὰρ ποῦ ἐστιν; |
ἀδὰμ ποῦ εἶ; | ἀδὰμ ποῦ εἶ; |
ἐλέγχων αὐτοῦ τὴν πα^ρανομίαν λέγει ποῦ εἶ; | ἐλέγχων αὐτοῦ τὴν παρανομίαν λέγει ποῦ εἶ; |
ἀντὶ^ τοῦ ἐν τί^σι^ν εἶ; | ἀντὶ τοῦ ἐν τίσιν εἶ; |
μὴ ἰσοθεΐαν σοι ἤνεγκεν ἡ ἀ^πά^τη τοῦ ὄφεως; | μὴ ἰσοθεΐαν σοι ἤνεγκεν ἡ ἀπάτη τοῦ ὄφεως; |
εἶδες πῶς γεγύμνωσαι; | εἶδες πῶς γεγύμνωσαι; |
ποῦ εἶ; | ποῦ εἶ; |
τῆς φωνῆς σου ἤκουσα^, καὶ ἐκρύβην. | τῆς φωνῆς σου ἤκουσα, καὶ ἐκρύβην. |
ἐκεῖνος κρύπτεται ἐν παραδείσῳ· | ἐκεῖνος κρύπτεται ἐν παραδείσῳ· |
οἱ ἀ^πόστολοι λέγουσι^ν· | οἱ ἀπόστολοι λέγουσιν· |
ἡμεῖς πάντες ἀνακεκα^λυ^μμένῳ προσώπῳ τὴν δόξα^ν κυ_ρί^ου κατοπτριζόμεθα^, ἀ^πὸ δόξης εἰς δόξα^ν. | ἡμεῖς πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα, ἀπὸ δόξης εἰς δόξαν. |
εἶδες παρρησίαν ἔξω τοῦ παραδείσου; | εἶδες παρρησίαν ἔξω τοῦ παραδείσου; |
εἶδες αἰσχύνην ἔσω τοῦ παραδείσου; | εἶδες αἰσχύνην ἔσω τοῦ παραδείσου; |
ἐν τῷ παραδείσῳ μετὰ^ τὴν παράβασι^ν ἐνέδυ_σεν ὁ θεὸς τὸν ἀδὰμ χι^τῶνα^ς δερμα^τί^νους. | ἐν τῷ παραδείσῳ μετὰ τὴν παράβασιν ἐνέδυσεν ὁ θεὸς τὸν ἀδὰμ χιτῶνας δερματίνους. |
ἴ^δωμεν τί^ ἐνδέδυται. | ἴδωμεν τί ἐνδέδυται. |
ἐκεῖνος ἐκεῖ χιτῶνα^ ἐνεδύ_σα^το· | ἐκεῖνος ἐκεῖ χιτῶνα ἐνεδύσατο· |
ὧδε ὅσοι εἰς χριστὸν ἐβα^πτί^σθησα^ν, χριστὸν ἐνεδύ_σα^ντο. | ὧδε ὅσοι εἰς χριστὸν ἐβαπτίσθησαν, χριστὸν ἐνεδύσαντο. |
ἐκεῖ ἀποκλεισθέντος τοῦ παραδείσου, τὰ^ χερουβὶμ καὶ ἡ στρεφομένη ῥομφαία_ κωλύ_ουσα^ τὴν ὁδὸν τοῦ παραδείσου· | ἐκεῖ ἀποκλεισθέντος τοῦ παραδείσου, τὰ χερουβὶμ καὶ ἡ στρεφομένη ῥομφαία κωλύουσα τὴν ὁδὸν τοῦ παραδείσου· |
καὶ ἦν ὥσπερ τεῖχος καὶ ἀποτείχισμα^ τῷ ἀδάμ, μὴ συγχωροῦν εἰσελθεῖν δι^ὰ^ τὴν πα^ρακοὴν τὴν ἐν παραδείσῳ μετὰ^ τὴν παράβασι^ν. | καὶ ἦν ὥσπερ τεῖχος καὶ ἀποτείχισμα τῷ ἀδάμ, μὴ συγχωροῦν εἰσελθεῖν διὰ τὴν παρακοὴν τὴν ἐν παραδείσῳ μετὰ τὴν παράβασιν. |
οὐκ εἰς κατηγορίαν λέγω τοῦ παραδείσου, ἀλλ' ὅτι^ ἐκεῖνο τὸ θεοπρεπὲς χωρί^ον οὐδὲν ὠφέλησε τὸν μὴ μετὰ^ γνώμης ἀ^γα^θῆς ἀναστρέφεσθαι βουληθέντα^. | οὐκ εἰς κατηγορίαν λέγω τοῦ παραδείσου, ἀλλ' ὅτι ἐκεῖνο τὸ θεοπρεπὲς χωρίον οὐδὲν ὠφέλησε τὸν μὴ μετὰ γνώμης ἀγαθῆς ἀναστρέφεσθαι βουληθέντα. |
καὶ ἦν πυ_ρὸς τεῖχος κυκλοῦν τὸν παράδεισον, καὶ μὴ συγχωροῦν τῷ πα^ραβά^ντι^ εἰσελθεῖν· | καὶ ἦν πυρὸς τεῖχος κυκλοῦν τὸν παράδεισον, καὶ μὴ συγχωροῦν τῷ παραβάντι εἰσελθεῖν· |
ἵ^να_ δείξῃ ὁ θεός, ὅτι^ οὐ τὸ πῦρ πολέμι^ον ἦν αὐτῷ, ἀλλ' ἡ παράβα^σι^ς τὸν ἀδὰμ ἐκώλυ_σε τοῦ πυ_ρὸς τὸ τεῖχος εἰσελθεῖν· | ἵνα δείξῃ ὁ θεός, ὅτι οὐ τὸ πῦρ πολέμιον ἦν αὐτῷ, ἀλλ' ἡ παράβασις τὸν ἀδὰμ ἐκώλυσε τοῦ πυρὸς τὸ τεῖχος εἰσελθεῖν· |
καὶ ἠλίαν ἅρμα^ πυ_ρὸς ἥρπα^σεν εἰς τὸν οὐρα^νόν. | καὶ ἠλίαν ἅρμα πυρὸς ἥρπασεν εἰς τὸν οὐρανόν. |
οὐ ψεύδεται ἡ ἐκκλησί^α_ τοῦ θεοῦ λέγουσα^· | οὐ ψεύδεται ἡ ἐκκλησία τοῦ θεοῦ λέγουσα· |
ἐνέδυσέ με ὁ θεὸς ἱ_μά^τι^ον σωτηρί^ου, καὶ ὡς νύμφην κα^τεκόσμησέ με κόσμῳ, ὡς γῆν αὔξουσα^ν τὰ^ γεννήμα^τα^ αὐτῆς, καὶ μέγα^ς τῆς ἀ^ληθεία_ς κῆπος οὗτος ὁ μέγα^ς πα^ρά^δεισος, ἡ ἐκκλησί^α_ ἡ οἰκουμενι^κή. | ἐνέδυσέ με ὁ θεὸς ἱμάτιον σωτηρίου, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ, ὡς γῆν αὔξουσαν τὰ γεννήματα αὐτῆς, καὶ μέγας τῆς ἀληθείας κῆπος οὗτος ὁ μέγας παράδεισος, ἡ ἐκκλησία ἡ οἰκουμενική. |
χριστὸς βα^σι^λεύει καὶ νομοθετῶν πιστεύεται, εἰ μήπου τι^ς εὑρεθῇ ἐν τῇ ἐκκλησί^ᾳ αἱρετι^κὴν πλάνην νοσῶν ὑ^πὸ τῆς τῶν ὄφεων δι^δα^σκα^λί^α_ς, λέγω δὴ τῆς αἱρετι^κῆς πλά^νης, καὶ ἐκβαλλόμενος ἐντεῦθεν, ὡς τοῦ παραδείσου ἀδάμ. | χριστὸς βασιλεύει καὶ νομοθετῶν πιστεύεται, εἰ μήπου τις εὑρεθῇ ἐν τῇ ἐκκλησίᾳ αἱρετικὴν πλάνην νοσῶν ὑπὸ τῆς τῶν ὄφεων διδασκαλίας, λέγω δὴ τῆς αἱρετικῆς πλάνης, καὶ ἐκβαλλόμενος ἐντεῦθεν, ὡς τοῦ παραδείσου ἀδάμ. |
ὥσπερ γὰ^ρ ἐκεῖ ὁ πεισθεὶς τῇ τοῦ ὄφεως δι^δα^σκα^λί^ᾳ ἐξωρίσθη τοῦ παραδείσου, οὕτω καὶ ἐν τῇ ἐκκλησί^ᾳ οἱ παύλῳ μὴ πειθόμενοι, ὑ^πὸ πέτρου μὴ διδασκόμενοι, ἀλλὰ^ ταῖς τῶν ὄφεων πειθόμενοι δι^δα^σκα^λί^αις, ἐκβάλλονται τούτου τοῦ παραδείσου. | ὥσπερ γὰρ ἐκεῖ ὁ πεισθεὶς τῇ τοῦ ὄφεως διδασκαλίᾳ ἐξωρίσθη τοῦ παραδείσου, οὕτω καὶ ἐν τῇ ἐκκλησίᾳ οἱ παύλῳ μὴ πειθόμενοι, ὑπὸ πέτρου μὴ διδασκόμενοι, ἀλλὰ ταῖς τῶν ὄφεων πειθόμενοι διδασκαλίαις, ἐκβάλλονται τούτου τοῦ παραδείσου. |
πόθεν τοῦτο δῆλον; | πόθεν τοῦτο δῆλον; |
ζηλῶ γὰ^ρ ὑ_μᾶς ζῆλον θεοῦ· | ζηλῶ γὰρ ὑμᾶς ζῆλον θεοῦ· |
ἡρμοσά^μην γὰ^ρ ὑ_μᾶς ἑνὶ^ ἀνδρὶ^ παρθένον ἁγνὴν πα^ρα^στῆσαι τῷ χριστῷ. | ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ χριστῷ. |
φοβοῦμαι δὲ μήπως, ὡς ὁ ὄφις ἐξηπάτησεν εὔαν, οὕτω φθα^ρῇ τὰ^ νοήμα^τα^ ὑ_μῶν. | φοβοῦμαι δὲ μήπως, ὡς ὁ ὄφις ἐξηπάτησεν εὔαν, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν. |
ἀλλ' οὐκ ἔχει χώρα_ν ἐνταῦθα^ ὄφεως δι^δα^σκα^λί^α_, τοῦ μεγά^λου ποιμένος τῇ βακτηρί^ᾳ τῆς πίστεως συ^ντρίβοντος τὴν κεφα^λὴν τῶν ὄφεων. | ἀλλ' οὐκ ἔχει χώραν ἐνταῦθα ὄφεως διδασκαλία, τοῦ μεγάλου ποιμένος τῇ βακτηρίᾳ τῆς πίστεως συντρίβοντος τὴν κεφαλὴν τῶν ὄφεων. |
καὶ γὰ^ρ ὡς ποιμὴν ὁ θαυμάσιος ἡμῶν πα^τὴρ συ^ντρί_βει τὰ_ς κεφα^λὰ_ς τῶν δρα^κόντων τῇ εὐαγγελικῇ πίστει καὶ τῇ εἰς χριστὸν ἐλπί^δι^· | καὶ γὰρ ὡς ποιμὴν ὁ θαυμάσιος ἡμῶν πατὴρ συντρίβει τὰς κεφαλὰς τῶν δρακόντων τῇ εὐαγγελικῇ πίστει καὶ τῇ εἰς χριστὸν ἐλπίδι· |
καὶ ὡς ἄ^ρι^στος φυτοκόμος καὶ κηπουρός, τρέφει μὲν τὰ^ φυτὰ^ τῆς ἐκκλησί^α_ς, ἐκριζοῖ δέ, εἴ τι^ νόθον σπέρμα^ καὶ βλάστημα^· | καὶ ὡς ἄριστος φυτοκόμος καὶ κηπουρός, τρέφει μὲν τὰ φυτὰ τῆς ἐκκλησίας, ἐκριζοῖ δέ, εἴ τι νόθον σπέρμα καὶ βλάστημα· |
τὴν νόσον τῆς δυσσεβεία_ς, τὴν πλάνην τὴν ἑλληνικὴν ὡς ἀ^κά^νθα_ς πυ_ρὶ^ πα^ρα^δίδωσι^· | τὴν νόσον τῆς δυσσεβείας, τὴν πλάνην τὴν ἑλληνικὴν ὡς ἀκάνθας πυρὶ παραδίδωσι· |
τὴν δὲ αἱρετι^κὴν πλάνην ὡς ἄγρωστι^ν ἐκτίλας ἐκβάλλει, ζήλῳ ἐνδεδυμένος θεοῦ, ὃν οἱ πολλοὶ ἀ^γνοοῦσι^ν. | τὴν δὲ αἱρετικὴν πλάνην ὡς ἄγρωστιν ἐκτίλας ἐκβάλλει, ζήλῳ ἐνδεδυμένος θεοῦ, ὃν οἱ πολλοὶ ἀγνοοῦσιν. |
εἰώθασι γά^ρ τι^νες κατασοφιστεύειν τῆς ἐκκλησί^α_ς καὶ τῶν ἁ^γί^ων ποιμένων, ὥσπερ οὖν καὶ τούτου τοῦ θαυμασί^ου πατρός· | εἰώθασι γάρ τινες κατασοφιστεύειν τῆς ἐκκλησίας καὶ τῶν ἁγίων ποιμένων, ὥσπερ οὖν καὶ τούτου τοῦ θαυμασίου πατρός· |
καὶ πολλοὶ ἐν ἐπιεικεία_ς σχήμα^τι^ ἀργίαν εἰσάγουσι^, καὶ ζῆλον ὑβρίζουσι^, καὶ θεοῦ ἀκμάζοντα^ λόγον πειρῶνται ἀμβλύ^νειν. | καὶ πολλοὶ ἐν ἐπιεικείας σχήματι ἀργίαν εἰσάγουσι, καὶ ζῆλον ὑβρίζουσι, καὶ θεοῦ ἀκμάζοντα λόγον πειρῶνται ἀμβλύνειν. |
ἔστι γὰ^ρ εὑρεῖν τι^να^ ἐν σχήμα^τι^ ἐπιεικεία_ς λέγοντα^· | ἔστι γὰρ εὑρεῖν τινα ἐν σχήματι ἐπιεικείας λέγοντα· |
τί^ γὰ^ρ κοινὸν ἔχομεν πρὸς τοὺς ἕλληνας; | τί γὰρ κοινὸν ἔχομεν πρὸς τοὺς ἕλληνας; |
θέλει σωθῆναι; | θέλει σωθῆναι; |
σωθήτω. | σωθήτω. |
ὁ ταῦτα^ λέγων οὐδέπω ἐτρώθη ζήλῳ εὐσεβεία_ς. | ὁ ταῦτα λέγων οὐδέπω ἐτρώθη ζήλῳ εὐσεβείας. |
ὁ βλέπων ἀ^πολλύμενον καὶ μὴ πενθῶν τὴν ἐκείνου ἀπώλεια^ν καὶ ἰ^δί^α_ν ζημίαν τι^θέμενος, οὐκ οἶδε ζῆλον εὐσεβεία_ς, οὐκ ἐτρώθη βέλεσι^ν ἀ^ληθεία_ς. | ὁ βλέπων ἀπολλύμενον καὶ μὴ πενθῶν τὴν ἐκείνου ἀπώλειαν καὶ ἰδίαν ζημίαν τιθέμενος, οὐκ οἶδε ζῆλον εὐσεβείας, οὐκ ἐτρώθη βέλεσιν ἀληθείας. |
ὁ βλέπων οὖν ἀ^πολλύμενον καὶ μὴ ζηλῶν, τί^ς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; | ὁ βλέπων οὖν ἀπολλύμενον καὶ μὴ ζηλῶν, τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; |
, οὐκ ἔστι^ν οὗτος μα^θητὴς παύλου. | , οὐκ ἔστιν οὗτος μαθητὴς παύλου. |
ἀντιπαραβαλλέτω τοῦ πατρὸς τὰ^ κατορθώμα^τα^, καὶ εὑρήσει αὐτὸν συνᾴδοντα^ ταῖς ἀποστολι^καῖς φωναῖς· | ἀντιπαραβαλλέτω τοῦ πατρὸς τὰ κατορθώματα, καὶ εὑρήσει αὐτὸν συνᾴδοντα ταῖς ἀποστολικαῖς φωναῖς· |
τί^ς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; | τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; |
τί^ς σκα^νδα^λί^ζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; | τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; |
οἱ οὕτω φρονοῦντες, ἀ^δελφοί εἰσι^ τῶν ἀ^ποστόλων. | οἱ οὕτω φρονοῦντες, ἀδελφοί εἰσι τῶν ἀποστόλων. |
δί^καιος γὰ^ρ οὐκ ἐν οἷς ἁ^μα^ρτά^νει μόνον ἀ^θυ_μεῖ, ἀλλὰ^ καὶ ἐν οἷς βλέπει ἄλλους ἁμαρτάνοντα^ς, ἀθυμία κα^τέσχε με ἀ^πὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. | δίκαιος γὰρ οὐκ ἐν οἷς ἁμαρτάνει μόνον ἀθυμεῖ, ἀλλὰ καὶ ἐν οἷς βλέπει ἄλλους ἁμαρτάνοντας, ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. |
εἴ τι^ς ἐπὶ^ ταῖς ἄλλων ἁμαρτί^αις ἀ^θυ_μεῖ, ζῆλον ἔχει εὐσεβεία_ς. | εἴ τις ἐπὶ ταῖς ἄλλων ἁμαρτίαις ἀθυμεῖ, ζῆλον ἔχει εὐσεβείας. |
ὁ γὰ^ρ δίκαιος, ὅτα^ν τὸν ἑαυτοῦ βί^ον δι^ορθῶται, δακρύ_ει καὶ πενθεῖ τοῦ τὴν ἁ^μαρτί^α_ν ἐξαλεῖψαι τὴν ἑαυτοῦ· | ὁ γὰρ δίκαιος, ὅταν τὸν ἑαυτοῦ βίον διορθῶται, δακρύει καὶ πενθεῖ τοῦ τὴν ἁμαρτίαν ἐξαλεῖψαι τὴν ἑαυτοῦ· |
καὶ τότε τῆς ἁ^μαρτί^α_ς τῆς ἰ^δί^α_ς παυσά^μενος τὰ_ς ἄλλων λοιπὸν πενθεῖ ἁ^μαρτί^α_ς, μήπως ἐλθὼν πολλοὺς πενθήσω τῶν προημαρτηκότων, καὶ μὴ μετα^νοησάντων. | καὶ τότε τῆς ἁμαρτίας τῆς ἰδίας παυσάμενος τὰς ἄλλων λοιπὸν πενθεῖ ἁμαρτίας, μήπως ἐλθὼν πολλοὺς πενθήσω τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων. |
παῦλος πενθεῖ τοὺς ἁμαρτήσαντα^ς, καὶ μὴ μετα^νοήσαντα^ς· | παῦλος πενθεῖ τοὺς ἁμαρτήσαντας, καὶ μὴ μετανοήσαντας· |
σαμουὴλ πενθεῖ τὸν σαούλ, ὡς εἰπεῖν τὸν θεόν· | σαμουὴλ πενθεῖ τὸν σαούλ, ὡς εἰπεῖν τὸν θεόν· |
ἕως πότε σὺ^ πενθεῖς ἐπὶ^ σαούλ; | ἕως πότε σὺ πενθεῖς ἐπὶ σαούλ; |
βλέπεις ψυ_χὴν ἀ^πολλυμένην, καὶ οὐ πενθεῖς; | βλέπεις ψυχὴν ἀπολλυμένην, καὶ οὐ πενθεῖς; |
νεκρὸν ἐά^ν τι^ς ἴ^δῃ προκομιζόμενον καὶ μὴ δακρύ_σῃ, ὡς ἀπηνὴς καὶ σκληρὸς καὶ θηρι^ώδης ἐλέγχεται· | νεκρὸν ἐάν τις ἴδῃ προκομιζόμενον καὶ μὴ δακρύσῃ, ὡς ἀπηνὴς καὶ σκληρὸς καὶ θηριώδης ἐλέγχεται· |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.