macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
καλοῦσι τοὺς γονεῖς τοῦ τυφλοῦ.
καλοῦσι τοὺς γονεῖς τοῦ τυφλοῦ.
ἡ κα^κί^α_ καθ' ἑαυτῆς συ^νά^γει τοὺς μά^ρτυ^ρα^ς.
ἡ κακία καθ' ἑαυτῆς συνάγει τοὺς μάρτυρας.
ἐκλήθησαν οἱ γονεῖς τοῦ τυφλοῦ.
ἐκλήθησαν οἱ γονεῖς τοῦ τυφλοῦ.
πά^λι^ν τὸ αὐτὸ σχῆμα^ τῆς ἐρωτήσεως·
πάλιν τὸ αὐτὸ σχῆμα τῆς ἐρωτήσεως·
οὗτός ἐστι^ν ὁ υἱὸς ὑ_μῶν, ὃν ὑ_μεῖς λέγετε, ὅτι^ τυφλὸς ἐγεννήθη;
οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε, ὅτι τυφλὸς ἐγεννήθη;
πῶς οὖν ἄρτι^ βλέπει;
πῶς οὖν ἄρτι βλέπει;
ἐκεῖνοι τὸν τρόπον τῆς κα^κί^α_ς νοήσαντες, ὅτι^ ἀ^πειλὰ_ς προσφέρουσι^ν, ἴσμεν, ὅτι^ οὗτός ἐστι^ν ὁ υἱὸς ἡμῶν·
ἐκεῖνοι τὸν τρόπον τῆς κακίας νοήσαντες, ὅτι ἀπειλὰς προσφέρουσιν, ἴσμεν, ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν·
καὶ ὅτι^ τυφλὸς ἐγεννήθη, οἴδα^μεν·
καὶ ὅτι τυφλὸς ἐγεννήθη, οἴδαμεν·
πῶς δὲ νῦν βλέπει, ἢ τί^ς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμούς, οὐκ οἴδα^μεν·
πῶς δὲ νῦν βλέπει, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμούς, οὐκ οἴδαμεν·
αὐτὸς ἡλι^κί^α_ν ἔχει, αὐτὸν ἐρωτήσα^τε·
αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε·
αὐτὸς τὰ^ περὶ^ ἑαυτοῦ λα^λήσει.
αὐτὸς τὰ περὶ ἑαυτοῦ λαλήσει.
καὶ ὅρα_ τοῦ θεοῦ τὴν σοφί^α_ν.
καὶ ὅρα τοῦ θεοῦ τὴν σοφίαν.
ἵ^να_ μὴ παραγράφωνται αὐτοῦ τὴν φωνὴν τοῦ ἀναβλέψαντος, ἢ ὡς νέου ὄντος ἢ ὡς οὐκ εἰδότος εἰπεῖν, ὡς ἐπὶ^ τῶν κοινῶν δι^κα^στηρί^ων, ᾠκονόμησεν ὁ θεὸς πρῶτον δειχθῆναι αὐτὸν τῆς ἐννόμου ἡλι^κί^α_ς.
ἵνα μὴ παραγράφωνται αὐτοῦ τὴν φωνὴν τοῦ ἀναβλέψαντος, ἢ ὡς νέου ὄντος ἢ ὡς οὐκ εἰδότος εἰπεῖν, ὡς ἐπὶ τῶν κοινῶν δικαστηρίων, ᾠκονόμησεν ὁ θεὸς πρῶτον δειχθῆναι αὐτὸν τῆς ἐννόμου ἡλικίας.
ἡλι^κί^α_ν ἔχει αὐτός φησι^ν·
ἡλικίαν ἔχει αὐτός φησιν·
αὐτὸν ἐρωτήσα^τε·
αὐτὸν ἐρωτήσατε·
ἐπειδὴ οἱ ἀ^φήλικες συνηγόρων χρῄζουσι^ν, οἱ δὲ τελεία_ν φέροντες τὴν ἡλικίαν, αὐτοὶ ἑαυτῶν συνήγοροι γί_νονται.
ἐπειδὴ οἱ ἀφήλικες συνηγόρων χρῄζουσιν, οἱ δὲ τελείαν φέροντες τὴν ἡλικίαν, αὐτοὶ ἑαυτῶν συνήγοροι γίνονται.
ἀπεκρίθησαν οἱ γονεῖς αὐτοῦ, καὶ εἶπον ὅτι^ οὗτός ἐστι^ν ὁ υἱὸς ἡμῶν, καὶ ὅτι^ τυφλὸς ἐγεννήθη, οἴδα^μεν.
ἀπεκρίθησαν οἱ γονεῖς αὐτοῦ, καὶ εἶπον ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, καὶ ὅτι τυφλὸς ἐγεννήθη, οἴδαμεν.
ὡμολόγησα^ν οἱ γονεῖς, ἵ^να_ μὴ ᾖ ἀ^μφι^βολί^α_, ὅτι^ οὐκ ἦν τυφλός.
ὡμολόγησαν οἱ γονεῖς, ἵνα μὴ ᾖ ἀμφιβολία, ὅτι οὐκ ἦν τυφλός.
ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσα^τε·
ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε·
αὐτὸς τὰ^ περὶ^ αὐτοῦ λα^λήσει.
αὐτὸς τὰ περὶ αὐτοῦ λαλήσει.
καλοῦσι πά^λι^ν, φησί^ν, αὐτὸν ἐκ δευτέρου καὶ λέγουσι^ν αὐτῷ·
καλοῦσι πάλιν, φησίν, αὐτὸν ἐκ δευτέρου καὶ λέγουσιν αὐτῷ·
τί^ ἐποίησέν σοι;
τί ἐποίησέν σοι;
πῶς ἠνέῳξέν σου τοὺς ὀφθαλμούς;
πῶς ἠνέῳξέν σου τοὺς ὀφθαλμούς;
ἐκεῖνος λοιπὸν ἐνδυ_σά^μενος θεοῦ ζῆλον, διαπτύ^ει τὴν ἐρώτησι^ν, καὶ ὡς ἀ^ναξί^ους ἀποκρίσεως, οὐκ ἀ^ξι^οῖ λόγου, ἀλλὰ^ τί^ λέγει αὐτοῖς;
ἐκεῖνος λοιπὸν ἐνδυσάμενος θεοῦ ζῆλον, διαπτύει τὴν ἐρώτησιν, καὶ ὡς ἀναξίους ἀποκρίσεως, οὐκ ἀξιοῖ λόγου, ἀλλὰ τί λέγει αὐτοῖς;
εἶπον ὑ_μῖν ἤδη, καὶ οὐκ ἠκούσα^τε·
εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε·
τί^ πά^λι^ν θέλετέ μου ἀ^κούειν;
τί πάλιν θέλετέ μου ἀκούειν;
μὴ καὶ ὑ_μεῖς θέλετε αὐτοῦ μα^θηταὶ γενέσθαι;
μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;
καὶ μι_μεῖται τὴν χριστοῦ δι^δασκαλί^α_ν, ὁ μηδέπω ἀ^κούσα_ς τὴν χριστοῦ δι^δασκαλί^α_ν.
καὶ μιμεῖται τὴν χριστοῦ διδασκαλίαν, ὁ μηδέπω ἀκούσας τὴν χριστοῦ διδασκαλίαν.
οἱ γὰ^ρ ἰουδαῖοι ἐν τοῖς ἐγκαινί^οις κυκλώσαντες τὸν σωτῆρα^ ἐν τῇ στοᾷ σολομῶντος, ἔλεγον αὐτῷ·
οἱ γὰρ ἰουδαῖοι ἐν τοῖς ἐγκαινίοις κυκλώσαντες τὸν σωτῆρα ἐν τῇ στοᾷ σολομῶντος, ἔλεγον αὐτῷ·
ἕως πότε τὴν ψυ_χὴν ἡμῶν αἴρεις;
ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις;
εἰ σὺ^ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν πα^ρρησί^ᾳ.
εἰ σὺ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ.
λέγει αὐτοῖς·
λέγει αὐτοῖς·
εἶπον ὑ_μῖν, καὶ οὐκ ἠκούσα^τε·
εἶπον ὑμῖν, καὶ οὐκ ἠκούσατε·
τί^ πά^λι^ν θέλετε ἀ^κούειν;
τί πάλιν θέλετε ἀκούειν;
καὶ ὅρα_ συνηγόρου εὐσέβεια^ν.
καὶ ὅρα συνηγόρου εὐσέβειαν.
ἐπειδὴ προσέσχεν τῇ κα^κί^ᾳ τῶν ἰουδαίων, ὅτι^ πάντα ποιοῦσι^ καὶ σχηματίζονται ἀ^πειλὴν καὶ φόβον αὐτῷ ἐπι^σείειν ὑ^πὲρ τοῦ μὴ ὁμολογεῖν αὐτὸν δι^δά^σκα^λον, λέγει αὐτοῖς·
ἐπειδὴ προσέσχεν τῇ κακίᾳ τῶν ἰουδαίων, ὅτι πάντα ποιοῦσι καὶ σχηματίζονται ἀπειλὴν καὶ φόβον αὐτῷ ἐπισείειν ὑπὲρ τοῦ μὴ ὁμολογεῖν αὐτὸν διδάσκαλον, λέγει αὐτοῖς·
εἶπον ὑ_μῖν ἤδη, καὶ οὐκ ἠκούσα^τε·
εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε·
τί^ πά^λι^ν θέλετε ἀ^κούειν·
τί πάλιν θέλετε ἀκούειν·
μὴ καὶ ὑ_μεῖς θέλετε μα^θηταὶ αὐτοῦ γενέσθαι;
μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ αὐτοῦ γενέσθαι;
τῷ εἰπεῖν μὴ καὶ ὑ_μεῖς;
τῷ εἰπεῖν μὴ καὶ ὑμεῖς;
ἔδειξεν, ὅτι^ τὸ ἐγὼ ὁμολογεῖται.
ἔδειξεν, ὅτι τὸ ἐγὼ ὁμολογεῖται.
ταύτην τὴν φωνὴν ἐχέτω πᾶς χριστιανὸς ἀφ' ἑλληνισμοῦ κα^τα^γόμενος.
ταύτην τὴν φωνὴν ἐχέτω πᾶς χριστιανὸς ἀφ' ἑλληνισμοῦ καταγόμενος.
ὅτα^ν γά^ρ σοι συντύ^χοι ἕλλην ἀρχαία_ν ἔχων συνήθεια^ν πλά^νης, καὶ εἴποι σοι, ὅτι^ χριστιανὸς ἐγένου, εἰπὲ αὐτῷ, ναί·
ὅταν γάρ σοι συντύχοι ἕλλην ἀρχαίαν ἔχων συνήθειαν πλάνης, καὶ εἴποι σοι, ὅτι χριστιανὸς ἐγένου, εἰπὲ αὐτῷ, ναί·
μὴ καὶ σὺ^ θέλεις γενέσθαι;
μὴ καὶ σὺ θέλεις γενέσθαι;
ὁ σκοπὸς τοίνυ^ν τοῦ ἀναβλέψαντος καὶ ψυ^χῇ καὶ σώμα^τι^ τοιοῦτος ἦν.
ὁ σκοπὸς τοίνυν τοῦ ἀναβλέψαντος καὶ ψυχῇ καὶ σώματι τοιοῦτος ἦν.
εἶπον ὑ_μῖν ἤδη, καὶ οὐκ ἠκούσα^τε·
εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε·
τί^ πά^λι^ν θέλετέ μου ἀ^κούειν;
τί πάλιν θέλετέ μου ἀκούειν;
μὴ καὶ ὑ_μεῖς θέλετε αὐτοῦ μα^θηταὶ γενέσθαι;
μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;
ἀντὶ τοῦ τοσοῦτον ἀ^πέχετε τοῦ ἐμὲ μετα^πεῖσαι, ὅτι^ καὶ ἐγὼ προσδοκῶ μᾶλλον ὑ_μᾶς μετα^βληθέντας χριστὸν αὐτὸν κα^θομολογῆσαι.
ἀντὶ τοῦ τοσοῦτον ἀπέχετε τοῦ ἐμὲ μεταπεῖσαι, ὅτι καὶ ἐγὼ προσδοκῶ μᾶλλον ὑμᾶς μεταβληθέντας χριστὸν αὐτὸν καθομολογῆσαι.
εἶτα τί^ πρὸς αὐτὸν οἱ ἰουδαῖοι·
εἶτα τί πρὸς αὐτὸν οἱ ἰουδαῖοι·
ἐλοιδόρησαν αὐτόν, καὶ εἶπον·
ἐλοιδόρησαν αὐτόν, καὶ εἶπον·
σὺ^ εἶ μα^θητὴς ἐκείνου, ἡμεῖς δὲ τοῦ μωϋσέως ἐσμὲν μα^θηταί.
σὺ εἶ μαθητὴς ἐκείνου, ἡμεῖς δὲ τοῦ μωϋσέως ἐσμὲν μαθηταί.
ἡμεῖς οἴδα^μεν, ὅτι^ μωϋσῇ ἐλά^λησεν ὁ θεός·
ἡμεῖς οἴδαμεν, ὅτι μωϋσῇ ἐλάλησεν ὁ θεός·
τοῦτον δὲ οὐκ οἴδα^μεν πόθεν ἐστί^ν.
τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
ἐννόησον τὸ πλῆθος τῶν ἀντιλεγόντων, καὶ τὴν δύ^να^μι^ν ἑνὸς τοῦ ἀνθεστηκότος.
ἐννόησον τὸ πλῆθος τῶν ἀντιλεγόντων, καὶ τὴν δύναμιν ἑνὸς τοῦ ἀνθεστηκότος.
καὶ οὐκ ἐσι^ώπησε πά^λι^ν ὁ συνήγορος τῆς ἀ^ληθεία_ς, ἀλλ' ἵ_στα^το, ἐν γὰ^ρ τούτῳ θαυμαστόν ἐστι^, λέγων, ὅτι^ ὑ_μεῖς οὐκ οἴδα^τε πόθεν ἐστί^ν, καὶ ἠνέῳξέν μου τοὺς ὀφθαλμούς.
καὶ οὐκ ἐσιώπησε πάλιν ὁ συνήγορος τῆς ἀληθείας, ἀλλ' ἵστατο, ἐν γὰρ τούτῳ θαυμαστόν ἐστι, λέγων, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἠνέῳξέν μου τοὺς ὀφθαλμούς.
εἰ μὴ ἦν οὗτος πα^ρὰ^ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
εἰστήκει ἀγωνι^ζόμενος, καὶ ὁ θεὸς ἐπόπτης καὶ βρα^βευτής·
εἰστήκει ἀγωνιζόμενος, καὶ ὁ θεὸς ἐπόπτης καὶ βραβευτής·
πολλοὶ δεινοὶ καθ' ἑνὸς ἰσχυ_ροῦ, νέφος ἄπι^στον πρὸς μί^α^ν σταγόνα πίστεως.
πολλοὶ δεινοὶ καθ' ἑνὸς ἰσχυροῦ, νέφος ἄπιστον πρὸς μίαν σταγόνα πίστεως.
ἀ^πὸ τοῦ αἰῶνός φησι^ν οὐκ ἠκούσθη, ὅτι^ ἤνοιξέ τι^ς ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου.
ἀπὸ τοῦ αἰῶνός φησιν οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου.
εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
ἐπειδὴ σεμνύνεσθέ φησι^ τῇ μωϋσέως δι^δα^σκα^λί^ᾳ.
ἐπειδὴ σεμνύνεσθέ φησι τῇ μωϋσέως διδασκαλίᾳ.
οὐ μνημονεύει μὲν μωϋσέως τέως, ἵ^να_ μὴ πα^ροξύ_νῃ·
οὐ μνημονεύει μὲν μωϋσέως τέως, ἵνα μὴ παροξύνῃ·
λέγει δέ·
λέγει δέ·
ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι^ ἤνοιξέ τι^ς ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου, τουτ έστι^ν, τί^ς ἤνοιξεν ἄλλος προφήτης;
ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου, τουτ έστιν, τίς ἤνοιξεν ἄλλος προφήτης;
οὐ δὲ τὴν ὑπεροχὴν ὁρῶντες, οὐ δὲ σύγκρισι^ν.
οὐ δὲ τὴν ὑπεροχὴν ὁρῶντες, οὐ δὲ σύγκρισιν.
ὅσον δὲ οὗτος τῆς ἀ^ληθεία_ς ἀντείχετο, τοσοῦτον ἐκεῖνοι τῆς ἀναισχυντία_ς οὐκ ἐπαύοντο.
ὅσον δὲ οὗτος τῆς ἀληθείας ἀντείχετο, τοσοῦτον ἐκεῖνοι τῆς ἀναισχυντίας οὐκ ἐπαύοντο.
ἐπειδὴ ἀρνήσασθαι οὐκ ἐδύ^να^ντο, ἐσπούδα^σα^ν λοιπὸν κα^λύ^ψαι καί φα^σι·
ἐπειδὴ ἀρνήσασθαι οὐκ ἐδύναντο, ἐσπούδασαν λοιπὸν καλύψαι καί φασι·
δὸς δόξα^ν τῷ θεῷ·
δὸς δόξαν τῷ θεῷ·
οἴδα^μεν ἡμεῖς, ὅτι^ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστι^ν.
οἴδαμεν ἡμεῖς, ὅτι ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν.
δόξα_ υἱοῦ ἡ δόξα_ πατρός, καὶ ἀμέρι^στος ἡ δόξα_.
δόξα υἱοῦ ἡ δόξα πατρός, καὶ ἀμέριστος ἡ δόξα.
ἀγωνί^ζεται ἔχων τὸν κα^λὸν ἀ^γῶνα^ πρὸς ἰουδαίους.
ἀγωνίζεται ἔχων τὸν καλὸν ἀγῶνα πρὸς ἰουδαίους.
λέγουσιν αὐτῷ·
λέγουσιν αὐτῷ·
δὸς δόξα^ν τῷ θεῷ.
δὸς δόξαν τῷ θεῷ.
ποίῳ;
ποίῳ;
τοῦ νόμου τοῦ ἡμετέρου;
τοῦ νόμου τοῦ ἡμετέρου;
καὶ δί^καιόν ἐστι^ ἄλλον εὐεργετῆσαι καὶ ἄλλον δοξασθῆναι;
καὶ δίκαιόν ἐστι ἄλλον εὐεργετῆσαι καὶ ἄλλον δοξασθῆναι;
δὸς δόξα^ν τῷ θεῷ.
δὸς δόξαν τῷ θεῷ.
ἄλλος εὐεργέτης, καὶ ἄλλῳ δῶ δόξα^ν;
ἄλλος εὐεργέτης, καὶ ἄλλῳ δῶ δόξαν;
ὡμολόγησαν, ὅτι^ πηλὸν ἐποίησεν ἰησοῦς, καὶ ἔχρι_σεν αὐτοῦ τοὺς ὀφθαλμούς·
ὡμολόγησαν, ὅτι πηλὸν ἐποίησεν ἰησοῦς, καὶ ἔχρισεν αὐτοῦ τοὺς ὀφθαλμούς·
ὁ ἀ^νοίξα_ς ὁμολογεῖται, καὶ ἄλλῳ ἀ^νενέγκω τὴν δόξα^ν;
ὁ ἀνοίξας ὁμολογεῖται, καὶ ἄλλῳ ἀνενέγκω τὴν δόξαν;
διὰ τί^ δὲ δῶ δόξα^ν τῷ θεῷ;
διὰ τί δὲ δῶ δόξαν τῷ θεῷ;
ὅτι^ τὸ ἔργον τοῦτο τοῦ θεοῦ ἐστι^ν.
ὅτι τὸ ἔργον τοῦτο τοῦ θεοῦ ἐστιν.
οἱ δὲ οὖν ἄ_κοντες ὁμολογεῖτε, ὅτι^ θεὸς ὁ χριστός.
οἱ δὲ οὖν ἄκοντες ὁμολογεῖτε, ὅτι θεὸς ὁ χριστός.
δὸς δόξα^ν τῷ θεῷ.
δὸς δόξαν τῷ θεῷ.
εἰ γὰ^ρ τὸ ἔργον τοῦ θεοῦ, καὶ ὀφείλεται αὐτῷ ἡ δόξα·
εἰ γὰρ τὸ ἔργον τοῦ θεοῦ, καὶ ὀφείλεται αὐτῷ ἡ δόξα·
ὁ ποιητὴς τοῦ ἔργου αὐτός ἐστι^ θεός.
ὁ ποιητὴς τοῦ ἔργου αὐτός ἐστι θεός.
δὸς δόξα^ν τῷ θεῷ.
δὸς δόξαν τῷ θεῷ.
ἡμεῖς οἴδα^μεν, ὅτι^ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστι^ν.
ἡμεῖς οἴδαμεν, ὅτι ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν.
ἀπεκρίθη αὐτοῖς ὁ ποτὲ τυφλός·
ἀπεκρίθη αὐτοῖς ὁ ποτὲ τυφλός·
εἰ ἁμαρτωλός ἐστι^ν, οὐκ οἶδα^·
εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα·
ἓν οἶδα^, ὅτι^ τυφλὸς ὢν ἄρτι^ βλέπω.
ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω.
μέχρι τούτου ὡς ἐπαρρησιάσατο, ἐκέλευσα^ν αὐτὸν ἐκβληθῆναι ἔξω.
μέχρι τούτου ὡς ἐπαρρησιάσατο, ἐκέλευσαν αὐτὸν ἐκβληθῆναι ἔξω.
καὶ ἐξέβα^λον αὐτόν, φησὶ^ν ὁ εὐαγγελιστής, ἔξω.
καὶ ἐξέβαλον αὐτόν, φησὶν ὁ εὐαγγελιστής, ἔξω.
μακάριος ὁ ἀ^φορισθεὶς συ^ναγωγῆς πονηρευομένων.
μακάριος ὁ ἀφορισθεὶς συναγωγῆς πονηρευομένων.
καὶ ὅρα_ τί^ γί_νεται.
καὶ ὅρα τί γίνεται.
ἐπειδὴ ἠγωνί^σα^το τὸν κα^λὸν ἀ^γῶνα^, καὶ συνηγόρησε θεοῦ δόξῃ καὶ τὸν σωτῆρα^ ὡμολόγησεν ἐνδόξως μετὰ^ πολλῆς τῆς πα^ρρησί^α_ς·
ἐπειδὴ ἠγωνίσατο τὸν καλὸν ἀγῶνα, καὶ συνηγόρησε θεοῦ δόξῃ καὶ τὸν σωτῆρα ὡμολόγησεν ἐνδόξως μετὰ πολλῆς τῆς παρρησίας·
καὶ ἦν αὐτοῦ τὸ θέατρον πεπληρωμένον τῶν παλαισμά^των, ἐξεβλήθη ἔξω ὁ πα^λαιστής, μὴ λα^βὼν τὸν στέφα^νον, καὶ ἀ^πα^ντᾷ αὐτῷ ἔξω ὁ βρα^βευτής.
καὶ ἦν αὐτοῦ τὸ θέατρον πεπληρωμένον τῶν παλαισμάτων, ἐξεβλήθη ἔξω ὁ παλαιστής, μὴ λαβὼν τὸν στέφανον, καὶ ἀπαντᾷ αὐτῷ ἔξω ὁ βραβευτής.
ἤκουσε γά^ρ φησι^ν ὁ ἰησοῦς, ὅτι^ ἐξέβα^λον αὐτὸν ἔξω·
ἤκουσε γάρ φησιν ὁ ἰησοῦς, ὅτι ἐξέβαλον αὐτὸν ἔξω·
καὶ εὑρὼν αὐτὸν λέγει αὐτῷ.
καὶ εὑρὼν αὐτὸν λέγει αὐτῷ.