macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἄ^ξι^α^ γὰ^ρ ὧν ἐπρά_ξα^μεν ἀπολα^μβά^νομεν· | ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· |
οὗτος δὲ οὐδὲν ἄ^τοπον ἔπραξεν. | οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. |
ταῦτα λέγω, ἵ^να_ μά^θητε ὑ^πὲρ εὐσεβεία_ς κάμνειν, καὶ ἐν οἰκί^ᾳ καὶ ἐν ἀ^γορᾷ τὸν ζῆλον ἐνδείκνυσθαι καὶ ὑ^πὲρ χριστοῦ ἀγωνί^ζεσθαι, ἵ^να_ καὶ παρ' αὐτοῦ τὸν τῆς δι^καιοσύ^νης λά^βητε στέφα^νον, ὡς ὁ εὐγνώμων οὗτος λῃστής. | ταῦτα λέγω, ἵνα μάθητε ὑπὲρ εὐσεβείας κάμνειν, καὶ ἐν οἰκίᾳ καὶ ἐν ἀγορᾷ τὸν ζῆλον ἐνδείκνυσθαι καὶ ὑπὲρ χριστοῦ ἀγωνίζεσθαι, ἵνα καὶ παρ' αὐτοῦ τὸν τῆς δικαιοσύνης λάβητε στέφανον, ὡς ὁ εὐγνώμων οὗτος λῃστής. |
ἄκουε γὰ^ρ αὐτοῦ πρὸς τὸν βλάσφημον συλλῃστήν· | ἄκουε γὰρ αὐτοῦ πρὸς τὸν βλάσφημον συλλῃστήν· |
οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίμα^τι^ εἶ; | οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; |
καὶ ἡμεῖς μὲν δι^καίως· | καὶ ἡμεῖς μὲν δικαίως· |
ἄ^ξι^α^ γὰ^ρ ὧν ἐπρά_ξα^μεν, ἀπολα^μβά^νομεν· | ἄξια γὰρ ὧν ἐπράξαμεν, ἀπολαμβάνομεν· |
οὗτος δὲ οὐδὲν ἄ^τοπον ἔπραξεν. | οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. |
καὶ ἔλεγε τῷ ἰησοῦ, μνήσθητί μου, κύ_ρι^ε, ὅτα^ν ἔλθῃς ἐν τῇ βα^σι^λείᾳ σου. | καὶ ἔλεγε τῷ ἰησοῦ, μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. |
εἶδες συνηγορίαν ἀ^ληθῆ; | εἶδες συνηγορίαν ἀληθῆ; |
εἶδες πῶς αὐτὸν τὸν χριστὸν θεὸν ἀ^ληθι^νὸν ὡμολόγησε; | εἶδες πῶς αὐτὸν τὸν χριστὸν θεὸν ἀληθινὸν ὡμολόγησε; |
μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βα^σι^λείᾳ σου. | μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. |
ὁμολογεῖ τὰ^ ἴ^δι^α^ κα^κά^, καὶ συνηγορεῖ τῷ δεσπότῃ. | ὁμολογεῖ τὰ ἴδια κακά, καὶ συνηγορεῖ τῷ δεσπότῃ. |
τοσαῦτα ἐβασανίσθης, λῃστά^, ἐπὶ τοῦ ἡγεμόνος, ἵνα ὁμολογήσῃς τὰ_ς λῃστεία_ς καὶ τοὺς φόνους καὶ τὰ_ς κλοπά_ς, ἃ_ς ἐποίησα^ς, εἰ καὶ οὐχ ὡμολόγησα^ς· | τοσαῦτα ἐβασανίσθης, λῃστά, ἐπὶ τοῦ ἡγεμόνος, ἵνα ὁμολογήσῃς τὰς λῃστείας καὶ τοὺς φόνους καὶ τὰς κλοπάς, ἃς ἐποίησας, εἰ καὶ οὐχ ὡμολόγησας· |
καὶ ὧδε λέγεις ἐκτὸς βασά^νων· | καὶ ὧδε λέγεις ἐκτὸς βασάνων· |
ἄξια ὧν ἐπρά_ξα^μεν, ἀπολα^μβά^νομεν; | ἄξια ὧν ἐπράξαμεν, ἀπολαμβάνομεν; |
διὰ μυ_ρί^ων βασά^νων μόλι^ς ὡμολόγησα^ς ἐπὶ τοῦ ἡγεμόνος· | διὰ μυρίων βασάνων μόλις ὡμολόγησας ἐπὶ τοῦ ἡγεμόνος· |
καὶ ὧδε μηδένα^ ἔχων τὸν ἀναγκάζοντα^, εὐκόλως οὕτως ὁμολογεῖς; | καὶ ὧδε μηδένα ἔχων τὸν ἀναγκάζοντα, εὐκόλως οὕτως ὁμολογεῖς; |
ναί φησι^ν· | ναί φησιν· |
ἀλλ' ἐκεῖ τῇ ὁμολογίᾳ ἀ^κολουθεῖ θά^να^τος, ὧδε τῇ ὁμολογίᾳ ἕπεται μετάνοια^ καὶ ζωή. | ἀλλ' ἐκεῖ τῇ ὁμολογίᾳ ἀκολουθεῖ θάνατος, ὧδε τῇ ὁμολογίᾳ ἕπεται μετάνοια καὶ ζωή. |
ἄξια γὰ^ρ ἡμεῖς ὧν ἐπρά_ξα^μεν, ἀπολα^μβά^νομεν· | ἄξια γὰρ ἡμεῖς ὧν ἐπράξαμεν, ἀπολαμβάνομεν· |
οὗτος δὲ οὐδὲν ἄ^τοπον ἔπραξεν. | οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. |
εἰ ἡμεῖς φησι^ δι^καίως, οὗτος ἀ^δίκως. | εἰ ἡμεῖς φησι δικαίως, οὗτος ἀδίκως. |
ἡμεῖς γὰ^ρ τοὺς ζῶντα^ς ἐφονεύσα^μεν, οὗτος τοὺς νεκροὺς ἤγειρεν. | ἡμεῖς γὰρ τοὺς ζῶντας ἐφονεύσαμεν, οὗτος τοὺς νεκροὺς ἤγειρεν. |
ἡμεῖς τὰ ἀ^λλότρι^α^ ἐσυ_λήσα^μεν, οὗτος τὸν ἴ^δι^ον πλοῦτον τῇ οἰκουμένῃ δέδωκε. | ἡμεῖς τὰ ἀλλότρια ἐσυλήσαμεν, οὗτος τὸν ἴδιον πλοῦτον τῇ οἰκουμένῃ δέδωκε. |
μάχεται ὁ λῃστὴς τῷ συλλῃστῇ καί φησι^· | μάχεται ὁ λῃστὴς τῷ συλλῃστῇ καί φησι· |
μέχρι τούτου τοῦ καιροῦ τοῦ κα^τὰ^ τὸν σταυρὸν ἀλλήλοις συ^νήλθομεν καὶ συ^νωδεύομεν, ἀλλὰ νῦν ἀπὸ τοῦ σταυροῦ σχίζεταί μοι ἡ ὁδός· | μέχρι τούτου τοῦ καιροῦ τοῦ κατὰ τὸν σταυρὸν ἀλλήλοις συνήλθομεν καὶ συνωδεύομεν, ἀλλὰ νῦν ἀπὸ τοῦ σταυροῦ σχίζεταί μοι ἡ ὁδός· |
ἐὰν θέλῃς συ^νοδεῦσαί μοι πρὸς τὴν ζωήν, ἐλθέ· | ἐὰν θέλῃς συνοδεῦσαί μοι πρὸς τὴν ζωήν, ἐλθέ· |
εἰ δὲ μή, τὴν οἰκεία_ν πορεύου. | εἰ δὲ μή, τὴν οἰκείαν πορεύου. |
ἔνθεν, ὅτε σὺ^ν σοὶ συ^νώδευον, τὴν πρώτην μετὰ σοῦ ἤμην· | ἔνθεν, ὅτε σὺν σοὶ συνώδευον, τὴν πρώτην μετὰ σοῦ ἤμην· |
ἀλλὰ νῦν ὁ σταυρὸς ἔσχι^σεν αὐτὴν τὴν ὁδὸν τὴν δευτέρα_ν εἰς δύ^ο. | ἀλλὰ νῦν ὁ σταυρὸς ἔσχισεν αὐτὴν τὴν ὁδὸν τὴν δευτέραν εἰς δύο. |
μετανοίᾳ σχίζεται ἡ ὁδὸς τῶν λῃστῶν. | μετανοίᾳ σχίζεται ἡ ὁδὸς τῶν λῃστῶν. |
καὶ ἦν ὁ ψαλμὸς καὶ τὸ τέλος τοῦ ψαλμοῦ τότε πληρούμενον· | καὶ ἦν ὁ ψαλμὸς καὶ τὸ τέλος τοῦ ψαλμοῦ τότε πληρούμενον· |
γινώσκει κύ_ρι^ος ὁδὸν δι^καίων, καὶ ὁδὸς ἀσεβῶν ἀ^πολεῖται. | γινώσκει κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. |
ὅτε οὖν συνηγόρησεν ὁ λῃστὴς τῇ ἀ^ληθείᾳ, στρέφεται πρὸς τὸν βα^σι^λέα^ τῆς δόξης καί φησι^· | ὅτε οὖν συνηγόρησεν ὁ λῃστὴς τῇ ἀληθείᾳ, στρέφεται πρὸς τὸν βασιλέα τῆς δόξης καί φησι· |
μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν βα^σι^λείᾳ σου. | μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν βασιλείᾳ σου. |
αἰσχυνέσθωσαν λοιπὸν οἱ ἀρειανοὶ καὶ ἀκουέτωσα^ν τί^ ὁ λῃστὴς λέγει· | αἰσχυνέσθωσαν λοιπὸν οἱ ἀρειανοὶ καὶ ἀκουέτωσαν τί ὁ λῃστὴς λέγει· |
κύ_ρι^ε, μνήσθητί^ μου, ὅτα^ν ἔλθῃς ἐν τῇ βα^σι^λείᾳ σου. | κύριε, μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. |
ὁ λῃστὴς βλέπει ἐσταυρωμένον καὶ κύ_ρι^ον ὁμολογεῖ· | ὁ λῃστὴς βλέπει ἐσταυρωμένον καὶ κύριον ὁμολογεῖ· |
ὁ αἱρετι^κὸς ὁμολογεῖ σύνθρονον τοῦ πατρὸς καὶ ὡς κτίσμα^ βλασφημεῖ. | ὁ αἱρετικὸς ὁμολογεῖ σύνθρονον τοῦ πατρὸς καὶ ὡς κτίσμα βλασφημεῖ. |
μνήσθητί^ μου, κύ_ρι^ε, ὅτα^ν ἔλθῃς ἐν τῇ βα^σι^λείᾳ σου. | μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. |
ἤθελόν τι^να^ εἰπεῖν πρὸς τὸν λῃστήν· | ἤθελόν τινα εἰπεῖν πρὸς τὸν λῃστήν· |
μνησθείη σου ὁ χριστός, τί^ ἄ^ξι^ον ποιήσαντος; | μνησθείη σου ὁ χριστός, τί ἄξιον ποιήσαντος; |
ὅτι^ ἐφόνευσα^ς; | ὅτι ἐφόνευσας; |
ὅτι^ ἐσύ_λησα^ς; | ὅτι ἐσύλησας; |
λέγεις γά^ρ· | λέγεις γάρ· |
μνήσθητί^ μου, ὅτα^ν ἔλθῃς ἐν τῇ βα^σι^λείᾳ σου. | μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. |
ἀλλὰ^ μή τι^ς νομιζέτω, ὅτι^ κα^τὰ^ χά^ρι^ν μόνον ἔσωσε τὸν λῃστὴν ὁ χριστός, ἀλλὰ^ κα^τὰ^ ὀφειλὴν ἐχρεωστεῖτο αὐτῷ. | ἀλλὰ μή τις νομιζέτω, ὅτι κατὰ χάριν μόνον ἔσωσε τὸν λῃστὴν ὁ χριστός, ἀλλὰ κατὰ ὀφειλὴν ἐχρεωστεῖτο αὐτῷ. |
ποῖον χρέος; | ποῖον χρέος; |
φησί^ν· | φησίν· |
ὅτι^ ἐδικαιοπράγησεν; | ὅτι ἐδικαιοπράγησεν; |
ἐλεημοσύ^να_ς ἔδωκεν; | ἐλεημοσύνας ἔδωκεν; |
τὰ^ ἴ^δι^α^ ἐμέρισεν, ἐνήστευσεν, ἠγρύπνησεν; | τὰ ἴδια ἐμέρισεν, ἐνήστευσεν, ἠγρύπνησεν; |
ἐποίησε πρᾶγμα^, ὃ μηδεὶς ἄλλος; | ἐποίησε πρᾶγμα, ὃ μηδεὶς ἄλλος; |
ἀλλ' ὅτι^ ἐπίστευσε τῷ θεῷ; | ἀλλ' ὅτι ἐπίστευσε τῷ θεῷ; |
καὶ προφῆται ἐπί^στευσα^ν τῷ θεῷ, καὶ πα^τρι^ά^ρχαι ἐπί^στευσα^ν, ὑ^μνογρά^φοι ἐπί^στευσα^ν, ἀ^πόστολοι, κήρυ_κες, μά^ρτυ^ρες· | καὶ προφῆται ἐπίστευσαν τῷ θεῷ, καὶ πατριάρχαι ἐπίστευσαν, ὑμνογράφοι ἐπίστευσαν, ἀπόστολοι, κήρυκες, μάρτυρες· |
ἀλλ' οὗτοι πάντες ἐν δόξῃ θεασάμενοι τὸν θεόν, οὗτος δὲ ἐν ὕβρει. | ἀλλ' οὗτοι πάντες ἐν δόξῃ θεασάμενοι τὸν θεόν, οὗτος δὲ ἐν ὕβρει. |
ἀλλὰ^ στῆσον μυ_ρί^ους οἰκέτα_ς δουλεύοντα^ς δεσπότῃ, ὅτε ὁ δεσπότης ἐστὶ^ν ἐν εὐπρα_γίᾳ καὶ τι_μῇ· | ἀλλὰ στῆσον μυρίους οἰκέτας δουλεύοντας δεσπότῃ, ὅτε ὁ δεσπότης ἐστὶν ἐν εὐπραγίᾳ καὶ τιμῇ· |
καὶ ἕνα^ δοῦλον ἐν καιρῷ πειρασμοῦ καὶ θλίψεως καὶ φυγῆς, οὐκ ἀ^ναχωροῦντα^ τοῦ ἰ^δί^ου δεσπότου· | καὶ ἕνα δοῦλον ἐν καιρῷ πειρασμοῦ καὶ θλίψεως καὶ φυγῆς, οὐκ ἀναχωροῦντα τοῦ ἰδίου δεσπότου· |
ἐκείνους δὲ τοὺς μυ_ρί^ους δούλους ἐν τῷ τοῦ πειρασμοῦ καιρῷ καὶ τῆς φυγῆς καταλιπόντας τὸν δεσπότην καὶ ὑποχωρήσαντα^ς· | ἐκείνους δὲ τοὺς μυρίους δούλους ἐν τῷ τοῦ πειρασμοῦ καιρῷ καὶ τῆς φυγῆς καταλιπόντας τὸν δεσπότην καὶ ὑποχωρήσαντας· |
ἆρά^ γε οὗτοι οἱ δοῦλοι οἱ ἐν εὐπρα_γίᾳ τὸν δεσπότην ἐν τῷ καιρῷ τοῦ πειρασμοῦ καταλιπόντες, ὅμοιοι εἶναι δύ^να^νται τοῦ ἐν δυσπρα_γίᾳ τῷ δεσπότῃ ἀκολουθήσαντος; | ἆρά γε οὗτοι οἱ δοῦλοι οἱ ἐν εὐπραγίᾳ τὸν δεσπότην ἐν τῷ καιρῷ τοῦ πειρασμοῦ καταλιπόντες, ὅμοιοι εἶναι δύνανται τοῦ ἐν δυσπραγίᾳ τῷ δεσπότῃ ἀκολουθήσαντος; |
οὐδαμῶς. | οὐδαμῶς. |
ἐπίστευσε πέτρος, ἀλλ' ἰ^δὼν νεκροὺς ἐγείραντα^, τὴν δόξα^ν αὐτοῦ θεα_σά^μενος ἐπίστευσεν· | ἐπίστευσε πέτρος, ἀλλ' ἰδὼν νεκροὺς ἐγείραντα, τὴν δόξαν αὐτοῦ θεασάμενος ἐπίστευσεν· |
ἐπίστευσε παῦλος, ἀλλ' ἰ^δὼν φῶς οὐρα^νόθεν, καὶ τὰ_ς μὲν σωματικὰ_ς ὄψεις πηρώσαντα^, τὰ^ δὲ ψυχικὰ^ ὄμμα^τα^ φωτίσαντα^· | ἐπίστευσε παῦλος, ἀλλ' ἰδὼν φῶς οὐρανόθεν, καὶ τὰς μὲν σωματικὰς ὄψεις πηρώσαντα, τὰ δὲ ψυχικὰ ὄμματα φωτίσαντα· |
ἐπίστευσεν ἀβραάμ, ἀλλὰ^ θεα_σά^μενος ὄψι^ν θεϊ^κήν· | ἐπίστευσεν ἀβραάμ, ἀλλὰ θεασάμενος ὄψιν θεϊκήν· |
ἡσαΐας ἐπίστευσεν, ἀλλ' ἰ^δὼν αὐτὸν κα^θήμενον ἐπὶ^ θρόνου ὑψηλοῦ καὶ τὰ^ χερουβὶμ κύκλῳ αὐτοῦ. | ἡσαΐας ἐπίστευσεν, ἀλλ' ἰδὼν αὐτὸν καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ τὰ χερουβὶμ κύκλῳ αὐτοῦ. |
ὅλοι εἶδον, ἀλλ' ἐν δόξῃ· | ὅλοι εἶδον, ἀλλ' ἐν δόξῃ· |
οὗτος δὲ ἐν ὕβρει· | οὗτος δὲ ἐν ὕβρει· |
δι^ὸ καὶ ἔκραζε· | διὸ καὶ ἔκραζε· |
μνήσθητί μου, κύ_ρι^ε, ὅτα^ν ἔλθῃς ἐν τῇ βα^σι^λείᾳ σου. | μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. |
ἀπὸ τῶν κατ' ἐμὲ ὀφείλετέ μοι εἰπεῖν· | ἀπὸ τῶν κατ' ἐμὲ ὀφείλετέ μοι εἰπεῖν· |
δι^ὰ^ τί^ λέγεις; | διὰ τί λέγεις; |
ὅτι^ ἁμαρτωλός εἰμι^ καὶ φονεύς· | ὅτι ἁμαρτωλός εἰμι καὶ φονεύς· |
λῃστὴς μέχρι^ τῆς ὥρα_ς ταύτης· | λῃστὴς μέχρι τῆς ὥρας ταύτης· |
πολλά^ μου τὰ^ κα^κά^, ὁμολογῶ, ἀλλ' ἔχω ἐν τῇ δι^α^νοίᾳ μου πίστι^ν κεκρυμμένην, ἣν οὐδεὶς οἶδεν, εἰ μὴ ὁ δεσπότης μόνος ὁ σὺ^ν ἐμοὶ πάσχων. | πολλά μου τὰ κακά, ὁμολογῶ, ἀλλ' ἔχω ἐν τῇ διανοίᾳ μου πίστιν κεκρυμμένην, ἣν οὐδεὶς οἶδεν, εἰ μὴ ὁ δεσπότης μόνος ὁ σὺν ἐμοὶ πάσχων. |
ἔξωθεν ἔχει ὁ δεσπότης τὰ^ τοῦ πά^θους φαινόμενα^ σύ^μβολα^· | ἔξωθεν ἔχει ὁ δεσπότης τὰ τοῦ πάθους φαινόμενα σύμβολα· |
καὶ ἐγώ φησι^ν οὐ προσέσχον τῇ φαινομένῃ ὕβρει, ἀλλὰ^ τὴν κεκρυμμένην βα^σι^λεία_ν δοξάζω. | καὶ ἐγώ φησιν οὐ προσέσχον τῇ φαινομένῃ ὕβρει, ἀλλὰ τὴν κεκρυμμένην βασιλείαν δοξάζω. |
οὕτω καὶ σὺ^ λέγε· | οὕτω καὶ σὺ λέγε· |
κύ_ρι^ε, μὴ ἴ^δῃς μου τὰ_ς ἀ^δι^κί^α_ς τὰ_ς φαινομένα_ς, ἀλλὰ^ τὴν πίστι^ν τὴν κρυπτομένην καὶ μνήσθητί μου, ὅτα^ν ἔλθῃς ἐν τῇ βα^σι^λείᾳ σου. | κύριε, μὴ ἴδῃς μου τὰς ἀδικίας τὰς φαινομένας, ἀλλὰ τὴν πίστιν τὴν κρυπτομένην καὶ μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. |
διόλου μηδὲν μηδενὶ^ λα^λήσα_ς χριστός, ἀλλὰ^ σι^ωπήσα_ς, καὶ μή τε τῷ πιλάτῳ ἀ^ποκρι^θεὶς μή τε τι^νὶ^ ἄλλῃ ἀγνώμονι^ ψυ^χῇ τῶν ἰουδαίων, ἀ^ποκρί_νεται τότε· | διόλου μηδὲν μηδενὶ λαλήσας χριστός, ἀλλὰ σιωπήσας, καὶ μή τε τῷ πιλάτῳ ἀποκριθεὶς μή τε τινὶ ἄλλῃ ἀγνώμονι ψυχῇ τῶν ἰουδαίων, ἀποκρίνεται τότε· |
καὶ ἐπειδὴ πολὺ^ βαρὺ ἦν καὶ ἄ^τοπον τὸ σι^ωπᾶν, ἀ^ποκρί_νεται λοιπὸν καὶ λέγει τῷ λῃστῇ· | καὶ ἐπειδὴ πολὺ βαρὺ ἦν καὶ ἄτοπον τὸ σιωπᾶν, ἀποκρίνεται λοιπὸν καὶ λέγει τῷ λῃστῇ· |
ἀμήν, ἀμήν, λέγω σοι· | ἀμήν, ἀμήν, λέγω σοι· |
σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. | σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. |
ὢ τοῦ εὐεργέτου χά^ρι^ς· | ὢ τοῦ εὐεργέτου χάρις· |
ἐπειδὴ βρα^δεῖα^ν ᾐτήσω τὴν χά^ρι^ν καὶ λέγεις μνήσθητί μου, κύριε, ὅτα^ν ἔλθῃς ἐν τῇ βα^σι^λείᾳ σου. | ἐπειδὴ βραδεῖαν ᾐτήσω τὴν χάριν καὶ λέγεις μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. |
σὺ βρα^δεῖα^ν ᾔτησα^ς, ἐγὼ τα^χεῖα^ν δί^δωμι^ τὴν χά^ρι^ν· | σὺ βραδεῖαν ᾔτησας, ἐγὼ ταχεῖαν δίδωμι τὴν χάριν· |
σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. | σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. |
εἶδες θεοῦ σωτηρί^α_ν; | εἶδες θεοῦ σωτηρίαν; |
εἶδες δεσπότου εὐεργεσίαν; | εἶδες δεσπότου εὐεργεσίαν; |
εἶδες τὸν μέγα^ν τῆς ἀ^ληθεία_ς δικαστήν; | εἶδες τὸν μέγαν τῆς ἀληθείας δικαστήν; |
σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. | σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. |
πρὸ τούτου οὐδεὶς ἤκουσεν τῶν ἰουδαίων ἢ τῶν πα^τρι^α^ρχῶν ἐπαγγελίαν παραδείσου, ἀφ' οὗ ὁ ἀδὰμ πα^ρέβη, καὶ ἐξῆλθεν ἐξ αὐτοῦ· | πρὸ τούτου οὐδεὶς ἤκουσεν τῶν ἰουδαίων ἢ τῶν πατριαρχῶν ἐπαγγελίαν παραδείσου, ἀφ' οὗ ὁ ἀδὰμ παρέβη, καὶ ἐξῆλθεν ἐξ αὐτοῦ· |
καίτοι μυ_ρί^α_ ὁ θεὸς ἐπηγγείλατο τοῖς ἀνθρώποις τοῖς πιστοῖς· | καίτοι μυρία ὁ θεὸς ἐπηγγείλατο τοῖς ἀνθρώποις τοῖς πιστοῖς· |
καὶ οὐδενὶ^ ἐπηγγείλατο πα^ρά^δεισον ἢ τῷ λῃστῇ· | καὶ οὐδενὶ ἐπηγγείλατο παράδεισον ἢ τῷ λῃστῇ· |
οὐδα^μοῦ φαίνεται τὸ στόμα^ τοῦ θεοῦ ἐπαγγελλόμενον πα^ρά^δεισον ἀνθρώπῳ μετὰ^ τὸ ἐκβληθῆναι τὸν ἀδὰμ ἢ τούτῳ πρῶτον τῷ λῃστῇ. | οὐδαμοῦ φαίνεται τὸ στόμα τοῦ θεοῦ ἐπαγγελλόμενον παράδεισον ἀνθρώπῳ μετὰ τὸ ἐκβληθῆναι τὸν ἀδὰμ ἢ τούτῳ πρῶτον τῷ λῃστῇ. |
δι^ὰ^ τί^ μηδενὶ^ τῶν πα^τρι^α^ρχῶν πρῶτον εἶπε περὶ^ παραδείσου, οὐδενὶ^ τῶν προφητῶν, οὐδενὶ^ τῶν ἀ^ποστόλων; | διὰ τί μηδενὶ τῶν πατριαρχῶν πρῶτον εἶπε περὶ παραδείσου, οὐδενὶ τῶν προφητῶν, οὐδενὶ τῶν ἀποστόλων; |
ἀλλὰ^ τοῖς ἀρχαίοις ἐπηγγείλατο· | ἀλλὰ τοῖς ἀρχαίοις ἐπηγγείλατο· |
δώσω σοι γῆν ῥέουσα^ν γά^λα^ καὶ μέλι^· | δώσω σοι γῆν ῥέουσαν γάλα καὶ μέλι· |
τοῖς ἀ^ποστόλοις λέγει· | τοῖς ἀποστόλοις λέγει· |
μακάριοι οἱ πτωχοὶ τῷ πνεύμα^τι^, ὅτι αὐτῶν ἐστι^ν ἡ βα^σι^λεία_ τῶν οὐρα^νῶν, πα^ρά^δεισος οὐδα^μοῦ· | μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, παράδεισος οὐδαμοῦ· |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.