macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἐν μέσῳ τηρεῖ τὸν πα^ρά^δεισον εἰς ἐπαγγελίαν πρῶτον τῷ λῃστῇ. | ἐν μέσῳ τηρεῖ τὸν παράδεισον εἰς ἐπαγγελίαν πρῶτον τῷ λῃστῇ. |
ὅταν γὰ^ρ εἴπῃ παῦλος· | ὅταν γὰρ εἴπῃ παῦλος· |
ἡρπάγην εἰς τὸν πα^ρά^δεισον, ἀλλὰ^ μετὰ^ τὸν λῃστὴν τοῦτο ἐγένετο. | ἡρπάγην εἰς τὸν παράδεισον, ἀλλὰ μετὰ τὸν λῃστὴν τοῦτο ἐγένετο. |
δι^ὰ^ τί^ οὖν πρῶτος εἰσῆλθεν ὁ μί^α^ν ὁμοῦ φθεγξά^μενος φωνήν; | διὰ τί οὖν πρῶτος εἰσῆλθεν ὁ μίαν ὁμοῦ φθεγξάμενος φωνήν; |
τί^ γά^ρ; | τί γάρ; |
πολλά^κι^ς ἔψαλλε; | πολλάκις ἔψαλλε; |
πολλά^κι^ς ἠγωνί^σα^το; | πολλάκις ἠγωνίσατο; |
πολλάκις ἐθεολόγησεν; | πολλάκις ἐθεολόγησεν; |
ἅπαξ, φησί^· | ἅπαξ, φησί· |
δί^καιος ὁ θεός μου, ὁ βρα^βευτὴς τῆς σωτηρί^α_ς· | δίκαιος ὁ θεός μου, ὁ βραβευτὴς τῆς σωτηρίας· |
ἐπειδὴ τὸν πρῶτον ἄνθρωπον ἀδὰμ οὐ διὰ πολλὰ_ς ἁ^μαρτί^α_ς ἐξέβα^λε τοῦ παραδείσου, ἀλλὰ διὰ μί^α^ν πα^ρακοήν, οὕτως ὁ τῆς δι^καιοσύ^νης ζυ^γὸς πρῶτον εἰσελθεῖν ἐν παραδείσῳ τὸν λῃστὴν ἐπηγγείλατο, τὸν μὴ πολλά^ τι^να^ ὁμολογήσαντα^, ἀλλὰ μί^α^ν ὁμολογίαν πίστεως προσενεγκόντα^. | ἐπειδὴ τὸν πρῶτον ἄνθρωπον ἀδὰμ οὐ διὰ πολλὰς ἁμαρτίας ἐξέβαλε τοῦ παραδείσου, ἀλλὰ διὰ μίαν παρακοήν, οὕτως ὁ τῆς δικαιοσύνης ζυγὸς πρῶτον εἰσελθεῖν ἐν παραδείσῳ τὸν λῃστὴν ἐπηγγείλατο, τὸν μὴ πολλά τινα ὁμολογήσαντα, ἀλλὰ μίαν ὁμολογίαν πίστεως προσενεγκόντα. |
εἶπον τὸ ἁ^μά^ρτημα^ τοῦ ἀδάμ, ὅτι ἥψα^το τοῦ ξύ^λου πα^ρὰ^ τὴν ἐντολήν· | εἶπον τὸ ἁμάρτημα τοῦ ἀδάμ, ὅτι ἥψατο τοῦ ξύλου παρὰ τὴν ἐντολήν· |
τί^ς ἡ δι^καιολογία τοῦ λῃστοῦ; | τίς ἡ δικαιολογία τοῦ λῃστοῦ; |
ὅτι ἥψα^το τοῦ σταυροῦ μετὰ^ πίστεως, εἰσῆλθεν εἰς τὸν πα^ρά^δεισον. | ὅτι ἥψατο τοῦ σταυροῦ μετὰ πίστεως, εἰσῆλθεν εἰς τὸν παράδεισον. |
τί λοιπὸν γί_νεται; | τί λοιπὸν γίνεται; |
ἐπηγγείλατο μὲν τὴν σωτηρί^α_ν ὁ σωτήρ· | ἐπηγγείλατο μὲν τὴν σωτηρίαν ὁ σωτήρ· |
καιρὸς δὲ οὐκ ἦν, οὐ δὲ ἐνεδίδοτο τῷ λῃστῇ πιστεῦσαι καὶ φωτισθῆναι· | καιρὸς δὲ οὐκ ἦν, οὐ δὲ ἐνεδίδοτο τῷ λῃστῇ πιστεῦσαι καὶ φωτισθῆναι· |
ὁ σωτὴρ γὰ^ρ ἀπεφήνατο· | ὁ σωτὴρ γὰρ ἀπεφήνατο· |
ἐὰν μήτι_ς γεννηθῇ ἐξ ὕ^δα^τος καὶ πνεύμα^τος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βα^σι^λεία_ν τῶν οὐρα^νῶν. | ἐὰν μήτις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. |
οὐχ ηὕρισκεν εὐκαιρίαν ἢ παρρησίαν ὁ λῃστής, οὐκ εἶχε καιρὸν βαπτισθῆναι· | οὐχ ηὕρισκεν εὐκαιρίαν ἢ παρρησίαν ὁ λῃστής, οὐκ εἶχε καιρὸν βαπτισθῆναι· |
ἐν τῷ σταυρῷ γὰ^ρ ἐκρέμα^το. | ἐν τῷ σταυρῷ γὰρ ἐκρέματο. |
εὑρίσκει τοιγα^ροῦν ὁ σωτὴρ ἐν ἀπόροις πόρον. | εὑρίσκει τοιγαροῦν ὁ σωτὴρ ἐν ἀπόροις πόρον. |
ἐπειδὴ γὰ^ρ ἐπίστευσε τῷ σωτῆρι^ ὁ πεπαλαιωμένος ταῖς ἁμαρτί^αις, καὶ ἔδει αὐτὸν κα^θα^ρι^σθῆναι, οἰκονομεῖ ὁ χριστὸς μετὰ^ τὸ πά^θος τὸν στρατιώτην νύξαι τῇ λόγχῃ τὴν πλευρὰν τοῦ κυ_ρί^ου, καὶ ἐκπηδᾷ αἷμα^ καὶ ὕ^δωρ· | ἐπειδὴ γὰρ ἐπίστευσε τῷ σωτῆρι ὁ πεπαλαιωμένος ταῖς ἁμαρτίαις, καὶ ἔδει αὐτὸν καθαρισθῆναι, οἰκονομεῖ ὁ χριστὸς μετὰ τὸ πάθος τὸν στρατιώτην νύξαι τῇ λόγχῃ τὴν πλευρὰν τοῦ κυρίου, καὶ ἐκπηδᾷ αἷμα καὶ ὕδωρ· |
ἐκ γὰ^ρ τῆς πλευρᾶς αὐτοῦ, φησὶ^ν ὁ εὐαγγελιστής, ἐξῆλθεν αἷμα^ καὶ ὕ^δωρ, ἐν ἀ^ληθείᾳ τοῦ πεσόντος, εἰς τύ^πον τῶν μυ^στηρί^ων. | ἐκ γὰρ τῆς πλευρᾶς αὐτοῦ, φησὶν ὁ εὐαγγελιστής, ἐξῆλθεν αἷμα καὶ ὕδωρ, ἐν ἀληθείᾳ τοῦ πεσόντος, εἰς τύπον τῶν μυστηρίων. |
καὶ οὐκ ἐξῆλθε δὲ τὸ αἷμα^ καὶ τὸ ὕ^δωρ οὕτως ἁπλῶς ῥέον, ἀλλὰ ῥοίζῳ, ἵ^να_ ῥαντίσῃ τὸ σῶ^μα^ τοῦ λῃστοῦ· | καὶ οὐκ ἐξῆλθε δὲ τὸ αἷμα καὶ τὸ ὕδωρ οὕτως ἁπλῶς ῥέον, ἀλλὰ ῥοίζῳ, ἵνα ῥαντίσῃ τὸ σῶμα τοῦ λῃστοῦ· |
τὸ γὰ^ρ μετὰ^ ῥοίζου πεμπόμενον ῥαντίζει, τὸ δὲ ῥέον ἠρέμα^ ῥέει, κα^θὼς ἔρχεται. | τὸ γὰρ μετὰ ῥοίζου πεμπόμενον ῥαντίζει, τὸ δὲ ῥέον ἠρέμα ῥέει, καθὼς ἔρχεται. |
ἀλλὰ μετὰ^ ῥοίζου ἐξῆλθεν τὸ αἷμα^ καὶ τὸ ὕ^δωρ ἐκ τῆς πλευρᾶς, ἵ^να_ ῥαντίσας τὸν λῃστὴν βα^πτί^σῃ, προσεληλύθαμεν σιὼν ὄρει καὶ αἵμα^τι^ ῥαντισμοῦ κρεῖττον λαλοῦντι^ πα^ρὰ^ τὸν ἄβελ. | ἀλλὰ μετὰ ῥοίζου ἐξῆλθεν τὸ αἷμα καὶ τὸ ὕδωρ ἐκ τῆς πλευρᾶς, ἵνα ῥαντίσας τὸν λῃστὴν βαπτίσῃ, προσεληλύθαμεν σιὼν ὄρει καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν ἄβελ. |
διὰ τί πα^ρὰ^ τὸν ἄβελ κρεῖττον λα^λεῖ τὸ αἷμα^ τοῦ χριστοῦ; | διὰ τί παρὰ τὸν ἄβελ κρεῖττον λαλεῖ τὸ αἷμα τοῦ χριστοῦ; |
ἐπειδὴ τὸ αἷμα^ τοῦ ἄβελ ἐν τῇ κορυ^φῇ τοῦ φονέως· | ἐπειδὴ τὸ αἷμα τοῦ ἄβελ ἐν τῇ κορυφῇ τοῦ φονέως· |
τὸ δὲ αἷμα^ τοῦ χριστοῦ κα^θα^ρί^ζει καὶ τοὺς φονευτὰς μετα^νοοῦντα^ς. | τὸ δὲ αἷμα τοῦ χριστοῦ καθαρίζει καὶ τοὺς φονευτὰς μετανοοῦντας. |
μάθε οὖν τὸν ζῆλον τῆς ἀ^ληθεία_ς, καὶ ἀγάπησον τὴν ὑ^πὲρ χριστοῦ παρρησίαν· | μάθε οὖν τὸν ζῆλον τῆς ἀληθείας, καὶ ἀγάπησον τὴν ὑπὲρ χριστοῦ παρρησίαν· |
ἀκολούθησον ἀ^ληθεῖ διδασκά^λῳ ὑ^πὲρ ἀ^ληθεία_ς ἀγωνιζομένῳ, ἵ^να_ οὕτως ἀ^κούσα_ς πα^ρὰ^ τοῦ ἀποστόλου παύλου, μιμηταί μου γί_νεσθε, κα^θὼς κ ἀγὼ χριστοῦ, καταξιωθῇς καὶ αὐτὸς τῶν στεφά^νων τῆς δι^καιοσύ^νης, καὶ ὧν ἡτοίμα^σεν αἰωνί^ων ἀ^γα^θῶν τοῖς ἠγα^πηκόσι^ν αὐτὸν χριστὸς ὁ θεὸς ἡμῶν· | ἀκολούθησον ἀληθεῖ διδασκάλῳ ὑπὲρ ἀληθείας ἀγωνιζομένῳ, ἵνα οὕτως ἀκούσας παρὰ τοῦ ἀποστόλου παύλου, μιμηταί μου γίνεσθε, καθὼς κ ἀγὼ χριστοῦ, καταξιωθῇς καὶ αὐτὸς τῶν στεφάνων τῆς δικαιοσύνης, καὶ ὧν ἡτοίμασεν αἰωνίων ἀγαθῶν τοῖς ἠγαπηκόσιν αὐτὸν χριστὸς ὁ θεὸς ἡμῶν· |
ὧν γένοιτο καὶ ἡμᾶς πά^ντα^ς ἐπι^τυχεῖν, χάριτι^ καὶ φι^λανθρωπί^ᾳ τοῦ κυ_ρί^ου ἡμῶν ἰησοῦ χριστοῦ, ᾧ ἡ δόξα_ καὶ τὸ κρά^τος, νῦν καὶ ἀ^εὶ καὶ εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων. | ὧν γένοιτο καὶ ἡμᾶς πάντας ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
ἀμήν. | ἀμήν. |
ψυ_χῆς πόθον ἐγείρει θεοῦ λόγος καὶ ὥσπερ τι^νὰ^ λαμπάδα περι^τίθησι^ν αὐτῇ τὴν χαράν, ἵ^να_ καὶ τοὺς λογισμοὺς λαμπρύνηται καὶ τὴν δι^ά^νοια^ν φαιδρύνηται καὶ τὰ^ ἁ^μα^ρτήμα^τα^ κα^θαίρηται καὶ τὰ^ νοήμα^τα^ φωτίζηται. | ψυχῆς πόθον ἐγείρει θεοῦ λόγος καὶ ὥσπερ τινὰ λαμπάδα περιτίθησιν αὐτῇ τὴν χαράν, ἵνα καὶ τοὺς λογισμοὺς λαμπρύνηται καὶ τὴν διάνοιαν φαιδρύνηται καὶ τὰ ἁμαρτήματα καθαίρηται καὶ τὰ νοήματα φωτίζηται. |
τοιοῦτός ἐστι^ν ὁ τοῦ θεοῦ λόγος. | τοιοῦτός ἐστιν ὁ τοῦ θεοῦ λόγος. |
ὅπερ γά^ρ ἐστι^ν ἀ^κόνη σιδήρῳ, τοῦτο θεοῦ λόγος τῇ ψυ^χῇ. | ὅπερ γάρ ἐστιν ἀκόνη σιδήρῳ, τοῦτο θεοῦ λόγος τῇ ψυχῇ. |
ἡ ἀ^κόνη οὐχ ἕν τι^ χα^ρί^ζεται τῷ σιδήρῳ, ἀλλὰ^ πρῶτον αὐτὸν πα^ρα^σκευά^ζει ἀποπτύ^σαι τὸν ἰ^όν. | ἡ ἀκόνη οὐχ ἕν τι χαρίζεται τῷ σιδήρῳ, ἀλλὰ πρῶτον αὐτὸν παρασκευάζει ἀποπτύσαι τὸν ἰόν. |
εἶτα^ πα^χὺ^ν ὄντα^ λεπτύ_νει, ἀ^μβλὺ^ν ὄντα^ ὀξύ_νει, σκοτεινὸν ὄντα^ λαμπρύ^νει, σμήχει, φαιδρύ^νει, ὀξύ_νει. | εἶτα παχὺν ὄντα λεπτύνει, ἀμβλὺν ὄντα ὀξύνει, σκοτεινὸν ὄντα λαμπρύνει, σμήχει, φαιδρύνει, ὀξύνει. |
οὕτως οὖν ἐστι^ν ὁ τοῦ θεοῦ λόγος, ποιῶν τὴν ψυ_χὴν ἀποπτύ^σαι τὸν ἰ^ὸν τῆς ἁ^μαρτί^α_ς, ἀ^μβλεῖα^ν οὖσα^ν ὀξύ_νων, πα^χεῖα^ν οὖσα^ν λεπτύ_νων, σκοτεινὴν οὖσα^ν λαμ πρύνων. | οὕτως οὖν ἐστιν ὁ τοῦ θεοῦ λόγος, ποιῶν τὴν ψυχὴν ἀποπτύσαι τὸν ἰὸν τῆς ἁμαρτίας, ἀμβλεῖαν οὖσαν ὀξύνων, παχεῖαν οὖσαν λεπτύνων, σκοτεινὴν οὖσαν λαμ πρύνων. |
βούλεται δὲ ἡμᾶς ὁ τοῦ θεοῦ λόγος λαμπροὺς μὲν εἶναι ἵ^να_ ἦτε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες. | βούλεται δὲ ἡμᾶς ὁ τοῦ θεοῦ λόγος λαμπροὺς μὲν εἶναι ἵνα ἦτε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες. |
ἰδοῦ ἡ λαμπρότης. | ἰδοῦ ἡ λαμπρότης. |
βούλεται ἡμᾶς εἶναι μὴ ἀμβλεῖς, ἀλλ' ὀξεῖς· | βούλεται ἡμᾶς εἶναι μὴ ἀμβλεῖς, ἀλλ' ὀξεῖς· |
ζῶν γά^ρ φησι^ν ὁ λόγος τοῦ θεοῦ, καὶ ἐνεργὴς καὶ τομώτερος ὑ^πὲρ πᾶσα^ν μάχαιρα^ν δίστομον. | ζῶν γάρ φησιν ὁ λόγος τοῦ θεοῦ, καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. |
βούλεται ἡμᾶς πα^χεῖς μὴ εἶναι, ἀλλὰ^ λεπτύ_νειν τὴν δι^ά^νοια^ν τοῖς νοήμα^σι^. | βούλεται ἡμᾶς παχεῖς μὴ εἶναι, ἀλλὰ λεπτύνειν τὴν διάνοιαν τοῖς νοήμασι. |
ὅπου γὰ^ρ πα^χύτης, ἀ^λλοτρί^α_ θεοῦ λόγου· | ὅπου γὰρ παχύτης, ἀλλοτρία θεοῦ λόγου· |
ὅπου δὲ λεπτομερὴς δι^ά^νοια^, οἰκεία_ θεοῦ νόμου. | ὅπου δὲ λεπτομερὴς διάνοια, οἰκεία θεοῦ νόμου. |
δι^ὰ^ τοῦτο περὶ^ τῶν παχυτέρων καὶ ἔφα^γεν ἰακὼβ καὶ ἐνεπλήσθη, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλα^τύ_νθη· | διὰ τοῦτο περὶ τῶν παχυτέρων καὶ ἔφαγεν ἰακὼβ καὶ ἐνεπλήσθη, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη· |
ἐγκατέλιπε θεὸν τὸν ποιήσα^ντα^ αὐτόν. | ἐγκατέλιπε θεὸν τὸν ποιήσαντα αὐτόν. |
φέρε τοίνυ^ν καὶ ἡμῶν ὁ θεῖος λόγος κα^ταλαμπέτω τὴν δι^ά^νοια^ν καὶ μά^λι^στα^ τῆς ἁγί^α_ς ταύτης προκειμένης νηστεία_ς ἢ λεπτύ_νει τὰ^ σώμα^τα^ καὶ ὀξύ_νει τὰ^ φρονήμα^τα^. | φέρε τοίνυν καὶ ἡμῶν ὁ θεῖος λόγος καταλαμπέτω τὴν διάνοιαν καὶ μάλιστα τῆς ἁγίας ταύτης προκειμένης νηστείας ἢ λεπτύνει τὰ σώματα καὶ ὀξύνει τὰ φρονήματα. |
ἔστι^ γὰ^ρ καὶ νηστεία_ παντὸς ἁγιασμοῦ τροφὸς καὶ μήτηρ εὐσεβοῦς δι^α^νοία_ς. | ἔστι γὰρ καὶ νηστεία παντὸς ἁγιασμοῦ τροφὸς καὶ μήτηρ εὐσεβοῦς διανοίας. |
οὐ ζητεῖται πῶς νηστεύσωμεν μόνον, ἀλλὰ^ πῶς εὐσεβῶς νηστεύσωμεν. | οὐ ζητεῖται πῶς νηστεύσωμεν μόνον, ἀλλὰ πῶς εὐσεβῶς νηστεύσωμεν. |
πολλοὶ καὶ δι^ὰ^ δημοσί^α_ς χρεία_ς πρα_γμά^των νηστεύουσι^ν, ἀλλ' οὐ λογίζεται αὐτοῖς εἰς νηστείαν. | πολλοὶ καὶ διὰ δημοσίας χρείας πραγμάτων νηστεύουσιν, ἀλλ' οὐ λογίζεται αὐτοῖς εἰς νηστείαν. |
ὁ γὰ^ρ σκοπὸς κρί_νεται· | ὁ γὰρ σκοπὸς κρίνεται· |
οὐχ ἡ ἀ^νάγκη στεφα^νοῦται. | οὐχ ἡ ἀνάγκη στεφανοῦται. |
μετὰ^ ταύτης τῆς ἁγιοπρεποῦς καταστάσεως ὁ μα^κά^ριος μωϋσῆς τὸν νόμον ἐπαιδεύετο ἐν τῷ ὄρει καὶ τὴν δημιουργίαν ἐδι^δά^σκετο. | μετὰ ταύτης τῆς ἁγιοπρεποῦς καταστάσεως ὁ μακάριος μωϋσῆς τὸν νόμον ἐπαιδεύετο ἐν τῷ ὄρει καὶ τὴν δημιουργίαν ἐδιδάσκετο. |
εἴρηται τοίνυ^ν ἡμῖν τῇ χθὲς ἡμέρᾳ, ὅτι^ ὁ θεὸς μέλλων δι^δόναι τὸν νόμον δι^ὰ^ μωϋσέως πρότερον ἔδειξεν ἑαυτὸν δημιουργὸν καὶ τότε νομοθέτην. | εἴρηται τοίνυν ἡμῖν τῇ χθὲς ἡμέρᾳ, ὅτι ὁ θεὸς μέλλων διδόναι τὸν νόμον διὰ μωϋσέως πρότερον ἔδειξεν ἑαυτὸν δημιουργὸν καὶ τότε νομοθέτην. |
πόθεν ἠδύναντο οἱ ἰουδαῖοι πιστεῦσαι, ὅτι^ ὁ θεὸς ἐποίησε τὸν οὐρα^νὸν καὶ τὴν γῆν καὶ πά^ντα^ τὰ^ ἐν αὐτοῖς, εἰ μὴ πρῶτον ἐποίησε τὰ^ θαύμα^τα^ ἐν αἰγύπτῳ δεικνύ^ντα^ αὐτὸν δημιουργὸν τῆς οἰκουμένης; | πόθεν ἠδύναντο οἱ ἰουδαῖοι πιστεῦσαι, ὅτι ὁ θεὸς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς, εἰ μὴ πρῶτον ἐποίησε τὰ θαύματα ἐν αἰγύπτῳ δεικνύντα αὐτὸν δημιουργὸν τῆς οἰκουμένης; |
ἡμεῖς δι^δά^σκομεν, ἵ^να_ πείσωμεν, ὁ θεὸς πείθει, ἵ^να_ δι^δά^ξῃ. | ἡμεῖς διδάσκομεν, ἵνα πείσωμεν, ὁ θεὸς πείθει, ἵνα διδάξῃ. |
ἐπειδὴ ἔμελλε μωϋσῆς ἐκτίθεσθαι καὶ λέγειν, ὅτι^ ὁ θεὸς ἐποίησε τὸν οὐρα^νὸν καὶ τὴν γῆν καὶ τὴν θά^λα^σσα^ν καὶ πά^ντα^ τὰ^ ἐν αὐτοῖς, εἰ μὴ πρῶτον ἐποίησε τὰ^ θαύμα^τα^ ἐν αἰγύπτῳ καὶ ἔδειξεν, ὅτι^ πάντων ἐστὶ^ τῶν κτι^σμά^των δημιουργός, οὐκ ἂ^ν ἐπίστευσεν ὁ λαός, ὅτι^ ὁ θεὸς ἐποίησε τὸν οὐρα^νὸν καὶ τὴν γῆν. | ἐπειδὴ ἔμελλε μωϋσῆς ἐκτίθεσθαι καὶ λέγειν, ὅτι ὁ θεὸς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, εἰ μὴ πρῶτον ἐποίησε τὰ θαύματα ἐν αἰγύπτῳ καὶ ἔδειξεν, ὅτι πάντων ἐστὶ τῶν κτισμάτων δημιουργός, οὐκ ἂν ἐπίστευσεν ὁ λαός, ὅτι ὁ θεὸς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν. |
εἰ μὴ ἐξέτεινε πρῶτον μωϋσῆς τὰ_ς χεῖρα^ς εἰς τὸν οὐρα^νὸν καὶ κατήνεγκε χάλαζα^ν καὶ πῦρ, καὶ ἔμα^θον οἱ λα_οὶ δι^ὰ^ τοῦ πιστοῦ θεράποντος, ὅτι^ αὕτη ἡ θνητὴ δεξιὰ λόγῳ θεοῦ κι_νηθεῖσα^ τὸν οὐρα^νὸν ἐτά^ρα^ξε καὶ τὴν δημιουργίαν ἐθόλωσε· | εἰ μὴ ἐξέτεινε πρῶτον μωϋσῆς τὰς χεῖρας εἰς τὸν οὐρανὸν καὶ κατήνεγκε χάλαζαν καὶ πῦρ, καὶ ἔμαθον οἱ λαοὶ διὰ τοῦ πιστοῦ θεράποντος, ὅτι αὕτη ἡ θνητὴ δεξιὰ λόγῳ θεοῦ κινηθεῖσα τὸν οὐρανὸν ἐτάραξε καὶ τὴν δημιουργίαν ἐθόλωσε· |
πολλῷ μᾶλλον ἡ τοῦ θεοῦ κελεύσαντος δεξιὰ ἥδρασε τὸν οὐρα^νὸν καὶ ἐθεμελίωσε τὴν γῆν. | πολλῷ μᾶλλον ἡ τοῦ θεοῦ κελεύσαντος δεξιὰ ἥδρασε τὸν οὐρανὸν καὶ ἐθεμελίωσε τὴν γῆν. |
οὐδεὶς γὰ^ρ κι_νεῖ δημιουργίαν, ἣν οὐκ ἐποίησεν. | οὐδεὶς γὰρ κινεῖ δημιουργίαν, ἣν οὐκ ἐποίησεν. |
ἔδει τοίνυ^ν δειχθῆναι, ὅτι^ ὁ θεὸς ἐποίησε τὴν γῆν· | ἔδει τοίνυν δειχθῆναι, ὅτι ὁ θεὸς ἐποίησε τὴν γῆν· |
ἐξέτεινε μωϋσῆς τὴν χεῖρα^ εἰς τὴν γῆν καὶ ἐξῆλθον σκνῖπες. | ἐξέτεινε μωϋσῆς τὴν χεῖρα εἰς τὴν γῆν καὶ ἐξῆλθον σκνῖπες. |
ἔδει πά^λι^ν δειχθῆναι, ὅτι^ ὁ θεὸς ἐποίησε τὸ πῦρ· | ἔδει πάλιν δειχθῆναι, ὅτι ὁ θεὸς ἐποίησε τὸ πῦρ· |
ἔλα^βε μωϋσῆς αἰθάλην καμιναία_ς καὶ ἔπασσε καὶ ἐπλήρωσε τὰ^ σώμα^τα^ τῶν αἰγυπτίων ἑλκῶν φλογὸς δί^κην ζεόντων. | ἔλαβε μωϋσῆς αἰθάλην καμιναίας καὶ ἔπασσε καὶ ἐπλήρωσε τὰ σώματα τῶν αἰγυπτίων ἑλκῶν φλογὸς δίκην ζεόντων. |
ἔδει δειχθῆναι, ὅτι^ ὁ θεὸς τὸ ὕ^δωρ ἐποίησε· | ἔδει δειχθῆναι, ὅτι ὁ θεὸς τὸ ὕδωρ ἐποίησε· |
μετεβλήθη τὸ ὕ^δωρ εἰς αἷμα^. | μετεβλήθη τὸ ὕδωρ εἰς αἷμα. |
ἔδει δειχθῆναι, ὅτι^ ἐποίησε τὴν θά^λα^σσα^ν· | ἔδει δειχθῆναι, ὅτι ἐποίησε τὴν θάλασσαν· |
ἐπετρώθη ἡ θά^λασσα^ καὶ πα^ρῆλθεν ὁ λαός. | ἐπετρώθη ἡ θάλασσα καὶ παρῆλθεν ὁ λαός. |
πρῶτον οὖν ἔδειξε δι^ὰ^ τῶν ἔργων, ὅτι^ δεσπότης, καὶ τὸτε ἡρμήνευσε δι^ὰ^ τῶν λόγων, ὅτι^ ποιητής. | πρῶτον οὖν ἔδειξε διὰ τῶν ἔργων, ὅτι δεσπότης, καὶ τὸτε ἡρμήνευσε διὰ τῶν λόγων, ὅτι ποιητής. |
οὕτω καὶ ὁ σωτὴρ ἐν τῷ εὐαγγελίῳ οὐ πρότερον ἐδί^δα^ξεν ἕως ἐθαυματούργησε. | οὕτω καὶ ὁ σωτὴρ ἐν τῷ εὐαγγελίῳ οὐ πρότερον ἐδίδαξεν ἕως ἐθαυματούργησε. |
πρῶτον σημεῖον, μετ έβαλε τὸ ὕ^δωρ εἰς οἶνον· | πρῶτον σημεῖον, μετ έβαλε τὸ ὕδωρ εἰς οἶνον· |
καὶ οὐ φαίνεται πρὸ τοῦ σημείου τούτου δι^δά^ξα_ς. | καὶ οὐ φαίνεται πρὸ τοῦ σημείου τούτου διδάξας. |
ἔδει γὰ^ρ προλαβεῖν τὸ ἔργον καὶ ἀκολουθῆσαι τὸν λόγον. | ἔδει γὰρ προλαβεῖν τὸ ἔργον καὶ ἀκολουθῆσαι τὸν λόγον. |
τὸν μὲν πρῶτον λόγον ἐποιησά^μην περὶ^ πάντων, ὦ θεόφιλε, ὧν ἤρξα^το ὁ ἰησοῦς ποιεῖν τε καὶ δι^δά^σκειν. | τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ θεόφιλε, ὧν ἤρξατο ὁ ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. |
πῶς ἔμελλε δι^δά^σκειν ὁ σωτὴρ ὅτι^ ποιητής ἐστι^ τοῦ κόσμου; | πῶς ἔμελλε διδάσκειν ὁ σωτὴρ ὅτι ποιητής ἐστι τοῦ κόσμου; |
εἰ μὴ γὰ^ρ ἐφώτισε τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, οὐκ ἂ^ν ἐπιστεύθη λέγων· | εἰ μὴ γὰρ ἐφώτισε τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, οὐκ ἂν ἐπιστεύθη λέγων· |
ἐγώ εἰμι^ τὸ φῶς τοῦ κόσμου. | ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. |
εἰ μὴ ἤγειρε λάζαρον, οὐκ ἂ^ν ἐπί^στευσα^ν οἱ ἀ^κούοντες λέγοντι^· | εἰ μὴ ἤγειρε λάζαρον, οὐκ ἂν ἐπίστευσαν οἱ ἀκούοντες λέγοντι· |
ἐγώ εἰμι^ ἡ ζωὴ καὶ ἡ ἀνάστα^σι^ς. | ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστασις. |
εἰ μὴ πτύ^σα_ς εἰς τὴν γῆν ἐποίησε πηλὸν καὶ ἔχρι_σε τὸν τυφλόν, οὐκ ἂ^ν ἐπιστεύθη, ὅτι^ αὐτός ἐστι^ν ὁ λα^βὼν χοῦν ἀ^πὸ τῆς γῆς καὶ πλά^σα_ς τὸν ἀδάμ. | εἰ μὴ πτύσας εἰς τὴν γῆν ἐποίησε πηλὸν καὶ ἔχρισε τὸν τυφλόν, οὐκ ἂν ἐπιστεύθη, ὅτι αὐτός ἐστιν ὁ λαβὼν χοῦν ἀπὸ τῆς γῆς καὶ πλάσας τὸν ἀδάμ. |
εἰ μὴ περι^επά^τησεν ἐπὶ^ τῆς θα^λάσσης, οὐκ ἂ^ν ἐφά^νη δεσπότης τῆς θα^λάσσης. | εἰ μὴ περιεπάτησεν ἐπὶ τῆς θαλάσσης, οὐκ ἂν ἐφάνη δεσπότης τῆς θαλάσσης. |
εἰ μὴ ἐπετίμησε τῷ ἀνέμῳ, οὐκ ἂ^ν ἐδείχθη δεσπότης τῶν ἀ^νέμων. | εἰ μὴ ἐπετίμησε τῷ ἀνέμῳ, οὐκ ἂν ἐδείχθη δεσπότης τῶν ἀνέμων. |
δι^ὰ^ τοῦτο ἄνθρωπος μὲν ἦν φαινόμενος, δι^ὰ^ δὲ τῶν θαυμά^των ὡς θεὸς γνωριζόμενος καὶ δοξαζόμενος. | διὰ τοῦτο ἄνθρωπος μὲν ἦν φαινόμενος, διὰ δὲ τῶν θαυμάτων ὡς θεὸς γνωριζόμενος καὶ δοξαζόμενος. |
ὁ σωτὴρ γοῦν ἐξέπληττε τοὺς μα^θητά_ς, καὶ ἔλεγον· | ὁ σωτὴρ γοῦν ἐξέπληττε τοὺς μαθητάς, καὶ ἔλεγον· |
ποταπός ἐστι^ν οὗτος, ὅτι^ οἱ ἄ^νεμοι καὶ ἡ θά^λασσα^ ὑ^πα^κούουσι^ν αὐτῷ; | ποταπός ἐστιν οὗτος, ὅτι οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ; |
ἔδειξε πρῶτον ὑ^πακούοντα^ τὰ^ στοιχεῖα^ καὶ τότε ἡρμήνευσε δι^ὰ^ τῶν ἔργων, ὅτι^ πά^ντα^ δι' αὐτοῦ ἐγένετο. | ἔδειξε πρῶτον ὑπακούοντα τὰ στοιχεῖα καὶ τότε ἡρμήνευσε διὰ τῶν ἔργων, ὅτι πάντα δι' αὐτοῦ ἐγένετο. |
ἔδειξε πρῶτον ὑ^πακούοντα^. | ἔδειξε πρῶτον ὑπακούοντα. |
εἰ μὴ πρῶτον ἐδείχθη ἡ κτίσις ὑ^πα^κούουσα^, οὐκ ἂ^ν ἐπιστεύθη πά^ντα^ δι' αὐτοῦ ἐγένετο. | εἰ μὴ πρῶτον ἐδείχθη ἡ κτίσις ὑπακούουσα, οὐκ ἂν ἐπιστεύθη πάντα δι' αὐτοῦ ἐγένετο. |
πῶς ἠδύναντο οἱ ἀ^πόστολοι πιστευθῆναι ἰδιωτικὴν ἔχοντες γλῶσσα^ν, συ^νιστάμενοι περὶ^ θεοῦ λόγου, δημιουργοῦ, σωτῆρος, πανσόφου, διδασκά^λου; | πῶς ἠδύναντο οἱ ἀπόστολοι πιστευθῆναι ἰδιωτικὴν ἔχοντες γλῶσσαν, συνιστάμενοι περὶ θεοῦ λόγου, δημιουργοῦ, σωτῆρος, πανσόφου, διδασκάλου; |
ἀλλὰ^ ἡ γλῶσσα^ τῶν ἀ^ποστόλων τὰ^ θαύμα^τα^ ἦν· | ἀλλὰ ἡ γλῶσσα τῶν ἀποστόλων τὰ θαύματα ἦν· |
τὸ στόμα^ τῶν ἀ^ποστόλων ἦν νεκρὸς ἐγειρόμενος, χωλὸς περι^πα^τῶν. | τὸ στόμα τῶν ἀποστόλων ἦν νεκρὸς ἐγειρόμενος, χωλὸς περιπατῶν. |
ὅτι^ δὲ τοῖς θαύμα^σι^ν ἀ^κολουθεῖ ἡ πί^στι_ς, διὰ γὰ^ρ τῶν χειρῶν τῶν ἀ^ποστόλων ἐγένετο σημεῖα^ μεγά^λα_ καὶ τέρα^τα^ εν τῷ λα_ῷ. | ὅτι δὲ τοῖς θαύμασιν ἀκολουθεῖ ἡ πίστις, διὰ γὰρ τῶν χειρῶν τῶν ἀποστόλων ἐγένετο σημεῖα μεγάλα καὶ τέρατα εν τῷ λαῷ. |
καὶ ἐξίσταντο δὲ πάντες, καὶ μᾶλλον προσετί^θεντο καθ' ἡμέρα_ν ἀνδρῶν καὶ γυ^ναικῶν πλήθη. | καὶ ἐξίσταντο δὲ πάντες, καὶ μᾶλλον προσετίθεντο καθ' ἡμέραν ἀνδρῶν καὶ γυναικῶν πλήθη. |
προέλαμπε τὰ^ θαύμα^τα^ καὶ ἠκολούθουν τὰ^ δόγμα^τα^. | προέλαμπε τὰ θαύματα καὶ ἠκολούθουν τὰ δόγματα. |
οὕτω καὶ ἐν τῷ νόμῳ, προηγήσατο τὰ^ ἐν αἰγύπτῳ θαύμα^τα^ δεικνύοντα^ τὸν θεὸν δημιουργὸν. | οὕτω καὶ ἐν τῷ νόμῳ, προηγήσατο τὰ ἐν αἰγύπτῳ θαύματα δεικνύοντα τὸν θεὸν δημιουργὸν. |
ὁ δὲ θεός, ἀ^γα^θὸς ὤν, οὐκ ἠθέλησεν ἑαυτὸν μόνον σεμνῦναι, ἀλλὰ^ μερίζεται μετὰ^ μωϋσέως τὴν δόξα^ν. | ὁ δὲ θεός, ἀγαθὸς ὤν, οὐκ ἠθέλησεν ἑαυτὸν μόνον σεμνῦναι, ἀλλὰ μερίζεται μετὰ μωϋσέως τὴν δόξαν. |
ἐπειδὴ γὰ^ρ ὁ θεὸς ἐφά^νη ἐξ ὧν ἐποίησε, φαίνεται καὶ μωϋσῆς ἐξ ὧν ἐδοξάσθη. | ἐπειδὴ γὰρ ὁ θεὸς ἐφάνη ἐξ ὧν ἐποίησε, φαίνεται καὶ μωϋσῆς ἐξ ὧν ἐδοξάσθη. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.