macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ὡς γὰ^ρ κα^τῆλθε κα^τέχων τὸν νόμον, ἵ^να_ μὴ ὡς ψι_λῷ ἀνθρώπῳ προσέχωσι^, πληροῖ αὐτοῦ ὁ θεὸς δόξης τὸ πρόσωπον, ἵ^να_ τὸ λεῖπον τῇ ἀσθενείᾳ τῆς φύ^σεως πληρώσῃ τὸ περιττὸν τῆς χά^ρι^τος. | ὡς γὰρ κατῆλθε κατέχων τὸν νόμον, ἵνα μὴ ὡς ψιλῷ ἀνθρώπῳ προσέχωσι, πληροῖ αὐτοῦ ὁ θεὸς δόξης τὸ πρόσωπον, ἵνα τὸ λεῖπον τῇ ἀσθενείᾳ τῆς φύσεως πληρώσῃ τὸ περιττὸν τῆς χάριτος. |
ἐνενόουν γὰ^ρ ὅτι^ ὄψι^ς δεδοξασμένη οὐκ ἔστι^ν ἀ^λλοτρί^α_ θεοῦ. | ἐνενόουν γὰρ ὅτι ὄψις δεδοξασμένη οὐκ ἔστιν ἀλλοτρία θεοῦ. |
οὕτω καὶ ὁ σωτὴρ στεφάνου τοῦ πρωτομάρτυρος ἐποίησε λάμψαι τὸ πρόσωπον. | οὕτω καὶ ὁ σωτὴρ στεφάνου τοῦ πρωτομάρτυρος ἐποίησε λάμψαι τὸ πρόσωπον. |
διὰ τί^ δὲ ἐποίησε λάμψαι τὸ πρόσωπον στεφάνου; | διὰ τί δὲ ἐποίησε λάμψαι τὸ πρόσωπον στεφάνου; |
ἐπειδὴ ἔμελλεν ὡς βλάσφημος λιθάζεσθαι εἰπὼν θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα^ ἐκ δεξι^ῶν τοῦ θεοῦ, προλαβὼν ὁ θεὸς ἐστεφά^νωσεν αὐτοῦ τὴν ὄψι^ν ἀγγελι^κῇ μορφῇ, ἵ^να_ πείσῃ τοὺς ἀγνώμονα^ς, ὅτι^ εἰ βλάσφημός ἐστι^, δι^ατί δοξάζεται; | ἐπειδὴ ἔμελλεν ὡς βλάσφημος λιθάζεσθαι εἰπὼν θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ, προλαβὼν ὁ θεὸς ἐστεφάνωσεν αὐτοῦ τὴν ὄψιν ἀγγελικῇ μορφῇ, ἵνα πείσῃ τοὺς ἀγνώμονας, ὅτι εἰ βλάσφημός ἐστι, διατί δοξάζεται; |
χθὲς μὲν οὖν εἴρηται ἡμῖν, ὅτι^ ὁ θεὸς ἐκ μὴ ὄντων ἐποίησε τὰ^ ὄντα^ τῇ πρώτῃ ἡμέρᾳ. | χθὲς μὲν οὖν εἴρηται ἡμῖν, ὅτι ὁ θεὸς ἐκ μὴ ὄντων ἐποίησε τὰ ὄντα τῇ πρώτῃ ἡμέρᾳ. |
καὶ τὸ θαυμαστόν, ὅτι^ οὐ μόνον τὴν δημιουργίαν τοῦ θεοῦ δείκνυ_σι^ τὰ^ ἔργα^, ἀλλὰ^ καὶ τῶν αἱρετι^κῶν τὴν ἀσέβεια^ν ἐλέγχουσι^ν. | καὶ τὸ θαυμαστόν, ὅτι οὐ μόνον τὴν δημιουργίαν τοῦ θεοῦ δείκνυσι τὰ ἔργα, ἀλλὰ καὶ τῶν αἱρετικῶν τὴν ἀσέβειαν ἐλέγχουσιν. |
ἐρωτῶ γὰ^ρ· | ἐρωτῶ γὰρ· |
τὰ^ μὴ ὄντα^ πῶς ἐγένετο, ἐπειδὴ περὶ^ τοῦ ὄντος ἐρωτῶσι^, πῶς ἐγεννήθη; | τὰ μὴ ὄντα πῶς ἐγένετο, ἐπειδὴ περὶ τοῦ ὄντος ἐρωτῶσι, πῶς ἐγεννήθη; |
εἰ μὴ ἦν, εἴπωσι^, τὰ^ μὴ ὄντα^ πῶς ἐγένετο, εἰ μὴ ἦν. | εἰ μὴ ἦν, εἴπωσι, τὰ μὴ ὄντα πῶς ἐγένετο, εἰ μὴ ἦν. |
τὸ μὴ ὂν οὐ γί_νεται, ὅσον κα^τὰ^ λογισμὸν ἀ^νθρώπι^νον, οὐ κα^τὰ^ θεία_ν δύ^να^μι^ν. | τὸ μὴ ὂν οὐ γίνεται, ὅσον κατὰ λογισμὸν ἀνθρώπινον, οὐ κατὰ θείαν δύναμιν. |
ἐνίοτε λέγει αἱρετι^κός· | ἐνίοτε λέγει αἱρετικός· |
εἶπεν ὁ θεὸς καὶ ἐγένετο. | εἶπεν ὁ θεὸς καὶ ἐγένετο. |
ἀλλὰ^ νῦν τὸ πρᾶγμα^ εἶπες, οὐ τὸν τρόπον. | ἀλλὰ νῦν τὸ πρᾶγμα εἶπες, οὐ τὸν τρόπον. |
εἶπεν ὁ θεός· | εἶπεν ὁ θεός· |
γενηθήτω φῶς. | γενηθήτω φῶς. |
ἐγένετο τὸ μὴ ὄν. | ἐγένετο τὸ μὴ ὄν. |
ὁ λόγος μετεβλήθη εἰς πρᾶγμα^, οἷον αὐτὴ ἡ φωνὴ ἐξελθοῦσα^ ἐγένετο φῶς. | ὁ λόγος μετεβλήθη εἰς πρᾶγμα, οἷον αὐτὴ ἡ φωνὴ ἐξελθοῦσα ἐγένετο φῶς. |
οὐκοῦν οὐκ ἔστι^ν ἐκ μὴ ὄντων, ἀλλ' ἐξ ὄντος. | οὐκοῦν οὐκ ἔστιν ἐκ μὴ ὄντων, ἀλλ' ἐξ ὄντος. |
τί^ς γὰ^ρ τολμᾷ εἰπεῖν τὸν λόγον μὴ ὄντα^; | τίς γὰρ τολμᾷ εἰπεῖν τὸν λόγον μὴ ὄντα; |
οὐκοῦν οὐδὲν ἐποίησεν ἐκ μὴ ὄντων, ἀλλ' ἐξ αὐτοῦ· | οὐκοῦν οὐδὲν ἐποίησεν ἐκ μὴ ὄντων, ἀλλ' ἐξ αὐτοῦ· |
καὶ εὑρίσκεται τὰ^ κτί^σμα^τα^ ὁμοούσια^ αὐτῷ, καὶ ὃ φεύγουσι^ν ἐπὶ^ τοῦ υἱοῦ, ἁρμόζουσι^ν ἐπὶ^ τῶν κτι^σμά^των. | καὶ εὑρίσκεται τὰ κτίσματα ὁμοούσια αὐτῷ, καὶ ὃ φεύγουσιν ἐπὶ τοῦ υἱοῦ, ἁρμόζουσιν ἐπὶ τῶν κτισμάτων. |
ἀλλὰ^ πά^λι^ν στενούμενοι λέγουσι^ν· | ἀλλὰ πάλιν στενούμενοι λέγουσιν· |
ἡ βούλησι^ς τοῦ θεοῦ τὰ^ μὴ ὄντα^ ἀ^πετέλεσεν. | ἡ βούλησις τοῦ θεοῦ τὰ μὴ ὄντα ἀπετέλεσεν. |
εἶτα· | εἶτα· |
ἡ γὰ^ρ βούλησι^ς τὸ μὴ ὂν ποιεῖ· | ἡ γὰρ βούλησις τὸ μὴ ὂν ποιεῖ· |
ἡ δὲ φύ^σι^ς τὸ ὂν οὐ γεννᾷ. | ἡ δὲ φύσις τὸ ὂν οὐ γεννᾷ. |
καὶ ἔστι^ θαυμαστόν. | καὶ ἔστι θαυμαστόν. |
ὡς ἐν εἰκόνι^ λέγω· | ὡς ἐν εἰκόνι λέγω· |
ὑπόθου μοι πηγὴν καὶ πέτραν· | ὑπόθου μοι πηγὴν καὶ πέτραν· |
τί^ εὐκολώτερον, τὴν πηγὴν ὕ^δωρ γεννῆσαι ἢ τὴν πέτραν; | τί εὐκολώτερον, τὴν πηγὴν ὕδωρ γεννῆσαι ἢ τὴν πέτραν; |
ἡ πηγὴ ἐὰ^ν γεννήσῃ, ἐξ ὧν ἔχει προφέρει· | ἡ πηγὴ ἐὰν γεννήσῃ, ἐξ ὧν ἔχει προφέρει· |
ἡ δὲ πέτρα_ ἐξ ὧν οὐκ ἔχει. | ἡ δὲ πέτρα ἐξ ὧν οὐκ ἔχει. |
εἶτα τὸ μὴ ὂν ἐγέννησεν ἡ πέτρα_ ἐξ ὧν οὐκ εἶχε, καὶ ἡ πηγὴ οὐκ ἐγέννησεν ἣν εἶχεν ἐν ἑαυτῇ πηγήν; | εἶτα τὸ μὴ ὂν ἐγέννησεν ἡ πέτρα ἐξ ὧν οὐκ εἶχε, καὶ ἡ πηγὴ οὐκ ἐγέννησεν ἣν εἶχεν ἐν ἑαυτῇ πηγήν; |
καὶ πῶς ἐγένετο τὰ^ μὴ ὄντα^; | καὶ πῶς ἐγένετο τὰ μὴ ὄντα; |
μὴ αὐτομα^τισμὸς ἦν; | μὴ αὐτοματισμὸς ἦν; |
τὸ μὴ ὂν ὄνομά^ ἐστι^, οὐκ ἔστι^ δέ τι^; | τὸ μὴ ὂν ὄνομά ἐστι, οὐκ ἔστι δέ τι; |
μὴ ἐπειδὴ λέγω ἐκ μὴ ὄντων, νομί^σῃς εἶναί τι^ μὴ ὄν. | μὴ ἐπειδὴ λέγω ἐκ μὴ ὄντων, νομίσῃς εἶναί τι μὴ ὄν. |
εἶτα τὸ ὂν ἐκ τοῦ μὴ ὄντος οὐκ οἶδα^ς εἰπεῖν πῶς ἐγένετο, καὶ τὸν ὄντα^ ἐκ τοῦ ὄντος τολμήσεις πολυπραγμονεῖν πῶς ἐγεννήθη; | εἶτα τὸ ὂν ἐκ τοῦ μὴ ὄντος οὐκ οἶδας εἰπεῖν πῶς ἐγένετο, καὶ τὸν ὄντα ἐκ τοῦ ὄντος τολμήσεις πολυπραγμονεῖν πῶς ἐγεννήθη; |
πά^ντα^ τὰ^ κτί^σμα^τα^ οὐκ ἦν ἀπ' ἀρχῆς καὶ γέγονεν. | πάντα τὰ κτίσματα οὐκ ἦν ἀπ' ἀρχῆς καὶ γέγονεν. |
ὁ μονογενὴς λόγος καὶ κτίστης τοῦ κόσμου οὐκ ἐγένετο ἀπ' ἀρχῆς, ἀλλ' ἦν. | ὁ μονογενὴς λόγος καὶ κτίστης τοῦ κόσμου οὐκ ἐγένετο ἀπ' ἀρχῆς, ἀλλ' ἦν. |
ταῦτα^ οὐκ ἦν καὶ ἐγένετο· | ταῦτα οὐκ ἦν καὶ ἐγένετο· |
ὁ δὲ ἦν ἐν ἀρχῇ μὴ γενόμενος, ταῦτα^ δὲ ἐγένετο ἐν ἀρχῇ μὴ ὄντα^. | ὁ δὲ ἦν ἐν ἀρχῇ μὴ γενόμενος, ταῦτα δὲ ἐγένετο ἐν ἀρχῇ μὴ ὄντα. |
ἡ δὲ γῆ ἦν ἀόρα_τος τί^ ἐστι^ν ἀόρα_τος; | ἡ δὲ γῆ ἦν ἀόρατος τί ἐστιν ἀόρατος; |
οἶδα πολλοὺς τῶν ἁ^γί^ων πα^τέρων εἰρηκότας· | οἶδα πολλοὺς τῶν ἁγίων πατέρων εἰρηκότας· |
ἀόρα_τος ἦν ἡ γῆ, ἐπειδὴ τῷ ὕ^δα^τι^ ἐκα^λύ^πτετο. | ἀόρατος ἦν ἡ γῆ, ἐπειδὴ τῷ ὕδατι ἐκαλύπτετο. |
πολλὰ τῶν νοημά^των ἐστὶ^ μὲν εὐσεβῆ, οὐκ ἀ^ληθῆ δέ. | πολλὰ τῶν νοημάτων ἐστὶ μὲν εὐσεβῆ, οὐκ ἀληθῆ δέ. |
οἷον οἱ τρεῖς φί^λοι τοῦ ἰώβ θεασάμενοι αὐτὸν ἐν πειρασμῷ κα^τέκρι_να^ν τὸν ἅ^γι^ον ὡς δι^καίως πά^σχοντα^ καὶ ἔλεγον· | οἷον οἱ τρεῖς φίλοι τοῦ ἰώβ θεασάμενοι αὐτὸν ἐν πειρασμῷ κατέκριναν τὸν ἅγιον ὡς δικαίως πάσχοντα καὶ ἔλεγον· |
εἰ μὴ χήρα_ς ἐλύπησα^ς, εἰ μὴ ὀρφα^νοὺς ἐπλεονέκτησα^ς, οὐκ ἄ^ν σοι ὁ θεὸς ἐπήγαγε ταῦτα. | εἰ μὴ χήρας ἐλύπησας, εἰ μὴ ὀρφανοὺς ἐπλεονέκτησας, οὐκ ἄν σοι ὁ θεὸς ἐπήγαγε ταῦτα. |
καὶ ὅμως ἐπειδὴ ἠγνόουν τὸν σκοπὸν τοῦ θεοῦ, εἵλαντο μᾶλλον κα^τα^κρῖναι τοῦτον ὡς δι^καίως πά^σχοντα^ ἢ καταψηφίσασθαι τοῦ θεοῦ ὡς ἀ^δίκως ἐπαγαγόντος. | καὶ ὅμως ἐπειδὴ ἠγνόουν τὸν σκοπὸν τοῦ θεοῦ, εἵλαντο μᾶλλον κατακρῖναι τοῦτον ὡς δικαίως πάσχοντα ἢ καταψηφίσασθαι τοῦ θεοῦ ὡς ἀδίκως ἐπαγαγόντος. |
ὑ^πὲρ θεοῦ ἐποίησα^ν, καὶ ἐλέγχει αὐτοὺς ὁ θεός· | ὑπὲρ θεοῦ ἐποίησαν, καὶ ἐλέγχει αὐτοὺς ὁ θεός· |
διὰ τί^ οὐκ ἐλα^λήσα^τε ὀρθὰ^ κα^τὰ^ τοῦ θεράποντός μου; | διὰ τί οὐκ ἐλαλήσατε ὀρθὰ κατὰ τοῦ θεράποντός μου; |
ἔστι^ν οὖν νόημα^ εὐσεβὲς μέν, οὐκ ἀ^ληθὲς δέ. | ἔστιν οὖν νόημα εὐσεβὲς μέν, οὐκ ἀληθὲς δέ. |
τί^ οὖν ἐστι^ν ἡ δὲ γῆ ἦν ἀόρα_τος καὶ ἀ^κα^τα^σκεύα^στος; | τί οὖν ἐστιν ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος; |
οἱ ἑρμηνευταὶ ἡρμήνευσα^ν σα^φῶς. | οἱ ἑρμηνευταὶ ἡρμήνευσαν σαφῶς. |
λέγει γὰ^ρ ὁ ἀκύλας· | λέγει γὰρ ὁ ἀκύλας· |
ἡ δὲ γῆ ἦν κένωμα^ καὶ οὐδέν. | ἡ δὲ γῆ ἦν κένωμα καὶ οὐδέν. |
ἀόρα_τος δὲ λέγεται, οὐχ ὅτι^ οὐκ ἐφαίνετο, ἀλλ' ὡς ἂ^ν εἴποι τι^ς, ἀκόσμητος. | ἀόρατος δὲ λέγεται, οὐχ ὅτι οὐκ ἐφαίνετο, ἀλλ' ὡς ἂν εἴποι τις, ἀκόσμητος. |
οὐδέπω ἦν φαιδρυνομένη τοῖς φυ^τοῖς, οὐδέπω καρποῖς ἐστεφα^νωμένη, οὐδέπω ποτα^μοῖς καὶ πηγαῖς διεζωσμένη, οὐδέπω τῇ ἄλλῃ εὐκοσμίᾳ πεποικιλμένη, καὶ ἦν ἀόρατος, μηδέπω κα^τα^σκευα^σθεῖσα^ πρὸς ἐπιτηδειότητα^ τοῦ γεννᾶν. | οὐδέπω ἦν φαιδρυνομένη τοῖς φυτοῖς, οὐδέπω καρποῖς ἐστεφανωμένη, οὐδέπω ποταμοῖς καὶ πηγαῖς διεζωσμένη, οὐδέπω τῇ ἄλλῃ εὐκοσμίᾳ πεποικιλμένη, καὶ ἦν ἀόρατος, μηδέπω κατασκευασθεῖσα πρὸς ἐπιτηδειότητα τοῦ γεννᾶν. |
οὐχ οὗτός φησι^ν ἐπά^τα^ξε τὸν ἄνδρα^ τὸν αἰγύπτιον ὁρα_τόν; | οὐχ οὗτός φησιν ἐπάταξε τὸν ἄνδρα τὸν αἰγύπτιον ὁρατόν; |
ἔστι^ν οὖν ἀ^νὴρ ἀόρατος; | ἔστιν οὖν ἀνὴρ ἀόρατος; |
ἀλλ' ἄ^ξι^ος, φησί^, τοῦ ὁρᾶσθαι. | ἀλλ' ἄξιος, φησί, τοῦ ὁρᾶσθαι. |
ὥσπερ οὖν τὸν αἰγύπτιον εἶπεν ἄνδρα^ ὁρα_τὸν, ὡς ἄ^ξι^ον τοῦ ὁρᾶσθαι, οὕτως τὴν γῆν τὴν ἄ^μορφον ἀόρα_τον ἐκά^λεσεν. | ὥσπερ οὖν τὸν αἰγύπτιον εἶπεν ἄνδρα ὁρατὸν, ὡς ἄξιον τοῦ ὁρᾶσθαι, οὕτως τὴν γῆν τὴν ἄμορφον ἀόρατον ἐκάλεσεν. |
γενηθήτω στερέωμα^ ἐν μέσῳ τοῦ ὕ^δα^τος καὶ ἔστω διαχωρί^ζον ἀνάμεσον ὕ^δα^τος καὶ ὕ^δα^τος. | γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνάμεσον ὕδατος καὶ ὕδατος. |
ἐποίησεν οὖν τὸν οὐρα^νὸν τοῦτον, οὐ τὸν ἐπά^νω, ἀλλὰ^ τὸν ὁρώμενον ἐξ ὑ^δά^των πήξα_ς ὡς κρύσταλλον. | ἐποίησεν οὖν τὸν οὐρανὸν τοῦτον, οὐ τὸν ἐπάνω, ἀλλὰ τὸν ὁρώμενον ἐξ ὑδάτων πήξας ὡς κρύσταλλον. |
βούλομαί σοι πα^ρα^στῆσαι πρᾶγμα^. | βούλομαί σοι παραστῆσαι πρᾶγμα. |
πολλὰ γὰ^ρ τῇ ὄψει μᾶλλον ἡμῶν ἢ τῷ λόγῳ πα^ρα^δίδοται. | πολλὰ γὰρ τῇ ὄψει μᾶλλον ἡμῶν ἢ τῷ λόγῳ παραδίδοται. |
τοῦτο τὸ ὕ^δωρ ὑπερεῖχε, φέρε εἰπεῖν, τῆς γῆς πήχεις τρι^ά_κοντα^. | τοῦτο τὸ ὕδωρ ὑπερεῖχε, φέρε εἰπεῖν, τῆς γῆς πήχεις τριάκοντα. |
γενηθήτω στερέωμα^ ἐν μέσῳ τοῦ ὕ^δα^τος. | γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος. |
καὶ λοιπὸν ἐν μέσῳ τῶν ὑ^δά^των ἐπά^γη πῆγμα^ κρυσταλλῶδες, καὶ ἐκούφισε τὸ ἥμι^συ^ τοῦ ὕ^δα^τος ἄ^νω, κατέλιπε τὸ ἥμι^συ^ κά^τω, γενηθήτω στερέωμα^ ἐν μέσῳ τοῦ ὕ^δα^τος, καὶ ἔσται διαχωρί^ζον ἀνάμεσον ὕ^δα^τος καὶ ὕ^δα^τος. | καὶ λοιπὸν ἐν μέσῳ τῶν ὑδάτων ἐπάγη πῆγμα κρυσταλλῶδες, καὶ ἐκούφισε τὸ ἥμισυ τοῦ ὕδατος ἄνω, κατέλιπε τὸ ἥμισυ κάτω, γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔσται διαχωρίζον ἀνάμεσον ὕδατος καὶ ὕδατος. |
διὰ τί^ δὲ αὐτὸ κα^λεῖ στερέωμα^; | διὰ τί δὲ αὐτὸ καλεῖ στερέωμα; |
ἐπειδὴ ἀ^πὸ ἀ^ραιῶν ὑ^δά^των καὶ δι^α^λελυ^μένων αὐτὸ ἐστερέωσε. | ἐπειδὴ ἀπὸ ἀραιῶν ὑδάτων καὶ διαλελυμένων αὐτὸ ἐστερέωσε. |
αἰνεῖτε αὐτὸν ἐν στερεώμα^τι^ δυ^νά^μεως αὐτοῦ. | αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ. |
καὶ ἵ^να_ ἑτέρῳ χρήσωμαι ὑποδείγμα^τι^· | καὶ ἵνα ἑτέρῳ χρήσωμαι ὑποδείγματι· |
ὥσπερ καπνός, ἐπειδὰ^ν ἀ^πὸ ξύ^λων καὶ πυ_ρὸς ἀναδοθῇ, ἠραιωμένος ἐστὶ^ καὶ κεχαυνωμένος· | ὥσπερ καπνός, ἐπειδὰν ἀπὸ ξύλων καὶ πυρὸς ἀναδοθῇ, ἠραιωμένος ἐστὶ καὶ κεχαυνωμένος· |
ἐπειδὰ^ν δὲ δρά^μῃ εἰς ὕψος, εἰς νεφέλης παχύτητα^ μεταρρυθμίζεται· | ἐπειδὰν δὲ δράμῃ εἰς ὕψος, εἰς νεφέλης παχύτητα μεταρρυθμίζεται· |
οὕτω τῶν ὑ^δά^των τῶν ἠραιωμένων ὁ θεὸς τὴν φύ^σι^ν ὑψώσα_ς ἔπηξεν ἄ^νω. | οὕτω τῶν ὑδάτων τῶν ἠραιωμένων ὁ θεὸς τὴν φύσιν ὑψώσας ἔπηξεν ἄνω. |
καὶ ὅτι^ ἀ^ληθὲς τὸ ὑπόδειγμα^, ὁ οὐρα^νὸς ὡς καπνὸς ἐστερεώθη. | καὶ ὅτι ἀληθὲς τὸ ὑπόδειγμα, ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη. |
παγεὶς τοίνυ^ν ἐν μέσῳ τῶν ὑ^δά^των ὁ οὐρα^νός, ἐκούφισε τὰ^ ἡμί^σεια^ τῶν ὑ^δά^των ἄ^νω. | παγεὶς τοίνυν ἐν μέσῳ τῶν ὑδάτων ὁ οὐρανός, ἐκούφισε τὰ ἡμίσεια τῶν ὑδάτων ἄνω. |
διὰ τί^ δὲ ἄ^νω ὕ^δα^τα^; | διὰ τί δὲ ἄνω ὕδατα; |
πρὸς ποία_ν χρῆσι^ν; | πρὸς ποίαν χρῆσιν; |
ἵ^να_ τι^ς πί_ῃ; | ἵνα τις πίῃ; |
ἵ^να_ τι^ς πλεύσῃ; | ἵνα τις πλεύσῃ; |
ὅτι^ μὲν γὰ^ρ ἔστι^ν ὕ^δα^τα^ ἄ^νω, καὶ τὸ ὕ^δωρ τὸ ὑπεράνω τῶν οὐρα^νῶν. | ὅτι μὲν γὰρ ἔστιν ὕδατα ἄνω, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. |
πρόσεχε λοιπὸν τὴν σοφί^α_ν τοῦ δημιουργοῦ. | πρόσεχε λοιπὸν τὴν σοφίαν τοῦ δημιουργοῦ. |
κρυσταλλώδης ἦν ὁ οὐρα^νὸς ἀ^πὸ ὑ^δά^των πα^γείς. | κρυσταλλώδης ἦν ὁ οὐρανὸς ἀπὸ ὑδάτων παγείς. |
ἐπειδὴ γὰ^ρ ἔμελλε δέχεσθαι ἡλί^ου φλόγα καὶ σελήνης καὶ ἄστρων ἄ^πειρα^ πλήθη καὶ εἶναι ὅλος πυ_ρὸς πεπληρωμένος, ἵ^να_ μὴ ὑ^πὸ τῆς θερμότητος λυ^θῇ ἢ φλεχθῇ, ἐπέστρωσε τοῖς νώτοις τοῦ οὐρα^νοῦ τὰ^ πελά^γη ἐκεῖνα^ τῶν ὑ^δά^των, ἵ^να_ λιπαίνῃ καὶ ἐπαλείφῃ αὐτοῦ τὰ^ νῶτα^ καὶ οὕτως ἀντέχῃ πρὸς τὴν φλόγα, καὶ μὴ φρύ_γητα... | ἐπειδὴ γὰρ ἔμελλε δέχεσθαι ἡλίου φλόγα καὶ σελήνης καὶ ἄστρων ἄπειρα πλήθη καὶ εἶναι ὅλος πυρὸς πεπληρωμένος, ἵνα μὴ ὑπὸ τῆς θερμότητος λυθῇ ἢ φλεχθῇ, ἐπέστρωσε τοῖς νώτοις τοῦ οὐρανοῦ τὰ πελάγη ἐκεῖνα τῶν ὑδάτων, ἵνα λιπαίνῃ καὶ ἐπαλείφῃ αὐτοῦ τὰ νῶτα καὶ οὕτως ἀντέχῃ πρὸς τὴν φλόγα, καὶ μὴ φρύγηται. |
ἔχεις δὲ καὶ ὑπόδειγμα^. | ἔχεις δὲ καὶ ὑπόδειγμα. |
ὥσπερ σήμερον ἐὰ^ν ἐπι^θῇς λέβητα^ ἐπά^νω πυ_ρός, ἐὰ^ν μὲν ὕ^δωρ ἐπάνωθεν ᾖ, ἀντέχει πρὸς τὸ πῦρ· | ὥσπερ σήμερον ἐὰν ἐπιθῇς λέβητα ἐπάνω πυρός, ἐὰν μὲν ὕδωρ ἐπάνωθεν ᾖ, ἀντέχει πρὸς τὸ πῦρ· |
ἐὰ^ν δὲ μὴ ἔχῃ, δι^α^λέλυ^ται. | ἐὰν δὲ μὴ ἔχῃ, διαλέλυται. |
οὕτως ὁ θεὸς ἀντέθηκεν ἀ^ντί^πα^λον τῷ πυ_ρὶ^ τὸ ὕ^δωρ, ἵ^να_ ἔχῃ ἀρκοῦσα^ν τὴν διαμονὴν ἐκ τῶν ἄ^νωθεν ἐπαλειφόντων αὐτὸν ὑ^δά^των. | οὕτως ὁ θεὸς ἀντέθηκεν ἀντίπαλον τῷ πυρὶ τὸ ὕδωρ, ἵνα ἔχῃ ἀρκοῦσαν τὴν διαμονὴν ἐκ τῶν ἄνωθεν ἐπαλειφόντων αὐτὸν ὑδάτων. |
καὶ βλέπε τὸ θαυμαστόν. | καὶ βλέπε τὸ θαυμαστόν. |
τοιοῦτον περισσεύει τῷ οὐρα^νί^ῳ σώμα^τι^ ὑγρόν, ὑ^πὸ τοσούτου πυ_ρὸς πολεμούμενον, ὅτι^ καὶ τῇ γῇ δανείζει. | τοιοῦτον περισσεύει τῷ οὐρανίῳ σώματι ὑγρόν, ὑπὸ τοσούτου πυρὸς πολεμούμενον, ὅτι καὶ τῇ γῇ δανείζει. |
ἐπεὶ πόθεν ἡ δρόσος; | ἐπεὶ πόθεν ἡ δρόσος; |
νεφέλη οὐδα^μοῦ· | νεφέλη οὐδαμοῦ· |
ὁ ἀ_ὴρ ὕ^δωρ οὐκ ἔχει. | ὁ ἀὴρ ὕδωρ οὐκ ἔχει. |
δηλονότι^ ὁ οὐρα^νὸς ἐκ τῶν περισσευόντων αὐτῷ ἀποστά^ζει. | δηλονότι ὁ οὐρανὸς ἐκ τῶν περισσευόντων αὐτῷ ἀποστάζει. |
δώῃ σοι ὁ θεὸς ἀ^πὸ τῆς δρόσου τοῦ οὐρα^νοῦ καὶ ἀ^πὸ τῆς ποιότητος τῆς γῆς. | δώῃ σοι ὁ θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς ποιότητος τῆς γῆς. |
λέγεται δέ, ἀ^δελφοί, ὅτι^ ἐν τῇ ἡμέρᾳ τῆς κρί^σεως ὑποχωρεῖ τὸ ὕ^δωρ τὸ ἄ^νω καὶ ὁ οὐρα^νὸς λύ_εται μὴ ἔχων τῶν ὑ^δά^των τὴν σύστα^σι^ν καὶ ἄ^στρα^ πίπτει μὴ ἔχοντα^ ὁδὸν ἢ βά^σι^ν. | λέγεται δέ, ἀδελφοί, ὅτι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ὑποχωρεῖ τὸ ὕδωρ τὸ ἄνω καὶ ὁ οὐρανὸς λύεται μὴ ἔχων τῶν ὑδάτων τὴν σύστασιν καὶ ἄστρα πίπτει μὴ ἔχοντα ὁδὸν ἢ βάσιν. |
ταῦτα οὖν οὐ λέγομεν ἁπλῶς, ἀλλ' εἱλιγήσεται γὰ^ρ ὁ οὐρα^νὸς ὡς βιβλί^ον ἀντὶ^ τοῦ φρυ_γόμενος· | ταῦτα οὖν οὐ λέγομεν ἁπλῶς, ἀλλ' εἱλιγήσεται γὰρ ὁ οὐρανὸς ὡς βιβλίον ἀντὶ τοῦ φρυγόμενος· |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.