macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
τὸ γὰ^ρ φρυ_γόμενον εἰλεῖται. | τὸ γὰρ φρυγόμενον εἰλεῖται. |
καὶ τὰ^ ἄ^στρα^ πεσεῖται ὡς φύ^λλα^ ἀμπέλου. | καὶ τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἀμπέλου. |
πρόσεχε δέ, πα^ρα^κα^λῶ, καὶ ἑτέρα_ν χρεία_ν· | πρόσεχε δέ, παρακαλῶ, καὶ ἑτέραν χρείαν· |
τὰ^ ὕ^δα^τα^ ἐπά^νω τῶν οὐρα^νῶν, οὐ μόνον συντηρεῖ τὸν οὐρα^νόν, ἀλλὰ^ καὶ τὴν φλόγα τοῦ ἡλί^ου καὶ τῆς σελήνης καταπέμπει. | τὰ ὕδατα ἐπάνω τῶν οὐρανῶν, οὐ μόνον συντηρεῖ τὸν οὐρανόν, ἀλλὰ καὶ τὴν φλόγα τοῦ ἡλίου καὶ τῆς σελήνης καταπέμπει. |
εἰ γὰ^ρ ἦν δι^α^φα^νὴς ὁ οὐρα^νός, ὅλη ἡ αὐγὴ ἄ^νω ἔτρεχε. | εἰ γὰρ ἦν διαφανὴς ὁ οὐρανός, ὅλη ἡ αὐγὴ ἄνω ἔτρεχε. |
τὸ γὰ^ρ πῦρ ἀνωφερὲς ὄν, ἔρημον τὴν γῆν κατελίμπανε. | τὸ γὰρ πῦρ ἀνωφερὲς ὄν, ἔρημον τὴν γῆν κατελίμπανε. |
διὰ τοῦτο γοῦν ἐπίλησε τὸν οὐρα^νὸν ἄ^νωθεν ἀ^πείροις ὕ^δα^σι^ν, ἵ^να_ ἡ αὐγὴ στενουμένη κά^τω πέμπηται. | διὰ τοῦτο γοῦν ἐπίλησε τὸν οὐρανὸν ἄνωθεν ἀπείροις ὕδασιν, ἵνα ἡ αὐγὴ στενουμένη κάτω πέμπηται. |
ὅρα_ τοῦ τεχνί^του τὴν σοφί^α_ν. | ὅρα τοῦ τεχνίτου τὴν σοφίαν. |
ἔχεις δὲ καὶ ἐν ἑαυτῷ τοῦ τεχνί^του τῆς σοφί^α_ς τὴν εἰκόνα^· | ἔχεις δὲ καὶ ἐν ἑαυτῷ τοῦ τεχνίτου τῆς σοφίας τὴν εἰκόνα· |
ἐποίησεν ὁ θεὸς καὶ ἐν σοὶ τῶν τεσσά^ρων στοιχείων τὴν εἰκόνα^. | ἐποίησεν ὁ θεὸς καὶ ἐν σοὶ τῶν τεσσάρων στοιχείων τὴν εἰκόνα. |
καὶ πρόσεχε, πα^ρα^κα^λῶ. | καὶ πρόσεχε, παρακαλῶ. |
νόησόν μοι τὴν κεφα^λὴν ταύτην τὸν οὐρα^νὸν τὸν ἄ^νω, τὰ^ ἐπά^νω τῆς γλώσσης, τὸν ἄλλον οὐρα^νόν, τουτέστι^ τὸ στερέωμα^· | νόησόν μοι τὴν κεφαλὴν ταύτην τὸν οὐρανὸν τὸν ἄνω, τὰ ἐπάνω τῆς γλώσσης, τὸν ἄλλον οὐρανόν, τουτέστι τὸ στερέωμα· |
ὅθεν καὶ οὐρανί^σκος κα^λεῖται. | ὅθεν καὶ οὐρανίσκος καλεῖται. |
ἄ^νω ἐν τοῖς ἀορά^τοις ἐγκέφα^λος μὴ φαινόμενος, ἐν τῷ κά^τω γλῶσσα^ φαινομένη. | ἄνω ἐν τοῖς ἀοράτοις ἐγκέφαλος μὴ φαινόμενος, ἐν τῷ κάτω γλῶσσα φαινομένη. |
ὥσπερ οὖν ὁ οὐρα^νὸς ὁ ἄ^νω ἐν τοῖς ἀορά^τοις, ὁ δὲ κόσμος ἐν τοῖς λαλουμένοις. | ὥσπερ οὖν ὁ οὐρανὸς ὁ ἄνω ἐν τοῖς ἀοράτοις, ὁ δὲ κόσμος ἐν τοῖς λαλουμένοις. |
καὶ ὥσπερ ἐν τοῖς στοιχείοις εὑρίσκεις τὴν μὲν γῆν βα^ρεῖα^ν, τὸ δὲ ὕ^δωρ τῆς μὲν γῆς κουφότερον, τοῦ δὲ πυ_ρὸς βαρύτερον, πά^λι^ν τὸν ἀ_έρα^ τῶν ὑ^δά^των κουφότερον, τοῦ δὲ πυ_ρὸς βαρύτερον, οὕτω καὶ ἐν ἡμῖν αἱ αἰσθήσεις, γεῦσι^ς, ὄσφρησι^ς, ἀκοὴ, ὄψι^ς, καὶ οὐ πᾶσαι ἴ^σαι. | καὶ ὥσπερ ἐν τοῖς στοιχείοις εὑρίσκεις τὴν μὲν γῆν βαρεῖαν, τὸ δὲ ὕδωρ τῆς μὲν γῆς κουφότερον, τοῦ δὲ πυρὸς βαρύτερον, πάλιν τὸν ἀέρα τῶν ὑδάτων κουφότερον, τοῦ δὲ πυρὸς βαρύτερον, οὕτω καὶ ἐν ἡμῖν αἱ αἰσθήσεις, γεῦσις, ὄσφρησις, ἀκοὴ, ὄψις, καὶ οὐ πᾶσαι ἴσαι. |
λάβε τὴν ἀ^πόδειξι^ν. | λάβε τὴν ἀπόδειξιν. |
ἐὰ^ν θέλῃς τι^νὸς γεύσασθαι, ἐὰ^ν μὴ πλησι^ά^ζῃς τῇ γλώσσῃ, τοῦ γευομένου οὐ λα^μβά^νεις αἴσθησι^ν. | ἐὰν θέλῃς τινὸς γεύσασθαι, ἐὰν μὴ πλησιάζῃς τῇ γλώσσῃ, τοῦ γευομένου οὐ λαμβάνεις αἴσθησιν. |
παχεῖα γά^ρ ἐστι^, καὶ οὐ δύ^να^ται πόρρωθεν οὖσα^ ἀντιλαμβάνεσθαι. | παχεῖα γάρ ἐστι, καὶ οὐ δύναται πόρρωθεν οὖσα ἀντιλαμβάνεσθαι. |
ἡ ὄσφρησι^ς δὲ μακρόθεν ἀντιλαμβάνεται. | ἡ ὄσφρησις δὲ μακρόθεν ἀντιλαμβάνεται. |
οἷον· | οἷον· |
πα^ρέρχῃ δι' οἰκί^α_ς, ὀσφραίνῃ θυμιάμα^τος, ὃ μὴ ὁρᾷς. | παρέρχῃ δι' οἰκίας, ὀσφραίνῃ θυμιάματος, ὃ μὴ ὁρᾷς. |
πά^λι^ν ἡ ὄψι^ς τῆς ὀσφρήσεως ταχυτέρα. | πάλιν ἡ ὄψις τῆς ὀσφρήσεως ταχυτέρα. |
βλέπει γὰ^ρ ἀ^πὸ ὅρους πλά^τη μεγά^λα_. | βλέπει γὰρ ἀπὸ ὅρους πλάτη μεγάλα. |
τῆς ὄψεως πάλιν ὀξύ^τερος ὁ νοῦς· | τῆς ὄψεως πάλιν ὀξύτερος ὁ νοῦς· |
ἐννοεῖ οὐρα^νὸν, γῆν, θά^λα^σσα^ν καὶ πάντη εὑρίσκεται. | ἐννοεῖ οὐρανὸν, γῆν, θάλασσαν καὶ πάντη εὑρίσκεται. |
διὰ τοῦτο καὶ εἰκὼν θεοῦ ὁ νοῦς. | διὰ τοῦτο καὶ εἰκὼν θεοῦ ὁ νοῦς. |
ἐννοεῖ ὁ νοῦς, καὶ εὐθέως κτίζει παρ' ἑαυτῷ ἀ^γορά_ς, ἀναζωγραφεῖ ὄχλον, δῆμον. | ἐννοεῖ ὁ νοῦς, καὶ εὐθέως κτίζει παρ' ἑαυτῷ ἀγοράς, ἀναζωγραφεῖ ὄχλον, δῆμον. |
αἰδεσθῶσιν αἱρετι^κοί. | αἰδεσθῶσιν αἱρετικοί. |
νοῦς τοιαῦτα^ ἐργάζεται καὶ ὁ τοῦ νοῦ τεχνίτης, ὁ πά_σης ὀσφρήσεως ὀξύ^τερος, οὐ ταχυτέραν ἔχει τὴν ἐνέργεια^ν, οὐ σύντομον τὴν δημιουργίαν, οὐκ ἀ^κα^τά^ληπτον τὴν φύ^σι^ν; | νοῦς τοιαῦτα ἐργάζεται καὶ ὁ τοῦ νοῦ τεχνίτης, ὁ πάσης ὀσφρήσεως ὀξύτερος, οὐ ταχυτέραν ἔχει τὴν ἐνέργειαν, οὐ σύντομον τὴν δημιουργίαν, οὐκ ἀκατάληπτον τὴν φύσιν; |
βούλομαι δέ, ἀ^δελφοί, εἰπεῖν εἰς ὑ_μᾶς τὸ ξένον μὲν ὅσον εἰς ἀσέβεια^ν, σύντροφον δὲ τῆς πίστεως, ὅσον εἰς ἐξέτασι^ν, ἵ^να_ μά^θητε πόσα_ καινοτομεῖ ὁ δι^ά^βολος, πόσα_ εὑρίσκει, πόσα_ ὑ^ποβά^λλει τοῖς αἱρετι^κοῖς, μᾶλλον δὲ ἐκείνῳ οἱ αἱρετι^κοί. | βούλομαι δέ, ἀδελφοί, εἰπεῖν εἰς ὑμᾶς τὸ ξένον μὲν ὅσον εἰς ἀσέβειαν, σύντροφον δὲ τῆς πίστεως, ὅσον εἰς ἐξέτασιν, ἵνα μάθητε πόσα καινοτομεῖ ὁ διάβολος, πόσα εὑρίσκει, πόσα ὑποβάλλει τοῖς αἱρετικοῖς, μᾶλλον δὲ ἐκείνῳ οἱ αἱρετικοί. |
σήμερόν τι^ς ἐπὶ^ ἁ^γί^ων ἀνδρῶν καὶ πα^τέρων ἐλθὼν πρὸς ἡμᾶς αἱρετι^κὸς ἔλεγε. | σήμερόν τις ἐπὶ ἁγίων ἀνδρῶν καὶ πατέρων ἐλθὼν πρὸς ἡμᾶς αἱρετικὸς ἔλεγε. |
λέγω δὲ ἵ^να_ μήποτε ὁ λόγος ἄλλως ἀ^κουσθείς, ἄλλως πλήξῃ. | λέγω δὲ ἵνα μήποτε ὁ λόγος ἄλλως ἀκουσθείς, ἄλλως πλήξῃ. |
πατὴρ γά^ρ, φησί^, καὶ υἱὸς καὶ ἅ^γι^ον πνεῦμα^ μί^α^ θεότης, μί^α^ δύ^να^μι^ς, μί^α^ βα^σι^λεία_. | πατὴρ γάρ, φησί, καὶ υἱὸς καὶ ἅγιον πνεῦμα μία θεότης, μία δύναμις, μία βασιλεία. |
δεῖ δέ, φησί^ν, ἐξαιρεθῆναι ἀ^πὸ τῆς ψυ_χῆς αὐτοῦ οὐ γὰ^ρ λέγω ἀ^πὸ τοῦ θυσιαστηρί^ου. | δεῖ δέ, φησίν, ἐξαιρεθῆναι ἀπὸ τῆς ψυχῆς αὐτοῦ οὐ γὰρ λέγω ἀπὸ τοῦ θυσιαστηρίου. |
τὸ λέγειν ἐν ἁγιασμῷ· | τὸ λέγειν ἐν ἁγιασμῷ· |
ἅγι^ος, ἅγι^ος, ἅγι^ος κύ_ρι^ος σαβαώθ. | ἅγιος, ἅγιος, ἅγιος κύριος σαβαώθ. |
ἐὰ^ν τοῦτο, φησί^, μὴ περι^έλητε, χριστιανοὶ οὐκ ἐστέ. | ἐὰν τοῦτο, φησί, μὴ περιέλητε, χριστιανοὶ οὐκ ἐστέ. |
εἶδες τοσαύτην τόλμαν καὶ μανίαν τοῦ δι^α^βόλου; | εἶδες τοσαύτην τόλμαν καὶ μανίαν τοῦ διαβόλου; |
εἶδες ῥίζαν θεομαχία_ς; | εἶδες ῥίζαν θεομαχίας; |
εἶδες ὑ^περβολὴν βλα^σφημί^α_ς; | εἶδες ὑπερβολὴν βλασφημίας; |
ἀποκεφαλίσαι ἠθέλησε τὴν εὐσέβεια^ν, ἐκνευρῶσαι τὸ μυστήριον, ἀφα^νί^σαι τὴν πίστι^ν, ἐκριζῶσαι τὰ^ θεμελιωθέντα^. | ἀποκεφαλίσαι ἠθέλησε τὴν εὐσέβειαν, ἐκνευρῶσαι τὸ μυστήριον, ἀφανίσαι τὴν πίστιν, ἐκριζῶσαι τὰ θεμελιωθέντα. |
καὶ ὅρα τὸ δεινὸν τοῦ δι^α^βόλου· | καὶ ὅρα τὸ δεινὸν τοῦ διαβόλου· |
προσέπηξεν αὐτῷ εἰπεῖν· | προσέπηξεν αὐτῷ εἰπεῖν· |
πατὴρ καὶ υἱὸς καὶ ἅ^γι^ον πνεῦ μα^, μί^α^ πί^στι_ς, μί^α^ δύ^να^μι^ς, μί^α^ βα^σι^λεία_. | πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦ μα, μία πίστις, μία δύναμις, μία βασιλεία. |
ἐκέρασε τὸ δηλητήρι^ον μέλι^τι^. | ἐκέρασε τὸ δηλητήριον μέλιτι. |
ἀεὶ γὰ^ρ τὸ ψεῦδος, ὅτα^ν θέλῃ πιστευθῆναι, ἐὰ^ν μὴ πήξῃ θεμέλι^ον δοκούσης ἀ^ληθεία_ς, οὐ πιστεύεται. | ἀεὶ γὰρ τὸ ψεῦδος, ὅταν θέλῃ πιστευθῆναι, ἐὰν μὴ πήξῃ θεμέλιον δοκούσης ἀληθείας, οὐ πιστεύεται. |
καὶ ὅπως ἄ^κουε. | καὶ ὅπως ἄκουε. |
οὐδὲν μὲν ὅμοιον, λέγω δὲ· | οὐδὲν μὲν ὅμοιον, λέγω δὲ· |
ῥαὰβ ἡ πόρνη, ὅτε ἐδέξα^το τοὺς κα^τασκόπους, ἠρωτήθη· | ῥαὰβ ἡ πόρνη, ὅτε ἐδέξατο τοὺς κατασκόπους, ἠρωτήθη· |
εἰσῆλθον πρὸς σὲ οἱ ἄνδρες; | εἰσῆλθον πρὸς σὲ οἱ ἄνδρες; |
λέγει· | λέγει· |
ναί. | ναί. |
τὸ πρῶτον ἀ^ληθές. | τὸ πρῶτον ἀληθές. |
ἀλλ' ἐξῆλθον, φησί^. | ἀλλ' ἐξῆλθον, φησί. |
τὸ δεύτερον ψεῦδος. | τὸ δεύτερον ψεῦδος. |
εἰ εἶπεν οὐκ ἐξῆλθον, ἠρευνᾶτο ἡ οἰκί^α^. | εἰ εἶπεν οὐκ ἐξῆλθον, ἠρευνᾶτο ἡ οἰκία. |
εἶτε τὸ ἀ^ληθές, ἵ^να_ ἐντρέψῃ· | εἶτε τὸ ἀληθές, ἵνα ἐντρέψῃ· |
ἐπήγαγε τὸ ψεῦδος, ἵ^να_ ἀ^πα^τήσῃ. | ἐπήγαγε τὸ ψεῦδος, ἵνα ἀπατήσῃ. |
οὕτω καὶ οὗτος· | οὕτω καὶ οὗτος· |
ἐρωτώντων ἡμῶν διὰ τί^ ἐξέλωμεν τὸν ἁγιασμόν, λέγετε κύ_ρι^ος σαβαώθ. | ἐρωτώντων ἡμῶν διὰ τί ἐξέλωμεν τὸν ἁγιασμόν, λέγετε κύριος σαβαώθ. |
ἀλλ' οὐκ ἔστι θεοῦ ὄνομα^, οὐκ ἔστιν οὔ τε τοῦ χριστοῦ, οὔ τε τοῦ πατρός. | ἀλλ' οὐκ ἔστι θεοῦ ὄνομα, οὐκ ἔστιν οὔ τε τοῦ χριστοῦ, οὔ τε τοῦ πατρός. |
εἶδες τὸ ἐξουθενημένον καὶ μι^α^ρὸν στόμα^; | εἶδες τὸ ἐξουθενημένον καὶ μιαρὸν στόμα; |
ἠγνόησε δὲ ἀ^πὸ ἰδιωτεία_ς, ὅτι^ τὸ σαβαὼθ οὐκ ἔστιν ὄνομα^ θεοῦ, ἀλλ' ὄνομα^ στρα^τι^ῶν, τουτέστι^, κύ_ρι^ος τῶν δυ^νά^μεων. | ἠγνόησε δὲ ἀπὸ ἰδιωτείας, ὅτι τὸ σαβαὼθ οὐκ ἔστιν ὄνομα θεοῦ, ἀλλ' ὄνομα στρατιῶν, τουτέστι, κύριος τῶν δυνάμεων. |
λέγω δὲ καὶ τὴν αἰτί^α_ν. | λέγω δὲ καὶ τὴν αἰτίαν. |
ἀλλὰ^ πρὸ τοῦ τέλους εὐαγγελίζομαι ὑ_μᾶς· | ἀλλὰ πρὸ τοῦ τέλους εὐαγγελίζομαι ὑμᾶς· |
μετενόησε, προσέπεσεν, ἀνεθεμάτισεν, ηὔξα^το, ἐδέχθη. | μετενόησε, προσέπεσεν, ἀνεθεμάτισεν, ηὔξατο, ἐδέχθη. |
πρόσεχε τοίνυ^ν. | πρόσεχε τοίνυν. |
ἐπειδὴ παρενέπεσεν ὁ λόγος, δεῖ ἡμᾶς καὶ τὴν αἰτί^α_ν εἰπεῖν καθ' ἣν ὁ μα^κά^ριος ἡσαΐας τὸν ἁγιασμὸν τοῦτον ἤκουσε τῷ θεῷ ἀναπεμπόμενον. | ἐπειδὴ παρενέπεσεν ὁ λόγος, δεῖ ἡμᾶς καὶ τὴν αἰτίαν εἰπεῖν καθ' ἣν ὁ μακάριος ἡσαΐας τὸν ἁγιασμὸν τοῦτον ἤκουσε τῷ θεῷ ἀναπεμπόμενον. |
ἡσαΐας ἐγένετο ἀ^νὴρ θαυμαστός, ζήλου πεπληρωμένος, ἀ^νὴρ τολμηρός· | ἡσαΐας ἐγένετο ἀνὴρ θαυμαστός, ζήλου πεπληρωμένος, ἀνὴρ τολμηρός· |
τολμηρὸς δὲ οὐκ ἀ^πὸ θρασύτητος, ἀλλ' ἀ^πὸ ζήλου. | τολμηρὸς δὲ οὐκ ἀπὸ θρασύτητος, ἀλλ' ἀπὸ ζήλου. |
κατὰ τοὺς χρόνους τούτους ἐγένετο βα^σι^λεὺς ὀζίας ὀνόμα^τι^, ὃς μετὰ^ τῆς ἄλλης τῆς βα^σι^λι^κῆς δόξης ἠθέλησε καὶ ἱερωσύνην ἐνδύ_σα^σθαι. | κατὰ τοὺς χρόνους τούτους ἐγένετο βασιλεὺς ὀζίας ὀνόματι, ὃς μετὰ τῆς ἄλλης τῆς βασιλικῆς δόξης ἠθέλησε καὶ ἱερωσύνην ἐνδύσασθαι. |
οἱ ἱ^ερεῖς μὲν τὴν ἀκολουθίαν ᾔδεσα^ν. | οἱ ἱερεῖς μὲν τὴν ἀκολουθίαν ᾔδεσαν. |
βα^σι^λεῖ δὲ ἐπὶ^ πλεῖστον ἀντειπεῖν οὐκ ἠθέλησα^ν· | βασιλεῖ δὲ ἐπὶ πλεῖστον ἀντειπεῖν οὐκ ἠθέλησαν· |
ἠιδέσθησαν τὸ ἀξί^ωμα^, ἐτί_μησα^ν τὸν θρόνον, ἐδυσωπήθησα^ν τὰ^ στρα^τεύμα^τα^. | ἠιδέσθησαν τὸ ἀξίωμα, ἐτίμησαν τὸν θρόνον, ἐδυσωπήθησαν τὰ στρατεύματα. |
ἡσαΐας καὶ αὐτὸς ἐσι^ώπησεν, οὐκ ἀντέστη τῷ βασιλεῖ. | ἡσαΐας καὶ αὐτὸς ἐσιώπησεν, οὐκ ἀντέστη τῷ βασιλεῖ. |
ὡς εἶδεν ὁ θεὸς τοὺς ἱ^ερεῖς φοβηθέντας, τὸν προφήτην ὀκλάσαντα^, καὶ τὸν βα^σι^λέα^ τολμήσαντα^, ἐπέβα^λεν αὐτῷ λέπραν ἐν τῷ προσώπῳ ὡς τολμήσαντι^ ἅψασθαι τῶν ἁ^γί^ων. | ὡς εἶδεν ὁ θεὸς τοὺς ἱερεῖς φοβηθέντας, τὸν προφήτην ὀκλάσαντα, καὶ τὸν βασιλέα τολμήσαντα, ἐπέβαλεν αὐτῷ λέπραν ἐν τῷ προσώπῳ ὡς τολμήσαντι ἅψασθαι τῶν ἁγίων. |
καὶ ἐξεβλήθη λοιπὸν οὐ μόνον τῆς ἱερωσύνης, ἀλλὰ^ καὶ τῆς βα^σι^λεία_ς καὶ δι^έμενε λεπρός. | καὶ ἐξεβλήθη λοιπὸν οὐ μόνον τῆς ἱερωσύνης, ἀλλὰ καὶ τῆς βασιλείας καὶ διέμενε λεπρός. |
ὁ δὲ θεὸς ἐποίησε μὲν τὸ ἴ^δι^ον, ἠγανά^κτει δὲ τοῖς ἱ^ερεῦσι^ καὶ μά^λι^στα^ τῷ προφήτῃ, ὅτι^ πα^ρὼν προέδωκε τὴν εὐσέβεια^ν. | ὁ δὲ θεὸς ἐποίησε μὲν τὸ ἴδιον, ἠγανάκτει δὲ τοῖς ἱερεῦσι καὶ μάλιστα τῷ προφήτῃ, ὅτι παρὼν προέδωκε τὴν εὐσέβειαν. |
ἦν οὖν ὁ θεὸς ἐν παρασιωπήσει πρὸς τὸν προφήτην καὶ οὐ μετέδωκε λόγους, ἕως ἐτελεύτησεν ὁ πα^ρά^νομος. | ἦν οὖν ὁ θεὸς ἐν παρασιωπήσει πρὸς τὸν προφήτην καὶ οὐ μετέδωκε λόγους, ἕως ἐτελεύτησεν ὁ παράνομος. |
ὅτε λοιπὸν ἀ^πέθα^νεν ὁ ἀσεβής, τότε ὁ θεὸς ἀποθέμενος τὴν ἀγανάκτησι^ν, δι^αλλάσσεται τῷ προφήτῃ. | ὅτε λοιπὸν ἀπέθανεν ὁ ἀσεβής, τότε ὁ θεὸς ἀποθέμενος τὴν ἀγανάκτησιν, διαλλάσσεται τῷ προφήτῃ. |
καὶ ἐγένετο ἐν τῷ ἐνι^αυτῷ, ᾧ ἀ^πέθα^νεν ὀζίας ὁ βα^σι^λεύς, εἶδον τὸν κύ_ρι^ον κα^θήμενον ἐπὶ^ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. | καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ, ᾧ ἀπέθανεν ὀζίας ὁ βασιλεύς, εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. |
καὶ δι^ατί θεὸς ἐπεφά_νη ἐπὶ^ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου; | καὶ διατί θεὸς ἐπεφάνη ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου; |
ἐπειδὴ ἀόρα_τός ἐστι^ν ὁ θεός, ὁ δὲ βα^σι^λεὺς ὁρώμενος φόβον ἔσχε, δείκνυ_σι^ τῷ προφήτῃ τὴν οὐρά^νι^ον δόξα^ν, ἵ^να_ πείσῃ αὐτὸν ποίου θρόνου κα^ταφρονήσαντες ποῖον θρόνον ἐτί_μησα^ν, ποία_ν δορυφορίαν οὐρά^νι^ον καὶ ἀγγελι^κὴν μὴ τιμήσαντες μη δὲ ἐννοήσαντες δορυφορίαν ἀ^νθρωπί^νην ἐδυσωπήθησα^ν. | ἐπειδὴ ἀόρατός ἐστιν ὁ θεός, ὁ δὲ βασιλεὺς ὁρώμενος φόβον ἔσχε, δείκνυσι τῷ προφήτῃ τὴν οὐράνιον δόξαν, ἵνα πείσῃ αὐτὸν ποίου θρόνου καταφρονήσαντες ποῖον θρόνον ἐτίμησαν, ποίαν δορυφορίαν οὐράνιον καὶ ἀγγελικὴν μὴ τιμήσαντες μη δὲ ἐννοήσαντες δορυφορίαν ἀνθρωπίνην ἐδυσωπήθησαν. |
καὶ ἦν φησι^ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ, καὶ τὰ^ σεραφὶμ εἱστήκεισα^ν κύκλῳ αὐτοῦ. | καὶ ἦν φησι πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ, καὶ τὰ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ. |
τὰ^ χερουβὶμ θρόνος ἐστί^, τὰ^ σεραφὶμ δορυ^φορία. | τὰ χερουβὶμ θρόνος ἐστί, τὰ σεραφὶμ δορυφορία. |
τὰ^ χερουβὶμ γὰ^ρ οὐδὲν ἄλλο ἑρμηνεύεται ἢ σοφί^α_ πε πληρωμένη. | τὰ χερουβὶμ γὰρ οὐδὲν ἄλλο ἑρμηνεύεται ἢ σοφία πε πληρωμένη. |
ὥσπερ δὲ οὗτος ὁ θρόνος ἢ ἕτερος ἀναπαύει τὸν κα^θήμενον καὶ ἐστι^ τι_μὴ καὶ ἀνάπαυσι^ς, οὕτω καὶ θεοῦ θρόνος σοφί^α_, ἐφ' ᾗ ἐπαναπαύεται θεός. | ὥσπερ δὲ οὗτος ὁ θρόνος ἢ ἕτερος ἀναπαύει τὸν καθήμενον καὶ ἐστι τιμὴ καὶ ἀνάπαυσις, οὕτω καὶ θεοῦ θρόνος σοφία, ἐφ' ᾗ ἐπαναπαύεται θεός. |
ὁ κα^θήμενος ἐπὶ^ τῶν χερουβίμ, ἀντὶ^ τοῦ ὁ ἐπὶ^ τῆς πεπληρωμένης σοφί^α_ς ἐπαναπαυόμενος. | ὁ καθήμενος ἐπὶ τῶν χερουβίμ, ἀντὶ τοῦ ὁ ἐπὶ τῆς πεπληρωμένης σοφίας ἐπαναπαυόμενος. |
διὰ τοῦτο τὰ^ χερουβὶμ πλήρη ὀφθαλμῶν, τὰ^ νῶτα^, τὴν κεφαλήν, τὰ_ς πτέρυ^γα^ς, τοὺς πόδα^ς, τὰ^ στήθη. | διὰ τοῦτο τὰ χερουβὶμ πλήρη ὀφθαλμῶν, τὰ νῶτα, τὴν κεφαλήν, τὰς πτέρυγας, τοὺς πόδας, τὰ στήθη. |
καὶ πά^ντα^ ὀφθαλμῶν ἐπεπλήρωτο, ἐπειδὴ ἡ σοφί^α_ παντα^χόθεν βλέπει, παντα^χόθεν ἠνεῳγμένον ἔχει τὸ ὄμμα^. | καὶ πάντα ὀφθαλμῶν ἐπεπλήρωτο, ἐπειδὴ ἡ σοφία πανταχόθεν βλέπει, πανταχόθεν ἠνεῳγμένον ἔχει τὸ ὄμμα. |
ἕξ φησι^ πτέρυ^γες τῷ ἑνὶ^ καὶ ἕξ πτέρυ^γες τῷ ἑνί. | ἕξ φησι πτέρυγες τῷ ἑνὶ καὶ ἕξ πτέρυγες τῷ ἑνί. |
καὶ ταῖς μὲν δυ^σὶ^ κατεκάλυπτον τὸ πρόσωπον καὶ ταῖς δυ^σὶ^ τοὺς πόδα^ς, ταῖς δὲ δυσὶ^ν ἐπέτοντο. | καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὸ πρόσωπον καὶ ταῖς δυσὶ τοὺς πόδας, ταῖς δὲ δυσὶν ἐπέτοντο. |
καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον· | καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον· |
ἅγι^ος, ἅγι^ος, ἅγι^ος κύ_ρι^ος σαβαώθ, τουτέστι^, κύ_ρι^ος στρα^τι^ῶν. | ἅγιος, ἅγιος, ἅγιος κύριος σαβαώθ, τουτέστι, κύριος στρατιῶν. |
ἓξ πτέρυ^γες τῷ ἑνὶ^ καὶ ἓξ πτέρυ^γες τῷ ἑνί. | ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί. |
ὀκτὼ ἡσυ^χά^ζουσι^ καὶ τέσσα^ρες βοῶσι^. | ὀκτὼ ἡσυχάζουσι καὶ τέσσαρες βοῶσι. |
τί^ οὖν δι^δά^σκει ἡμᾶς ἡ γρα^φή; | τί οὖν διδάσκει ἡμᾶς ἡ γραφή; |
μὴ πάντα κι_νεῖν λογισμὸν περὶ^ θεοῦ, ἀλλὰ^ τὰ^ μὲν σι^ωπῇ κηρύττειν, τὰ^ δὲ πίστει δοξάζειν καὶ θεολογεῖν. | μὴ πάντα κινεῖν λογισμὸν περὶ θεοῦ, ἀλλὰ τὰ μὲν σιωπῇ κηρύττειν, τὰ δὲ πίστει δοξάζειν καὶ θεολογεῖν. |
διὰ τί δὲ σκεπάζουσι^ τοὺς πόδα^ς καὶ τὴν κεφαλήν; | διὰ τί δὲ σκεπάζουσι τοὺς πόδας καὶ τὴν κεφαλήν; |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.