macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἐπειδὴ οὔ τε ἀρχὴ εὑρίσκεται οὔ τε τέλος. | ἐπειδὴ οὔ τε ἀρχὴ εὑρίσκεται οὔ τε τέλος. |
ταῖς δὲ δυ^σὶ^ κα^λύ^πτουσι^ τὴν κεφα^λὴν, ταῖς δυ^σὶ^ τοὺς πόδα^ς· | ταῖς δὲ δυσὶ καλύπτουσι τὴν κεφαλὴν, ταῖς δυσὶ τοὺς πόδας· |
δηλονότι ταῖς μέσαις πτέρυ^ξι^ πέτονται, οὐ ταῖς ἄ^νω, οὐ ταῖς κά^τω. | δηλονότι ταῖς μέσαις πτέρυξι πέτονται, οὐ ταῖς ἄνω, οὐ ταῖς κάτω. |
δεῖ γὰ^ρ ἡμᾶς περὶ^ θεοῦ λαλοῦντα^ς τὰ^ μέσα_ λα^λεῖν· | δεῖ γὰρ ἡμᾶς περὶ θεοῦ λαλοῦντας τὰ μέσα λαλεῖν· |
ὅτι^ θεός, ὅτι^ δημιουργός, ὅτι^ δεσπότης, ὅτι^ εὐεργέτης. | ὅτι θεός, ὅτι δημιουργός, ὅτι δεσπότης, ὅτι εὐεργέτης. |
ταῦτα πάντα μέσα_. | ταῦτα πάντα μέσα. |
ἐὰ^ν εἴπῃς πῶς ἐγέννησε, τὴν κεφα^λὴν ἐγύμνωσα^ς, ἣν σκέπει τὰ^ χερουβίμ. | ἐὰν εἴπῃς πῶς ἐγέννησε, τὴν κεφαλὴν ἐγύμνωσας, ἣν σκέπει τὰ χερουβίμ. |
ἐὰν δὲ εἴπῃς ποῦ τὸ τέλος τοῦ θεοῦ, τοὺς πόδα^ς γυμνοῖς, οὓς σκέπει τὰ^ χερουβίμ. | ἐὰν δὲ εἴπῃς ποῦ τὸ τέλος τοῦ θεοῦ, τοὺς πόδας γυμνοῖς, οὓς σκέπει τὰ χερουβίμ. |
σκέπει δὲ τὴν κεφα^λὴν καὶ τοὺς πόδα^ς, οὐχ ἵ^να_ κρύψῃ, ἀλλ' ἵ^να_ δι^δά^ξῃ, ὅτι^ ἀνεξερεύνητα^, ὅτι^ ἀ^κα^τά^ληπτα^. | σκέπει δὲ τὴν κεφαλὴν καὶ τοὺς πόδας, οὐχ ἵνα κρύψῃ, ἀλλ' ἵνα διδάξῃ, ὅτι ἀνεξερεύνητα, ὅτι ἀκατάληπτα. |
λάβε καὶ τὸν τύ^πον. | λάβε καὶ τὸν τύπον. |
ἦσαν ἓξ καὶ ἕξ, δώδεκα^ πτέρυ^γες· | ἦσαν ἓξ καὶ ἕξ, δώδεκα πτέρυγες· |
ὀκτὼ ἡσυ^χά^ζουσι^ καὶ τέσσα^ρες κι_νοῦνται. | ὀκτὼ ἡσυχάζουσι καὶ τέσσαρες κινοῦνται. |
τύπος τῶν ἀ^ποστόλων. | τύπος τῶν ἀποστόλων. |
δώδεκα ἀ^πόστολοι, ἀλλὰ τέσσα^ρες βοῶσι^ν εὐαγγελισταί. | δώδεκα ἀπόστολοι, ἀλλὰ τέσσαρες βοῶσιν εὐαγγελισταί. |
καὶ τί βοῶσι^ν; | καὶ τί βοῶσιν; |
ἣν ἐσπούδα^σεν ὁ σατανᾶ_ς ἀνα^τρέψαι φωνήν. | ἣν ἐσπούδασεν ὁ σατανᾶς ἀνατρέψαι φωνήν. |
πρόσεχε, πα^ρα^κα^λῶ. | πρόσεχε, παρακαλῶ. |
οὐχ ἁπλῶς ἔλεγον ὡς ἡμεῖς ἅγι^ος, ἅγι^ος, ἅγι^ος, ἀλλὰ εἷς τῷ ἑνὶ ἀντέβαλλον, καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον. | οὐχ ἁπλῶς ἔλεγον ὡς ἡμεῖς ἅγιος, ἅγιος, ἅγιος, ἀλλὰ εἷς τῷ ἑνὶ ἀντέβαλλον, καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον. |
ἅγι^ος, φησί^ν, ἅ^παξ ὀφείλομεν εἰπεῖν. | ἅγιος, φησίν, ἅπαξ ὀφείλομεν εἰπεῖν. |
ὁ ἄλλος λέγει· | ὁ ἄλλος λέγει· |
ἅγι^ος. | ἅγιος. |
εἶτα ὁ ἕτερος, πρόσθες τὸ τρί^τον ἅγι^ος. | εἶτα ὁ ἕτερος, πρόσθες τὸ τρίτον ἅγιος. |
ἐπεῖ οὖν τρί^α^ ἠριθμήσα^μεν, μὴ νομί^σῃς εἶναι τρεῖς θεούς. | ἐπεῖ οὖν τρία ἠριθμήσαμεν, μὴ νομίσῃς εἶναι τρεῖς θεούς. |
τί οὖν ἅγι^ος, ἅγι^ος, ἅγιος κύ_ρι^ος; | τί οὖν ἅγιος, ἅγιος, ἅγιος κύριος; |
εἷς γὰ^ρ κύ_ρι^ος, μί^α^ πί^στι_ς, ἓν βάπτισμα^. | εἷς γὰρ κύριος, μία πίστις, ἓν βάπτισμα. |
καὶ ὥσπερ ἐν ταῖς ψαλμῳδίαις ἀντιπέμπουσι^ν ἀλλήλοις τὰ^ μέλη, οὕτως αἱ ἄ^νω δυ^νά^μεις ἀντιχορεύουσι^ν ἀλλήλαις καὶ ὥσπερ ἐξ ἀντιφώνου μελῳδί^α_ς ἀναπέμπουσι^ τὴν δοξολογίαν. | καὶ ὥσπερ ἐν ταῖς ψαλμῳδίαις ἀντιπέμπουσιν ἀλλήλοις τὰ μέλη, οὕτως αἱ ἄνω δυνάμεις ἀντιχορεύουσιν ἀλλήλαις καὶ ὥσπερ ἐξ ἀντιφώνου μελῳδίας ἀναπέμπουσι τὴν δοξολογίαν. |
πλήρης φησὶ^ν ὁ οἶκος τῆς δόξης αὐτοῦ. | πλήρης φησὶν ὁ οἶκος τῆς δόξης αὐτοῦ. |
καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀ^πὸ τῆς κραυγῆς ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐπληρώθη καπνοῦ. | καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς κραυγῆς ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐπληρώθη καπνοῦ. |
ξένον πρᾶγμα^. | ξένον πρᾶγμα. |
ἀ^πὸ τῆς δοξολογί^α_ς, δέον προστεθῆναι δόξα^ν, καὶ ἡ οὖσα^ ἀ^πώλετο καὶ καπνὸς εἰσῆλθε. | ἀπὸ τῆς δοξολογίας, δέον προστεθῆναι δόξαν, καὶ ἡ οὖσα ἀπώλετο καὶ καπνὸς εἰσῆλθε. |
καπνὸς δὲ ἐρημία_ς ἐστὶ^ν εἰκών. | καπνὸς δὲ ἐρημίας ἐστὶν εἰκών. |
τί οὖν ἐστι^ τοῦτο; | τί οὖν ἐστι τοῦτο; |
προῄδει τὸ πνεῦμα^ τὸ ἅ^γι^ον, ὅτι^ τὸ ἅγιος, ἅγιος, ἅγιος ἥρμοσται τῷ κόσμῳ, τῷ κηρύγμα^τι^ τῶν ἀ^ποστόλων, καὶ οὐ δέχεται αὐτὸ ὁ να_ὸς τῶν ἰουδαίων. | προῄδει τὸ πνεῦμα τὸ ἅγιον, ὅτι τὸ ἅγιος, ἅγιος, ἅγιος ἥρμοσται τῷ κόσμῳ, τῷ κηρύγματι τῶν ἀποστόλων, καὶ οὐ δέχεται αὐτὸ ὁ ναὸς τῶν ἰουδαίων. |
λέγει οὖν, ὅτι μετὰ τὸ κήρυγμα^ τοῦ εὐαγγελί^ου ἐρημία_ς καὶ καπνοῦ πληροῦται ἡ συ^να^γωγή. | λέγει οὖν, ὅτι μετὰ τὸ κήρυγμα τοῦ εὐαγγελίου ἐρημίας καὶ καπνοῦ πληροῦται ἡ συναγωγή. |
ἐπήρθη δὲ οὐχ ἡ θύ^ρα_, ἀλλὰ τὸ ὑπέρθυρον. | ἐπήρθη δὲ οὐχ ἡ θύρα, ἀλλὰ τὸ ὑπέρθυρον. |
πρόσ εχε. | πρόσ εχε. |
πᾶσα^ θύ^ρα_ οὐδὸν ὑ^ποκείμενον ἔχει καὶ ὑπέρθυρον ἐπικείμενον ταῖς παραστά^σι^. | πᾶσα θύρα οὐδὸν ὑποκείμενον ἔχει καὶ ὑπέρθυρον ἐπικείμενον ταῖς παραστάσι. |
καὶ οὔ τε στῆναι δύ^να^νται παραστά^δες μὴ ἔχουσαι οὐδὸν οὐ δὲ στηριχθῆναι ἀσά^λευτοι δύ^να^νται μὴ λα^βοῦσαι τὸ ὑπέρθυρον. | καὶ οὔ τε στῆναι δύνανται παραστάδες μὴ ἔχουσαι οὐδὸν οὐ δὲ στηριχθῆναι ἀσάλευτοι δύνανται μὴ λαβοῦσαι τὸ ὑπέρθυρον. |
ἐπήρθη οὖν τῆς συ^ναγωγῆς τὸ ἄ^νω σχῆμα^. | ἐπήρθη οὖν τῆς συναγωγῆς τὸ ἄνω σχῆμα. |
οὐχ ὅλη μὲν ἡ συ^να^γωγή, θύ^ρα_ς μὲν ἔχουσα^, ὑπέρθυρον δὲ οὐκ ἔχουσα^. | οὐχ ὅλη μὲν ἡ συναγωγή, θύρας μὲν ἔχουσα, ὑπέρθυρον δὲ οὐκ ἔχουσα. |
τὸ ὑπέρθυρόν ἐστι^ν ἡ ἄνω κρα^τοῦσα^ δύ^να^μι^ς. | τὸ ὑπέρθυρόν ἐστιν ἡ ἄνω κρατοῦσα δύναμις. |
ἐπήρθη τὸ ὑπέρθυρον, ἐγυμνώθη τῆς χά^ρι^τος. | ἐπήρθη τὸ ὑπέρθυρον, ἐγυμνώθη τῆς χάριτος. |
ἀφ' οὗ τὸ ὑπέρθυρον ἐπήρθη, ἀ^νάγκη τὰ_ς παραστά^δα^ς καὶ ὑ^πὸ τῆς τυ^χούσης χειρὸς σα^λεύεσθαι. | ἀφ' οὗ τὸ ὑπέρθυρον ἐπήρθη, ἀνάγκη τὰς παραστάδας καὶ ὑπὸ τῆς τυχούσης χειρὸς σαλεύεσθαι. |
διὰ τοῦτο πᾶσα^ χεὶρ σα^λεύει τὰ^ ἰουδακά. | διὰ τοῦτο πᾶσα χεὶρ σαλεύει τὰ ἰουδακά. |
καὶ θήσω τὴν ἱερουσαλὴμ ὡς πρόθυ^ρα^ σαλευόμενα^. | καὶ θήσω τὴν ἱερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα. |
καὶ ὁ οἶκός φησι^ν ἐπληρώθη καπνοῦ. | καὶ ὁ οἶκός φησιν ἐπληρώθη καπνοῦ. |
καὶ ποῦ ἡ δόξα_ ἀ^πῆλθε; | καὶ ποῦ ἡ δόξα ἀπῆλθε; |
πρόσεχε, πα^ρα^κα^λῶ. | πρόσεχε, παρακαλῶ. |
καὶ πλήρης τῆς δόξης ὁ οἶκος αὐτοῦ. | καὶ πλήρης τῆς δόξης ὁ οἶκος αὐτοῦ. |
ἐπλήσθη καπνοῦ. | ἐπλήσθη καπνοῦ. |
εἰσελθόντος τοίνυ^ν τοῦ καπνοῦ, ἀ^νάγκῃ ἡ δόξα_ μετετέθη. | εἰσελθόντος τοίνυν τοῦ καπνοῦ, ἀνάγκῃ ἡ δόξα μετετέθη. |
καὶ ποῦ μετετέθη; | καὶ ποῦ μετετέθη; |
οὐκ ἐν ἑνὶ οἴκῳ, ἀλλ' ἐπλήρωσε τὰ_ς ἐκκλησί^α_ς ἀ^νὰ^ πᾶσα^ν τὴν οἰκουμένην. | οὐκ ἐν ἑνὶ οἴκῳ, ἀλλ' ἐπλήρωσε τὰς ἐκκλησίας ἀνὰ πᾶσαν τὴν οἰκουμένην. |
καὶ ἵ^να_ δείξῃ τὰ χερουβίμ, ποῦ ἀ^πῆλθεν ἡ δόξα_ ἡ ἐν τῷ να_ῷ, πλήρης πᾶσα^ ἡ γῆ τῆς δόξης αὐτοῦ. | καὶ ἵνα δείξῃ τὰ χερουβίμ, ποῦ ἀπῆλθεν ἡ δόξα ἡ ἐν τῷ ναῷ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. |
ἐγυμνώθη ἓν ἔθνος καὶ ἐφωτίσθη τὰ πέρα^τα^ τῆς γῆς. | ἐγυμνώθη ἓν ἔθνος καὶ ἐφωτίσθη τὰ πέρατα τῆς γῆς. |
ταύτην τὴν ἁγί^α_ν φωνὴν κυ_ρί^ου, τὴν βα^σι^λι^κὴν δοξολογίαν, ταύτην τὴν ἔνθεον μυσταγωγίαν ἔλεγε διαβολι^κὸν στόμα^, περίελε ἀ^πὸ τοῦ θυσιαστηρί^ου. | ταύτην τὴν ἁγίαν φωνὴν κυρίου, τὴν βασιλικὴν δοξολογίαν, ταύτην τὴν ἔνθεον μυσταγωγίαν ἔλεγε διαβολικὸν στόμα, περίελε ἀπὸ τοῦ θυσιαστηρίου. |
ὅτι δὲ κατ' αὐτοῦ τοῦ χριστοῦ χωρεῖ ἡ βλα^σφημί^α_, δήλη ἡ μα^ρτυ^ρί^α_. | ὅτι δὲ κατ' αὐτοῦ τοῦ χριστοῦ χωρεῖ ἡ βλασφημία, δήλη ἡ μαρτυρία. |
τίνα εἶδεν ἡσαΐας ἐν τῷ θρόνῳ; | τίνα εἶδεν ἡσαΐας ἐν τῷ θρόνῳ; |
ἤκουσα φωνὴν κυ_ρί^ου λέγοντος· | ἤκουσα φωνὴν κυρίου λέγοντος· |
τίνα ἀποστείλω; | τίνα ἀποστείλω; |
καὶ τίς πορεύσεται πρὸς τὸν λα_ὸν τοῦτον; | καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; |
κατηλλάγη μὲν τῷ δούλῳ, ἀκμὴν δὲ ἔφερεν ἀγανακτήσεως. | κατηλλάγη μὲν τῷ δούλῳ, ἀκμὴν δὲ ἔφερεν ἀγανακτήσεως. |
ὥσπερ ἡμεῖς ἐὰν δι^αλλαγῶμεν οἰκέτῃ, οὐκ εὐθέως αὐτῷ τὸ ὅλον ὄμμα^ χα^ρι^ζόμεθα^, ἀλλὰ ἠρέμα^ ὑποκλέπτομεν τὴν ὄψι^ν· | ὥσπερ ἡμεῖς ἐὰν διαλλαγῶμεν οἰκέτῃ, οὐκ εὐθέως αὐτῷ τὸ ὅλον ὄμμα χαριζόμεθα, ἀλλὰ ἠρέμα ὑποκλέπτομεν τὴν ὄψιν· |
οὕτως ὁ θεὸς μὴ θέλων δεῖξαι ὅλον τὸ πρόσωπον, ἑστῶτος αὐτοῦ λέγει· | οὕτως ὁ θεὸς μὴ θέλων δεῖξαι ὅλον τὸ πρόσωπον, ἑστῶτος αὐτοῦ λέγει· |
τίνα ἀποστείλω; | τίνα ἀποστείλω; |
ὥσπερ ἐὰν ὦσι^ δοῦλοι ἑστῶτες ἐπὶ^ δεσπότου καὶ θέλῃ αὐτῶν μέμψασθαι τὴν ῥᾳθυμίαν, λέγει· | ὥσπερ ἐὰν ὦσι δοῦλοι ἑστῶτες ἐπὶ δεσπότου καὶ θέλῃ αὐτῶν μέμψασθαι τὴν ῥᾳθυμίαν, λέγει· |
τίνα ἀποστείλω; | τίνα ἀποστείλω; |
εἰς τήνδε τὴν χρεία_ν οὐκ ἔχω ἄνθρωπον. | εἰς τήνδε τὴν χρείαν οὐκ ἔχω ἄνθρωπον. |
οὐχ ὡς μὴ ἔχων, ἀλλ' ὡς σπουδαῖον μὴ ἔχων. | οὐχ ὡς μὴ ἔχων, ἀλλ' ὡς σπουδαῖον μὴ ἔχων. |
οὕτω καὶ ὁ θεός· | οὕτω καὶ ὁ θεός· |
τίνα ἀποστείλω ἀντὶ^ τούτου; | τίνα ἀποστείλω ἀντὶ τούτου; |
τὸν σιωπήσαντα^, τὸν πολεμοῦντα^ τὴν ἱερωσύνην; | τὸν σιωπήσαντα, τὸν πολεμοῦντα τὴν ἱερωσύνην; |
τί οὖν ἡσαΐας; | τί οὖν ἡσαΐας; |
ὡς οἰκέτης ἐν προσκρούσει γενόμενος, καὶ δηχθεὶς καὶ σπεύδων ὑ^πὲρ τῶν πρώτων ἀπολογήσασθαι· | ὡς οἰκέτης ἐν προσκρούσει γενόμενος, καὶ δηχθεὶς καὶ σπεύδων ὑπὲρ τῶν πρώτων ἀπολογήσασθαι· |
ἰδοὺ ἐγώ, ἀπόστειλόν με. | ἰδοὺ ἐγώ, ἀπόστειλόν με. |
πόθεν οὖν δείξωμεν, ὅτι χριστοῦ ἦν ἡ δόξα_; | πόθεν οὖν δείξωμεν, ὅτι χριστοῦ ἦν ἡ δόξα; |
τοιαῦτα δὲ σημεῖα^ πεποιηκότος τοῦ ἰησοῦ, οὐκ ἐπί^στευσα^ν αὐτῷ ἰουδαῖοι, ἵ^να_ πληρωθῇ τὸ ῥηθὲν διὰ ἡσαΐου· | τοιαῦτα δὲ σημεῖα πεποιηκότος τοῦ ἰησοῦ, οὐκ ἐπίστευσαν αὐτῷ ἰουδαῖοι, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ ἡσαΐου· |
ἀκοῇ ἀ^κούσετε, καὶ οὐ μὴ συ^νῆτε. | ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε. |
ταῦτα δὲ εἶπεν, ὅτε εἶδεν τὴν δόξα^ν αὐτοῦ, καὶ ἐλά^λησε περὶ^ αὐτοῦ. | ταῦτα δὲ εἶπεν, ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησε περὶ αὐτοῦ. |
εἶδες τὸ κεφά^λαιον ἡμῶν τῆς σωτηρί^α_ς τὸν ἁγιασμόν; | εἶδες τὸ κεφάλαιον ἡμῶν τῆς σωτηρίας τὸν ἁγιασμόν; |
ἁγιασμὸς ἐὰν μὴ γένηται, οὐ δὲ τὸ μυστήριον τελεῖται. | ἁγιασμὸς ἐὰν μὴ γένηται, οὐ δὲ τὸ μυστήριον τελεῖται. |
ἔχεις τὴν εἰκόνα^. | ἔχεις τὴν εἰκόνα. |
μόνον εἶπε τὰ χερουβίμ. | μόνον εἶπε τὰ χερουβίμ. |
ἅγιος, ἅγιος, ἅγιος κύ_ρι^ος. | ἅγιος, ἅγιος, ἅγιος κύριος. |
ἡγιάσθη ἡ θυ^σί^α_. | ἡγιάσθη ἡ θυσία. |
καὶ ἀπεστά^λη φησὶ^ πρός με ἓν τῶν χερουβίμ, καὶ ἐν τῇ χειρὶ^ αὐτοῦ εἶχεν ἄνθρακα^, ὃν τῇ λαβί^δι^ ἔλα^βεν ἀπὸ τοῦ θυσιαστηρί^ου. | καὶ ἀπεστάλη φησὶ πρός με ἓν τῶν χερουβίμ, καὶ ἐν τῇ χειρὶ αὐτοῦ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου. |
μὴ ἔλα^βεν, ἕως οὗ ἡγιάσθη. | μὴ ἔλαβεν, ἕως οὗ ἡγιάσθη. |
ἥψατό φησι^ τῶν χειλέων μου. | ἥψατό φησι τῶν χειλέων μου. |
διὰ τί τῶν χειλέων; | διὰ τί τῶν χειλέων; |
τὰ πρόθυ^ρα^ τῶν μυ^στηρί^ων. | τὰ πρόθυρα τῶν μυστηρίων. |
τί λέγομεν οἱ πιστοί; | τί λέγομεν οἱ πιστοί; |
τοῦτο τὸ μυστήριον ἀ^φί_ησι^ν ἁ^μαρτί^α_ς. | τοῦτο τὸ μυστήριον ἀφίησιν ἁμαρτίας. |
λέγει καὶ τὰ χερουβίμ· | λέγει καὶ τὰ χερουβίμ· |
ἰδοὺ ἀ^φῄρηκα τὰ_ς ἁ^μαρτί^α_ς σου. | ἰδοὺ ἀφῄρηκα τὰς ἁμαρτίας σου. |
εἶδες τὸν τύ^πον; | εἶδες τὸν τύπον; |
εἶδες τὴν ἀ^λήθεια^ν λάμπουσα^ν; | εἶδες τὴν ἀλήθειαν λάμπουσαν; |
αὐτὸν τοίνυ^ν τὸν ἐπὶ^ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου μὴ διαλείπωμεν ἁγι^άζοντες. | αὐτὸν τοίνυν τὸν ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου μὴ διαλείπωμεν ἁγιάζοντες. |
εὐχαριστήσωμεν δὲ καὶ ὑπὲρ τῆς ψυχῆς τῆς δελεασθείσης, ἣν ἥρπα^σεν ὁ λύ^κος καὶ ἀπέσπασεν ὁ ποιμὴν καὶ ἥρπα^σεν ὁ δι^ά^βολος καὶ ἀ^φείλατο ὁ φι^λάνθρωπος, ἵνα πᾶν στόμα^ αἱρετι^κὸν καὶ πᾶσα γλῶσσα^ μαινομένη βλασφημίαν ὑμνήσῃ πα^τέρα^ καὶ υἱὸν καὶ ἅ^γι^ον πνεῦμα^ εἰς τοὺς αἰῶνα^ς. | εὐχαριστήσωμεν δὲ καὶ ὑπὲρ τῆς ψυχῆς τῆς δελεασθείσης, ἣν ἥρπασεν ὁ λύκος καὶ ἀπέσπασεν ὁ ποιμὴν καὶ ἥρπασεν ὁ διάβολος καὶ ἀφείλατο ὁ φιλάνθρωπος, ἵνα πᾶν στόμα αἱρετικὸν καὶ πᾶσα γλῶσσα μαινομένη βλασφημίαν ὑμνήσῃ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα εἰς τοὺς αἰῶνας. |
ἀμήν. | ἀμήν. |
ὁ μὲν τοῦ κόσμου τεχνίτης ἡλί^ῳ καὶ σελήνῃ καὶ ἄστροις τὸν οὐρα^νὸν ἐκαλλώπισε καὶ τὴν γῆν ἄ^νθεσι^ καὶ φυ^τοῖς ἐστεφά^νωσε καὶ πᾶσα^ν τὴν κτίσιν δι^α^φόρως ἐποίκιλλεν. | ὁ μὲν τοῦ κόσμου τεχνίτης ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις τὸν οὐρανὸν ἐκαλλώπισε καὶ τὴν γῆν ἄνθεσι καὶ φυτοῖς ἐστεφάνωσε καὶ πᾶσαν τὴν κτίσιν διαφόρως ἐποίκιλλεν. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.