macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἡμᾶς δὲ δεῖ τὸν τῆς δημιουργία_ς λόγον ἀναλαβόντας θαυμάζειν μὲν τὰ^ γεγενημένα_, προσκυ^νεῖν δὲ τὸν τεχνίτην.
ἡμᾶς δὲ δεῖ τὸν τῆς δημιουργίας λόγον ἀναλαβόντας θαυμάζειν μὲν τὰ γεγενημένα, προσκυνεῖν δὲ τὸν τεχνίτην.
οὐ γὰ^ρ ἐγρά^φη ταῦτα^, ἵ^να_ μά^θωμεν ὅτι^ γέγονε μόνον, ἀλλὰ^ καὶ θαυμά^σωμεν τὸν ποιήσα^ντα^.
οὐ γὰρ ἐγράφη ταῦτα, ἵνα μάθωμεν ὅτι γέγονε μόνον, ἀλλὰ καὶ θαυμάσωμεν τὸν ποιήσαντα.
εἴρηται ὅτι^ τῇ πρώτῃ τὰ_ς ὕ_λα_ς τῶν κτι^σμά^των πα^ρήγα^γε, τῇ δευτέρᾳ πῶς τὸ στερέωμα^ ἐξ ἠραιωμένης φύ^σεως τῶν ὑ^δά^των συ^νεστήσα^το καὶ δι^ὰ^ τοῦτο στερέωμα^ ἐκλήθη.
εἴρηται ὅτι τῇ πρώτῃ τὰς ὕλας τῶν κτισμάτων παρήγαγε, τῇ δευτέρᾳ πῶς τὸ στερέωμα ἐξ ἠραιωμένης φύσεως τῶν ὑδάτων συνεστήσατο καὶ διὰ τοῦτο στερέωμα ἐκλήθη.
δι^ὰ^ τοῦτο δὲ καὶ ὁ χριστὸς τὴν οἰκουμένην πᾶσα^ν ἐξηραιωμένην καὶ κεχαυνωμένην, δι^α^φόροις πολυθέου πλά^νης ὕ_λαις ἐσκορπισμένην συ^νήγα^γε καὶ μί^α^ν ἐποίησε πίστι^ν καὶ κα^τὰ^ τὸ στερέωμα^ τῆς εἰς τὸν χριστὸν πίστεως.
διὰ τοῦτο δὲ καὶ ὁ χριστὸς τὴν οἰκουμένην πᾶσαν ἐξηραιωμένην καὶ κεχαυνωμένην, διαφόροις πολυθέου πλάνης ὕλαις ἐσκορπισμένην συνήγαγε καὶ μίαν ἐποίησε πίστιν καὶ κατὰ τὸ στερέωμα τῆς εἰς τὸν χριστὸν πίστεως.
ἐμερίσθη τοίνυ^ν ἡ ἄβυσσος καὶ ἦν τὸ μεῖνα^ν κά^τω ὕ^δωρ ἄβυσσος καὶ τὸ ὑψωθὲν ἄ^νω ἄβυσσος.
ἐμερίσθη τοίνυν ἡ ἄβυσσος καὶ ἦν τὸ μεῖναν κάτω ὕδωρ ἄβυσσος καὶ τὸ ὑψωθὲν ἄνω ἄβυσσος.
πόθεν τοῦτο;
πόθεν τοῦτο;
ἄβυσσος ἄβυσσον ἐπι^καλεῖται εἰς φωνὴν τῶν κα^τα^ρα_κτῶν σου.
ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρακτῶν σου.
ἐμερίσθη τοίνυ^ν ἡ ἄβυσσος καὶ ἐγένετο στερέωμα^.
ἐμερίσθη τοίνυν ἡ ἄβυσσος καὶ ἐγένετο στερέωμα.
λοιπὸν ἡ γῆ ἐκεκάλυπτο ὕ^δα^τι^.
λοιπὸν ἡ γῆ ἐκεκάλυπτο ὕδατι.
καὶ εἶπέ φησι^ν ὁ θεός·
καὶ εἶπέ φησιν ὁ θεός·
συναχθήτω τὸ ὕ^δωρ τὸ ὑποκάτω τοῦ οὐρα^νοῦ εἰς συ^ναγωγὴν μί^α^ν, καὶ ὀφθήτω ἡ ξηρά.
συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά.
ἐπειδὴ πά^ντα^ βούλονται οἱ ἄθλι^οι τῶν αἱρετι^κῶν παῖδες καὶ τρόπον ἐρευνῶσι^ν ἀ^κα^τα^λήπτου φύ^σεως, εἴπωσι^ πῶς συ^νήχθη τὸ ὕ^δωρ καὶ ποῦ συ^νήχθη ἢ συ^ναχθὲν ποῦ ἐχώρησεν.
ἐπειδὴ πάντα βούλονται οἱ ἄθλιοι τῶν αἱρετικῶν παῖδες καὶ τρόπον ἐρευνῶσιν ἀκαταλήπτου φύσεως, εἴπωσι πῶς συνήχθη τὸ ὕδωρ καὶ ποῦ συνήχθη ἢ συναχθὲν ποῦ ἐχώρησεν.
οὐ γὰ^ρ ἀκολουθεῖν δεῖ, καθ' ὑ_μᾶς, ἁπλῶς ταῖς φωναῖς, ἀλλὰ^ ζητεῖν τὰ^ πρά_γμα^τα^.
οὐ γὰρ ἀκολουθεῖν δεῖ, καθ' ὑμᾶς, ἁπλῶς ταῖς φωναῖς, ἀλλὰ ζητεῖν τὰ πράγματα.
εἶπεν ὁ θεός·
εἶπεν ὁ θεός·
συναχθήτω τὸ ὕ^δωρ.
συναχθήτω τὸ ὕδωρ.
ποῦ συ^νήχθη;
ποῦ συνήχθη;
εἰς τὴν θά^λα^σσα^ν.
εἰς τὴν θάλασσαν.
οὐ γὰ^ρ ἦν τότε πεπληρωμένη ἡ θά^λασσα^;
οὐ γὰρ ἦν τότε πεπληρωμένη ἡ θάλασσα;
ἡ γῆ ἐπεπλήρωτο, πάντως καὶ ἡ θά^λασσα^.
ἡ γῆ ἐπεπλήρωτο, πάντως καὶ ἡ θάλασσα.
ποῦ οὖν συ^νήχθη;
ποῦ οὖν συνήχθη;
οἱ τὰ^ ἐν ποσὶ^ καὶ ὁρώμενα^ μὴ δυ^νά^μενοι κα^τα^λα^βεῖν, πολυπραγμονοῦσι^ βυ^θὸν ἀνεξιχνίαστον καὶ ἄβυσσον θεότητος ἀ^κα^τά^ληπτον καὶ οὐκ ἐντρέπει αὐτοὺς ἡ θά^λασσα^ ἀ^κα^τά^ληπτος οὖσα^ ἐρευνᾶν περὶ^ τοῦ τεχνί^του.
οἱ τὰ ἐν ποσὶ καὶ ὁρώμενα μὴ δυνάμενοι καταλαβεῖν, πολυπραγμονοῦσι βυθὸν ἀνεξιχνίαστον καὶ ἄβυσσον θεότητος ἀκατάληπτον καὶ οὐκ ἐντρέπει αὐτοὺς ἡ θάλασσα ἀκατάληπτος οὖσα ἐρευνᾶν περὶ τοῦ τεχνίτου.
δι^ὰ^ τοῦτο καὶ πρὸς αἱρετι^κοὺς λεγέτω ὁ προφήτης.
διὰ τοῦτο καὶ πρὸς αἱρετικοὺς λεγέτω ὁ προφήτης.
αἰσχυνθήτωσαν αἱρετι^κοί, εἶπεν ἡ θά^λασσα^, ὥσπερ εἶπεν·
αἰσχυνθήτωσαν αἱρετικοί, εἶπεν ἡ θάλασσα, ὥσπερ εἶπεν·
αἰσχύνθητι σιδών, εἶπεν ἡ θά^λασσα^.
αἰσχύνθητι σιδών, εἶπεν ἡ θάλασσα.
ποῦ οὖν συ^νήχθη τὰ^ ὕ^δα^τα^, ἄ^κουε.
ποῦ οὖν συνήχθη τὰ ὕδατα, ἄκουε.
ὅτε τὴν γῆν ἐποίησεν ὁ θεός, οὐδέπω ἦν τὰ^ κοιλώμα^τα^ τῶν ὀρέων, ἀλλ' ἅ^μα^ εἶπε συναχθήτω τὸ ὕ^δωρ καὶ ἐρρά^γη ἡ γῆ καὶ κόλπους ἐποίησε.
ὅτε τὴν γῆν ἐποίησεν ὁ θεός, οὐδέπω ἦν τὰ κοιλώματα τῶν ὀρέων, ἀλλ' ἅμα εἶπε συναχθήτω τὸ ὕδωρ καὶ ἐρράγη ἡ γῆ καὶ κόλπους ἐποίησε.
μα^ρτυ^ρεῖ τῷ πράγμα^τι^, ὅτι^ γῆ ἐστι^ν ἡ σχισθεῖσα^, αἱ νῆσοι, τὰ^ ὄρη μετα^ξύ^.
μαρτυρεῖ τῷ πράγματι, ὅτι γῆ ἐστιν ἡ σχισθεῖσα, αἱ νῆσοι, τὰ ὄρη μεταξύ.
καὶ δι^ὰ^ τοῦτο κατέλιπεν ὁ θεὸς τὰ_ς νήσους καὶ τὰ^ ὄρη, ἵ^να_ μά^θῃς, ὅτι^ ἀπ' ἀρχῆς συ^νῆπτο.
καὶ διὰ τοῦτο κατέλιπεν ὁ θεὸς τὰς νήσους καὶ τὰ ὄρη, ἵνα μάθῃς, ὅτι ἀπ' ἀρχῆς συνῆπτο.
θεοῦ δὲ λόγος αὐτὰ^ ἔρρηξεν.
θεοῦ δὲ λόγος αὐτὰ ἔρρηξεν.
συναχθήτω τὸ ὕ^δωρ, ἐγυμνώθη ἡ γῆ.
συναχθήτω τὸ ὕδωρ, ἐγυμνώθη ἡ γῆ.
δεῖ δὲ εἰδέναι, ὅτι^ ὁ θεὸς τὴν γῆν τὴν σήμερον οὕτω κα^λουμένην οὔ τε γῆν ἐποίησεν οὔ τε ὄνομα^ αὐτῇ τοιοῦτον ἔδωκεν·
δεῖ δὲ εἰδέναι, ὅτι ὁ θεὸς τὴν γῆν τὴν σήμερον οὕτω καλουμένην οὔ τε γῆν ἐποίησεν οὔ τε ὄνομα αὐτῇ τοιοῦτον ἔδωκεν·
ἀλλ' ἦν τὸ ὄνομα^ τῆς κοσμοποιία_ς ἀπ' ἀρχῆς ἡ ξηρά, ὅτι^ αὐτοῦ ἐστι^ν ἡ θά^λασσα^ καὶ αὐτὸς ἐποίησεν αὐτὴν καὶ τὴν ξηρὰ_ν αἱ χεῖρες αὐτοῦ ἔπλα^σα^ν.
ἀλλ' ἦν τὸ ὄνομα τῆς κοσμοποιίας ἀπ' ἀρχῆς ἡ ξηρά, ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα καὶ αὐτὸς ἐποίησεν αὐτὴν καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.
ξηρὰ ἐγένετο, ἐπεκλήθη δὲ γῆ, ὥσπερ τοῦτο τὸ στερέωμα^ ἐγένετο, ἐπεκλήθη δὲ οὐρα^νός.
ξηρὰ ἐγένετο, ἐπεκλήθη δὲ γῆ, ὥσπερ τοῦτο τὸ στερέωμα ἐγένετο, ἐπεκλήθη δὲ οὐρανός.
χωρισθέντων τοίνυ^ν τῶν ὑ^δά^των προῆλθεν ἡ ξηρὰ ὄψι^ν ἔχουσα^ γῆς μεμεθυσμένης.
χωρισθέντων τοίνυν τῶν ὑδάτων προῆλθεν ἡ ξηρὰ ὄψιν ἔχουσα γῆς μεμεθυσμένης.
νεωστὶ γὰ^ρ ὑπεχώρησα^ν τὰ^ ὕ^δα^τα^.
νεωστὶ γὰρ ὑπεχώρησαν τὰ ὕδατα.
ὡς οὖν ἐγυμνώθη ἡ γῆ, κελεύει ὁ δημιουργός·
ὡς οὖν ἐγυμνώθη ἡ γῆ, κελεύει ὁ δημιουργός·
βλαστησά^τω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα^ κα^τὰ^ γένος καὶ καθ' ὁμοιότητα^, καὶ ξύ^λον κάρπιμον, οὗ τὸ σπέρμα^ αὐτοῦ ἐν αὐτῷ κα^τὰ^ γένος καὶ καθ' ὁμοιότητα^.
βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα, καὶ ξύλον κάρπιμον, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος καὶ καθ' ὁμοιότητα.
οὐδὲ τοῦτο αἰσχύ_νει τοὺς αἱρετι^κούς.
οὐδὲ τοῦτο αἰσχύνει τοὺς αἱρετικούς.
βοτά^νη καὶ ξύ^λα^ καὶ χόρτος γεννᾷ καθ' ὁμοιότητα^ καὶ ὁ θεὸς ἀ^νόμοιον ἐγέννησε;
βοτάνη καὶ ξύλα καὶ χόρτος γεννᾷ καθ' ὁμοιότητα καὶ ὁ θεὸς ἀνόμοιον ἐγέννησε;
καὶ ὅτε τὰ^ τετρά^ποδα^ πά^λι^ν καὶ τὰ^ ἑρπετὰ^ καὶ πετεινὰ^ ἐγένετο, λέγει ὁ θεός·
καὶ ὅτε τὰ τετράποδα πάλιν καὶ τὰ ἑρπετὰ καὶ πετεινὰ ἐγένετο, λέγει ὁ θεός·
ἐξα^γα^γέτω τὰ^ ὕ^δα^τα^ ἑρπετὰ^ ψυ_χῶν ζωσῶν καὶ πετεινὰ^ πετόμενα^ ἐπὶ^ τῆς γῆς κα^τὰ^ γένος.
ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ γένος.
τὰ^ θηρί^α^, τὰ^ ἑρπετά^, τὰ^ πετεινά^, τὰ^ νηκτά^, ἡ βοτάνη, ὁ χόρτος, τὰ^ ξύ^λα^ κα^τὰ^ γένος καὶ καθ' ὁμοιότητα^ γεννᾷ καὶ μόνος ὁ θεὸς ἀ^νόμοιον ἐγέννησεν;
τὰ θηρία, τὰ ἑρπετά, τὰ πετεινά, τὰ νηκτά, ἡ βοτάνη, ὁ χόρτος, τὰ ξύλα κατὰ γένος καὶ καθ' ὁμοιότητα γεννᾷ καὶ μόνος ὁ θεὸς ἀνόμοιον ἐγέννησεν;
καὶ ἡμᾶς μὲν δημι^ουργῶν ὁ θεὸς εἶπε·
καὶ ἡμᾶς μὲν δημιουργῶν ὁ θεὸς εἶπε·
ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα^ ἡμετέρα_ν καὶ ὁμοίωσι^ν.
ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν.
τὸ ἔργον καθ' ὁμοίωσι^ν καὶ ὁ τεχνίτης ἀ^νόμοιος;
τὸ ἔργον καθ' ὁμοίωσιν καὶ ὁ τεχνίτης ἀνόμοιος;
ἀλλ' ὅρα_ τὸ θαυμαστόν.
ἀλλ' ὅρα τὸ θαυμαστόν.
πολλάκις γὰ^ρ ἡ αἱρετι^κὴ κα^κί^α_ εὑρίσκει φωλεόν·
πολλάκις γὰρ ἡ αἱρετικὴ κακία εὑρίσκει φωλεόν·
ἐὰ^ν οὕτω φησὶ^ν εἴπῃς τὸν υἱὸν καθ' ὁμοίωσι^ν, ὡς καὶ ἡμᾶς, δεχόμεθα^.
ἐὰν οὕτω φησὶν εἴπῃς τὸν υἱὸν καθ' ὁμοίωσιν, ὡς καὶ ἡμᾶς, δεχόμεθα.
ἄλλο γὰ^ρ φύ^σεως ὁμοιότης, ἄλλο χά^ρι^τος.
ἄλλο γὰρ φύσεως ὁμοιότης, ἄλλο χάριτος.
ἡμεῖς καθ' ὁμοίωσι^ν, ἐκεῖνος ὁμοίωσι^ς.
ἡμεῖς καθ' ὁμοίωσιν, ἐκεῖνος ὁμοίωσις.
ὁ γὰ^ρ ἑωρα_κὼς ἐμέ, ἑώρα_κε τὸν πα^τέρα^·
ὁ γὰρ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα·
ἡμεῖς δὲ καθ' ὁμοίωσι^ν.
ἡμεῖς δὲ καθ' ὁμοίωσιν.
δεῖ δὲ τοὺς δούλους τοῦ θεοῦ ἐρωτᾶν τὰ_ς δι^α^φορὰ_ς τῶν λέξεων.
δεῖ δὲ τοὺς δούλους τοῦ θεοῦ ἐρωτᾶν τὰς διαφορὰς τῶν λέξεων.
βλαστησά^τω ἡ γῆ βοτάνην χόρτου καὶ ξύ^λον κάρπιμον ποιοῦν καρπόν.
βλαστησάτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν.
ἐξα^γα^γέτω ἡ γῆ τετρά^ποδα^ καὶ θηρί^α^.
ἐξαγαγέτω ἡ γῆ τετράποδα καὶ θηρία.
δι^ὰ^ τί^ ἐκεῖ βλαστησάτω καὶ ὧδε ἐξαγαγέτω;
διὰ τί ἐκεῖ βλαστησάτω καὶ ὧδε ἐξαγαγέτω;
τὰ^ βλαστήμα^τα^ καὶ τὰ^ ξύ^λα^ καὶ οἱ καρποὶ κατ' ἐνι^αυτὸν βλα^στά^νουσι^ν.
τὰ βλαστήματα καὶ τὰ ξύλα καὶ οἱ καρποὶ κατ' ἐνιαυτὸν βλαστάνουσιν.
ἐπειδὴ οὖν ἔμελλε τὰ^ ὕ^δα^τα^ πα^ρα^μένειν τῇ γῇ καὶ πάντως ἐξ αὐτῆς προέρχεσθαι, δι^ὰ^ τοῦτο βλαστησάτω.
ἐπειδὴ οὖν ἔμελλε τὰ ὕδατα παραμένειν τῇ γῇ καὶ πάντως ἐξ αὐτῆς προέρχεσθαι, διὰ τοῦτο βλαστησάτω.
τὰ^ μέντοι ζῷα^ δι^ὰ^ τοῦτο ἐξαγαγέτω, ἐπειδὴ ἅ^παξ ἀ^πὸ γῆς γεννηθέντα^, οὐκέτι^ πά^λι^ν ἀ^πὸ γῆς, ἀλλ' ἀ^πὸ τῶν διαδοχῶν τίκτονται.
τὰ μέντοι ζῷα διὰ τοῦτο ἐξαγαγέτω, ἐπειδὴ ἅπαξ ἀπὸ γῆς γεννηθέντα, οὐκέτι πάλιν ἀπὸ γῆς, ἀλλ' ἀπὸ τῶν διαδοχῶν τίκτονται.
ἐγένετο οὕτως.
ἐγένετο οὕτως.
ἔδραμεν εἰς ἔργον ὁ λόγος, ἐκοσμήθη ἡ γῆ.
ἔδραμεν εἰς ἔργον ὁ λόγος, ἐκοσμήθη ἡ γῆ.
ἔδει λοιπὸν κοσμηθῆναι καὶ τὸν οὐρα^νόν.
ἔδει λοιπὸν κοσμηθῆναι καὶ τὸν οὐρανόν.
δι^ὰ^ τί^ δὲ προγενεστέρα_ν ποιεῖ τὴν διακόσμησι^ν τῆς γῆς τοῦ οὐρα^νοῦ;
διὰ τί δὲ προγενεστέραν ποιεῖ τὴν διακόσμησιν τῆς γῆς τοῦ οὐρανοῦ;
δι^ὰ^ τὴν μέλλουσα^ν ἀνακύ^πτειν πολύθεον πλάνην περὶ^ ἥλι^ον καὶ σελήνην καὶ ἄ^στρα^.
διὰ τὴν μέλλουσαν ἀνακύπτειν πολύθεον πλάνην περὶ ἥλιον καὶ σελήνην καὶ ἄστρα.
εἶπεν ὁ θεός·
εἶπεν ὁ θεός·
γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώμα^τι^ τοῦ οὐρα^νοῦ.
γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ.
τῇ πρώτῃ ἡμέρᾳ δι^ατί οὐκ ἐποίησεν ἥλι^ον καὶ σελήνην;
τῇ πρώτῃ ἡμέρᾳ διατί οὐκ ἐποίησεν ἥλιον καὶ σελήνην;
ἐπειδὴ οὐδέπω ἦν τὸ στερέωμα^ γενόμενον, ἐν ᾧ ἔμελλε πεπῆχθαι.
ἐπειδὴ οὐδέπω ἦν τὸ στερέωμα γενόμενον, ἐν ᾧ ἔμελλε πεπῆχθαι.
καὶ οὐ δι^ὰ^ τοῦτο μόνον, ἀλλ' ἐπειδὴ οὐδέπω ἦσα^ν καρποὶ οἱ ὑ^φείλοντες θάλπεσθαι.
καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλ' ἐπειδὴ οὐδέπω ἦσαν καρποὶ οἱ ὑφείλοντες θάλπεσθαι.
τῇ γὰ^ρ τρί^τῃ ἐβλάστησα^ν οἱ καρποί.
τῇ γὰρ τρίτῃ ἐβλάστησαν οἱ καρποί.
καὶ ἵ^να_ μὴ νομισθῇ πά^λι^ν, ὅτι^ τῇ φύ^σει τοῦ ἡλί^ου ἐβλάστησα^ν, ὅτε ἀ^πηρτίσθη ἡ δημιουργία, τότε λοιπὸν ποιεῖ ὁ θεὸς ἥλι^ον, σελήνην, ἄ^στρα^.
καὶ ἵνα μὴ νομισθῇ πάλιν, ὅτι τῇ φύσει τοῦ ἡλίου ἐβλάστησαν, ὅτε ἀπηρτίσθη ἡ δημιουργία, τότε λοιπὸν ποιεῖ ὁ θεὸς ἥλιον, σελήνην, ἄστρα.
πόθεν τὰ^ αὐτὰ^ ἐποίησεν;
πόθεν τὰ αὐτὰ ἐποίησεν;
εἴρηται γά^ρ, ὅτι^ τῇ πρώτῃ ἡμέρᾳ ἐκ μὴ ὄντων ἐποίησε τὰ^ πά^ντα^, ταῖς δὲ ἄλλαις ἐξ ὄντων.
εἴρηται γάρ, ὅτι τῇ πρώτῃ ἡμέρᾳ ἐκ μὴ ὄντων ἐποίησε τὰ πάντα, ταῖς δὲ ἄλλαις ἐξ ὄντων.
πόθεν οὖν ὁ ἥλι^ος;
πόθεν οὖν ὁ ἥλιος;
ἐκ τοῦ γενομένου φωτὸς τῇ πρώτῃ ἡμέρᾳ, ὃ μετέβα^λεν ὡς ἠθέλησεν ὁ τεχνίτης, καὶ εἰς δι^α^φόρους μετεσκεύασεν ὄψεις, ἐκεῖ τὴν ὕ_λην τοῦ φωτός, ὧδε τοὺς ἀ^στέρα^ς.
ἐκ τοῦ γενομένου φωτὸς τῇ πρώτῃ ἡμέρᾳ, ὃ μετέβαλεν ὡς ἠθέλησεν ὁ τεχνίτης, καὶ εἰς διαφόρους μετεσκεύασεν ὄψεις, ἐκεῖ τὴν ὕλην τοῦ φωτός, ὧδε τοὺς ἀστέρας.
ὡς εἴ τι^ς προβάλοιτο μᾶζα^ν χρυ_σοῦ καὶ μετὰ^ ταῦτα^ νομί^σμα^τα^ κατακόψας, οὕτω διαθείη τοῦ φωτὸς τὴν διακόσμησι^ν.
ὡς εἴ τις προβάλοιτο μᾶζαν χρυσοῦ καὶ μετὰ ταῦτα νομίσματα κατακόψας, οὕτω διαθείη τοῦ φωτὸς τὴν διακόσμησιν.
ὥσπερ γὰ^ρ τὴν ἄβυσσον τότε ἓν ὕ^δωρ ὑ^πά^ρχουσα^ν ἐμέρισεν εἰς τὰ_ς θα^λά^σσα_ς, εἰς ποτα^μούς, εἰς πηγά_ς, εἰς λί^μνα_ς, εἰς φρέα_τα^, οὕτω καὶ τὸ φῶς ἓν ὑ^πά^ρχον, μονοειδές, κατατεμὼν ὁ τεχνίτης, ἐμέρισεν εἰς ἥλι^ον καὶ σελήνην καὶ ἄ^στρα^.
ὥσπερ γὰρ τὴν ἄβυσσον τότε ἓν ὕδωρ ὑπάρχουσαν ἐμέρισεν εἰς τὰς θαλάσσας, εἰς ποταμούς, εἰς πηγάς, εἰς λίμνας, εἰς φρέατα, οὕτω καὶ τὸ φῶς ἓν ὑπάρχον, μονοειδές, κατατεμὼν ὁ τεχνίτης, ἐμέρισεν εἰς ἥλιον καὶ σελήνην καὶ ἄστρα.
θέλω δὲ ζητῆσαι, πῶς ἐποίησεν ὁ θεὸς τοὺς φωστῆρα^ς.
θέλω δὲ ζητῆσαι, πῶς ἐποίησεν ὁ θεὸς τοὺς φωστῆρας.
φαίνεται γὰ^ρ ποιήσα_ς αὐτοὺς ἔξω τοῦ οὐρα^νοῦ καὶ τότε πήξα_ς ἄ^νω.
φαίνεται γὰρ ποιήσας αὐτοὺς ἔξω τοῦ οὐρανοῦ καὶ τότε πήξας ἄνω.
ὥσπερ τεχνίτης, ἐπειδὰ^ν ἀ^παρτίσῃ εἰκόνα^, τότε πήγνυ_σι^ν αὐτὴν ἐν τοίχῳ, οὕτως ὁ θεὸς πρῶτον ἐποίησε τοὺς φωστῆρα^ς ἔξω τοῦ οὐρα^νοῦ καὶ τότε ἔπηξεν ἄ^νω ὥσπερ τεχνίτης, καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύ^ο φωστῆρα^ς, καὶ ἔθετο αὐτοὺς ἐν τῷ οὐρα^νῷ.
ὥσπερ τεχνίτης, ἐπειδὰν ἀπαρτίσῃ εἰκόνα, τότε πήγνυσιν αὐτὴν ἐν τοίχῳ, οὕτως ὁ θεὸς πρῶτον ἐποίησε τοὺς φωστῆρας ἔξω τοῦ οὐρανοῦ καὶ τότε ἔπηξεν ἄνω ὥσπερ τεχνίτης, καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας, καὶ ἔθετο αὐτοὺς ἐν τῷ οὐρανῷ.
πῶς οὖν αὐτοὺς ἔπηξεν;
πῶς οὖν αὐτοὺς ἔπηξεν;
ἆρα μὴ ὁμοῦ ἦσα^ν οἱ δύ^ο πεπηγμένοι;
ἆρα μὴ ὁμοῦ ἦσαν οἱ δύο πεπηγμένοι;
οὐκ ἔχει λόγον.
οὐκ ἔχει λόγον.
ἀλλὰ^ τί^;
ἀλλὰ τί;
κα^τὰ^ τὴν φωνὴν αὐτοῦ τοῦ θεοῦ ἡ πῆξι^ς.
κατὰ τὴν φωνὴν αὐτοῦ τοῦ θεοῦ ἡ πῆξις.
ἔθετό φησι^ν ὁ θεὸς τοὺς φωστῆρα^ς, τὸν φωστῆρα^ τὸν μέγα^ν εἰς ἀ^ρχὰ_ς τῆς ἡμέρα_ς καὶ τὸν φωστῆρα^ τὸν ἐλάσσω εἰς ἀ^ρχὰ_ς τῆς νυκτός.
ἔθετό φησιν ὁ θεὸς τοὺς φωστῆρας, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός.
ὅτε ὁ ἥλι^ος ἐπά^γη εἰς ἀνατολήν, ἐπά^γη ἡ σελήνη εἰς δύσιν·
ὅτε ὁ ἥλιος ἐπάγη εἰς ἀνατολήν, ἐπάγη ἡ σελήνη εἰς δύσιν·
ἐπειδὴ ἐκείνη μὲν ἄρχειν τῆς νυκτὸς ἐκελεύσθη, ὁ δὲ τῆς ἡμέρα_ς.
ἐπειδὴ ἐκείνη μὲν ἄρχειν τῆς νυκτὸς ἐκελεύσθη, ὁ δὲ τῆς ἡμέρας.
ἐγένετο οὖν ἡ σελήνη καὶ γεννᾶται τῇ πρώτῃ ἡμέρᾳ πανσέληνος.
ἐγένετο οὖν ἡ σελήνη καὶ γεννᾶται τῇ πρώτῃ ἡμέρᾳ πανσέληνος.
οὐ γὰ^ρ ἔδει ἠκρωτηριάσθαι τὸ ἔργον εὐθέως, ἀλλ' ἔδει δειχθῆναι τὸν φωστῆρα^ οἷος ἐγένετο.
οὐ γὰρ ἔδει ἠκρωτηριάσθαι τὸ ἔργον εὐθέως, ἀλλ' ἔδει δειχθῆναι τὸν φωστῆρα οἷος ἐγένετο.
μετὰ^ δὲ ταῦτα^ τῇ ἀλλοιώσει ἔδειξε χρόνους καὶ καιροὺς καὶ δι^α^φορὰ_ς ἡμερῶν.
μετὰ δὲ ταῦτα τῇ ἀλλοιώσει ἔδειξε χρόνους καὶ καιροὺς καὶ διαφορὰς ἡμερῶν.
ποιεῖ οὖν αὐτὴν ὁ θεὸς ὡς πεντεκαιδεκαταίαν πεπληρωμένην.
ποιεῖ οὖν αὐτὴν ὁ θεὸς ὡς πεντεκαιδεκαταίαν πεπληρωμένην.
ὁ ἥλι^ος ἀνέτελλεν ὄρθρου·
ὁ ἥλιος ἀνέτελλεν ὄρθρου·
ὅτε γὰ^ρ ἐπά^γη ἡ σελήνη ἐν τῷ ὄρθρῳ, ἐφαίνετο πρὸς δύσιν.
ὅτε γὰρ ἐπάγη ἡ σελήνη ἐν τῷ ὄρθρῳ, ἐφαίνετο πρὸς δύσιν.
ὡς οὖν ἔτρεχεν ὁ ἥλι^ος τὸν ἴ^δι^ον δρόμον πρὸς δύσιν, ἡ σελήνη ἤρχετο εὐθέως τοῦ ἀνα^τέλλειν, ἵ^να_ πληρωθῇ τὸ ἀρχέτωσα^ν τῆς ἡμέρα_ς καὶ τῆς νυκτός.
ὡς οὖν ἔτρεχεν ὁ ἥλιος τὸν ἴδιον δρόμον πρὸς δύσιν, ἡ σελήνη ἤρχετο εὐθέως τοῦ ἀνατέλλειν, ἵνα πληρωθῇ τὸ ἀρχέτωσαν τῆς ἡμέρας καὶ τῆς νυκτός.
λοιπὸν ζήτημα^·
λοιπὸν ζήτημα·
δι^ὰ^ τί^ ὁ θεὸς πεπληρωμένην ἐποίησε τὴν σελήνην;
διὰ τί ὁ θεὸς πεπληρωμένην ἐποίησε τὴν σελήνην;
πρόσεχε.
πρόσεχε.
τὸ γὰ^ρ νόημα^ βαθύ.
τὸ γὰρ νόημα βαθύ.
ἐχρῆν αὐτὴν τῇ τετάρτῃ ἡμέρᾳ γεναμένην, ὡς τεταρταίαν φαίνεσθαι.
ἐχρῆν αὐτὴν τῇ τετάρτῃ ἡμέρᾳ γεναμένην, ὡς τεταρταίαν φαίνεσθαι.