macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
τίσι; | τίσι; |
τοῖς ἕλλησι· | τοῖς ἕλλησι· |
θεοί, οἳ τὸν οὐρα^νὸν καὶ τὴν γῆν οὐκ ἐποίησα^ν, ἀ^πολέσθωσα^ν ἐκ τῆς γῆς. | θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἐκ τῆς γῆς. |
κύριος, ὃς ἐποίησε τὸν οὐρα^νὸν ἐν συ^νέσει, αὐτὸς θεὸς ζῶν καὶ ἀ^ληθι^νός. | κύριος, ὃς ἐποίησε τὸν οὐρανὸν ἐν συνέσει, αὐτὸς θεὸς ζῶν καὶ ἀληθινός. |
εἰ ἀ^ληθι^νός ἐστι^ν ὁ θεὸς ὁ ποιήσα_ς τὸν οὐρα^νόν, ὁμολογοῦσι^ δὲ καὶ οἱ αἱρετι^κοί, ὅτι^ ὁ υἱός ἐστι^ν ὁ ποιήσα_ς τὸν οὐρα^νὸν καὶ τὴν γῆν, ποία_ μάχη, ἵ^να_ γι^νώσκωσί^ σε τὸν μόνον ἀ^ληθι^νὸν θεὸν καὶ ὃν ἔπεμψα^ς ἰησοῦν χριστόν; | εἰ ἀληθινός ἐστιν ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανόν, ὁμολογοῦσι δὲ καὶ οἱ αἱρετικοί, ὅτι ὁ υἱός ἐστιν ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, ποία μάχη, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἔπεμψας ἰησοῦν χριστόν; |
ὅτε ὁ σωτὴρ ἢ διὰ τῶν προφητῶν ἢ δι' αὐτοῦ ταῦτα ἔλεγεν, οὐ πρὸς ἀν τιπαράθεσι^ν αὐτοῦ ταῦτα ἔλεγεν· | ὅτε ὁ σωτὴρ ἢ διὰ τῶν προφητῶν ἢ δι' αὐτοῦ ταῦτα ἔλεγεν, οὐ πρὸς ἀν τιπαράθεσιν αὐτοῦ ταῦτα ἔλεγεν· |
ἵ^να_ γι^νώσκωσί^ σε τὸν μόνον θεόν, ἀλλὰ^ πρὸς ἀντιδιαστολὴν τῶν ψευδωνύ^μων. | ἵνα γινώσκωσί σε τὸν μόνον θεόν, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῶν ψευδωνύμων. |
ἐπεστρέψατε ἀ^πὸ τῶν εἰδώλων, δουλεύειν θεῷ ζῶντι^ καὶ ἀ^ληθι^νῷ. | ἐπεστρέψατε ἀπὸ τῶν εἰδώλων, δουλεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ. |
ἀληθινὸν κα^λεῖ, ἵ^να_ τοὺς ψευδωνύ^μους ἐλέγξῃ, ζῶντα^, ἵ^να_ τὰ^ νεκρὰ^ εἴδωλα^ στηλιτεύσῃ. | ἀληθινὸν καλεῖ, ἵνα τοὺς ψευδωνύμους ἐλέγξῃ, ζῶντα, ἵνα τὰ νεκρὰ εἴδωλα στηλιτεύσῃ. |
ἐγὼ μὲν νομίζω, μᾶλλον δὲ πιστεύω, ὅτι^ ἀγανακτοῦσι^ καθ' ἡμῶν οἱ νεκροί, ἐὰν ἀ^κούσωσι^ν, ὅτι^ τὰ^ εἴδωλα^ νεκρὰ^ κα^λοῦμεν. | ἐγὼ μὲν νομίζω, μᾶλλον δὲ πιστεύω, ὅτι ἀγανακτοῦσι καθ' ἡμῶν οἱ νεκροί, ἐὰν ἀκούσωσιν, ὅτι τὰ εἴδωλα νεκρὰ καλοῦμεν. |
ὑβρίζετε γὰ^ρ ἡμῶν τὴν τάξι^ν, φησί^ν. | ὑβρίζετε γὰρ ἡμῶν τὴν τάξιν, φησίν. |
ἡμεῖς νεκροὶ κα^λούμεθα^ οἱ ποτὲ ζήσαντες· | ἡμεῖς νεκροὶ καλούμεθα οἱ ποτὲ ζήσαντες· |
οἱ μηδέποτε ζήσαντες δι^ατί νεκροὶ κα^λοῦνται; | οἱ μηδέποτε ζήσαντες διατί νεκροὶ καλοῦνται; |
θεοὶ οἳ τὸν οὐρα^νὸν καὶ τὴν γῆν οὐκ ἐποίησα^ν, ἀ^πολέσθωσα^ν. | θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν. |
κύριος, ὃς ἐποίησε τοὺς οὐρανοὺς ἐν συ^νέσει, αὐτὸς ζῶν θεὸς καὶ ἀ^ληθι^νός. | κύριος, ὃς ἐποίησε τοὺς οὐρανοὺς ἐν συνέσει, αὐτὸς ζῶν θεὸς καὶ ἀληθινός. |
τίς ὁ ζῶν; | τίς ὁ ζῶν; |
ὁ ποιήσα_ς τὸν οὐρα^νόν. | ὁ ποιήσας τὸν οὐρανόν. |
μὴ ἑστήκα_σι^ τῶν αἱρετι^κῶν οἱ ὅροι; | μὴ ἑστήκασι τῶν αἱρετικῶν οἱ ὅροι; |
οὐ πίπτει αὐτῶν ἡ ἀσέβεια^; | οὐ πίπτει αὐτῶν ἡ ἀσέβεια; |
οὐκ ἐλέγχεται ἡ θεοσέβεια^; | οὐκ ἐλέγχεται ἡ θεοσέβεια; |
οὐ δι^α^λύ_εται ἡ σκαιωρία; | οὐ διαλύεται ἡ σκαιωρία; |
τὰ^ ἔργα^ τοῦ ποιητοῦ κα^τα^λα^βεῖν οὐκ ἰσχύ_εις καὶ τὸν τεχνίτην περι^εργάζῃ καὶ ἐξιχνεύεις; | τὰ ἔργα τοῦ ποιητοῦ καταλαβεῖν οὐκ ἰσχύεις καὶ τὸν τεχνίτην περιεργάζῃ καὶ ἐξιχνεύεις; |
ὡς ἐμεγαλύνθη τὰ^ ἔργα^ σου, κύ_ρι^ε. | ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, κύριε. |
πά^ντα^ ἐν σοφί^ᾳ ἐποίησα^ς. | πάντα ἐν σοφίᾳ ἐποίησας. |
προφῆται τὰ^ ἔργα^ μεγαλύνουσι^ν, αἱρετι^κοὶ τὸν τεχνίτην σμικρύνουσι^ν. | προφῆται τὰ ἔργα μεγαλύνουσιν, αἱρετικοὶ τὸν τεχνίτην σμικρύνουσιν. |
ὁ μέγα^ς τῇ βουλῇ καὶ δυ^να^τὸς τοῖς ἔργοις, ὁ τὸν οὐρα^νὸν πήξα_ς ἐξ ὑ^δά^των. | ὁ μέγας τῇ βουλῇ καὶ δυνατὸς τοῖς ἔργοις, ὁ τὸν οὐρανὸν πήξας ἐξ ὑδάτων. |
οὐ γὰ^ρ ἀφί^στα^μαι τοῦ θαύμα^τος. | οὐ γὰρ ἀφίσταμαι τοῦ θαύματος. |
ἐξ ὑ^δά^των πέπηκται καὶ ὕ^δωρ φέρει· | ἐξ ὑδάτων πέπηκται καὶ ὕδωρ φέρει· |
ἀ^πὸ ὑ^δά^των ἐπά^γη καὶ ἄβυσσον βαστάζει· | ἀπὸ ὑδάτων ἐπάγη καὶ ἄβυσσον βαστάζει· |
ὅλως δὲ ἔχεται ὑποδείγμα^τος, τὸ κα^κὸν τοῦτο θαῦμα^ λέγω. | ὅλως δὲ ἔχεται ὑποδείγματος, τὸ κακὸν τοῦτο θαῦμα λέγω. |
εἶδες πλά^κα^ς ἀ^πὸ ὕ^δα^τος βασταζομένας καὶ ἄ^νωθεν χιόνα φερούσα_ς; | εἶδες πλάκας ἀπὸ ὕδατος βασταζομένας καὶ ἄνωθεν χιόνα φερούσας; |
χειμὼν εἰργά^σα^το. | χειμὼν εἰργάσατο. |
θεὸς οὐκ ἐργάζεται; | θεὸς οὐκ ἐργάζεται; |
ἐποίησε τὸν οὐρα^νὸν οὐχ ὡς σφαῖρα^ν, ὡς φι^λοσοφοῦσι^ν οἱ μα^ταιολόγοι. | ἐποίησε τὸν οὐρανὸν οὐχ ὡς σφαῖραν, ὡς φιλοσοφοῦσιν οἱ ματαιολόγοι. |
οὐ γὰ^ρ ἐποίησε σφαῖρα^ν κυλιομένην, ἀλλ' ὥς φησι^ν ὁ προφήτης, ὁ ἥλι^ος πῶς τρέχει; | οὐ γὰρ ἐποίησε σφαῖραν κυλιομένην, ἀλλ' ὥς φησιν ὁ προφήτης, ὁ ἥλιος πῶς τρέχει; |
ὁ στεγάσας τὸν οὐρα^νὸν ὡς καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνήν. | ὁ στεγάσας τὸν οὐρανὸν ὡς καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνήν. |
οὐδεὶς ἡμῶν οὕτως ἀσεβὴς ὥστε πεισθῆναι τοῖς μα^ταιολόγοις. | οὐδεὶς ἡμῶν οὕτως ἀσεβὴς ὥστε πεισθῆναι τοῖς ματαιολόγοις. |
οἱ προφῆται λέγουσιν, ὅτι^ ἀρχὴν ἔχει καὶ τέλος ὁ οὐρα^νός. | οἱ προφῆται λέγουσιν, ὅτι ἀρχὴν ἔχει καὶ τέλος ὁ οὐρανός. |
διὰ τοῦτο καὶ ὁ ἥλι^ος οὐκ ἀ^να^βαίνει, ἀλλ' ἐξέρχεται. | διὰ τοῦτο καὶ ὁ ἥλιος οὐκ ἀναβαίνει, ἀλλ' ἐξέρχεται. |
ὁ ἥλι^ος ἐξῆλθεν ἐπὶ^ τὴν γῆν καὶ λὼτ εἰσῆλθεν εἰς σηγώρ. | ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν καὶ λὼτ εἰσῆλθεν εἰς σηγώρ. |
ὥστε δῆλον, ὅτι^ ἐξῆλθεν ὁ ἥλι^ος κα^τὰ^ τὴν γραφὴν καὶ οὐκ ἀ^νῆλθεν. | ὥστε δῆλον, ὅτι ἐξῆλθεν ὁ ἥλιος κατὰ τὴν γραφὴν καὶ οὐκ ἀνῆλθεν. |
καὶ πά^λι^ν ἀπ' ἄκρου φησὶ^ τοῦ οὐρα^νοῦ ἡ ἔξοδος αὐτοῦ, οὐκ ἄνοδος. | καὶ πάλιν ἀπ' ἄκρου φησὶ τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, οὐκ ἄνοδος. |
εἰ σφαῖρά^ ἐστι^ν, ἄκρον οὐκ ἔχει. | εἰ σφαῖρά ἐστιν, ἄκρον οὐκ ἔχει. |
τὸ γὰ^ρ παντα^χόθεν περιφερές, ποῦ ἔχει τὸ ἄκρον; | τὸ γὰρ πανταχόθεν περιφερές, ποῦ ἔχει τὸ ἄκρον; |
ἆρα οὖν ὁ δαυὶδ μόνος λέγει ἢ καὶ ὅτα^ν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος καὶ φωνῆς μεγά^λης, καὶ συ^νάξουσι^ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἀπ' ἄκρου τοῦ οὐρα^νοῦ ἕως ἄκρου τοῦ οὐρα^νοῦ. | ἆρα οὖν ὁ δαυὶδ μόνος λέγει ἢ καὶ ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος καὶ φωνῆς μεγάλης, καὶ συνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ. |
ζητοῦμεν δέ, ποῦ δύ_νει ὁ ἥλι^ος καὶ ποῦ τρέχει τὴν νύκτα^. | ζητοῦμεν δέ, ποῦ δύνει ὁ ἥλιος καὶ ποῦ τρέχει τὴν νύκτα. |
κα^τὰ^ τοὺς ἔξω ὑ^πὸ τὴν γῆν· | κατὰ τοὺς ἔξω ὑπὸ τὴν γῆν· |
καθ' ἡμᾶς δὲ τοὺς σκηνὴν αὐτὸν λέγοντα^ς τί^; | καθ' ἡμᾶς δὲ τοὺς σκηνὴν αὐτὸν λέγοντας τί; |
πρόσεχε, πα^ρα^κα^λῶ, εἰ μὴ διαψεύδεται τὸ ῥῆμα^. | πρόσεχε, παρακαλῶ, εἰ μὴ διαψεύδεται τὸ ῥῆμα. |
ἀλλ' εἰ ἔχεις σφραγῖδα^ μεμαρτυρημένην ὑ^πὸ τῆς ἀ^ληθεία_ς, συντρέχει τῇ φρά^σει καὶ ὁ τόπος. | ἀλλ' εἰ ἔχεις σφραγῖδα μεμαρτυρημένην ὑπὸ τῆς ἀληθείας, συντρέχει τῇ φράσει καὶ ὁ τόπος. |
νόμισον εἶναι καμάραν ἐπικειμένην. | νόμισον εἶναι καμάραν ἐπικειμένην. |
ἡ ἀνατολὴ ἐκεῖ ἐστι^ κα^τὰ^ τὸν τύ^πον, ἄρκτος ὧδε, μεσημβρί^α_ ἐκεῖ, δύ^σις ἐκεῖ. | ἡ ἀνατολὴ ἐκεῖ ἐστι κατὰ τὸν τύπον, ἄρκτος ὧδε, μεσημβρία ἐκεῖ, δύσις ἐκεῖ. |
ἥλι^ος ἀνα^τέλλων καὶ μέλλων δύ_νειν, οὐχ ὑ^πὸ γῆν δύ_νει, ἀλλ' ἐξελθὼν τὰ^ πέρα^τα^ τοῦ οὐρα^νοῦ, τρέχει εἰς τὰ^ βορρινὰ^ μέρη, ὥσπερ ὑ^πό τι^να^ τοῖχον κρυπτόμενος μὴ συγχωρούντων τῶν ὑ^δά^των φα^νῆναι αὐτοῦ τὸν δρόμον καὶ τρέχει κα^τὰ^ βορρινὰ^ μέρη καὶ κα^τα^λα^μβά^νει τὴν ἀνατολήν. | ἥλιος ἀνατέλλων καὶ μέλλων δύνειν, οὐχ ὑπὸ γῆν δύνει, ἀλλ' ἐξελθὼν τὰ πέρατα τοῦ οὐρανοῦ, τρέχει εἰς τὰ βορρινὰ μέρη, ὥσπερ ὑπό τινα τοῖχον κρυπτόμενος μὴ συγχωρούντων τῶν ὑδάτων φανῆναι αὐτοῦ τὸν δρόμον καὶ τρέχει κατὰ βορρινὰ μέρη καὶ καταλαμβάνει τὴν ἀνατολήν. |
καὶ πόθεν τοῦτο δῆλον; | καὶ πόθεν τοῦτο δῆλον; |
ἀνα^τέλλει φησὶ^ν ὁ ἥλι^ος καὶ δύ_νει ὁ ἥλι^ος. | ἀνατέλλει φησὶν ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος. |
ἀνατέλλων πορεύεται εἰς δύσιν καὶ κυκλοῖ πρὸς βορρᾶν· | ἀνατέλλων πορεύεται εἰς δύσιν καὶ κυκλοῖ πρὸς βορρᾶν· |
κυκλοῖ κυκλῶν καὶ εἰς τὸν τόπον αὐτοῦ ἀνα^τέλλει. | κυκλοῖ κυκλῶν καὶ εἰς τὸν τόπον αὐτοῦ ἀνατέλλει. |
κατὰ μεσημβρίαν τρέχοντα^ καὶ τὸν βορρᾶν κυκλοῦντα^ λοιπὸν μά^θε ἐν τῇ τοῦ χειμῶνος καταστάσει· | κατὰ μεσημβρίαν τρέχοντα καὶ τὸν βορρᾶν κυκλοῦντα λοιπὸν μάθε ἐν τῇ τοῦ χειμῶνος καταστάσει· |
ἐπειδὴ οὐκ ἀ^πὸ μέσης τῆς ἀνατολῆς ἀνατέλλει, ἀλλὰ^ περὶ τὸ κλί^μα^ τῆς μεσημβρί^α_ς πλαγιά^ζει καὶ ὀλί^γον τεμὼν δι^ά^στημα^ ποιεῖ μι_κρὰ_ν ἡμέρα_ν. | ἐπειδὴ οὐκ ἀπὸ μέσης τῆς ἀνατολῆς ἀνατέλλει, ἀλλὰ περὶ τὸ κλίμα τῆς μεσημβρίας πλαγιάζει καὶ ὀλίγον τεμὼν διάστημα ποιεῖ μικρὰν ἡμέραν. |
δύσας δὲ καὶ πά^λι^ν κύκλον τρέχων ποιεῖ μα^κρὰ_ν νύκτα^. | δύσας δὲ καὶ πάλιν κύκλον τρέχων ποιεῖ μακρὰν νύκτα. |
ἴσμεν, ἀ^δελφοί, ὅτι^ ὁ ἥλι^ος οὐ πάντως ἀ^πὸ τοῦ αὐτοῦ κέντρου προέρχεται. | ἴσμεν, ἀδελφοί, ὅτι ὁ ἥλιος οὐ πάντως ἀπὸ τοῦ αὐτοῦ κέντρου προέρχεται. |
πῶς οὖν γί_νονται μικραὶ αἱ ἡμέραι; | πῶς οὖν γίνονται μικραὶ αἱ ἡμέραι; |
πλησιάζει αὐτοῦ ἡ ἀνατολὴ τῷ κλίμα^τι^ τῆς μεσημβρί^α_ς. | πλησιάζει αὐτοῦ ἡ ἀνατολὴ τῷ κλίματι τῆς μεσημβρίας. |
εἶτα οὐ τὴν ὑψηλὴν ἐλθών, ἀλλὰ^ τὴν πλα^γί^α_ν συντεμών τὰ_ς ἡμέρα_ς ποιεῖ μι_κρά_ς. | εἶτα οὐ τὴν ὑψηλὴν ἐλθών, ἀλλὰ τὴν πλαγίαν συντεμών τὰς ἡμέρας ποιεῖ μικράς. |
δύσας δὲ εἰς τὸ ἄκρον τῆς δύσεως, ἀ^νάγκην ἔχει κυκλεῦσαι διὰ τῆς νυκτὸς δύσιν ὅλην καὶ ἄρκτον ὅλην καὶ ἀνατολὴν ὅλην καὶ φθά^σαι ἐπὶ^ τὸ ἄκρον τῆς μεσημβρί^α_ς· | δύσας δὲ εἰς τὸ ἄκρον τῆς δύσεως, ἀνάγκην ἔχει κυκλεῦσαι διὰ τῆς νυκτὸς δύσιν ὅλην καὶ ἄρκτον ὅλην καὶ ἀνατολὴν ὅλην καὶ φθάσαι ἐπὶ τὸ ἄκρον τῆς μεσημβρίας· |
καὶ ἀ^νάγκη μεγά^λην γενέσθαι τὴν νύκτα^. | καὶ ἀνάγκη μεγάλην γενέσθαι τὴν νύκτα. |
ὅτα^ν μέντοι ἐξισοῦται τῷ μήκει καὶ ἴ^σον βῆμα^ ἔχῃ, ἰσημερίαν ποιεῖ. | ὅταν μέντοι ἐξισοῦται τῷ μήκει καὶ ἴσον βῆμα ἔχῃ, ἰσημερίαν ποιεῖ. |
πά^λι^ν κλί_να_ς κατὰ τὸν βορρᾶν, ὥσπερ χειμῶνος εἰς μεσημβρίαν, καὶ εἰς τὰ^ ἄ^κρα_ τοῦ βορρᾶ ἀ^να^βαίνων ὑψοῦται καὶ μεγά^λην ποιεῖ τὴν ἡμέρα_ν. | πάλιν κλίνας κατὰ τὸν βορρᾶν, ὥσπερ χειμῶνος εἰς μεσημβρίαν, καὶ εἰς τὰ ἄκρα τοῦ βορρᾶ ἀναβαίνων ὑψοῦται καὶ μεγάλην ποιεῖ τὴν ἡμέραν. |
ὀλίγον δὲ μικρὸν ἔχων τὸν κύκλον μι_κρὰ_ν ποιεῖ τὴν νύκτα^. | ὀλίγον δὲ μικρὸν ἔχων τὸν κύκλον μικρὰν ποιεῖ τὴν νύκτα. |
οὐ παῖδες ἑλλήνων ἐδί^δα^ξα^ν ἡμᾶς ταῦτα. | οὐ παῖδες ἑλλήνων ἐδίδαξαν ἡμᾶς ταῦτα. |
οὐδὲ γὰ^ρ τοῦτο βούλονται. | οὐδὲ γὰρ τοῦτο βούλονται. |
ἀλλ' ὑ^πὸ τὴν γῆν φα^σι τρέχειν τὰ^ ἄ^στρα^ καὶ τὸν ἥλι^ον. | ἀλλ' ὑπὸ τὴν γῆν φασι τρέχειν τὰ ἄστρα καὶ τὸν ἥλιον. |
ἡ γρα^φὴ δὲ ἡμῶν, ἡ θεία_ δι^δά^σκα^λος, ἡ γρα^φὴ ἡμᾶς παιδεύει, φωτίζει. | ἡ γραφὴ δὲ ἡμῶν, ἡ θεία διδάσκαλος, ἡ γραφὴ ἡμᾶς παιδεύει, φωτίζει. |
εἶτα ἐποίησε τὸν ἥλι^ον ἀδιάλειπτον φωστῆρα^, τὴν σελήνην ἐνδυομένην καὶ ἀποδυομένην τὸ κάλλος καὶ ἀμφιεννυμένην πά^λι^ν. | εἶτα ἐποίησε τὸν ἥλιον ἀδιάλειπτον φωστῆρα, τὴν σελήνην ἐνδυομένην καὶ ἀποδυομένην τὸ κάλλος καὶ ἀμφιεννυμένην πάλιν. |
δείκνυ_σι^ δὲ τὸ ἔργον τὸν τεχνίτην. | δείκνυσι δὲ τὸ ἔργον τὸν τεχνίτην. |
ἀνεκλιπὴς ὁ τεχνίτης, ἀίδι^ον τὸ ἔργον. | ἀνεκλιπὴς ὁ τεχνίτης, ἀίδιον τὸ ἔργον. |
οὐ γὰ^ρ ἀ^να_λί^σκεται τὸ φῶς τῆς σελήνης, ἀλλὰ^ κρύπτεται. | οὐ γὰρ ἀναλίσκεται τὸ φῶς τῆς σελήνης, ἀλλὰ κρύπτεται. |
γίνεται δὲ καὶ εἰκὼν ἡμῶν τῶν θνητῶν ἀνθρώπων. | γίνεται δὲ καὶ εἰκὼν ἡμῶν τῶν θνητῶν ἀνθρώπων. |
ἐννόησον πόσους αἰῶνα^ς ἔχει ἀνα^τέλλουσα^. | ἐννόησον πόσους αἰῶνας ἔχει ἀνατέλλουσα. |
καὶ ἐὰν ᾖ πρώτη, λέγομεν· | καὶ ἐὰν ᾖ πρώτη, λέγομεν· |
σήμερον γεννᾶται ἡ σελήνη. | σήμερον γεννᾶται ἡ σελήνη. |
διὰ τί^; | διὰ τί; |
ἐπειδὴ εἰκών ἐστι^ τῶν ἡμετέρων σωμά^των. | ἐπειδὴ εἰκών ἐστι τῶν ἡμετέρων σωμάτων. |
γεννᾶται, αὔξει, πληροῦται, ἐλαττοῦται, μειοῦται, δύ_νει, ἐπειδὴ καὶ ἡμεῖς γεννώμεθα^, αὐξά^νομεν, πληρούμεθα^, πα^ρακμάζομεν, λήγομεν, γηρῶμεν, ἀποθνήσκομεν, δύ_νομεν. | γεννᾶται, αὔξει, πληροῦται, ἐλαττοῦται, μειοῦται, δύνει, ἐπειδὴ καὶ ἡμεῖς γεννώμεθα, αὐξάνομεν, πληρούμεθα, παρακμάζομεν, λήγομεν, γηρῶμεν, ἀποθνήσκομεν, δύνομεν. |
ἀλλὰ^ πά^λι^ν γεννᾶται, ἐπειδὴ καὶ ἡμεῖς μέλλομεν ἀ^νί^στα^σθαι καὶ μένει ἡμᾶς γέννησι^ς ἄλλη. | ἀλλὰ πάλιν γεννᾶται, ἐπειδὴ καὶ ἡμεῖς μέλλομεν ἀνίστασθαι καὶ μένει ἡμᾶς γέννησις ἄλλη. |
ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ παλιγγενεσίᾳ. | ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ παλιγγενεσίᾳ. |
ἐγγυᾶται ἡ σελήνη τὴν ἀνάστασι^ν. | ἐγγυᾶται ἡ σελήνη τὴν ἀνάστασιν. |
ἐμέ φησι^ βλέπετε κρυπτομένην καὶ πάλιν φαινομένην καὶ ἀ^παγορεύετε ὑ_μῶν τὰ_ς ἐλπί^δα^ς; | ἐμέ φησι βλέπετε κρυπτομένην καὶ πάλιν φαινομένην καὶ ἀπαγορεύετε ὑμῶν τὰς ἐλπίδας; |
ὁ ἥλι^ος οὐ δι' ἡμᾶς ἐγένετο; | ὁ ἥλιος οὐ δι' ἡμᾶς ἐγένετο; |
ἡ σελήνη οὐ δι' ἡμᾶς; | ἡ σελήνη οὐ δι' ἡμᾶς; |
τὰ^ γενόμενα^ πά^ντα^; | τὰ γενόμενα πάντα; |
τί^ γὰ^ρ οὐκ ἐγγυᾶται ἡμῶν τὴν ἀνάστασι^ν; | τί γὰρ οὐκ ἐγγυᾶται ἡμῶν τὴν ἀνάστασιν; |
ἡ νὺξ οὐκ ἔστι^ν εἰκὼν τοῦ θα^νά^του; | ἡ νὺξ οὐκ ἔστιν εἰκὼν τοῦ θανάτου; |
ἔρριπται τὰ^ σώμα^τα^ ὑ^πὸ τῷ σκότει, μορφὰ_ς οὐ δι^α^κρί_νεις; | ἔρριπται τὰ σώματα ὑπὸ τῷ σκότει, μορφὰς οὐ διακρίνεις; |
πολλάκις τῇ χειρὶ^ ψηλα^φᾷς τὰ^ πρόσωπα^ τῶν κοιμωμένων καὶ οὐκ οἶδα^ς, ποῖον τούτου πρόσωπον, ποῖον ἐκείνου, ἀλλ' ἐρωτᾷς, ἵ^να_ ἡ φωνὴ κήρυξ γένηται τῶν ἐν σκότει κρυπτομένων. | πολλάκις τῇ χειρὶ ψηλαφᾷς τὰ πρόσωπα τῶν κοιμωμένων καὶ οὐκ οἶδας, ποῖον τούτου πρόσωπον, ποῖον ἐκείνου, ἀλλ' ἐρωτᾷς, ἵνα ἡ φωνὴ κήρυξ γένηται τῶν ἐν σκότει κρυπτομένων. |
ὥσπερ οὖν ἡ νὺξ κα^λύ^πτει ἡμῶν τὰ_ς μορφά_ς, κ ἂ_ν πάντες ὦμεν ἐπὶ^ τὸ αὐτό, καὶ οὐδεὶς τὸν ἕτερον γνωρίζει, οὕτως ἔρχεται θά^να^τος καὶ λύ_ει τὰ_ς μορφά_ς, ὡς οὐδεὶς οὐδένα^ γνωρίζῃ. | ὥσπερ οὖν ἡ νὺξ καλύπτει ἡμῶν τὰς μορφάς, κ ἂν πάντες ὦμεν ἐπὶ τὸ αὐτό, καὶ οὐδεὶς τὸν ἕτερον γνωρίζει, οὕτως ἔρχεται θάνατος καὶ λύει τὰς μορφάς, ὡς οὐδεὶς οὐδένα γνωρίζῃ. |
παρέρχῃ μνημεῖα^. | παρέρχῃ μνημεῖα. |
ἐὰν ἴ^δῃς πολλὰ^ κρα_νί^α^ ἐν τά^φῳ, οἶδα^ς τοῦτο τί^νος; | ἐὰν ἴδῃς πολλὰ κρανία ἐν τάφῳ, οἶδας τοῦτο τίνος; |
ἀλλ' ὁ σκευά^σα_ς οἶδεν· | ἀλλ' ὁ σκευάσας οἶδεν· |
ὁ λύ_σα_ς ἐπίστα^ται, πόθεν προῆλθον αὗται αἱ μορφαί. | ὁ λύσας ἐπίσταται, πόθεν προῆλθον αὗται αἱ μορφαί. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.