macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
οὐ θαυμάζεις θεοῦ δημιουργίαν;
οὐ θαυμάζεις θεοῦ δημιουργίαν;
τοσούτων μορφῶν ἐν τοσαύταις μυ_ρι^ά^σι^ οὐδεμί^α^ ὁμοιότης.
τοσούτων μορφῶν ἐν τοσαύταις μυριάσι οὐδεμία ὁμοιότης.
κ ἂ_ν εἰς τὰ^ πέρα^τα^ τῆς οἰκουμένης δρά^μῃς, οὐδένα^ ὅμοιον εὑρίσκεις·
κ ἂν εἰς τὰ πέρατα τῆς οἰκουμένης δράμῃς, οὐδένα ὅμοιον εὑρίσκεις·
ἀλλὰ^ καὶ εἰ εὕρῃς, πα^ρὰ^ ῥῖνα^ ἢ παρ' ὀφθαλμόν, ἵ^να_ φα^νῇ τὸ ξένον.
ἀλλὰ καὶ εἰ εὕρῃς, παρὰ ῥῖνα ἢ παρ' ὀφθαλμόν, ἵνα φανῇ τὸ ξένον.
δίδυμοι ἐξέρχονται ἐκ μιᾶ_ς κοιλί^α_ς καὶ τέμνεται ἡ ὁμοιότης.
δίδυμοι ἐξέρχονται ἐκ μιᾶς κοιλίας καὶ τέμνεται ἡ ὁμοιότης.
εἶτα ὃς μὴ οὔσα_ς τοσαύτα_ς μορφὰ_ς πα^ρήγα^γε, λύ_σα_ς ἀνανεῶσαι οὐ δύ^να^ται;
εἶτα ὃς μὴ οὔσας τοσαύτας μορφὰς παρήγαγε, λύσας ἀνανεῶσαι οὐ δύναται;
μὴ ὡς τα^λαίπωρος ἄνθρωπος μέτρει τοῖς σοῖς λογισμοῖς θεοῦ δύ^να^μι^ν καὶ θεοῦ σοφί^α_ν.
μὴ ὡς ταλαίπωρος ἄνθρωπος μέτρει τοῖς σοῖς λογισμοῖς θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν.
μὴ νόμιζε, ὅτι^ τοσαῦτα^ δύ^να^ται ὁ θεός, ὅσα^ σὺ^ δύ^να^σαι λογί^σα^σθαι.
μὴ νόμιζε, ὅτι τοσαῦτα δύναται ὁ θεός, ὅσα σὺ δύνασαι λογίσασθαι.
εἰ δὲ τοσαῦτα^ δύ^να^ται, ὅσα^ ἐγὼ νοῶ, τολμῶ εἰπεῖν, πολλῷ μικρὸς ὁ θεός.
εἰ δὲ τοσαῦτα δύναται, ὅσα ἐγὼ νοῶ, τολμῶ εἰπεῖν, πολλῷ μικρὸς ὁ θεός.
ἐμέτρησε γὰ^ρ αὐτὸν ἡ ἐμὴ δι^ά^νοια^.
ἐμέτρησε γὰρ αὐτὸν ἡ ἐμὴ διάνοια.
εἰ δὲ ὑπερβαίνει δι^ά^νοια^ν καὶ νι_κᾷ λογισμὸν, ἀνεξιχνίαστος ὁ ποιήσα_ς καὶ ἀ^κα^τά^ληπτα^ τὰ^ ἔργα^.
εἰ δὲ ὑπερβαίνει διάνοιαν καὶ νικᾷ λογισμὸν, ἀνεξιχνίαστος ὁ ποιήσας καὶ ἀκατάληπτα τὰ ἔργα.
ἐρωτάσθωσαν αἱρετι^κοὶ ἀ^πὸ τῶν φαινομένων, ἵ^να_ μά^θωσι^ν ἑαυτῶν τὴν ἀ^πορί^α_ν.
ἐρωτάσθωσαν αἱρετικοὶ ἀπὸ τῶν φαινομένων, ἵνα μάθωσιν ἑαυτῶν τὴν ἀπορίαν.
ἐπειδὴ εἶπεν ὁ θεὸς γενηθήτω στερέωμα^ καὶ εὐθέως ὁ λόγος εἰργά^σα^το, κατέλιπεν ἡμῖν ἐνέχυ^ρον τοῦτο, ὅτι^ αὐτὸς ἐποίησεν.
ἐπειδὴ εἶπεν ὁ θεὸς γενηθήτω στερέωμα καὶ εὐθέως ὁ λόγος εἰργάσατο, κατέλιπεν ἡμῖν ἐνέχυρον τοῦτο, ὅτι αὐτὸς ἐποίησεν.
σήμερον καταλιμπάνομεν τὸν οὐρα^νὸν γυμνὸν ἀ^πὸ ἑσπέρα_ς καὶ ἀθρόον ἐγερθέντες εὑρίσκομεν ἄλλο στερέωμα^ ἀ^πὸ τῶν νεφελῶν πα^γέν.
σήμερον καταλιμπάνομεν τὸν οὐρανὸν γυμνὸν ἀπὸ ἑσπέρας καὶ ἀθρόον ἐγερθέντες εὑρίσκομεν ἄλλο στερέωμα ἀπὸ τῶν νεφελῶν παγέν.
μερικὰ ἐνέχυρά^ ἐστι^ τῶν πρώτων, ὅταν ἴ^δῃς τὸν οὐρα^νὸν ἐσκοτασμένον καὶ ἄλλο στερέωμα^ ἐκ τῶν νεφελῶν.
μερικὰ ἐνέχυρά ἐστι τῶν πρώτων, ὅταν ἴδῃς τὸν οὐρανὸν ἐσκοτασμένον καὶ ἄλλο στερέωμα ἐκ τῶν νεφελῶν.
ὁ νῦν συντόμως ποιῶν νεφέλα_ς δείκνυσι, πῶς τότε συντόμως τὸν οὐρα^νὸν ἐποίησε.
ὁ νῦν συντόμως ποιῶν νεφέλας δείκνυσι, πῶς τότε συντόμως τὸν οὐρανὸν ἐποίησε.
καὶ τί^ ποιεῖ;
καὶ τί ποιεῖ;
πῶς αἱ νεφέλαι βρέχουσι^ν;
πῶς αἱ νεφέλαι βρέχουσιν;
ἐποίησε τὰ_ς νεφέλα_ς ὡς ἀσκοὺς καὶ ἀντλεῖ δι' αὐτῶν τὰ^ τῆς θα^λάσσης ὕ^δα^τα^ ἁλμυρά^ ὄντα^ καὶ πληροῖ τὰ_ς νεφέλα_ς καὶ μετα^βά^λλει τὸ ὕ^δωρ καὶ ποτίζει τὴν γῆν.
ἐποίησε τὰς νεφέλας ὡς ἀσκοὺς καὶ ἀντλεῖ δι' αὐτῶν τὰ τῆς θαλάσσης ὕδατα ἁλμυρά ὄντα καὶ πληροῖ τὰς νεφέλας καὶ μεταβάλλει τὸ ὕδωρ καὶ ποτίζει τὴν γῆν.
εἰπάτωσαν, πῶς ἀ^να^φέρεται τὸ βά^ρος εἰς ὕψος, πῶς ἀντλεῖται, πῶς αἱ νεφέλαι ἀντλοῦνται.
εἰπάτωσαν, πῶς ἀναφέρεται τὸ βάρος εἰς ὕψος, πῶς ἀντλεῖται, πῶς αἱ νεφέλαι ἀντλοῦνται.
οὐκ εὐθέως κενοῦσι^ν, ἀλλὰ^ τρέχουσι^ν ἐπιπολύ, ὅπου ἂ_ν κελεύσῃ ὁ δεσπότης, καὶ ἔστι^ τὸ πρόσταγμα^ τοῦ θεοῦ ὥσπερ δεσμὸς ἐπικείμενος ταῖς νεφέλαις καὶ μὴ συγχωρῶν βρέχειν, ἕως ἂ_ν νεύσῃ.
οὐκ εὐθέως κενοῦσιν, ἀλλὰ τρέχουσιν ἐπιπολύ, ὅπου ἂν κελεύσῃ ὁ δεσπότης, καὶ ἔστι τὸ πρόσταγμα τοῦ θεοῦ ὥσπερ δεσμὸς ἐπικείμενος ταῖς νεφέλαις καὶ μὴ συγχωρῶν βρέχειν, ἕως ἂν νεύσῃ.
ὅτι^ δὲ ἀσκοί εἰσι^, μαρτυρεῖ δαυίδ·
ὅτι δὲ ἀσκοί εἰσι, μαρτυρεῖ δαυίδ·
ὁ συ^νά^γων φησὶ^ν ὡσεὶ ἀσκὸν ὕ^δα^τα^ θα^λάσσης.
ὁ συνάγων φησὶν ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης.
καὶ ὅρα_ τὸ θαυμαστόν.
καὶ ὅρα τὸ θαυμαστόν.
συνάγει τὰ^ ὕ^δα^τα^, ἐπίκειται ἡ χεὶρ ἡ ἀ_θά^να^τος, ἡ ἀόρα_τος, μὴ συγχωροῦσα^ ὁμοῦ κενωθῆναι, ἀλλὰ^ κατὰ μέρος.
συνάγει τὰ ὕδατα, ἐπίκειται ἡ χεὶρ ἡ ἀθάνατος, ἡ ἀόρατος, μὴ συγχωροῦσα ὁμοῦ κενωθῆναι, ἀλλὰ κατὰ μέρος.
ὥσπερ στήμονα^ λεπτὸν γυ^νὴ δι^ανήσασα^ τέμνει τὸ ἔριον εἰς πολλὰ_ς καὶ δι^α^φόρους ὄψεις, οὕτω τὸν ἄ^πειρον βυ^θὸν τῆς θα^λάσσης εἰς στα^γόνα^ς ὥσπερ σχήμα^τι^ κατατέμνων, οὕτω πέμπει τῇ γῇ.
ὥσπερ στήμονα λεπτὸν γυνὴ διανήσασα τέμνει τὸ ἔριον εἰς πολλὰς καὶ διαφόρους ὄψεις, οὕτω τὸν ἄπειρον βυθὸν τῆς θαλάσσης εἰς σταγόνας ὥσπερ σχήματι κατατέμνων, οὕτω πέμπει τῇ γῇ.
ἀλλὰ τὸ θαυμαστόν·
ἀλλὰ τὸ θαυμαστόν·
εἰ λέλυ^ται, πῶς οὐ συντόμως κενοῦται;
εἰ λέλυται, πῶς οὐ συντόμως κενοῦται;
εἰ δέδεται, δι^ατί ῥέει;
εἰ δέδεται, διατί ῥέει;
ἔχεις ὑπόδειγμα^ ἀσθενὲς μέν, δυ^νά^μενον δέ σε πεῖσαι.
ἔχεις ὑπόδειγμα ἀσθενὲς μέν, δυνάμενον δέ σε πεῖσαι.
εἶδες ἁρπαγέα^ ὑ^δά^των;
εἶδες ἁρπαγέα ὑδάτων;
εἶδες, πῶς κατατέτρηται κά^τωθεν;
εἶδες, πῶς κατατέτρηται κάτωθεν;
ἐπικείμενος ἔχει τὴν φορὰν καὶ φράττεται κά^τω διὰ τὸ ἄ^νωθεν ἐπικείμενον.
ἐπικείμενος ἔχει τὴν φορὰν καὶ φράττεται κάτω διὰ τὸ ἄνωθεν ἐπικείμενον.
οὕτως ὁ ἀ_θά^να^τος δά^κτυ^λος τοῦ θεοῦ ἐπίκειται ταῖς νεφέλαις, καὶ χα^λᾷ ὅσον βούλεται καὶ τηρεῖ ὅσον βούλεται, ἵ^να_ κατὰ πά_σης τῆς γῆς πα^ρα^πέμπῃ τὴν δωρεάν.
οὕτως ὁ ἀθάνατος δάκτυλος τοῦ θεοῦ ἐπίκειται ταῖς νεφέλαις, καὶ χαλᾷ ὅσον βούλεται καὶ τηρεῖ ὅσον βούλεται, ἵνα κατὰ πάσης τῆς γῆς παραπέμπῃ τὴν δωρεάν.
καὶ μά^λι^στα^ τοῦτο ποιεῖ ἐν τοῖς ὀψί^μοις ὄμβροις, ὅτε πᾶσα^ν μεθύσκει τὴν γῆν·
καὶ μάλιστα τοῦτο ποιεῖ ἐν τοῖς ὀψίμοις ὄμβροις, ὅτε πᾶσαν μεθύσκει τὴν γῆν·
ὅτε ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἄλλο κλί^μα^ ποτίζει.
ὅτε ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἄλλο κλίμα ποτίζει.
καὶ βρέξει ἐπὶ^ πόλι^ν μί^α^ν, ἐπὶ^ δὲ πόλι^ν μί^α^ν οὐ βρέξει.
καὶ βρέξει ἐπὶ πόλιν μίαν, ἐπὶ δὲ πόλιν μίαν οὐ βρέξει.
μερὶς μί^α^ βρα^χήσεται, καὶ μερίς, ἐφ' ἣν οὐ βρέξει, ξηρανθήσεται.
μερὶς μία βραχήσεται, καὶ μερίς, ἐφ' ἣν οὐ βρέξει, ξηρανθήσεται.
ἐπίκειται δὲ οὐ δά^κτυ^λος θεοῦ, ἀλλὰ στολή.
ἐπίκειται δὲ οὐ δάκτυλος θεοῦ, ἀλλὰ στολή.
ἐσχημάτισα δὲ τὸν λόγον εἰς τύ^πον ἡμέτερον.
ἐσχημάτισα δὲ τὸν λόγον εἰς τύπον ἡμέτερον.
ἐντέλλεται, καὶ οὐ βρέχουσι^.
ἐντέλλεται, καὶ οὐ βρέχουσι.
ταῖς νεφέλαις φησὶ^ν ἐντελοῦμαι τοῦ μὴ βρέξαι ὑ_ετόν.
ταῖς νεφέλαις φησὶν ἐντελοῦμαι τοῦ μὴ βρέξαι ὑετόν.
ὡς ἐμεγαλύνθη γὰ^ρ τὰ ἔργα^ σου, κύ_ρι^ε.
ὡς ἐμεγαλύνθη γὰρ τὰ ἔργα σου, κύριε.
πά^ντα^ ἐν σοφί^ᾳ ἐποίησα^ς.
πάντα ἐν σοφίᾳ ἐποίησας.
εἶδες θεοῦ δημιουργίαν;
εἶδες θεοῦ δημιουργίαν;
εἶδες, πῶς ἐμφράττει τῶν αἱρετι^κῶν τὰ στόμα^τα^, τῶν τὴν κτίσιν ἀγνοούντων καὶ τὸν κτίστην πολυπραγμονούντων;
εἶδες, πῶς ἐμφράττει τῶν αἱρετικῶν τὰ στόματα, τῶν τὴν κτίσιν ἀγνοούντων καὶ τὸν κτίστην πολυπραγμονούντων;
πάντα πείθεται θεοῦ νόμῳ.
πάντα πείθεται θεοῦ νόμῳ.
ὁ οὐρα^νὸς ἕστηκεν, οὐκ ἰ^δί^ᾳ δυ^νά^μει βασταζόμενος, ἀλλὰ θείῳ νόμῳ στερεούμενος.
ὁ οὐρανὸς ἕστηκεν, οὐκ ἰδίᾳ δυνάμει βασταζόμενος, ἀλλὰ θείῳ νόμῳ στερεούμενος.
ὅταν γὰ^ρ ἀ^πορήσω, πῶς ἐξ ὑ^δά^των ὁ οὐρα^νὸς πέπηκται, λύ_ει μου τὴν ἀ^πορί^α_ν τῷ λόγῳ κυ_ρί^ου οἱ οὐρανοὶ ἐστερεώθησα^ν.
ὅταν γὰρ ἀπορήσω, πῶς ἐξ ὑδάτων ὁ οὐρανὸς πέπηκται, λύει μου τὴν ἀπορίαν τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν.
διὰ τί^ γὰ^ρ ἐστερεώθησα^ν;
διὰ τί γὰρ ἐστερεώθησαν;
ἐπειδὴ ἀ^πὸ ὑ^δά^των.
ἐπειδὴ ἀπὸ ὑδάτων.
οὐδέποτε γὰ^ρ τὸ στερεὸν λέγεται, ὅτι^ ἐστερεώθη·
οὐδέποτε γὰρ τὸ στερεὸν λέγεται, ὅτι ἐστερεώθη·
οὐ δὲ τι^ς δύ^να^ται εἰπεῖν·
οὐ δὲ τις δύναται εἰπεῖν·
ἡ πέτρα_ ἐστερεώθη.
ἡ πέτρα ἐστερεώθη.
ἄλλο στερεωθῆναι, ἄλλο εἶναι στερεόν.
ἄλλο στερεωθῆναι, ἄλλο εἶναι στερεόν.
στερεωθὲν λέγεται, ὅταν τὸ ἠραιωμένον καὶ κεχαυνωμένον πα^γῇ.
στερεωθὲν λέγεται, ὅταν τὸ ἠραιωμένον καὶ κεχαυνωμένον παγῇ.
ἄνδρες ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ^ τοῦτο ἢ ἡμῖν τί ἀτενί^ζετε, ὡς ἡμῶν τῇ ἰ^δί^ᾳ δυ^νά^μει καὶ εὐσεβείᾳ πεποιηκότων τοῦ περι^πα^τεῖν αὐτόν;
ἄνδρες ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τοῦτο ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἡμῶν τῇ ἰδίᾳ δυνάμει καὶ εὐσεβείᾳ πεποιηκότων τοῦ περιπατεῖν αὐτόν;
ὁ θεὸς τῶν πα^τέρων ἡμῶν, ὁ θεὸς ἀβραὰμ καὶ ἰσαὰκ καὶ ἰακὼβ, ἐδόξασε τὸν παῖδα^ αὐτοῦ ἰησοῦν·
ὁ θεὸς τῶν πατέρων ἡμῶν, ὁ θεὸς ἀβραὰμ καὶ ἰσαὰκ καὶ ἰακὼβ, ἐδόξασε τὸν παῖδα αὐτοῦ ἰησοῦν·
καὶ ἐπὶ^ τῇ πίστει τοῦ ὀνόμα^τος αὐτοῦ τοῦτον, ὃν θεωρεῖτε καὶ οἴδα^τε, ἐστερέωσε τὸ ὄνομα^ αὐτοῦ.
καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον, ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ.
τὸν πα^ραλελυ^μένον ἐστερέωσεν.
τὸν παραλελυμένον ἐστερέωσεν.
διὰ τοῦτο τῷ λόγῳ κυ_ρί^ου οἱ οὐρανοὶ ἐστερεώθησα^ν.
διὰ τοῦτο τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν.
ἐκ τῶν ἀ^ραιῶν καὶ δι^α^λελυ^μένων ὑ^δά^των τῷ λόγῳ κυ_ρί^ου αἱ νεφέλαι εἰς ὕψος αἵρονται.
ἐκ τῶν ἀραιῶν καὶ διαλελυμένων ὑδάτων τῷ λόγῳ κυρίου αἱ νεφέλαι εἰς ὕψος αἵρονται.
βλέπε, πα^ρα^κα^λῶ.
βλέπε, παρακαλῶ.
τὸ ὕ^δωρ τὸ πικρὸν μετα^βά^λλεται·
τὸ ὕδωρ τὸ πικρὸν μεταβάλλεται·
ἀ^πὸ θα^λάσσης ἀντλοῦσι^ν αἱ νεφέλαι καὶ τὸ ἐκ βά^θους ἀντληθὲν πικρὸν γλυκὺ καὶ πότι^μον ποιοῦσι^ν.
ἀπὸ θαλάσσης ἀντλοῦσιν αἱ νεφέλαι καὶ τὸ ἐκ βάθους ἀντληθὲν πικρὸν γλυκὺ καὶ πότιμον ποιοῦσιν.
ἀ^πὸ βυ^θῶν ἡμᾶς ἤγειρε χριστός, καὶ τὴν πικρίαν ἡμῶν οὐκ ἀποτιθέμεθα^.
ἀπὸ βυθῶν ἡμᾶς ἤγειρε χριστός, καὶ τὴν πικρίαν ἡμῶν οὐκ ἀποτιθέμεθα.
τίς ἐστι^ν ὁ ποιήσα_ς τὸν οὐρα^νὸν καὶ τὴν γῆν;
τίς ἐστιν ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν;
ἐγὼ λέγω, ὅτι ὁ χριστός.
ἐγὼ λέγω, ὅτι ὁ χριστός.
καὶ πόθεν τοῦτο;
καὶ πόθεν τοῦτο;
ὅτι εἰ μὴ ἦν δεσπότης τῶν ἁ^πά^ντων, οὐκ ἂ^ν ἐν τῷ εὐαγγελίῳ ἐποίει τὰ θαύμα^τα^ δι' ὅλων τῶν κτι^σμά^των.
ὅτι εἰ μὴ ἦν δεσπότης τῶν ἁπάντων, οὐκ ἂν ἐν τῷ εὐαγγελίῳ ἐποίει τὰ θαύματα δι' ὅλων τῶν κτισμάτων.
ἐποίησε γὰ^ρ δι' ὅλων στοιχείων, διὰ γῆς, διὰ θα^λάσσης, δι' ἀ_έρος, διὰ πυ_ρός, ἵ^να_ φα^νῇ πάντων τῶν κτι^σμά^των δεσπότης.
ἐποίησε γὰρ δι' ὅλων στοιχείων, διὰ γῆς, διὰ θαλάσσης, δι' ἀέρος, διὰ πυρός, ἵνα φανῇ πάντων τῶν κτισμάτων δεσπότης.
ἐπεισῆλθε τῷ τῆς ἡμέρα_ς φωτὶ^ τὸ τῆς ἑσπέρα_ς.
ἐπεισῆλθε τῷ τῆς ἡμέρας φωτὶ τὸ τῆς ἑσπέρας.
ἥλι^ος λάμπει καὶ λύχνος δᾳδουχεῖ·
ἥλιος λάμπει καὶ λύχνος δᾳδουχεῖ·
ἡμέρα_ς τέλος καὶ νυκτὸς προοίμιον.
ἡμέρας τέλος καὶ νυκτὸς προοίμιον.
ἀλλὰ σύ^, ὅταν ἴ^δῃς λύχνον καὶ ἥλι^ον, εἰπέ·
ἀλλὰ σύ, ὅταν ἴδῃς λύχνον καὶ ἥλιον, εἰπέ·
σή ἐστι^ν ἡ ἡμέρα_ καὶ σή ἐστι^ν ἡ νύξ·
σή ἐστιν ἡ ἡμέρα καὶ σή ἐστιν ἡ νύξ·
σὺ^ κατηρτίσω φαῦσι^ν καὶ ἥλι^ον.
σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον.
ἀλλ' οὐ διακόπτει τὸν λόγον ἡ δᾳδουχία.
ἀλλ' οὐ διακόπτει τὸν λόγον ἡ δᾳδουχία.
δεῖ γὰ^ρ τὸν ἥλι^ον δρα^μεῖν ἐπὶ^ τὴν αὐτοῦ κέλευσι^ν.
δεῖ γὰρ τὸν ἥλιον δραμεῖν ἐπὶ τὴν αὐτοῦ κέλευσιν.
ὁ ἥλι^ος γὰ^ρ ἔγνω τὴν δύσιν αὐτοῦ, ἵ^να_ δειχθῇ, ὅτι χριστὸς πάντων τῶν δημιουργημά^των δεσπότης ἐστί^.
ὁ ἥλιος γὰρ ἔγνω τὴν δύσιν αὐτοῦ, ἵνα δειχθῇ, ὅτι χριστὸς πάντων τῶν δημιουργημάτων δεσπότης ἐστί.
πάντα ἐγένετο δι' αὐτοῦ καὶ χωρὶ^ς αὐτοῦ οὐ δὲ ἓν γέγονεν ὃ γέγονεν.
πάντα ἐγένετο δι' αὐτοῦ καὶ χωρὶς αὐτοῦ οὐ δὲ ἓν γέγονεν ὃ γέγονεν.
ἀλλ' ἔδει μὴ μόνον τῷ λόγῳ λάμψαι, ἀλλὰ καὶ ἔργῳ.
ἀλλ' ἔδει μὴ μόνον τῷ λόγῳ λάμψαι, ἀλλὰ καὶ ἔργῳ.
λέγει τῇ θα^λά^ττῃ·
λέγει τῇ θαλάττῃ·
σιώπα, πεφί_μωσο·
σιώπα, πεφίμωσο·
καὶ ἐφι_μώθη καὶ ἔγνω τὸ ἔργον τὸν τεχνίτην.
καὶ ἐφιμώθη καὶ ἔγνω τὸ ἔργον τὸν τεχνίτην.
εἶπε γὰ^ρ τῇ θα^λά^ττῃ, καὶ ἐσι^ώπησεν·
εἶπε γὰρ τῇ θαλάττῃ, καὶ ἐσιώπησεν·
εἶπε τῷ ἀνέμῳ, καὶ ἐφι_μώθη.
εἶπε τῷ ἀνέμῳ, καὶ ἐφιμώθη.
εἰ μὴ ὑ^πήκουσε, οὐκ ἂ^ν ἐποίησεν αὐτόν.
εἰ μὴ ὑπήκουσε, οὐκ ἂν ἐποίησεν αὐτόν.
εἰ μὴ ἦν ὕ^δα^τος δεσπότης, οὐκ ἂ^ν μετέβα^λε τὸ ὕ^δωρ εἰς οἶνον.
εἰ μὴ ἦν ὕδατος δεσπότης, οὐκ ἂν μετέβαλε τὸ ὕδωρ εἰς οἶνον.
εἰ μὴ ἦν οὐρα^νοῦ δεσπότης, οὐκ ἂ^ν αὐτὸν ἀστὴρ ἐξ οὐρα^νοῦ ἐκήρυττεν.
εἰ μὴ ἦν οὐρανοῦ δεσπότης, οὐκ ἂν αὐτὸν ἀστὴρ ἐξ οὐρανοῦ ἐκήρυττεν.
εἰ μὴ ἦν ἡλί^ου δεσπότης, οὐκ ἂ^ν σκότος ἐνεδύ_σα^το ἐν τῷ σταυρῷ.
εἰ μὴ ἦν ἡλίου δεσπότης, οὐκ ἂν σκότος ἐνεδύσατο ἐν τῷ σταυρῷ.
χριστὸς ἐπὶ^ σταυροῦ, καὶ ὁ ἥλιος ἐσκοτίσθη.
χριστὸς ἐπὶ σταυροῦ, καὶ ὁ ἥλιος ἐσκοτίσθη.
ὢ τοῦ θαύμα^τος.
ὢ τοῦ θαύματος.
οὐδὲ ἡ κτίσις ἤνεγκε τὴν ὕβρι^ν τοῦ δεσπότου.
οὐδὲ ἡ κτίσις ἤνεγκε τὴν ὕβριν τοῦ δεσπότου.
ἐσκοτίσθη ὁ ἥλιος, ἵ^να_ μά^θῃς καὶ ἐν αὐτῷ σταυρῷ ἡλί^ου δεσπότην.
ἐσκοτίσθη ὁ ἥλιος, ἵνα μάθῃς καὶ ἐν αὐτῷ σταυρῷ ἡλίου δεσπότην.
ἐσείσθη ἡ γῆ, ἵ^να_ μά^θῃς, ὁ ἐπιβλέπων ἐπὶ^ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν.
ἐσείσθη ἡ γῆ, ἵνα μάθῃς, ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν.
ἐσχίσθησαν αἱ πέτραι, ἵ^να_ μά^θῃς ὁ θυ_μὸς αὐτοῦ τήκει ἀ^ρχὰ_ς καὶ αἱ πέτραι ἐθρύβησα^ν ἀπ' αὐτοῦ.
ἐσχίσθησαν αἱ πέτραι, ἵνα μάθῃς ὁ θυμὸς αὐτοῦ τήκει ἀρχὰς καὶ αἱ πέτραι ἐθρύβησαν ἀπ' αὐτοῦ.
ἠνοίγη τὰ μνήμα^τα^, ἵνα φα^νῇ ἡ ἀνάστα^σι^ς καὶ ὁ ἐγείρων θεὸς διὰ τῶν πάντων λάμψῃ.
ἠνοίγη τὰ μνήματα, ἵνα φανῇ ἡ ἀνάστασις καὶ ὁ ἐγείρων θεὸς διὰ τῶν πάντων λάμψῃ.
ἀλλὰ δεῖ ἡμᾶς καὶ ἠθι^κὸν κι_νῆσαι λόγον.
ἀλλὰ δεῖ ἡμᾶς καὶ ἠθικὸν κινῆσαι λόγον.
ὁ λύχνος ἡμᾶς κα^λεῖ ἐπὶ^ τὸ εἰπεῖν·
ὁ λύχνος ἡμᾶς καλεῖ ἐπὶ τὸ εἰπεῖν·