macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
λύχνος τοῖς ποσί^ μου ὁ λόγος σου καὶ φῶς ταῖς τρί_βοις μου.
λύχνος τοῖς ποσί μου ὁ λόγος σου καὶ φῶς ταῖς τρίβοις μου.
κατέλαβεν ἑσπέρα_, ἵνα λέγωμεν·
κατέλαβεν ἑσπέρα, ἵνα λέγωμεν·
κατευθυνθήτω ἡ προσευχή μου ὡς θυ_μία_μα^ ἐνώπι^όν σου, ἔπαρσι^ς τῶν χειρῶν μου θυ^σί^α_ ἑσπερινή.
κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.
καὶ δι^ατί μὴ ἑωθινή;
καὶ διατί μὴ ἑωθινή;
ὧδε τὸν νοῦν.
ὧδε τὸν νοῦν.
ἃ γὰ^ρ ψάλλομεν, ὀφείλομεν εἰδέναι.
ἃ γὰρ ψάλλομεν, ὀφείλομεν εἰδέναι.
ψάλατε συ^νετῶς.
ψάλατε συνετῶς.
ἔπαρσι^ς τῶν χειρῶν μου θυ^σί^α_ ἑσπερινή.
ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.
δύο θυ^σί^α_ς ἐκέλευσε μωϋσῆς γί_νεσθαι, μᾶλλον δὲ θεός·
δύο θυσίας ἐκέλευσε μωϋσῆς γίνεσθαι, μᾶλλον δὲ θεός·
μί^α^ν ἑωθινήν, μί^α^ν ἑσπερινήν.
μίαν ἑωθινήν, μίαν ἑσπερινήν.
ἡ ὀρθρινὴ εὐχα^ρι^στί^α_ ἦν ὑ^πὲρ τῆς νυκτός.
ἡ ὀρθρινὴ εὐχαριστία ἦν ὑπὲρ τῆς νυκτός.
ὁ γὰ^ρ διασωθεὶς τὴν νύκτα^, εὐχα^ρι^στεῖ ἐν τῇ ἡμέρᾳ.
ὁ γὰρ διασωθεὶς τὴν νύκτα, εὐχαριστεῖ ἐν τῇ ἡμέρᾳ.
ἡ ἑσπερινὴ θυ^σί^α_ εὐχα^ρι^στί^α_ ἦν ὑ^πὲρ τῆς ἡμέρα_ς.
ἡ ἑσπερινὴ θυσία εὐχαριστία ἦν ὑπὲρ τῆς ἡμέρας.
ἐπειδὴ διετήρησά^ς με φησὶ^ν ἐν τῇ ἡμέρᾳ, εὐχα^ρι^στῶ σοι ὑ^πὲρ ὅλης τῆς ἡμέρας.
ἐπειδὴ διετήρησάς με φησὶν ἐν τῇ ἡμέρᾳ, εὐχαριστῶ σοι ὑπὲρ ὅλης τῆς ἡμέρας.
ἡ ἑωθινὴ θυ^σί^α_ οὐ δέχεται τὸν ἁμαρτήσαντα^ ἐν νυκτί^.
ἡ ἑωθινὴ θυσία οὐ δέχεται τὸν ἁμαρτήσαντα ἐν νυκτί.
διὰ τοῦτο λέγει·
διὰ τοῦτο λέγει·
ἔπαρσις τῶν χειρῶν μου θυ^σί^α_ ἑσπερινή.
ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.
εἰσέρχῃ ἑσπέραν, ἁπλοῖς τὰ_ς χεῖρα^ς·
εἰσέρχῃ ἑσπέραν, ἁπλοῖς τὰς χεῖρας·
εἰ ἔχουσι^ παρρησίαν, ἁπλούσθωσα^ν·
εἰ ἔχουσι παρρησίαν, ἁπλούσθωσαν·
εἰ μὴ ἔγρα^ψα^ν ἀδικίαν, εἰ μὴ ἥρπα^σα^ν πένητα^ς, εἰ μὴ ἐπλεονέκτησα^ν ὀρφα^νούς, ὡς πρόσωπον ἔχουσαι ὑψούσθωσα^ν.
εἰ μὴ ἔγραψαν ἀδικίαν, εἰ μὴ ἥρπασαν πένητας, εἰ μὴ ἐπλεονέκτησαν ὀρφανούς, ὡς πρόσωπον ἔχουσαι ὑψούσθωσαν.
ἔπαρσις τῶν χειρῶν μου, ἀντὶ^ τοῦ βλέπε, κύ_ρι^ε, κα^θα^ραὶ αἱ χεῖρες.
ἔπαρσις τῶν χειρῶν μου, ἀντὶ τοῦ βλέπε, κύριε, καθαραὶ αἱ χεῖρες.
ὥσπερ γὰ^ρ ὁ ἁ^μα^ρτήσα_ς, πρόσωπον ἐπᾶραι οὐ δύ^να^ται, ἀλλ' ὑ^πὸ συνειδήσεως κάμπτεται, οὕτω χεὶρ μεμολυσμένη οὐ δὲ τολμᾷ ἀντιπρόσωπος γενέσθαι θεῷ.
ὥσπερ γὰρ ὁ ἁμαρτήσας, πρόσωπον ἐπᾶραι οὐ δύναται, ἀλλ' ὑπὸ συνειδήσεως κάμπτεται, οὕτω χεὶρ μεμολυσμένη οὐ δὲ τολμᾷ ἀντιπρόσωπος γενέσθαι θεῷ.
βλέπε·
βλέπε·
εἰ κα^θα^ραὶ αἱ χεῖρες ἀ^πὸ ἀ^δι^κί^α_ς, ἁπλούσθωσα^ν.
εἰ καθαραὶ αἱ χεῖρες ἀπὸ ἀδικίας, ἁπλούσθωσαν.
διὰ τοῦτο ὁ πατριάρχης ἀβραὰμ πα^ρῃτήσα^το λα^βεῖν ἀπὸ αἰσχροκερδεία_ς κέρδη, ὅτε ἔλεγεν αὐτῷ ὁ βα^σι^λεὺς σοδόμων·
διὰ τοῦτο ὁ πατριάρχης ἀβραὰμ παρῃτήσατο λαβεῖν ἀπὸ αἰσχροκερδείας κέρδη, ὅτε ἔλεγεν αὐτῷ ὁ βασιλεὺς σοδόμων·
λάβε πάντα·
λάβε πάντα·
μόνον τὰ_ς γυ^ναῖκα^ς ἀπόλυ_σον.
μόνον τὰς γυναῖκας ἀπόλυσον.
ἵνα οὖν παρρησίαν ἔχῃ, οὐδὲν ἔλα^βεν·
ἵνα οὖν παρρησίαν ἔχῃ, οὐδὲν ἔλαβεν·
κα^θαρὰ_ς δὲ ἔχων τὰ_ς χεῖρα^ς ἔλεγεν·
καθαρὰς δὲ ἔχων τὰς χεῖρας ἔλεγεν·
ἐκτενῶ τὰ_ς χεῖρά^ς μου πρὸς τὸν θεόν, ὃς ἐποίησε τὸν οὐρα^νὸν καὶ τὴν γῆν.
ἐκτενῶ τὰς χεῖράς μου πρὸς τὸν θεόν, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν.
καὶ ἐξέτεινεν, ἐπειδὴ οὐκ ἦσα^ν μεμολυσμέναι κέρδει ἀδί^κῳ.
καὶ ἐξέτεινεν, ἐπειδὴ οὐκ ἦσαν μεμολυσμέναι κέρδει ἀδίκῳ.
ἔπαρσις τῶν χειρῶν μου.
ἔπαρσις τῶν χειρῶν μου.
ἑρμηνεύει τὸ ἔπαρσις τῶν χειρῶν μου βούλομαι οὖν τοὺς ἄ^νδρα^ς προσεύχεσθαι ἐν παντὶ^ τόπῳ, ἐπαίροντα^ς ὁσί^ους χεῖρα^ς χωρὶ^ς ὀργῆς καὶ διαλογισμῶν.
ἑρμηνεύει τὸ ἔπαρσις τῶν χειρῶν μου βούλομαι οὖν τοὺς ἄνδρας προσεύχεσθαι ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν.
ἡ ἑσπέρα_ ἀ^παιτεῖ ἡμᾶς τὰ τῆς ἑσπέρα_ς ἔργα^.
ἡ ἑσπέρα ἀπαιτεῖ ἡμᾶς τὰ τῆς ἑσπέρας ἔργα.
ἁπλοῖς τὰ_ς χεῖρα^ς, ἐρευνᾷ ὁ τεχνίτης.
ἁπλοῖς τὰς χεῖρας, ἐρευνᾷ ὁ τεχνίτης.
ἔρχεται ὁ ἑωθι^νὸς καιρός, καὶ ἐὰν μὴ ἔχῃς κα^θα^ρὰ_ν τὴν χεῖρα^ ἢ τὴν δι^ά^νοια^ν, ἑωθι^νὸν καιρὸν οὔ τε ἰ^δεῖν τολμᾷς.
ἔρχεται ὁ ἑωθινὸς καιρός, καὶ ἐὰν μὴ ἔχῃς καθαρὰν τὴν χεῖρα ἢ τὴν διάνοιαν, ἑωθινὸν καιρὸν οὔ τε ἰδεῖν τολμᾷς.
ἡ πεῖρα^ δι^δά^σκα^λος.
ἡ πεῖρα διδάσκαλος.
ἐννόησον, ὅταν τι^ς κα^θα^ρὸς δι^α^μείνῃ, πῶς εἰσέρχεται διὰ πα^ρρησί^α_ς, ὡς ἰ^δί^α_ν αὐλὴν πα^τῶν.
ἐννόησον, ὅταν τις καθαρὸς διαμείνῃ, πῶς εἰσέρχεται διὰ παρρησίας, ὡς ἰδίαν αὐλὴν πατῶν.
παρρησίαν γὰ^ρ αὐτῷ δί^δωσι^ν ἐν τῷ ἑωθι^νῷ καιρῷ ἡ ἐν νυκτὶ^ σωφροσύ^νη.
παρρησίαν γὰρ αὐτῷ δίδωσιν ἐν τῷ ἑωθινῷ καιρῷ ἡ ἐν νυκτὶ σωφροσύνη.
εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ.
εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ.
εὐχαριστῶ τῷ θεῷ·
εὐχαριστῶ τῷ θεῷ·
μέμνημαι, ὅτι κάμνουσα^ν ἡμῖν τὴν φωνὴν ὁ τοῦ θεοῦ ἀνώρθωσε λόγος, οὐ πρὸς τὴν ἡμετέρα_ν ἀ^ξί^α_ν ὁρῶν, ἀλλὰ πρὸς τὸν ὑ_μέτερον πόθον.
μέμνημαι, ὅτι κάμνουσαν ἡμῖν τὴν φωνὴν ὁ τοῦ θεοῦ ἀνώρθωσε λόγος, οὐ πρὸς τὴν ἡμετέραν ἀξίαν ὁρῶν, ἀλλὰ πρὸς τὸν ὑμέτερον πόθον.
εὐξώμεθα τοίνυ^ν ἐν ἀ^ληθείᾳ κα^ρδί^α_ς καὶ εἰρήνην ἔχειν καὶ ἐν ὄρθροις παρρησιάζεσθαι καὶ αἱρετι^κὴν μανίαν φεύγειν καὶ ὀρθόδοξον πίστι^ν μετα^διώκειν καὶ δόξα^ν ἀναπέμπειν τῷ πατρὶ^ καὶ τῷ υἱῷ καὶ τῷ ἁ^γί^ῳ πνεύμα^τι^, νῦν καὶ ἀ^εὶ καὶ εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων.
εὐξώμεθα τοίνυν ἐν ἀληθείᾳ καρδίας καὶ εἰρήνην ἔχειν καὶ ἐν ὄρθροις παρρησιάζεσθαι καὶ αἱρετικὴν μανίαν φεύγειν καὶ ὀρθόδοξον πίστιν μεταδιώκειν καὶ δόξαν ἀναπέμπειν τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ἀμήν.
ἀμήν.
πολλὰ^ μὲν καὶ μεγά^λα_ τὰ^ πα^ρὰ^ τοῦ φιλανθρώπου θεοῦ πρώτη δὲ αὐτοῦ καὶ μεγίστη πα_σῶν δωρεῶν ἡ τῶν γρα^φῶν δι^δα^σκα^λί^α_.
πολλὰ μὲν καὶ μεγάλα τὰ παρὰ τοῦ φιλανθρώπου θεοῦ πρώτη δὲ αὐτοῦ καὶ μεγίστη πασῶν δωρεῶν ἡ τῶν γραφῶν διδασκαλία.
ἥλιος μὲν γὰ^ρ καὶ σελήνη καὶ πᾶς ὁ τῶν ἄστρων χορὸς καὶ ποτα^μοὶ καὶ πηγαὶ καὶ λίμναι πρὸς τὴν τῶν σωμά^των θεραπείαν γεγένηται.
ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ πᾶς ὁ τῶν ἄστρων χορὸς καὶ ποταμοὶ καὶ πηγαὶ καὶ λίμναι πρὸς τὴν τῶν σωμάτων θεραπείαν γεγένηται.
αἱ δὲ ἅγι^αι γρα^φαὶ πρὸς τὴν τῶν ψυ_χῶν δι^όρθωσι^ν ἐδόθησα^ν·
αἱ δὲ ἅγιαι γραφαὶ πρὸς τὴν τῶν ψυχῶν διόρθωσιν ἐδόθησαν·
ὅσῳ δὲ σωμά^των ἀνωτέρα ψυ_χή, τοσούτῳ τῶν ἄλλων δωρεῶν ἀνωτέρα ἡ τῶν θείων γρα^φῶν.
ὅσῳ δὲ σωμάτων ἀνωτέρα ψυχή, τοσούτῳ τῶν ἄλλων δωρεῶν ἀνωτέρα ἡ τῶν θείων γραφῶν.
ἐρευνᾶτε τὰ_ς γρα^φά_ς, ἐν αἷς δοκεῖτε ζωὴν αἰώνι^ον ἔχειν.
ἐρευνᾶτε τὰς γραφάς, ἐν αἷς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν.
ἐρευνήσωμεν τοίνυ^ν τοὺς θησαυροὺς τῶν γρα^φῶν καὶ τῆς ἐπαγγελία_ς ἁ^ψώμεθα^ καὶ τοῦ ἀνθρώπου τὴν δημιουργίαν κα^τὰ^ δύ^να^μι^ν ἐξειπεῖν ἐπιχειρήσωμεν.
ἐρευνήσωμεν τοίνυν τοὺς θησαυροὺς τῶν γραφῶν καὶ τῆς ἐπαγγελίας ἁψώμεθα καὶ τοῦ ἀνθρώπου τὴν δημιουργίαν κατὰ δύναμιν ἐξειπεῖν ἐπιχειρήσωμεν.
μηδεὶς δὲ πά^λι^ν μεμφέσθω τοῖς μετὰ^ ἀκρι_βεία_ς ζητουμένοις.
μηδεὶς δὲ πάλιν μεμφέσθω τοῖς μετὰ ἀκριβείας ζητουμένοις.
ἴ^δι^ον γὰ^ρ τῶν φλυαρεῖν ἐπιχειρούντων τὸ μέμφεσθαι ταῖς τοῦ θεοῦ δι^α^τά^ξεσι^ καὶ ἐγκαλεῖν τοῖς μετὰ^ ἀκρι_βεία_ς λεγομένοις.
ἴδιον γὰρ τῶν φλυαρεῖν ἐπιχειρούντων τὸ μέμφεσθαι ταῖς τοῦ θεοῦ διατάξεσι καὶ ἐγκαλεῖν τοῖς μετὰ ἀκριβείας λεγομένοις.
ἤκουσά τι^νων ἐγκαλούντων, ὅτι^ τί^ς χρεία_ ἦν εἰπεῖν περὶ^ πυ_ρὸς καὶ ὕ^δα^τος, ὅτι^ τρίζει τὸ πῦρ ὕ^δα^τος ἐπι^βαλλομένου;
ἤκουσά τινων ἐγκαλούντων, ὅτι τίς χρεία ἦν εἰπεῖν περὶ πυρὸς καὶ ὕδατος, ὅτι τρίζει τὸ πῦρ ὕδατος ἐπιβαλλομένου;
ἡμεῖς, φησί^, φυσιολογίαν οὐ θέλομεν μα^νθά^νειν, ἀλλὰ^ θεολογίαν.
ἡμεῖς, φησί, φυσιολογίαν οὐ θέλομεν μανθάνειν, ἀλλὰ θεολογίαν.
δεῖ δὲ εἰδέναι, ὅτι^ ταῦτα^ τὰ^ ῥήμα^τα^ ἀργῶν ἐστι^ καὶ ῥᾳθύ_μων.
δεῖ δὲ εἰδέναι, ὅτι ταῦτα τὰ ῥήματα ἀργῶν ἐστι καὶ ῥᾳθύμων.
μετὰ^ γὰ^ρ τὴν θεολογίαν ἡ φυ^σιολογία κρηπῖδα^ πα^ρέχει τῇ εὐσεβείᾳ.
μετὰ γὰρ τὴν θεολογίαν ἡ φυσιολογία κρηπῖδα παρέχει τῇ εὐσεβείᾳ.
εἰ δὲ ἐκβά^λλουσι^ φυσιολογίαν, ἐγκαλείσθωσα^ν τοῖς προφήταις, μεμφέσθωσα^ν τοῖς ἀ^ποστόλοις.
εἰ δὲ ἐκβάλλουσι φυσιολογίαν, ἐγκαλείσθωσαν τοῖς προφήταις, μεμφέσθωσαν τοῖς ἀποστόλοις.
οὐ πᾶσα^ σὰρξ ἡ αὐτὴ σάρξ, ἀλλ' ἄλλη μὲν σὰρξ ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ ἰ^χθύ^ων, ἄλλη δὲ πετεινῶν, καὶ σώμα^τα^ ἐπουρά^νι^α^ καὶ σώμα^τα^ ἐπί^γεια^.
οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ, ἀλλ' ἄλλη μὲν σὰρξ ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ ἰχθύων, ἄλλη δὲ πετεινῶν, καὶ σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια.
τοσαῦτα εἰ τύ^χοι, γένη φωνῶν ἐστι^ν ἐν κόσμῳ καὶ οὐδὲν ἄ^φωνόν ἐστι^;
τοσαῦτα εἰ τύχοι, γένη φωνῶν ἐστιν ἐν κόσμῳ καὶ οὐδὲν ἄφωνόν ἐστι;
καὶ γὰ^ρ ἐὰ^ν ἄ^δηλον φωνὴν σάλπιγξ δῷ, τί^ς πα^ρα^σκευά^ζεται εἰς πόλεμον;
καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάζεται εἰς πόλεμον;
εἴτε αὐλός, εἴ τε κι^θά^ρα_, ἐὰ^ν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον;
εἴτε αὐλός, εἴ τε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον;
τί^ κοινὸν εἶχεν ἡ παύλου γλῶσσα^ πρὸς αὐλὸν καὶ κιθάρα_ν;
τί κοινὸν εἶχεν ἡ παύλου γλῶσσα πρὸς αὐλὸν καὶ κιθάραν;
ἀλλὰ^ φυσιολογεῖ ἀ^πὸ τῶν φαινομένων, ἵ^να_ πα^ρα^στήσῃ τὰ^ νοούμενα^.
ἀλλὰ φυσιολογεῖ ἀπὸ τῶν φαινομένων, ἵνα παραστήσῃ τὰ νοούμενα.
σθένος λέοντος, φωνὴ λεαίνης, γαυρία_μα^ δρα^κόντων ἐσβέσθη.
σθένος λέοντος, φωνὴ λεαίνης, γαυρίαμα δρακόντων ἐσβέσθη.
μυρμηκολέων ὤλετο πα^ρὰ^ τὸ μὴ ἔχειν βοράν.
μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν.
νεοσσοὶ δὲ γυ_πῶν τὰ^ ὑψηλὰ^ πέτονται.
νεοσσοὶ δὲ γυπῶν τὰ ὑψηλὰ πέτονται.
ὃν τρόπον ἐὰ^ν λά^βῃ λέων καὶ ἁρπά^σῃ καὶ βοήσῃ ἐπὶ^ τῇ θήρᾳ καὶ πλησθῇ τὰ^ ὄρη τῆς φωνῆς αὐτοῦ;
ὃν τρόπον ἐὰν λάβῃ λέων καὶ ἁρπάσῃ καὶ βοήσῃ ἐπὶ τῇ θήρᾳ καὶ πλησθῇ τὰ ὄρη τῆς φωνῆς αὐτοῦ;
ὁμοία_ ἐστὶ^ν ἡ βα^σι^λεία_ τῶν οὐρα^νῶν κόκκῳ σινήπεως, ὃ μικρότερον μὲν ἔστι^ τῶν ἄλλων σπερμά^των·
ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινήπεως, ὃ μικρότερον μὲν ἔστι τῶν ἄλλων σπερμάτων·
αὐξηθὲν δέ, μεῖζον πάντων γί_νεται τῶν λα^χά^νων·
αὐξηθὲν δέ, μεῖζον πάντων γίνεται τῶν λαχάνων·
καὶ πά^λι^ν·
καὶ πάλιν·
ὁμοία ἐστὶ^ν ἡ βα^σι^λεία_ τῶν οὐρα^νῶν, ὡς ἐὰ^ν ἄνθρωπος βά^λῃ τὸν σπόρον αὐτοῦ καὶ βλα^στά^νῃ καὶ μηκύνηται, ὡς οὐκ οἶδεν αὐτός·
ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ὡς ἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον αὐτοῦ καὶ βλαστάνῃ καὶ μηκύνηται, ὡς οὐκ οἶδεν αὐτός·
αὐτομά^τη γὰ^ρ ἡ γῆ βλα^στά^νει, πρῶτον χόρτον, εἶτα^ στάχυν, εἶτα^ σῖτον πληροῖ ἐν τῷ στάχυι.
αὐτομάτη γὰρ ἡ γῆ βλαστάνει, πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα σῖτον πληροῖ ἐν τῷ στάχυι.
ἐὰ^ν γένηταί φησι^ν ὁ οὐρα^νὸς ὀψία_ς πυρρός, λέγετε εὐδία, πυρράζει γὰ^ρ ὁ οὐρα^νός·
ἐὰν γένηταί φησιν ὁ οὐρανὸς ὀψίας πυρρός, λέγετε εὐδία, πυρράζει γὰρ ὁ οὐρανός·
καὶ ὑ^πὸ τὸν ὄρθρον σήμερον χειμών, πυρράζει γὰ^ρ στυγνάζων ὁ οὐρα^νός.
καὶ ὑπὸ τὸν ὄρθρον σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός.
τί^ς οὖν χρεία_ τούτων;
τίς οὖν χρεία τούτων;
ταῦτα^ λέγω δι^ὰ^ τοὺς ἀπαιδεύτως ἐγκαλεῖν ἐπιχειροῦντα^ς.
ταῦτα λέγω διὰ τοὺς ἀπαιδεύτως ἐγκαλεῖν ἐπιχειροῦντας.
περὶ^ θεοῦ κι_νεῖται λόγος καὶ φεύγεις τὴν ἀκριβῇ τῶν δογμά^των ἀκρόασι^ν;
περὶ θεοῦ κινεῖται λόγος καὶ φεύγεις τὴν ἀκριβῇ τῶν δογμάτων ἀκρόασιν;
ἐπεὶ τοίνυ^ν πρόκειται θεοῦ χάριτι^ εἰς τὴν τοῦ ἀνθρώπου δημιουργίαν εἰπεῖν, οὐ κατ' ἀ^ξί^α_ν τοῦ πρά_γμα^τος, ἀλλὰ^ κα^τὰ^ δύ^να^μι^ν τὴν ἡμετέρα_ν, ἀ^να^γκαίως εἰς τὴν ὑ^πόθεσι^ν κα^θήξωμεν.
ἐπεὶ τοίνυν πρόκειται θεοῦ χάριτι εἰς τὴν τοῦ ἀνθρώπου δημιουργίαν εἰπεῖν, οὐ κατ' ἀξίαν τοῦ πράγματος, ἀλλὰ κατὰ δύναμιν τὴν ἡμετέραν, ἀναγκαίως εἰς τὴν ὑπόθεσιν καθήξωμεν.
ἐκεκόσμητο ὁ οὐρα^νός, ἐστεφά^νωτο τοῖς καρποῖς ἡ γῆ, δι^ώριστο τὰ^ τῆς θα^λάσσης ὕ^δα^τα^, ἐβλάστησε βλαστήμα^τα^, προῆλθε τὰ^ ἄλογα^ ζῷα^, ἐπεπλήρωτο ἡ οἰκουμένη, ἐκεκόσμητο ὁ οἶκος·
ἐκεκόσμητο ὁ οὐρανός, ἐστεφάνωτο τοῖς καρποῖς ἡ γῆ, διώριστο τὰ τῆς θαλάσσης ὕδατα, ἐβλάστησε βλαστήματα, προῆλθε τὰ ἄλογα ζῷα, ἐπεπλήρωτο ἡ οἰκουμένη, ἐκεκόσμητο ὁ οἶκος·
ἔλειπεν ὁ οἰκοδεσπότης πάντων τῶν γενομένων.
ἔλειπεν ὁ οἰκοδεσπότης πάντων τῶν γενομένων.
εἶπεν ὁ θεὸς ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα^ ἡμετέρα_ν καὶ ὁμοίωσι^ν.
εἶπεν ὁ θεὸς ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν.
ἐδείχθη τῇ προτεραίᾳ τί^ς ἡ δύ^να^μι^ς τοῦ ποιήσωμεν, τί^νος ὁ λόγος καὶ πρὸς τί^να^ ὁ λόγος, τίς ὁ σύμβουλος καὶ τί^νος ἡ κοινὴ σκέψις.
ἐδείχθη τῇ προτεραίᾳ τίς ἡ δύναμις τοῦ ποιήσωμεν, τίνος ὁ λόγος καὶ πρὸς τίνα ὁ λόγος, τίς ὁ σύμβουλος καὶ τίνος ἡ κοινὴ σκέψις.
ἀλλ' ἐπειδὴ ἀ^πὸ τῶν γρα^φῶν πα^ρεστήσα^μεν σύμβουλον τῆς ἀρχαία_ς βουλῆς τὸν υἱόν, ἐσι^ωπήσα^μεν δὲ τοῦ ἁ^γί^ου πνεύμα^τος τὴν δόξα^ν, ἵ^να_ μὴ ἀ^φορμὰς δέχωνται παρ' ἡμῶν ὑ^γι^αινόντων οἱ νοσοῦντες, ἀ^να^γκαῖον εἰδέναι, ὅτι^ μί^α^ δόξα_, μί^α^ γνώμη, εἷς λόγος ἐνεργῶν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁ^γί^ου πνεύμα^το...
ἀλλ' ἐπειδὴ ἀπὸ τῶν γραφῶν παρεστήσαμεν σύμβουλον τῆς ἀρχαίας βουλῆς τὸν υἱόν, ἐσιωπήσαμεν δὲ τοῦ ἁγίου πνεύματος τὴν δόξαν, ἵνα μὴ ἀφορμὰς δέχωνται παρ' ἡμῶν ὑγιαινόντων οἱ νοσοῦντες, ἀναγκαῖον εἰδέναι, ὅτι μία δόξα, μία γνώμη, εἷς λόγος ἐνεργῶν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.
εἴρηται ἐνταῦθα^ σύμβουλος ὁ υἱός.
εἴρηται ἐνταῦθα σύμβουλος ὁ υἱός.
ἀλλαχοῦ εἴρηται, ὅτι^ τὴν γνῶσι^ν τοῦ θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον.
ἀλλαχοῦ εἴρηται, ὅτι τὴν γνῶσιν τοῦ θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα τὸ ἅγιον.
οὐδεὶς οἶδε τῶν ἀνθρώπων τὰ^ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα^ τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ·
οὐδεὶς οἶδε τῶν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ·
οὕτω καὶ τὰ^ τοῦ θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα^ τοῦ θεοῦ.
οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ.
εἰ τὸ ἐν σοὶ πνεῦμα^ ἀ^λλότρι^ον τῆς σῆς οὐσί^α_ς, καὶ τὸ ἐν τῷ θεῷ πνεῦμα^ ἀ^λλότρι^ον τῆς τοῦ θεοῦ οὐσί^α_ς.
εἰ τὸ ἐν σοὶ πνεῦμα ἀλλότριον τῆς σῆς οὐσίας, καὶ τὸ ἐν τῷ θεῷ πνεῦμα ἀλλότριον τῆς τοῦ θεοῦ οὐσίας.
βούλεταί τι^ πα^τήρ;
βούλεταί τι πατήρ;
ἡ αὐτὴ βουλὴ καὶ υἱοῦ καὶ ἁ^γί^ου πνεύμα^τος.
ἡ αὐτὴ βουλὴ καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.
βούλεταί τι^ υἱός;
βούλεταί τι υἱός;
ἡ αὐτὴ βουλὴ πατρὸς καὶ πνεύμα^τος.
ἡ αὐτὴ βουλὴ πατρὸς καὶ πνεύματος.
βούλεταί τι^ πνεῦμα^;
βούλεταί τι πνεῦμα;
ἡ αὐτὴ βουλὴ πατρὸς καὶ υἱοῦ.
ἡ αὐτὴ βουλὴ πατρὸς καὶ υἱοῦ.
ἐγείρει ὁ πα^τὴρ τοὺς νεκρούς;
ἐγείρει ὁ πατὴρ τοὺς νεκρούς;
ἐγείρει καὶ ὁ υἱός.
ἐγείρει καὶ ὁ υἱός.
ὥσπερ γὰ^ρ ὁ πα^τὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ.
ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ.
ἰδοὺ ἡ βουλὴ συ^νηγμένη.
ἰδοὺ ἡ βουλὴ συνηγμένη.
ποῦ οὖν ἡ βουλὴ τοῦ πνεύμα^τος;
ποῦ οὖν ἡ βουλὴ τοῦ πνεύματος;
ταῦτα^ δὲ πά^ντα^ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα^, δι^αιροῦν ἰ^δί^ᾳ ἑκάστῳ κα^θὼς βού λεται.
ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βού λεται.