macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
μί^α^ βα^σι^λεία_ πατρός, υἱοῦ καὶ ἁ^γί^ου πνεύμα^τος. | μία βασιλεία πατρός, υἱοῦ καὶ ἁγίου πνεύματος. |
μέμφεται δὲ ὁ θεὸς καὶ τῆς ἄ^νευ γνώμης θεοῦ πειρωμένοις τι^ ποιεῖν. | μέμφεται δὲ ὁ θεὸς καὶ τῆς ἄνευ γνώμης θεοῦ πειρωμένοις τι ποιεῖν. |
οὐαὶ, τέκνα^ ἀποστάται, λέγει κύ_ρι^ος. | οὐαὶ, τέκνα ἀποστάται, λέγει κύριος. |
ἐποιήσατε βουλήν, οὐ δι' ἐμοῦ, καὶ συ^νθήκα_ς, οὐ δι^ὰ^ τοῦ πνεύμα^τός μου. | ἐποιήσατε βουλήν, οὐ δι' ἐμοῦ, καὶ συνθήκας, οὐ διὰ τοῦ πνεύματός μου. |
τρανῶς πα^ριστῶν τὴν ἁγί^α_ν τριάδα ἰσχυέτωσα^ν αἱ χεῖρες ζοροβάβελ, λέγει κύ_ρι^ος, καὶ ἰσχυέτωσαν αἱ χεῖρες ἰωσεδὲκ τοῦ ἱερέως καὶ αἱ χεῖρες τοῦ λα_οῦ, δι^ό^τι^ ἐγὼ μεθ' ὑ_μῶν εἰμι^, λέγει κύ_ρι^ος, καὶ ὁ λόγος μου ὁ ἀ^γα^θός· | τρανῶς παριστῶν τὴν ἁγίαν τριάδα ἰσχυέτωσαν αἱ χεῖρες ζοροβάβελ, λέγει κύριος, καὶ ἰσχυέτωσαν αἱ χεῖρες ἰωσεδὲκ τοῦ ἱερέως καὶ αἱ χεῖρες τοῦ λαοῦ, διότι ἐγὼ μεθ' ὑμῶν εἰμι, λέγει κύριος, καὶ ὁ λόγος μου ὁ ἀγαθός· |
καὶ τὸ πνεῦμά^ μου ἐν μέσῳ ὑ_μῶν. | καὶ τὸ πνεῦμά μου ἐν μέσῳ ὑμῶν. |
ἄλλως τέ, ἀ^δελφοί, ἡ ἀναγέννησι^ς ἡμῶν μα^ρτυ^ρεῖ τῇ δημιουργίᾳ. | ἄλλως τέ, ἀδελφοί, ἡ ἀναγέννησις ἡμῶν μαρτυρεῖ τῇ δημιουργίᾳ. |
εἰ μὴ ἐκοινώνησε πατρὶ^ καὶ υἱῷ τὸ πνεῦμα^ εἰς τὴν δημιουργίαν, οὐκ ἂ^ν ἐκοινώνησεν εἰς τὴν ἀναγέννησι^ν. | εἰ μὴ ἐκοινώνησε πατρὶ καὶ υἱῷ τὸ πνεῦμα εἰς τὴν δημιουργίαν, οὐκ ἂν ἐκοινώνησεν εἰς τὴν ἀναγέννησιν. |
πῶς βα^πτι^ζόμεθα^; | πῶς βαπτιζόμεθα; |
ἐν ὀνόμα^τι^ πατρὸς καὶ υἱοῦ καὶ ἁ^γί^ου πνεύμα^τος. | ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. |
ποία μείζων ἡ γέννησι^ς ἢ τῆς δημιουργία_ς ἢ τῆς μυσταγωγία_ς; | ποία μείζων ἡ γέννησις ἢ τῆς δημιουργίας ἢ τῆς μυσταγωγίας; |
ἐκεῖ ἀρχὴ ζωῆς εἰς θά^να^τον, ὧδε ἀρχὴ θα^νά^του εἰς ζωήν. | ἐκεῖ ἀρχὴ ζωῆς εἰς θάνατον, ὧδε ἀρχὴ θανάτου εἰς ζωήν. |
πῶς τοίνυ^ν ἐνδέχεται ἐπὶ^ μὲν τοῦ μείζονος κοινωνὸν εἶναι πατρὸς καὶ υἱοῦ τὸ ἅ^γι^ον πνεῦμα^, ἐπὶ^ δὲ τῆς σωμα^τι^κῆς δημιουργία_ς ἀποσχοινίζεσθαι τῆς κοινῆς ἀ^ξί^α_ς; | πῶς τοίνυν ἐνδέχεται ἐπὶ μὲν τοῦ μείζονος κοινωνὸν εἶναι πατρὸς καὶ υἱοῦ τὸ ἅγιον πνεῦμα, ἐπὶ δὲ τῆς σωματικῆς δημιουργίας ἀποσχοινίζεσθαι τῆς κοινῆς ἀξίας; |
οὐκ ἂ^ν ἐκτίσθημεν, εἰ μὴ ὑ^πὸ τοῦ ἁ^γί^ου πνεύμα^τος ἐμορφώθημεν. | οὐκ ἂν ἐκτίσθημεν, εἰ μὴ ὑπὸ τοῦ ἁγίου πνεύματος ἐμορφώθημεν. |
καὶ ἐπειδὴ ἐν τῇ πρώτῃ κτί^σει κοινωνόν ἐστι^ πατρὸς καὶ υἱοῦ, ὁμοίως καὶ ἐν τῷ βαπτίσμα^τι^ κοινωνὸν καὶ συνεργόν. | καὶ ἐπειδὴ ἐν τῇ πρώτῃ κτίσει κοινωνόν ἐστι πατρὸς καὶ υἱοῦ, ὁμοίως καὶ ἐν τῷ βαπτίσματι κοινωνὸν καὶ συνεργόν. |
πά^λι^ν ἐν τῇ ἀ^να^στά^σει οὐχ οἷόν τε ἡμᾶς ἄλλως ἀ^να^στῆναι, εἰ μὴ πατρὸς θέλοντος καὶ υἱοῦ συνεργοῦντος καὶ ἁ^γί^ου πνεύμα^τος ἐνδυναμοῦντος. | πάλιν ἐν τῇ ἀναστάσει οὐχ οἷόν τε ἡμᾶς ἄλλως ἀναστῆναι, εἰ μὴ πατρὸς θέλοντος καὶ υἱοῦ συνεργοῦντος καὶ ἁγίου πνεύματος ἐνδυναμοῦντος. |
ἄκουε τοῦ κυ_ρί^ου λέγοντος. | ἄκουε τοῦ κυρίου λέγοντος. |
κα^λῶς εἶπον τοῦ κυ_ρί^ου. | καλῶς εἶπον τοῦ κυρίου. |
εἰ γὰ^ρ καὶ παύλου ἐστὶ^ φωνή, ἀλλὰ^ τοῦ κυ_ρί^ου ἐστὶ^ φωνή. | εἰ γὰρ καὶ παύλου ἐστὶ φωνή, ἀλλὰ τοῦ κυρίου ἐστὶ φωνή. |
εἰ δοκιμὴν ζητεῖτε λα^βεῖν τοῦ ἐν ἐμοὶ λαλοῦντος χριστοῦ. | εἰ δοκιμὴν ζητεῖτε λαβεῖν τοῦ ἐν ἐμοὶ λαλοῦντος χριστοῦ. |
ὑ_μεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί^, ἀλλ' ἐν πνεύμα^τι^, εἴπερ πνεῦμα^ θεοῦ οἰκεῖ ἐν ὑ_μῖν. | ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ' ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. |
εἰ δέ τι^ς πνεῦμα^ θεοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστι^ν αὐτοῦ. | εἰ δέ τις πνεῦμα θεοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. |
εἰ δὲ χριστὸς ἐν ὑ_μῖν, τὸ μὲν σῶ^μα^ νεκρὸν δι' ἁ^μαρτί^α_ν, τὸ δὲ πνεῦμα^ ζωὴ δι^ὰ^ δι^καιοσύ^νην. | εἰ δὲ χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι' ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. |
εἰ δὲ τὸ πνεῦμα^ τοῦ ἐγείραντος τὸν χριστὸν οἰκεῖ ἐν ὑ_μῖν, ὁ ἐγείρα_ς τὸν χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ^ θνητὰ^ σώμα^τα^ ὑ_μῶν, δι^ὰ^ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα^ ἐν ὑ_μῖν. | εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος τὸν χριστὸν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ὑμῖν. |
ἐκτὸς πατρὸς καὶ υἱοῦ καὶ πνεύμα^τος ἁ^γί^ου οὐχ ἡ πρώτη κτίσις, οὐχ ἡ δευτέρα_ γέννησι^ς, οὐχ ἡ τελευταία_ ἀνάστα^σι^ς. | ἐκτὸς πατρὸς καὶ υἱοῦ καὶ πνεύματος ἁγίου οὐχ ἡ πρώτη κτίσις, οὐχ ἡ δευτέρα γέννησις, οὐχ ἡ τελευταία ἀνάστασις. |
ποιήσωμεν ἄνθρωπον. | ποιήσωμεν ἄνθρωπον. |
ἐνταῦθα^ λοιπὸν προησφαλισάμην τοὺς μεμφομένους. | ἐνταῦθα λοιπὸν προησφαλισάμην τοὺς μεμφομένους. |
ἡ τοῦ ἀνθρώπου προσηγορί^α_ τῇ ἑβραΐδι φωνῇ πῦρ ἑρμηνεύεται. | ἡ τοῦ ἀνθρώπου προσηγορία τῇ ἑβραΐδι φωνῇ πῦρ ἑρμηνεύεται. |
πρόσεχε, πα^ρα^κα^λῶ· | πρόσεχε, παρακαλῶ· |
ὁ μὲν γνησίως ἀ^κούων, ὡς φί^λος καὶ σύντροφος ὢν τῆς ἀ^ληθεία_ς, σώζεται, ὁ δὲ ἐχθρῶς ἔχων τὰ_ς ἀ^κοὰ_ς οὐ ζητεῖ τί^ ὠφεληθῇ, ἀλλὰ^ τί^νος ἐπι^λά^βηται, οὐ ζητεῖ τί^ κερδά_νῃ, ἀλλὰ^ τί^ μέμψηται. | ὁ μὲν γνησίως ἀκούων, ὡς φίλος καὶ σύντροφος ὢν τῆς ἀληθείας, σώζεται, ὁ δὲ ἐχθρῶς ἔχων τὰς ἀκοὰς οὐ ζητεῖ τί ὠφεληθῇ, ἀλλὰ τίνος ἐπιλάβηται, οὐ ζητεῖ τί κερδάνῃ, ἀλλὰ τί μέμψηται. |
ὁ ἄνθρωπος τῇ ἑβραΐδι δι^αλέκτῳ πῦρ λέγεται. | ὁ ἄνθρωπος τῇ ἑβραΐδι διαλέκτῳ πῦρ λέγεται. |
τοῦτο τὸ ὄνομα^ οὐκ ἐδόθη τῷ ἀδὰμ ἀργῶς· | τοῦτο τὸ ὄνομα οὐκ ἐδόθη τῷ ἀδὰμ ἀργῶς· |
ἀλλὰ^ τέσσα^ρά^ ἐστι^ στοιχεῖα^ ἐν τῷ κόσμῳ πά^λι^ν φυσιολογῶ, κ ἂ_ν μὴ θέλωσι^ν. | ἀλλὰ τέσσαρά ἐστι στοιχεῖα ἐν τῷ κόσμῳ πάλιν φυσιολογῶ, κ ἂν μὴ θέλωσιν. |
γῆ, ὕ^δωρ, ἀήρ, πῦρ. | γῆ, ὕδωρ, ἀήρ, πῦρ. |
τῶν ἄλλων στοιχείων ἕκαστον ὡς ἔστι^ μένει. | τῶν ἄλλων στοιχείων ἕκαστον ὡς ἔστι μένει. |
οἷον· | οἷον· |
ἐὰ^ν λά^βῃς βῶλον γῆς, προσθεῖναι αὐτῷ ἀ^πὸ τοῦ κα^τεχομένου οὐ δύ_νῃ· | ἐὰν λάβῃς βῶλον γῆς, προσθεῖναι αὐτῷ ἀπὸ τοῦ κατεχομένου οὐ δύνῃ· |
ἂ_ν οὖν λά^βῃς βῶλον γῆς, ὅ ἐστι^ μένει. | ἂν οὖν λάβῃς βῶλον γῆς, ὅ ἐστι μένει. |
ὕ^δωρ πά^λι^ν ἐὰ^ν λά^βῃς μέτρῳ τι^νί^, μένει τὸ αὐτὸ ὕ^δωρ, προσθήκην οὐ λα^μβά^νει. | ὕδωρ πάλιν ἐὰν λάβῃς μέτρῳ τινί, μένει τὸ αὐτὸ ὕδωρ, προσθήκην οὐ λαμβάνει. |
ἀέρος ἐὰ^ν πληρώσης ἀσκόν, ἄλλον ἀσκὸν πληρῶσαι οὐ δύ^να^ται ἀπ' ἐκείνου. | ἀέρος ἐὰν πληρώσης ἀσκόν, ἄλλον ἀσκὸν πληρῶσαι οὐ δύναται ἀπ' ἐκείνου. |
τὸ δὲ πῦρ οὐ μένει οἷον ἐστι^. | τὸ δὲ πῦρ οὐ μένει οἷον ἐστι. |
μικρὸς ἅπτεται λύχνος καὶ μυ_ρί^α_ς ἐξ αὐτοῦ ἀ^νά^πτεις λα^μπά^δα^ς, κάμι_νον ὅλην, φλόγα πολλήν, καὶ οὐ μένει ἐν τῇ ἰ^δί^ᾳ ὄψει, ἀλλ' ὅσην ἂ_ν λά^βῃ τὴν ὕ_λην πλεονάζει τὸ πῦρ. | μικρὸς ἅπτεται λύχνος καὶ μυρίας ἐξ αὐτοῦ ἀνάπτεις λαμπάδας, κάμινον ὅλην, φλόγα πολλήν, καὶ οὐ μένει ἐν τῇ ἰδίᾳ ὄψει, ἀλλ' ὅσην ἂν λάβῃ τὴν ὕλην πλεονάζει τὸ πῦρ. |
ἐπεὶ οὖν προῄδει θεός, ὅτι^ ἀ^πὸ ἑνὸς ἀνθρωπείου σώμα^τος πληροῦται τῆς οἰκουμένης τὰ^ πέρα^τα^ εἷς λύχνος τοσαύτα_ς ἐξάπτει λα^μπά^δα^ς, καὶ δύ^σις καὶ ἀνατολὴ καὶ ἄρκτος καὶ μεσημβρί^α_ , ἔθηκεν ὄνομα^ ἄ^ξι^ον τοῦ πρά_γμα^τος. | ἐπεὶ οὖν προῄδει θεός, ὅτι ἀπὸ ἑνὸς ἀνθρωπείου σώματος πληροῦται τῆς οἰκουμένης τὰ πέρατα εἷς λύχνος τοσαύτας ἐξάπτει λαμπάδας, καὶ δύσις καὶ ἀνατολὴ καὶ ἄρκτος καὶ μεσημβρία , ἔθηκεν ὄνομα ἄξιον τοῦ πράγματος. |
δι^ὰ^ τοῦτο καὶ αὐτὸ τοῦ ἀδὰμ τὸ ὄνομα^ ἀρρα^βὼν ἦν τῆς οἰκουμένης. | διὰ τοῦτο καὶ αὐτὸ τοῦ ἀδὰμ τὸ ὄνομα ἀρραβὼν ἦν τῆς οἰκουμένης. |
ἐπειδὴ γὰ^ρ ἔμελλε τὰ^ τέσσα^ρα^ κλίμα^τα^ ἐξ αὐτοῦ πληροῦσθαι, τί^θησι^ τὸ ὄνομα^ τοῦ ἀδάμ· | ἐπειδὴ γὰρ ἔμελλε τὰ τέσσαρα κλίματα ἐξ αὐτοῦ πληροῦσθαι, τίθησι τὸ ὄνομα τοῦ ἀδάμ· |
ἄλφα^ ἀνατολή, δέλτα_ δύ^σις, ἄλφα^ ἄρκτος, μῦ μεσημβρί^α_. | ἄλφα ἀνατολή, δέλτα δύσις, ἄλφα ἄρκτος, μῦ μεσημβρία. |
καὶ τὸ ὄνομα^ καὶ τὰ^ γρά^μμα^τα^ μα^ρτυ^ρεῖ τῷ ἀνθρώπῳ μέλλοντι^ πληροῦν τὴν οἰκουμένην. | καὶ τὸ ὄνομα καὶ τὰ γράμματα μαρτυρεῖ τῷ ἀνθρώπῳ μέλλοντι πληροῦν τὴν οἰκουμένην. |
κα^λεῖται τοίνυ^ν τῇ ἑβραΐδι φωνῇ πῦρ. | καλεῖται τοίνυν τῇ ἑβραΐδι φωνῇ πῦρ. |
ἐπεὶ τοίνυ^ν πῦρ ἔχει τὴν προσηγορίαν, οὐκ ὀκνεῖ ἡ γρα^φὴ καὶ τοὺς ἀγγέλους ἀνθρώπους κα^λεῖν. | ἐπεὶ τοίνυν πῦρ ἔχει τὴν προσηγορίαν, οὐκ ὀκνεῖ ἡ γραφὴ καὶ τοὺς ἀγγέλους ἀνθρώπους καλεῖν. |
ὅτε γὰ^ρ ἦλθον αἱ περὶ^ μαρίαν εἰς τὸ μνῆμα^, ἰδοὺ πα^ρέστησα^ν αὐταῖς δύ^ο ἄνδρες. | ὅτε γὰρ ἦλθον αἱ περὶ μαρίαν εἰς τὸ μνῆμα, ἰδοὺ παρέστησαν αὐταῖς δύο ἄνδρες. |
ἦσα^ν δὲ ἄγγελοι. | ἦσαν δὲ ἄγγελοι. |
καὶ ἄγγελοι δὲ κα^λοῦνται πῦρ· | καὶ ἄγγελοι δὲ καλοῦνται πῦρ· |
ὁ ποιῶν γὰ^ρ τοὺς ἀγγέλους αὐτοῦ πνεύμα^τα^ καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. | ὁ ποιῶν γὰρ τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. |
κα^λεῖ αὐτοὺς ἄ^νδρα^ς, ἐπειδὴ κοινὴν ἔχουσι^ τὴν ἔννοια^ν τοῦ ἀνθρώπου. | καλεῖ αὐτοὺς ἄνδρας, ἐπειδὴ κοινὴν ἔχουσι τὴν ἔννοιαν τοῦ ἀνθρώπου. |
καὶ τί^ θαυμάζεις; | καὶ τί θαυμάζεις; |
αὐτὸς ὁ θεὸς κα^λεῖται πῦρ, καλεῖται ἄνθρωπος. | αὐτὸς ὁ θεὸς καλεῖται πῦρ, καλεῖται ἄνθρωπος. |
λέγει ὁ σωτὴρ περὶ^ τοῦ ἰ^δί^ου πατρός· | λέγει ὁ σωτὴρ περὶ τοῦ ἰδίου πατρός· |
ἄνθρωπός τι^ς ἦν οἰκοδεσπότης, ὃς ἐφύ^τευσεν ἄμπελον. | ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὃς ἐφύτευσεν ἄμπελον. |
καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καὶ ἀπεκτά^νθησα^ν οἱ δοῦλοι. | καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καὶ ἀπεκτάνθησαν οἱ δοῦλοι. |
καὶ ἵ^να_ συντέμω· | καὶ ἵνα συντέμω· |
καὶ εἶπεν ὁ ἄνθρωπος ἐκεῖνος· | καὶ εἶπεν ὁ ἄνθρωπος ἐκεῖνος· |
ἔτι ἕνα^ υἱὸν ἔχω· | ἔτι ἕνα υἱὸν ἔχω· |
ἀποστελῶ αὐτόν, μήποτε ἐντραπῶσι^. | ἀποστελῶ αὐτόν, μήποτε ἐντραπῶσι. |
τί^ βούλεται ἄνθρωπος περὶ^ τὸ ὄνομα^ τὸ θεῖον; | τί βούλεται ἄνθρωπος περὶ τὸ ὄνομα τὸ θεῖον; |
οὐ γὰ^ρ εἶπε παραβολήν. | οὐ γὰρ εἶπε παραβολήν. |
οὐκ εἶπεν ὁμοία ἐστί^ν, ἀλλ' ἄνθρωπός τι^ς ἦν. | οὐκ εἶπεν ὁμοία ἐστίν, ἀλλ' ἄνθρωπός τις ἦν. |
ὁ θεὸς ἡμῶν πῦρ κα^ταναλί^σκον. | ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον. |
πῦρ ἦλθον βα^λεῖν ἐπὶ^ τὴν γῆν. | πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. |
λα^μβά^νει τοίνυ^ν ὄνομα^ ἄ^ξι^ον τοῦ πρά_γμα^τος. | λαμβάνει τοίνυν ὄνομα ἄξιον τοῦ πράγματος. |
ἐπειδὴ τὸ πῦρ, ὡς ἔφθην εἰπών, ἀ^πὸ μικροῦ μέγα^ γί_νεται καὶ ἄνθρωπος ἀ^πὸ ὀλί^γου τὰ^ πέρα^τα^ τῆς οἰκουμένης ἐπλήρωσεν, ἐκλήθη ὁ ἄνθρωπος πῦρ. | ἐπειδὴ τὸ πῦρ, ὡς ἔφθην εἰπών, ἀπὸ μικροῦ μέγα γίνεται καὶ ἄνθρωπος ἀπὸ ὀλίγου τὰ πέρατα τῆς οἰκουμένης ἐπλήρωσεν, ἐκλήθη ὁ ἄνθρωπος πῦρ. |
τοῦτο δι^ὰ^ τὸ ποιήσωμεν τὸν ἄνθρωπον· | τοῦτο διὰ τὸ ποιήσωμεν τὸν ἄνθρωπον· |
τῇ γὰ^ρ ἑβραίᾳ ποιήσωμεν πῦρ. | τῇ γὰρ ἑβραίᾳ ποιήσωμεν πῦρ. |
ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα^ ἡμετέρα_ν. | ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν. |
πολλοὶ ἐνόμι^σα^ν τῶν εὐήθων καὶ τῶν τὰ_ς ψυ_χὰ_ς ἀπαιδεύτων, ὅτι^ κατ' εἰκόνα^ θεοῦ ὁ ἄνθρωπος, ὡς τοῦ θεοῦ ῥῖνα^ς ἔχοντος ἢ ὀφθαλμοὺς τοιούτους ἢ ὦτα^ τοιαῦτα^ ἢ στόμα^ τοιοῦτον. | πολλοὶ ἐνόμισαν τῶν εὐήθων καὶ τῶν τὰς ψυχὰς ἀπαιδεύτων, ὅτι κατ' εἰκόνα θεοῦ ὁ ἄνθρωπος, ὡς τοῦ θεοῦ ῥῖνας ἔχοντος ἢ ὀφθαλμοὺς τοιούτους ἢ ὦτα τοιαῦτα ἢ στόμα τοιοῦτον. |
ἐσφαλμένη δὲ καὶ ἄτοπος αὕτη ἡ δι^ά^νοια^. | ἐσφαλμένη δὲ καὶ ἄτοπος αὕτη ἡ διάνοια. |
καὶ ἔστι^ν αἵρεσι^ς ἕως σήμερον ἀνθρωπομόρφου λέγουσα^ τὸ θεῖον. | καὶ ἔστιν αἵρεσις ἕως σήμερον ἀνθρωπομόρφου λέγουσα τὸ θεῖον. |
ἐπειδὴ γὰ^ρ ἤκουσα^ν οἱ ὀφθαλμοὶ κυ_ρί^ου καὶ τὰ^ ὦτα^ κυ_ρί^ου καὶ ὠσφράνθη κύ_ρι^ος καὶ τὸ στόμα^ κυ_ρί^ου ἐλά^λησεν καὶ ἡ χεὶρ κυ_ρί^ου ἐποίησεν καὶ οἱ πόδες τοῦ θεοῦ ἔστησα^ν, ἐμελογράφησα^ν τὸ ἀσώμα^τον ἀγνοοῦντες τὴν ἄ^τοπον ἔννοια^ν. | ἐπειδὴ γὰρ ἤκουσαν οἱ ὀφθαλμοὶ κυρίου καὶ τὰ ὦτα κυρίου καὶ ὠσφράνθη κύριος καὶ τὸ στόμα κυρίου ἐλάλησεν καὶ ἡ χεὶρ κυρίου ἐποίησεν καὶ οἱ πόδες τοῦ θεοῦ ἔστησαν, ἐμελογράφησαν τὸ ἀσώματον ἀγνοοῦντες τὴν ἄτοπον ἔννοιαν. |
λέγει ὁ θεός, ἵ^να_ μά^θῃς, ὅτι^ οὐδεμί^α^ν ἐμφέρεια^ν ἄνθρωπος ἔχει πρὸς τὸν θεόν, ὅσον πρὸς τὴν σωμα^τι^κὴν ὄψι^ν. | λέγει ὁ θεός, ἵνα μάθῃς, ὅτι οὐδεμίαν ἐμφέρειαν ἄνθρωπος ἔχει πρὸς τὸν θεόν, ὅσον πρὸς τὴν σωματικὴν ὄψιν. |
οὐ γὰ^ρ ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα^, ἀλλὰ^ δείκνυ^ται, πῶς κατ' εἰκόνα^ λέγει ὁ θεός. | οὐ γὰρ ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα, ἀλλὰ δείκνυται, πῶς κατ' εἰκόνα λέγει ὁ θεός. |
τὸν οὐρα^νὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύ_ρι^ος. | τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος. |
οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. | οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. |
ἀκολουθήσωμεν τῇ λέξει; | ἀκολουθήσωμεν τῇ λέξει; |
δουλεύσωμεν τῷ ῥήμα^τι^; | δουλεύσωμεν τῷ ῥήματι; |
ἀλλ' ἡ ἀκολουθία με ἐλέγχει. | ἀλλ' ἡ ἀκολουθία με ἐλέγχει. |
πῶς νοήσω τὸν οὐρα^νὸν θρόνον; | πῶς νοήσω τὸν οὐρανὸν θρόνον; |
ὁ θρόνος περι^λαμβά^νει τὸν κα^θήμενον, θεὸς δὲ οὐ περι^γράφεται. | ὁ θρόνος περιλαμβάνει τὸν καθήμενον, θεὸς δὲ οὐ περιγράφεται. |
οὐδὲν ἐστι^ περὶ^ τὸν θεόν, πά^ντα^ δὲ κυκλοῖ καὶ τειχίζει ὁ θεός. | οὐδὲν ἐστι περὶ τὸν θεόν, πάντα δὲ κυκλοῖ καὶ τειχίζει ὁ θεός. |
εἰ οὖν οὐρα^νὸν ἔχει θρόνον, πῶς μετρήσει τὸν οὐρα^νὸν σπι^θα^μῇ; | εἰ οὖν οὐρανὸν ἔχει θρόνον, πῶς μετρήσει τὸν οὐρανὸν σπιθαμῇ; |
πῶς δὲ καὶ κάθηται εἰς τὸν οὐρα^νόν; | πῶς δὲ καὶ κάθηται εἰς τὸν οὐρανόν; |
ὁ οὐρα^νὸς ἐμοὶ θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. | ὁ οὐρανὸς ἐμοὶ θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. |
ποῦ κάθηται; | ποῦ κάθηται; |
ἐπὶ^ τὸν φαινόμενον; | ἐπὶ τὸν φαινόμενον; |
ἀστέρες ὑποκάτω τοῦ στερεώμα^τος, ὕ^δωρ ἐπά^νω. | ἀστέρες ὑποκάτω τοῦ στερεώματος, ὕδωρ ἐπάνω. |
εἰ ἐπά^νω κάθηται, οὐκ ἐπά^νω τῶν οὐρα^νῶν, ἀλλ' εἰς τὸν ἀνώτερον οὐρα^νόν. | εἰ ἐπάνω κάθηται, οὐκ ἐπάνω τῶν οὐρανῶν, ἀλλ' εἰς τὸν ἀνώτερον οὐρανόν. |
εἰ κάθηται πάντως, καὶ οἱ πόδες κρέμανται ἕως τῆς γῆς. | εἰ κάθηται πάντως, καὶ οἱ πόδες κρέμανται ἕως τῆς γῆς. |
τοιοῦτον σχῆμα^ περι^τίθης τῷ ἀσχηματίστῳ; | τοιοῦτον σχῆμα περιτίθης τῷ ἀσχηματίστῳ; |
οὐκ ἔστι^ν ἀσεβὲς καὶ τοῦτο οὕτω νοῆσαι; | οὐκ ἔστιν ἀσεβὲς καὶ τοῦτο οὕτω νοῆσαι; |
εἶτα^ λοιπόν, εἰ οἱ πόδες αὐτοῦ πα^τοῦσι^ τὴν γῆν, πῶς σπείρομεν; | εἶτα λοιπόν, εἰ οἱ πόδες αὐτοῦ πατοῦσι τὴν γῆν, πῶς σπείρομεν; |
πῶς θερίζομεν; | πῶς θερίζομεν; |
πῶς δι^ερχόμεθα^ μὴ συγκρούοντες αὐτοῦ τοῖς ποσί^ν; | πῶς διερχόμεθα μὴ συγκρούοντες αὐτοῦ τοῖς ποσίν; |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.