macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
552.
552.
δρά^γμα^τα^ ὧν ἐπι^λαβόμενοι θερίζουσι^ καὶ τα^μόντες ἐῶσι^ κεῖσθαι.
δράγματα ὧν ἐπιλαβόμενοι θερίζουσι καὶ ταμόντες ἐῶσι κεῖσθαι.
μετ' ὄγμον ἐπὶ^ τὰ_ς τοῦ ἀρότρου τομά_ς, πα^ρὰ^ τὸ οἴγω·
μετ' ὄγμον ἐπὶ τὰς τοῦ ἀρότρου τομάς, παρὰ τὸ οἴγω·
ἢ ἕλ κυσις πα^ρὰ^ τὸ ἄ^γω.
ἢ ἕλ κυσις παρὰ τὸ ἄγω.
553.
553.
ἐλ λ εδανοῖσι^ τοῖς τῶν στα^χύ^ων δεσμοῖς, οὓς οὐλοδέτας κα^λοῦσι^ν·
ἐλ λ εδανοῖσι τοῖς τῶν σταχύων δεσμοῖς, οὓς οὐλοδέτας καλοῦσιν·
οὐλαὶ γὰ^ρ αἱ κρι_θαί.
οὐλαὶ γὰρ αἱ κριθαί.
557.
557.
εἱστήκει καὶ τὸ ἐφεστά^ναι αὐτὸν πι^θα^νὸν καὶ τὸ χαίρειν ἐπὶ^ τοῖς ἔργοις καὶ τὸ μὴ κα^τεπείγοντος αὐτοῦ τὰ^ ἔργα^ γί_νεσθαι·
εἱστήκει καὶ τὸ ἐφεστάναι αὐτὸν πιθανὸν καὶ τὸ χαίρειν ἐπὶ τοῖς ἔργοις καὶ τὸ μὴ κατεπείγοντος αὐτοῦ τὰ ἔργα γίνεσθαι·
δεῖ γὰ^ρ μὴ φόβῳ ἀλλὰ^ πρᾳότητι^ τὸν βα^σι^λέα^ ζητεῖν τό ὑπουργεῖσθαι.
δεῖ γὰρ μὴ φόβῳ ἀλλὰ πρᾳότητι τὸν βασιλέα ζητεῖν τό ὑπουργεῖσθαι.
558.
558.
κήρυ_κες δὲ ὑ^πὸ δρυΐ^ πρὸς ὑπόμνησι^ν τῆς ἀ^πὸ τῶν δρυ^ῶν τροφῆς·
κήρυκες δὲ ὑπὸ δρυΐ πρὸς ὑπόμνησιν τῆς ἀπὸ τῶν δρυῶν τροφῆς·
κα^λῶς δὲ καρπιζόμενοι θύ_ουσι^ν.
καλῶς δὲ καρπιζόμενοι θύουσιν.
ἀθηναῖοι δὲ καὶ νῦν τοὺς περὶ^ ἱερουργίαν πονουμένους κήρυκάς φα_σιν.
ἀθηναῖοι δὲ καὶ νῦν τοὺς περὶ ἱερουργίαν πονουμένους κήρυκάς φασιν.
560.
560.
ἐρίθοισι^ν ἔρι_θοι πάντες οἱ μισθοῦ ἐργαζόμενοι, καὶ μά^λι^στα^ οἱ τὴν ἔραν.
ἐρίθοισιν ἔριθοι πάντες οἱ μισθοῦ ἐργαζόμενοι, καὶ μάλιστα οἱ τὴν ἔραν.
ἄλφιτα^ πόλλ' ἐπάλυνον ἔμασσον ἢ ἔφυρον.
ἄλφιτα πόλλ' ἐπάλυνον ἔμασσον ἢ ἔφυρον.
561.
561.
ἐνδ' ἐτί^θει σταφυλῆσι^ ὡς ἐν γρα^φῇ κατακλωμένας βότρυ^σι^ δεί κνυσι τὰ_ς ἀμπέλους.
ἐνδ' ἐτίθει σταφυλῆσι ὡς ἐν γραφῇ κατακλωμένας βότρυσι δεί κνυσι τὰς ἀμπέλους.
.
.
πά^ντα^ δὲ τέλεια^ ἔγραψε, “σελήνηντε πλήθουσαν” 484 καὶ τὸ λήιον βαθὺ 550 καὶ τὴν ἀλωὴν ἤδη κεκαρποφορηκυῖα^ν, ἵ^να_ περι^καλλῆ τὴν φαντα^σί^α_ν πα^ρέχοι τῶν ἐντετυπωμένων ὁ δημιουργός.
πάντα δὲ τέλεια ἔγραψε, “σελήνηντε πλήθουσαν” 484 καὶ τὸ λήιον βαθὺ 550 καὶ τὴν ἀλωὴν ἤδη κεκαρποφορηκυῖαν, ἵνα περικαλλῆ τὴν φαντασίαν παρέχοι τῶν ἐντετυπωμένων ὁ δημιουργός.
563.
563.
κάμα^ξι^ κα^λά^μοις ὀξέσι^ν.
κάμαξι καλάμοις ὀξέσιν.
.
.
πολυειδῶς δὲ τὰ_ς ἀμπέλους φράζει·
πολυειδῶς δὲ τὰς ἀμπέλους φράζει·
αἳ μὲν γὰ^ρ αὐτῶν χθα^μα^λαὶ κατ' ὄρχους εἰσὶ^ν ἐν οἷς φησι^ν “ὄρχους δέ μοι ὧδ' ὀνόμηνας” Od.
αἳ μὲν γὰρ αὐτῶν χθαμαλαὶ κατ' ὄρχους εἰσὶν ἐν οἷς φησιν “ὄρχους δέ μοι ὧδ' ὀνόμηνας” Od.
24.
24.
341, αἳ δὲ σκέπουσαι τὸ σπέος καλυψοῦς Od.
341, αἳ δὲ σκέπουσαι τὸ σπέος καλυψοῦς Od.
5.
5.
68.
68.
564.
564.
κυανέην κάπετον τὴν ληνόν.
κυανέην κάπετον τὴν ληνόν.
.
.
ζηνόδοτος δέ φησι^ν ἀ^πὸ χαλκοῦ κεκαυμένου·
ζηνόδοτος δέ φησιν ἀπὸ χαλκοῦ κεκαυμένου·
ἄλλοι .
ἄλλοι .
πρὸς τὸ δυ^σεπιχείρητον τοῖς κακουρ γεῖν βουλομένοις εἶναι καὶ ἡ τάφρος ἔσκαπται καὶ τὸ τειχί^ον προβέβληται·
πρὸς τὸ δυσεπιχείρητον τοῖς κακουρ γεῖν βουλομένοις εἶναι καὶ ἡ τάφρος ἔσκαπται καὶ τὸ τειχίον προβέβληται·
ὅθεν ἐπι^φέρει μί^α^ δ' οἴη ἀταρπιτός” 565, ὅπως οἱ μὴ δι^ὰ^ ταύτης ἰόντες κατάφωροι εἶεν ὡς κλέψαι θέλοντες.
ὅθεν ἐπιφέρει μία δ' οἴη ἀταρπιτός” 565, ὅπως οἱ μὴ διὰ ταύτης ἰόντες κατάφωροι εἶεν ὡς κλέψαι θέλοντες.
567.
567.
παρθενικαὶ δέ κα^λῶς οἱ θάλλοντες καρποὶ ὑ^πὸ θαλλόντων φέρονται σωμά^των.
παρθενικαὶ δέ καλῶς οἱ θάλλοντες καρποὶ ὑπὸ θαλλόντων φέρονται σωμάτων.
568.
568.
πλεκτοῖσι^ν ταλάροισι^ φέρον μελι^ηδέα^ καρπόν οὕτως αἱ ἀριστάρχου.
πλεκτοῖσιν ταλάροισι φέρον μελιηδέα καρπόν οὕτως αἱ ἀριστάρχου.
509.
509.
φόρμιγγι^ λιγείῃ δηλονότι^ τέρπων καὶ ἐπι^κουφίζων τὸν πόνον.
φόρμιγγι λιγείῃ δηλονότι τέρπων καὶ ἐπικουφίζων τὸν πόνον.
570.
570.
λί^νον καὶ ἐπὶ^ τοῦ ἱματί^ου καὶ ἐπὶ^ τοῦ ᾄσμα^τος·
λίνον καὶ ἐπὶ τοῦ ἱματίου καὶ ἐπὶ τοῦ ᾄσματος·
καὶ ἐπὶ^ πάντων βα^ρύ^νεται.
καὶ ἐπὶ πάντων βαρύνεται.
ἄλλως :
ἄλλως :
λί^νον δ' ὑ^πὸ κα^λόν ἀρίσταρχος εἶδος ᾠδῆς τὸ ν λί^νον, ὡς παιᾶνα^ ἤ τι^ τοιοῦτον.
λίνον δ' ὑπὸ καλόν ἀρίσταρχος εἶδος ᾠδῆς τὸ ν λίνον, ὡς παιᾶνα ἤ τι τοιοῦτον.
.
.
ἡ δὲ περὶ^ τὸν λί^νον ἱ^στορί^α_ καὶ πα^ρὰ^ φιλοχόρῳ ἐν τῇ ιθ' καὶ πα^ρὰ^ μελανιππίδῃ.
ἡ δὲ περὶ τὸν λίνον ἱστορία καὶ παρὰ φιλοχόρῳ ἐν τῇ ιθ' καὶ παρὰ μελανιππίδῃ.
ἥ τε κα^λουμένη “σφαῖρα” ποίημά^ ἐστι^ν εἰς τὸν λί^νον, ἀ^να^φέρεται δὲ εἰς ὀρφέα.
ἥ τε καλουμένη “σφαῖρα” ποίημά ἐστιν εἰς τὸν λίνον, ἀναφέρεται δὲ εἰς ὀρφέα.
ὁ δὲ φιλόχορος ὑπ' ἀπόλλωνός φησι^ν αὐτὸν ἀ^ναιρεθῆναι, ὅτι^ τὸ λί^νον κα^τα^λύ_σα_ς πρῶτος χορδαῖς ἐχρήσα^το εἰς τὰ^ ὄργα^να^.
ὁ δὲ φιλόχορος ὑπ' ἀπόλλωνός φησιν αὐτὸν ἀναιρεθῆναι, ὅτι τὸ λίνον καταλύσας πρῶτος χορδαῖς ἐχρήσατο εἰς τὰ ὄργανα.
φα_σὶ^ δὲ αὐτὸν ἐν θήβαις τα^φῆναι καὶ τι_μᾶσθαι ὑ^πὸ ποιητῶν ἐν θρηνώδεσι^ν ἀ^παρ χαῖς·
φασὶ δὲ αὐτὸν ἐν θήβαις ταφῆναι καὶ τιμᾶσθαι ὑπὸ ποιητῶν ἐν θρηνώδεσιν ἀπαρ χαῖς·
ἐπιγρα^φή ἐστι^ν ἐν θήβαις·
ἐπιγραφή ἐστιν ἐν θήβαις·
“ὦ λίνε πᾶσι^ θεοῖσι^ τετιμένε, σοὶ γὰ^ρ ἔδωκα^ν ἀ_θά^να^τοι πρώτῳ μέλος ἀνθρώποισι^ν ἀεῖσαι ἐν ποδὶ^ δεξι^τερῷ·
“ὦ λίνε πᾶσι θεοῖσι τετιμένε, σοὶ γὰρ ἔδωκαν ἀθάνατοι πρώτῳ μέλος ἀνθρώποισιν ἀεῖσαι ἐν ποδὶ δεξιτερῷ·
μοῦσαι δέ σε θρήνεον αὐταὶ μυρόμεναι μολπῇσι^ν, ἐπεὶ λί^πες ἡλί^ου αὐγά_ς.”
μοῦσαι δέ σε θρήνεον αὐταὶ μυρόμεναι μολπῇσιν, ἐπεὶ λίπες ἡλίου αὐγάς.”
ἄλλως :
ἄλλως :
“κρύπτω τὸν θεὸν ἄνδρα^ λί^νον, μουσῶν θεράποντα^, τὸν πολυθρήνητον λίνον αἴλινον·
“κρύπτω τὸν θεὸν ἄνδρα λίνον, μουσῶν θεράποντα, τὸν πολυθρήνητον λίνον αἴλινον·
ἡ δὲ πατρῴα_ φοιβ ε ί^οις βέλεσι^ν γῆ κα^τέχει φθί^μενον.”
ἡ δὲ πατρῴα φοιβ ε ίοις βέλεσιν γῆ κατέχει φθίμενον.”
καὶ ἡσίοδος fr.
καὶ ἡσίοδος fr.
inc.
inc.
211 “οὐρανίη δ' ἄῤ ἔτικτε λίνον, πολυήρα^τον υἱόν·
211 “οὐρανίη δ' ἄῤ ἔτικτε λίνον, πολυήρατον υἱόν·
ὃν δὴ ὅ σοι βροτοί εἰσι^ν ἀοιδοὶ καὶ κι^θα^ρι^σταί, πάντες μὲν θρηνοῦσι^ν ἐν εἰλα^πί^ναις τε χοροῖς τε, ἀρχόμενοι δὲ λίνον καὶ λήγοντες κα^λέουσι^ν·”
ὃν δὴ ὅ σοι βροτοί εἰσιν ἀοιδοὶ καὶ κιθαρισταί, πάντες μὲν θρηνοῦσιν ἐν εἰλαπίναις τε χοροῖς τε, ἀρχόμενοι δὲ λίνον καὶ λήγοντες καλέουσιν·”
ὁ μέντοι ἡρακλέα δι^δά^ξα_ς μουσι^κὴν ἕτερος πα^ρὰ^ τοῦτόν ἐστι^ν.
ὁ μέντοι ἡρακλέα διδάξας μουσικὴν ἕτερος παρὰ τοῦτόν ἐστιν.
λίνον οἳ μέν, ὅτι^ τὸ πρῶτον ἀντὶ^ χορδῶν λίνῳ ἐχρῶντο πρὸς τὴν κιθάρα_ν ἀπομείναντος τοῦ ὀνόμα^τος ὡς καὶ λί^θον τὴν ἄγκυρα^ν κα^λοῦσι^ν ἕως νῦν οἳ δέ, ὅτι^ ὡς ἄγροικος ὁ παῖς λίνον ἐν ε τετά^κει τῇ κι^θά^ρᾳ.
λίνον οἳ μέν, ὅτι τὸ πρῶτον ἀντὶ χορδῶν λίνῳ ἐχρῶντο πρὸς τὴν κιθάραν ἀπομείναντος τοῦ ὀνόματος ὡς καὶ λίθον τὴν ἄγκυραν καλοῦσιν ἕως νῦν οἳ δέ, ὅτι ὡς ἄγροικος ὁ παῖς λίνον ἐν ε τετάκει τῇ κιθάρᾳ.
ἀρίσταρχος ὄνομα^ ὕμνου ἐπὶ^ λίνῳ τῷ ἥρωι.
ἀρίσταρχος ὄνομα ὕμνου ἐπὶ λίνῳ τῷ ἥρωι.
ἔστι^ δὲ οὗτος ᾠδῆς εὑρετὴς οὐρανίας υἱός, ὃν ἀ^νεῖλεν ἀπόλλων, ἐπεὶ τὸ λίνον κα^τα^λύ_σα_ς χορδαῖς ἔτεινεν ὄργα^νον.
ἔστι δὲ οὗτος ᾠδῆς εὑρετὴς οὐρανίας υἱός, ὃν ἀνεῖλεν ἀπόλλων, ἐπεὶ τὸ λίνον καταλύσας χορδαῖς ἔτεινεν ὄργανον.
571.
571.
ῥήσσοντες εἰ καὶ ἑτέροις ὀνόμα^σι^ν ἐχρήσα^το ὡς ἐπὶ^ ἀγροίκων, μὴ οὖν ὑπερέβα^λε τὰ^ ἡσιόδου Theog.
ῥήσσοντες εἰ καὶ ἑτέροις ὀνόμασιν ἐχρήσατο ὡς ἐπὶ ἀγροίκων, μὴ οὖν ὑπερέβαλε τὰ ἡσιόδου Theog.
3.
3.
4 “πόσ σ ' ἁπαλοῖσι^ν ὀρχεῦντα^ ι” ἐπὶ^ θεῶν καὶ εὐρύθμων.
4 “πόσ σ ' ἁπαλοῖσιν ὀρχεῦντα ι” ἐπὶ θεῶν καὶ εὐρύθμων.
572.
572.
ποσὶ^ σκαίροντες τὸ σπαίρειν μετὰ^ τοῦ α_ φησὶ^ν ὁ ποιητὴς κα^τὰ^ ἀττικούς “ἀσπαίροντα δ' ἔπειτα^” Od.
ποσὶ σκαίροντες τὸ σπαίρειν μετὰ τοῦ α φησὶν ὁ ποιητὴς κατὰ ἀττικούς “ἀσπαίροντα δ' ἔπειτα” Od.
12.
12.
254, “ἥ ῥα οἱ ἀσπαίρουσα” Il.
254, “ἥ ῥα οἱ ἀσπαίρουσα” Il.
13.
13.
443, “ἀσπαίροντα λάων” Od.
443, “ἀσπαίροντα λάων” Od.
19.
19.
229, “ἤσπαιῤ, ὡς ὅτε βοῦς” Il.
229, “ἤσπαιῤ, ὡς ὅτε βοῦς” Il.
13.
13.
571 τὸ δὲ σκαίρειν οὐκέτι^.
571 τὸ δὲ σκαίρειν οὐκέτι.
τὸ μὲν οὖν σπαίρειν ἄμουσόν τι^να^ δηλοῖ κί_νησι^ν, ὅ τι^νες ἐπ' ἰ^χθύ^σι^ καὶ τῷ δεδεμένῳ κα^τὰ^ τὸν ποιητὴν βοῒ λα^μβά^νουσι^ ib.
τὸ μὲν οὖν σπαίρειν ἄμουσόν τινα δηλοῖ κίνησιν, ὅ τινες ἐπ' ἰχθύσι καὶ τῷ δεδεμένῳ κατὰ τὸν ποιητὴν βοῒ λαμβάνουσι ib.
, τὸ δὲ σκαίρειν ἔμμουσον κί_νησι^ν ὀρχηστικὴν καὶ εὔρυθμον.
, τὸ δὲ σκαίρειν ἔμμουσον κίνησιν ὀρχηστικὴν καὶ εὔρυθμον.
οἶμαι δὲ ἔγωγε καὶ τῶν ἰ^χθύ^ων τὸν σπά^ρον καὶ τὸν σκά^ρον οὕτω προσηγορεῦσθαι, τῆς κινή σεως οὐχ ὁμοίως ἑκα^τέρῳ γι_νομένης, τῷ δὲ σκά^ρῳ πάντως ὀξυτέρα_ς.
οἶμαι δὲ ἔγωγε καὶ τῶν ἰχθύων τὸν σπάρον καὶ τὸν σκάρον οὕτω προσηγορεῦσθαι, τῆς κινή σεως οὐχ ὁμοίως ἑκατέρῳ γινομένης, τῷ δὲ σκάρῳ πάντως ὀξυτέρας.
καὶ ὀππιανὸς ἐν τοῖς ἁλιευτικοῖς 1.
καὶ ὀππιανὸς ἐν τοῖς ἁλιευτικοῖς 1.
134 “καὶ σκά^ρον, ὃς δὴ μοῦνος ἐν ἰ^χθύ^σι^ πᾶσι^ν ἀναύδοις φθέγγεται ἰκμαλέην λαλαγήν” ἀ^φείς.
134 “καὶ σκάρον, ὃς δὴ μοῦνος ἐν ἰχθύσι πᾶσιν ἀναύδοις φθέγγεται ἰκμαλέην λαλαγήν” ἀφείς.
καὶ τὴν πολύσκαρθμον μύρινάν φησι^ν ὁ ποιητὴς Il.
καὶ τὴν πολύσκαρθμον μύρινάν φησιν ὁ ποιητὴς Il.
2.
2.
814 μί^α^ν τῶν ἀμαζόνων·
814 μίαν τῶν ἀμαζόνων·
καὶ εὐσκάρθμους ἵππους Il.
καὶ εὐσκάρθμους ἵππους Il.
13.
13.
31.
31.
573.
573.
ὀρθοκραιρά_ων εὔκερῳ γὰ^ρ οἱ κάλλιστοι βόες.
ὀρθοκραιράων εὔκερῳ γὰρ οἱ κάλλιστοι βόες.
ὀρθοκεράτων δὲ ὡς πρὸς σύγκρισι^ν τῶν κρι_ῶν.
ὀρθοκεράτων δὲ ὡς πρὸς σύγκρισιν τῶν κριῶν.
574.
574.
χρυσοῖο τετεύχα^το κασσιτέρου τε ὑ^πὲρ τοῦ ἐξαλλαγήν τι^να^ φαίνεσθαι περὶ^ τὴν χροιὰν τὰ_ς δύ^ο ὕ_λα_ς πα^ρέλα^βεν.
χρυσοῖο τετεύχατο κασσιτέρου τε ὑπὲρ τοῦ ἐξαλλαγήν τινα φαίνεσθαι περὶ τὴν χροιὰν τὰς δύο ὕλας παρέλαβεν.
575.
575.
μυ_κηθμῷ δ' ἀ^πὸ κόπρου ἐπεσσεύοντο πα^ρα^δόξως καὶ τὴν φωνὴν ἐμι_μήσα^το.
μυκηθμῷ δ' ἀπὸ κόπρου ἐπεσσεύοντο παραδόξως καὶ τὴν φωνὴν ἐμιμήσατο.
ὅτε δὲ ἐξί^α_σι^ τῶν βοοστασίων, τα^χεῖς τε καὶ σκιρτῶντές εἰσι^ν.
ὅτε δὲ ἐξίασι τῶν βοοστασίων, ταχεῖς τε καὶ σκιρτῶντές εἰσιν.