macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
576. | 576. |
πα^ρὰ^ ῥοδα^νόν ζηνόδοτος “ῥαδαλόν” τὸνεὐκράδαντον δι^ὰ^ τὸ ὕψος. | παρὰ ῥοδανόν ζηνόδοτος “ῥαδαλόν” τὸνεὐκράδαντον διὰ τὸ ὕψος. |
ἄλλως : | ἄλλως : |
πα^ρὰ^ ῥοδα^νόν τὸν ῥαδίως ἀ^ναφύοντα^, ἢ τὸν εὐκίνητον δι^ὰ^ λεπτότητα^· | παρὰ ῥοδανόν τὸν ῥαδίως ἀναφύοντα, ἢ τὸν εὐκίνητον διὰ λεπτότητα· |
καὶ ῥοδανί^ζειν γὰ^ρ αἱ γυ^ναῖκες τὸ συ^νεχῶς τινάσ σειν τὴν κρόκην. | καὶ ῥοδανίζειν γὰρ αἱ γυναῖκες τὸ συνεχῶς τινάσ σειν τὴν κρόκην. |
οἳ δὲ “ῥοανόν” ῥευστι^κόν, κα^τὰ^ πλεονασμόν. | οἳ δὲ “ῥοανόν” ῥευστικόν, κατὰ πλεονασμόν. |
οἳ δὲ “ῥαδαλοδονακῆα” τὸν ἰσχνοκαλαμώδη ἐκ τῶν δύ^ο. | οἳ δὲ “ῥαδαλοδονακῆα” τὸν ἰσχνοκαλαμώδη ἐκ τῶν δύο. |
. | . |
ζηνόδοτος δὲ γρά^φει “ῥαδαλόν” εὐκίνητον, οἱονεὶ κραδανόν τι^να^ ὄντα^, πα^ρὰ^ τὸ κραδαίνεσθαι. | ζηνόδοτος δὲ γράφει “ῥαδαλόν” εὐκίνητον, οἱονεὶ κραδανόν τινα ὄντα, παρὰ τὸ κραδαίνεσθαι. |
ἄλλως : | ἄλλως : |
πα^ρὰ^ ῥοδα^νὸν δονακῆα^ πα^ρὰ^ τὸν καλαμῶνα^ τὸν δι' ἰσ χνότητα^ εὐκράδαντον. | παρὰ ῥοδανὸν δονακῆα παρὰ τὸν καλαμῶνα τὸν δι' ἰσ χνότητα εὐκράδαντον. |
579. | 579. |
σμερδα^λέω δὲ λέοντε ζηνόδοτος “κυανέω δὲ λέοντε.” | σμερδαλέω δὲ λέοντε ζηνόδοτος “κυανέω δὲ λέοντε.” |
580. | 580. |
ἐρύγμηλον ἐρυγήτορα^· | ἐρύγμηλον ἐρυγήτορα· |
ἐρυγεῖν γὰ^ρ τὸ μετὰ^ βί^α_ς ἀνασπᾶν τὸ πνεῦμα^· | ἐρυγεῖν γὰρ τὸ μετὰ βίας ἀνασπᾶν τὸ πνεῦμα· |
καὶ “ἤρυγεν ἑλκόμενος” Il. | καὶ “ἤρυγεν ἑλκόμενος” Il. |
20. | 20. |
404 καὶ “ἐρευγο μένης ἁ^λὸς ἔξω” Il. | 404 καὶ “ἐρευγο μένης ἁλὸς ἔξω” Il. |
17. | 17. |
265. | 265. |
ἄλλως : | ἄλλως : |
ἐρύγμηλον προπα^ροξυ^τόνως τὸ “ἐρύγμηλον·” | ἐρύγμηλον προπαροξυτόνως τὸ “ἐρύγμηλον·” |
ἐγένετο δὲ πα^ρὰ^ τὸ ἐρύγω ἐρύγηλος καὶ πλεονασμῷ τοῦ μ ἐρύγμηλος. | ἐγένετο δὲ παρὰ τὸ ἐρύγω ἐρύγηλος καὶ πλεονασμῷ τοῦ μ ἐρύγμηλος. |
583. | 583. |
λαφύσσετον ἔδει δι^ὰ^ τοῦ η· | λαφύσσετον ἔδει διὰ τοῦ η· |
ἢ ἐνεστώς ἐστι^ν ἀντὶ^ πα^ρῳ χηκότος. | ἢ ἐνεστώς ἐστιν ἀντὶ παρῳ χηκότος. |
. | . |
δηλοῖ δὲ τὸ ἐπὶ^ πολὺ^ κενοῦν. | δηλοῖ δὲ τὸ ἐπὶ πολὺ κενοῦν. |
584. | 584. |
αὕτως ἐ ν δίεσα^ν τα^χέα^ς κύ^να^ς μά^την ἠφί_εσα^ν ἐπὶ^ τοὺς λέοντα^ς. | αὕτως ἐ ν δίεσαν ταχέας κύνας μάτην ἠφίεσαν ἐπὶ τοὺς λέοντας. |
ἐ ν δίεσα^ν ἐδί^ωκον, πα^ρὰ^ τὸ δίημι^· | ἐ ν δίεσαν ἐδίωκον, παρὰ τὸ δίημι· |
“τρὶς περὶ^ ἄστυ^ μέγα^ πριάμου δίον” Il. | “τρὶς περὶ ἄστυ μέγα πριάμου δίον” Il. |
22. | 22. |
251 ἀντὶ^ τοῦ ἐδιώχθην. | 251 ἀντὶ τοῦ ἐδιώχθην. |
586, ἱστάμενοι ἀλέοντο γρα^φι^κῶς ἔδειξε τὸ πᾶν. | 586, ἱστάμενοι ἀλέοντο γραφικῶς ἔδειξε τὸ πᾶν. |
587. | 587. |
ἐν δὲ νομὸν ποίησε φα_σὶ^ν ἀθηναίους πρῶτον ἐπι νοῆσαι τὴν ἐξ ἐρίων ἐσθῆτα^· | ἐν δὲ νομὸν ποίησε φασὶν ἀθηναίους πρῶτον ἐπι νοῆσαι τὴν ἐξ ἐρίων ἐσθῆτα· |
ὅθεν καὶ τὸν πέπλον προσφέρουσι^ν. | ὅθεν καὶ τὸν πέπλον προσφέρουσιν. |
. | . |
ἐν ἔαρι^ δέ φα^σι μόνον νέμεσθαι τὰ^ πρόβα^τα^ 588. | ἐν ἔαρι δέ φασι μόνον νέμεσθαι τὰ πρόβατα 588. |
588. | 588. |
ἐν κα^λῇ βήσσῃ οἱ μὲν βόες πα^ρὰ^ ποτα^μόν, αἱ δὲ οἶες ἐν βήσσῃ, ὅ ἐστι^ κοιλώμα^τι^ γῆς, ὥστε βαίνεσθαι, οὐ γεωλόφῳ. | ἐν καλῇ βήσσῃ οἱ μὲν βόες παρὰ ποταμόν, αἱ δὲ οἶες ἐν βήσσῃ, ὅ ἐστι κοιλώματι γῆς, ὥστε βαίνεσθαι, οὐ γεωλόφῳ. |
589. | 589. |
σταθμούς τὰ_ς κατ' ἀγροὺς στά^σεις τῶν θρεμμά^των· | σταθμούς τὰς κατ' ἀγροὺς στάσεις τῶν θρεμμάτων· |
“ἔνθα^ κεν ᾧ πὰρ σταθμῷ” Od. | “ἔνθα κεν ᾧ πὰρ σταθμῷ” Od. |
14. | 14. |
32, “σταθμῶν ῥυτῆρα^ γενέσθαι” Od. | 32, “σταθμῶν ῥυτῆρα γενέσθαι” Od. |
17. | 17. |
187 καὶ “πα^ρὰ^ σταθμὸν μεγάροιο” ib. | 187 καὶ “παρὰ σταθμὸν μεγάροιο” ib. |
96 καὶ “ἥ τε σταθμὸν ἔχουσα” Il. | 96 καὶ “ἥ τε σταθμὸν ἔχουσα” Il. |
12. | 12. |
434. | 434. |
κλι^σία_ς τὰ_ς τῶν ποιμένων οἰκί^α_ς. | κλισίας τὰς τῶν ποιμένων οἰκίας. |
σηκούς ἔνθα^ κοιμῶνται τὰ^ θρέμμα^τα^. | σηκούς ἔνθα κοιμῶνται τὰ θρέμματα. |
590. | 590. |
ἐν δὲ χορὸν ποίησε τὸν πρὸς χορείαν τόπον · | ἐν δὲ χορὸν ποίησε τὸν πρὸς χορείαν τόπον · |
δῆλον δὲ κ ἀκ τοῦ ἐπι^φερομένου “ἔνθα^ μὲν ἠίθεοι ὠρχεῦντο” 593, 4, δη λονότι ἐν τῷ τόπῳ. | δῆλον δὲ κ ἀκ τοῦ ἐπιφερομένου “ἔνθα μὲν ἠίθεοι ὠρχεῦντο” 593, 4, δη λονότι ἐν τῷ τόπῳ. |
ἐν δὲ χορὸν ποίησε ἐν ποικι^λίᾳ εἰργάζετο, οἷον κί_ονά^ς τε καὶ ἀ^νδρι^ά^ντα^ς τῷ τόπῳ προκοσμήσα_ς ἐν κύκλῳ· | ἐν δὲ χορὸν ποίησε ἐν ποικιλίᾳ εἰργάζετο, οἷον κίονάς τε καὶ ἀνδριάντας τῷ τόπῳ προκοσμήσας ἐν κύκλῳ· |
ἢ ὅτι^ ἐξ ἀρσένων καὶ θηλειῶν ἦν. | ἢ ὅτι ἐξ ἀρσένων καὶ θηλειῶν ἦν. |
591. | 591. |
τῷ ἴκελον, οἷόν ποτε πολυθρύλητον ἐνθά^δε τὸ ζήτημα^, πῶς ὁ θεὸς τὸν ἄνθρωπον μι_μεῖται. | τῷ ἴκελον, οἷόν ποτε πολυθρύλητον ἐνθάδε τὸ ζήτημα, πῶς ὁ θεὸς τὸν ἄνθρωπον μιμεῖται. |
καὶ οἳ μὲν ψιλοῦσι^ τὸ “οἷον,” συν άπτοντες αὐτὸ τῷ “ἴκελον,” μιμητὴν τῶν ἔργων ἡφαίστου ποι οῦντες τὸν δαιδαλον, ἵν' ᾖ 'τούτῳ μόνον ὁ δαιδαλος ἐποίησεν ὅμοιον χορόν,' ὃ δὲ ἥφαιστος δηλονότι^ πολλὰ^ τοιαῦτα^ εἰργά^σα^το. | καὶ οἳ μὲν ψιλοῦσι τὸ “οἷον,” συν άπτοντες αὐτὸ τῷ “ἴκελον,” μιμητὴν τῶν ἔργων ἡφαίστου ποι οῦντες τὸν δαιδαλον, ἵν' ᾖ 'τούτῳ μόνον ὁ δαιδαλος ἐποίησεν ὅμοιον χορόν,' ὃ δὲ ἥφαιστος δηλονότι πολλὰ τοιαῦτα εἰργάσατο. |
ἄ^μεινον δὲ ἐκεῖνο φάσκειν· | ἄμεινον δὲ ἐκεῖνο φάσκειν· |
πρῴην διακεχωρισμένως χορευόντων ἀνδρῶν καὶ γυ^ναικῶν πρῶτοι οἱ μετὰ^ θησέως σωθέντες ἐκ τοῦ λα βυρί^νθου ἠίθεοι καὶ παρθένοι ἀναμὶξ ἐχόρευσα^ν· | πρῴην διακεχωρισμένως χορευόντων ἀνδρῶν καὶ γυναικῶν πρῶτοι οἱ μετὰ θησέως σωθέντες ἐκ τοῦ λα βυρίνθου ἠίθεοι καὶ παρθένοι ἀναμὶξ ἐχόρευσαν· |
ὅπερ μόνον ὁ θεὸς ἐμι_μήσα^το, οὐ τὸ κάλλος οὐ δὲ τὴν τέχνην δαιδάλου. | ὅπερ μόνον ὁ θεὸς ἐμιμήσατο, οὐ τὸ κάλλος οὐ δὲ τὴν τέχνην δαιδάλου. |
ἴ_σως δὲ καὶ δι^δά^σκει ὁ ποιητὴς μι_μεῖσθαι τὰ^ χρηστά^, εἰ καὶ ἐξ εὐτελῶν εἶεν. | ἴσως δὲ καὶ διδάσκει ὁ ποιητὴς μιμεῖσθαι τὰ χρηστά, εἰ καὶ ἐξ εὐτελῶν εἶεν. |
592. | 592. |
ἀριάδνῃ ζηνόδοτος “ἀριδήλῃ.” | ἀριάδνῃ ζηνόδοτος “ἀριδήλῃ.” |
593. | 593. |
ἀλφεσίβοιαι τέλειαι, θρέμμα^τα^ ἤδη δεξά^μεναι πα^ρὰ^ μνη στήρων. | ἀλφεσίβοιαι τέλειαι, θρέμματα ἤδη δεξάμεναι παρὰ μνη στήρων. |
ἄλλως : | ἄλλως : |
ἀλφεσίβοιαι αἱ λαμπραὶ κα^τὰ^ τὴν ἡλι^κί^α_ν. | ἀλφεσίβοιαι αἱ λαμπραὶ κατὰ τὴν ἡλικίαν. |
595. | 595. |
λεπτὰ_ς ὀθόνα_ς ἐνδυτηρί^ους πέπλους, πα^ρὰ^ τὸ ἔσθος, ἐσθόνη τι^ς οὖσα^. | λεπτὰς ὀθόνας ἐνδυτηρίους πέπλους, παρὰ τὸ ἔσθος, ἐσθόνη τις οὖσα. |
596. | 596. |
ἦκα^ στίλβοντα^ς ἐλαίῳ οὐ καταλά^μπρους, ἀλλ' ἡσυχῆ ὡς ἔλαιον στίλβοντα^ς. | ἦκα στίλβοντας ἐλαίῳ οὐ καταλάμπρους, ἀλλ' ἡσυχῆ ὡς ἔλαιον στίλβοντας. |
ἔστι^ δὲ ὅμοιον τῷ “ἡνία λεύκ' ἐλέφαντι^” Il. | ἔστι δὲ ὅμοιον τῷ “ἡνία λεύκ' ἐλέφαντι” Il. |
5. | 5. |
583 ἀντὶ^ τοῦ λευκά^, ἐμφερῆ ἐλέφαντι^. | 583 ἀντὶ τοῦ λευκά, ἐμφερῆ ἐλέφαντι. |
λείπει οὖν τὸ ὡς, ὡς ἐλαίῳ. | λείπει οὖν τὸ ὡς, ὡς ἐλαίῳ. |
597. | 597. |
καί ῥ' αἳ μὲν καλὰ_ς στεφάνα_ς οἰκεῖος ὁ κόσμος ἐπί^ τε ἀρρένων καὶ γυ^ναικῶν. | καί ῥ' αἳ μὲν καλὰς στεφάνας οἰκεῖος ὁ κόσμος ἐπί τε ἀρρένων καὶ γυναικῶν. |
599. | 599. |
ἐπισταμένοισι^ πόδεσ σ ιν ἐπιστήμοσι^ν, ἐπι^στημονι^κοῖς. | ἐπισταμένοισι πόδεσ σ ιν ἐπιστήμοσιν, ἐπιστημονικοῖς. |
. | . |
τὴν δὲ ὀξύτητα^ τῆς ἐν κύκλῳ κι_νήσεως αὐτῶν τροχῷ εἴκα^σε καὶ τούτῳ κερα^μεικῷ· | τὴν δὲ ὀξύτητα τῆς ἐν κύκλῳ κινήσεως αὐτῶν τροχῷ εἴκασε καὶ τούτῳ κεραμεικῷ· |
ὀξύ^τερος γά^ρ ἐστι^ν εἰς κί_νησι^ν θα_τέρου· | ὀξύτερος γάρ ἐστιν εἰς κίνησιν θατέρου· |
κα^λῶς δὲ καὶ τὸ “ἄρμενον” 600· | καλῶς δὲ καὶ τὸ “ἄρμενον” 600· |
εἴ τε γὰ^ρ μεῖζον εἴ τε ἔλαττον γένοιτο, ἐμποδίζει τῇ χρεῖᾳ. | εἴ τε γὰρ μεῖζον εἴ τε ἔλαττον γένοιτο, ἐμποδίζει τῇ χρεῖᾳ. |
600. | 600. |
ῥεῖα^ μάλλ', ὡς ὅτε τι^ς τροχόν τὸ πα^ρά^δειγμα^ πρὸς τὴν ὀξύτητα^ τοῦ τά^χους· | ῥεῖα μάλλ', ὡς ὅτε τις τροχόν τὸ παράδειγμα πρὸς τὴν ὀξύτητα τοῦ τάχους· |
οὐδὲν γὰ^ρ ὀξύτερον εἰς μετα^φορὰν τροχοῦ κε ραμεικοῦ. | οὐδὲν γὰρ ὀξύτερον εἰς μεταφορὰν τροχοῦ κε ραμεικοῦ. |
. | . |
καὶ τὸ “πειρήσεται” 601 θαυμάσιον· | καὶ τὸ “πειρήσεται” 601 θαυμάσιον· |
οὐδέπω γὰ^ρ ἐργαζόμενον τὸν τροχὸν πα^ρέλα^βεν· | οὐδέπω γὰρ ἐργαζόμενον τὸν τροχὸν παρέλαβεν· |
ἐν γὰ^ρ τῷ ἐργάζεσθαι ὁ πηλὸς βα^ρύ^νων ἐμποδίζει πρὸς τὸ ὀξύ. | ἐν γὰρ τῷ ἐργάζεσθαι ὁ πηλὸς βαρύνων ἐμποδίζει πρὸς τὸ ὀξύ. |
602. | 602. |
ἄλλοτε δ' αὖ θρέξασκον ποτὲ μὲν κυκλοτερῆ τὸν δρόμον ἐποιοῦντο, ποτὲ δὲ ἀντιμέτωποι ἀλλήλοις γινόμενοι κατ' ὀρθὸν δι' ἀλλήλων ἔθεον. | ἄλλοτε δ' αὖ θρέξασκον ποτὲ μὲν κυκλοτερῆ τὸν δρόμον ἐποιοῦντο, ποτὲ δὲ ἀντιμέτωποι ἀλλήλοις γινόμενοι κατ' ὀρθὸν δι' ἀλλήλων ἔθεον. |
603. | 603. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.