macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
312 τὸ θηλυ^κὸν αὐτοῦ ἐν πα^ρωνύ^μῳ χαρακτῆρι^· | 312 τὸ θηλυκὸν αὐτοῦ ἐν παρωνύμῳ χαρακτῆρι· |
“ὀνομακλύτα” γά^ρ ἐστι^ν. | “ὀνομακλύτα” γάρ ἐστιν. |
παιδὶ^ γέρων αἱ ἀ^πὸ τῶν πόλεων “παιδὶ^ φίλῃ” ἀριστοφά νης “πολλά.” | παιδὶ γέρων αἱ ἀπὸ τῶν πόλεων “παιδὶ φίλῃ” ἀριστοφά νης “πολλά.” |
52. | 52. |
καὶ εἰν ἀίδαο δόμοισι^ν ἄλγος ἐμῷ θυ_μῷ οὕτω δεῖ συ^νάπτειν, ἵ^να_ ἐπι^ταθῇ, ὡς τὸ “αὐτὰρ ἐγὼ καὶ κεῖθι^ φί^λου μεμνήσομ' ἑταίρου” 390. | καὶ εἰν ἀίδαο δόμοισιν ἄλγος ἐμῷ θυμῷ οὕτω δεῖ συνάπτειν, ἵνα ἐπιταθῇ, ὡς τὸ “αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομ' ἑταίρου” 390. |
53. | 53. |
τοὶ τεκόμεσθα^ ὡς “δάρδανον αὖ πρῶτον τέκετο” Il. | τοὶ τεκόμεσθα ὡς “δάρδανον αὖ πρῶτον τέκετο” Il. |
20. | 20. |
215. | 215. |
54. | 54. |
λα_οῖσι^ν ἄ^λλοισι^ μινυνθαδιώτερον οὐδεὶς γὰ^ρ αὐτοὺς ποθήσει σοῦ περιόντος. | λαοῖσιν ἄλλοισι μινυνθαδιώτερον οὐδεὶς γὰρ αὐτοὺς ποθήσει σοῦ περιόντος. |
ἄκρως δὲ ὑπερηύξησεν· | ἄκρως δὲ ὑπερηύξησεν· |
τὴν μὲν γὰ^ρ τῶν ἄλλων παίδων ἀ^ναίρεσι^ν μόνοις φησὶ^ τοῖς γονεῦσι^ πένθος πα^ρα^σχεῖν, τὸν δὲ ἕκτορος θά^να^τον δημοσί^α_ν ἔσεσθαι συ^μφοράν, ἵ^να_, εἰ καὶ πρὸς τὴν ἰ^δί^α_ν σωτηρί^α_ν ὀλιγωροίη, ἀλλὰ^ οὖν τῶν κοινῇ συμφερόντων προνοησά^μενος ἀποσταίη τοῦ κινδύ^νου . | τὴν μὲν γὰρ τῶν ἄλλων παίδων ἀναίρεσιν μόνοις φησὶ τοῖς γονεῦσι πένθος παρασχεῖν, τὸν δὲ ἕκτορος θάνατον δημοσίαν ἔσεσθαι συμφοράν, ἵνα, εἰ καὶ πρὸς τὴν ἰδίαν σωτηρίαν ὀλιγωροίη, ἀλλὰ οὖν τῶν κοινῇ συμφερόντων προνοησάμενος ἀποσταίη τοῦ κινδύνου . |
55. | 55. |
ἀχιλῆι ἀντὶ^ τοῦ ὑπ' ἀχιλλέως. | ἀχιλῆι ἀντὶ τοῦ ὑπ' ἀχιλλέως. |
56. | 56. |
τεῖχος τὴν πόλι^ν· | τεῖχος τὴν πόλιν· |
καλλίμαχος “δ' ἐκ λοκρῶν τείχεος ἰταλικοῦ” fr. | καλλίμαχος “δ' ἐκ λοκρῶν τείχεος ἰταλικοῦ” fr. |
493. | 493. |
φιλοπάτριδα^ δὲ ὄντα^ ὑπομιμνῄσκει τῆς πόλεως. | φιλοπάτριδα δὲ ὄντα ὑπομιμνῄσκει τῆς πόλεως. |
. | . |
τι^νὲς δὲ συμπαθέστερον γρά^φουσι^ν “ἐμὸν θά^λος.” | τινὲς δὲ συμπαθέστερον γράφουσιν “ἐμὸν θάλος.” |
ἐμὸν τέκος γρά^φεται καὶ “ἐμὸν θά^λος.” | ἐμὸν τέκος γράφεται καὶ “ἐμὸν θάλος.” |
56, 7. | 56, 7. |
ὄφρα^ σα^ώσῃς τρῶας φι^λότι_μον αὐτὸν εἰδὼς ὑπήλλα^ξε τὴν δόξα^ν, πρὸς εὔκλεια^ν καὶ κοινὴν σωτηρί^α_ν αὐτῷ τὴν φυγὴν εἶναι λέγων. | ὄφρα σαώσῃς τρῶας φιλότιμον αὐτὸν εἰδὼς ὑπήλλαξε τὴν δόξαν, πρὸς εὔκλειαν καὶ κοινὴν σωτηρίαν αὐτῷ τὴν φυγὴν εἶναι λέγων. |
57. | 57. |
τρῶας καὶ τρῳάδας ἤτοι στικτέον μετὰ^ τὸ “τρῳάδος,” ἵ^να_ ἀ^πὸ ἄλλης ἀρχῆς ἀπαγορευτι^κὸς ὁ λόγος γένηται, “μη δὲ μέγα^ κῦδος ὀρέξῃς·” | τρῶας καὶ τρῳάδας ἤτοι στικτέον μετὰ τὸ “τρῳάδος,” ἵνα ἀπὸ ἄλλης ἀρχῆς ἀπαγορευτικὸς ὁ λόγος γένηται, “μη δὲ μέγα κῦδος ὀρέξῃς·” |
εἰ δὲ συ^νάπτοιμεν, ἔσται καὶ τὰ^ ἑξῆς ὑποτακτικά^. | εἰ δὲ συνάπτοιμεν, ἔσται καὶ τὰ ἑξῆς ὑποτακτικά. |
58. | 58. |
φί^λης αἰῶνος οἰκεῖα^ ταῦτα^ πατρὶ^ καὶ γέροντι^ καὶ πεῖσαι θέλοντι^, ἐγκωμιά^ζειν τὸ ζῆν καὶ ἐπὶ^ φιλοψυχίαν πα^ρα^κα^λεῖν. | φίλης αἰῶνος οἰκεῖα ταῦτα πατρὶ καὶ γέροντι καὶ πεῖσαι θέλοντι, ἐγκωμιάζειν τὸ ζῆν καὶ ἐπὶ φιλοψυχίαν παρακαλεῖν. |
ἀ^ντι τέθεικε δὲ τῇ τοῦ ἐχθροῦ δόξῃ τὴν αὑτοῦ ἀτυχίαν 59 εἰς φ θ όνον κι_νῶν τὸν ἕκτορα. | ἀντι τέθεικε δὲ τῇ τοῦ ἐχθροῦ δόξῃ τὴν αὑτοῦ ἀτυχίαν 59 εἰς φ θ όνον κινῶν τὸν ἕκτορα. |
ἀ^πὸ τοῦ ποιεῖν καὶ πάσχειν ἡ κατασκευή. | ἀπὸ τοῦ ποιεῖν καὶ πάσχειν ἡ κατασκευή. |
. | . |
αἰών δὲ πα^ρὰ^ τὸ ἀ^εί, ἢ τὸν ὑπόλοιπον τῆς ζωῆς χρόνον. | αἰών δὲ παρὰ τὸ ἀεί, ἢ τὸν ὑπόλοιπον τῆς ζωῆς χρόνον. |
59. | 59. |
πρὸς δ' ἐμὲ τὸν δύστηνον ἔτι^ φρονέοντ' ἐλέησον ὁ στί^χος ἐστὶ^ν ὅλος θαυμαστὸς ἐκ τῶν η' μερῶν τοῦ λόγου συγκείμενος. | πρὸς δ' ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ' ἐλέησον ὁ στίχος ἐστὶν ὅλος θαυμαστὸς ἐκ τῶν η' μερῶν τοῦ λόγου συγκείμενος. |
ἔτι^ φρονέοντ' ἐλέησον φρονέων ἀντὶ^ τοῦ φρονήσα_ς εὖ ἢ ἔτι^ ζῶν· | ἔτι φρονέοντ' ἐλέησον φρονέων ἀντὶ τοῦ φρονήσας εὖ ἢ ἔτι ζῶν· |
τὸ ζωτι^κὸν γὰ^ρ φρένα^ς κα^λεῖ “ποτὶ δὲ φρένες αὐτῷ ἕποντο” Il. | τὸ ζωτικὸν γὰρ φρένας καλεῖ “ποτὶ δὲ φρένες αὐτῷ ἕποντο” Il. |
504, ὡς ἐπὶ^ πατρόκλου τεθνεῶτος “ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν” Il. | 504, ὡς ἐπὶ πατρόκλου τεθνεῶτος “ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν” Il. |
23. | 23. |
104, ὅ ἐστι^ τὸ συ^νεκτι^κὸν τοῦ ζῆν· | 104, ὅ ἐστι τὸ συνεκτικὸν τοῦ ζῆν· |
ἢ ἕως ἔξεστί^ μοι φρονῆ σαι. | ἢ ἕως ἔξεστί μοι φρονῆ σαι. |
. | . |
τι^νὲς δὲ “ἔτι^ ζώοντ' ἐλέησον.” | τινὲς δὲ “ἔτι ζώοντ' ἐλέησον.” |
ἐμέ ὀρθοτονητέον τὴν “ἐμέ” ἀντωνυμίαν. | ἐμέ ὀρθοτονητέον τὴν “ἐμέ” ἀντωνυμίαν. |
60. | 60. |
ἐπὶ^ γήραος οὐδῷ ἐξόδῳ τοῦ βί^ου, ἐφ' ἤδη πεπέρανται ὁ βί^ος, καὶ δι^εξελήλυθεν ἐξ αὐτοῦ. | ἐπὶ γήραος οὐδῷ ἐξόδῳ τοῦ βίου, ἐφ' ἤδη πεπέρανται ὁ βίος, καὶ διεξελήλυθεν ἐξ αὐτοῦ. |
61, 2. | 61, 2. |
ἐπι^δόντα^ υἷά^ς τ' ὀλλυ_μένους ἐναργῶς πέφρα^κε τὰ^ τῶν πορθήσεων, ὡς καὶ ἐν ἄλλοις· | ἐπιδόντα υἷάς τ' ὀλλυμένους ἐναργῶς πέφρακε τὰ τῶν πορθήσεων, ὡς καὶ ἐν ἄλλοις· |
“ἄνδρας μὲν κτείνουσι^, πόλι^ν δέ τε” Il. | “ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε” Il. |
9. | 9. |
593. | 593. |
καὶ μὴ γρά^ψα_ς δὲ τὴν ἰλίου πόρθησι^ν ὅμως ἐδήλωσεν αὐτῆς τὰ^ πα^θήμα^τα^, πᾶσα^ν ἡλι^κί^α_ν τὴν ἐν πολέμῳ τι^ πά^σχουσα^ν πα^ρα λα^βών. | καὶ μὴ γράψας δὲ τὴν ἰλίου πόρθησιν ὅμως ἐδήλωσεν αὐτῆς τὰ παθήματα, πᾶσαν ἡλικίαν τὴν ἐν πολέμῳ τι πάσχουσαν παρα λαβών. |
ταῖς δὲ γυναιξὶ^ν ἡ εἰς τὸ σῶ^μα^ ὕ^βρις μείζων πάντων . | ταῖς δὲ γυναιξὶν ἡ εἰς τὸ σῶμα ὕβρις μείζων πάντων . |
δαιμονί^ως δὲ ταῦτα^ ὑπ' ὄψι^ν ἤγα^γεν ἐν βρα^χεῖ, χρησά^μενος ἅ^μα^ καὶ ἀπεριέργως ταῖς λέξεσι^ν· | δαιμονίως δὲ ταῦτα ὑπ' ὄψιν ἤγαγεν ἐν βραχεῖ, χρησάμενος ἅμα καὶ ἀπεριέργως ταῖς λέξεσιν· |
οὐ γὰ^ρ ὑψορόφους ἢ δαιδα^λέους θα^λά^μους λέγει οὐ δὲ θύγατρα^ς καλλικόμους ἢ καλλισφύ^ρους, ἀλλ' ἀπήλλα^κται τῶν ἐπι^θέτων αὐτῷ τὰ^ δυστυχοῦντα^ τῶν σωμά^των. | οὐ γὰρ ὑψορόφους ἢ δαιδαλέους θαλάμους λέγει οὐ δὲ θύγατρας καλλικόμους ἢ καλλισφύρους, ἀλλ' ἀπήλλακται τῶν ἐπιθέτων αὐτῷ τὰ δυστυχοῦντα τῶν σωμάτων. |
63. | 63. |
κεραιζομένους πα^ρὰ^ τὰ^ κέρα^τα^· | κεραιζομένους παρὰ τὰ κέρατα· |
ὅθεν τὸν ἄθυ_μον καὶ ἀόργητον ἀκέραιον λέγουσι^ν. | ὅθεν τὸν ἄθυμον καὶ ἀόργητον ἀκέραιον λέγουσιν. |
καὶ νήπι^α^ τέκνα^ ἐντεῦθεν ὁ περὶ^ κασ σ άνδρας καὶ ἀστυάνακτος ἐρρύ^η μῦθος πα^ρὰ^ τοῖς τρα^γι^κοῖς. | καὶ νήπια τέκνα ἐντεῦθεν ὁ περὶ κασ σ άνδρας καὶ ἀστυάνακτος ἐρρύη μῦθος παρὰ τοῖς τραγικοῖς. |
65. | 65. |
νυ^ούς τὰ_ς τῶν υἱῶν γυ^ναῖκα^ς. | νυούς τὰς τῶν υἱῶν γυναῖκας. |
66. | 66. |
αὐτὸν δ' ἄ^ν περισσὸς ὁ “ἄ^ν.” | αὐτὸν δ' ἄν περισσὸς ὁ “ἄν.” |
. | . |
πρώταις' δὲ θύ^ραις ταῖς αὐλείοις, ταῖς ὑ^πὸ τὴν εἴσοδον πρώταις. | πρώταις' δὲ θύραις ταῖς αὐλείοις, ταῖς ὑπὸ τὴν εἴσοδον πρώταις. |
ἐντεῦθεν ὑ^πὸ τῷ βωμῷ τοῦ ἐρκ ε ί^ου διός φα_σιν αὐτὸν ἀ^νῃρῆσθαι. | ἐντεῦθεν ὑπὸ τῷ βωμῷ τοῦ ἐρκ ε ίου διός φασιν αὐτὸν ἀνῃρῆσθαι. |
φησὶ^ γοῦν “μηρί' ἔκηε αὐλῆς ἐ ν χορτῷ” Il. | φησὶ γοῦν “μηρί' ἔκηε αὐλῆς ἐ ν χορτῷ” Il. |
11. | 11. |
3. | 3. |
774. | 774. |
πύ^μα^τόν με καὶ τὸ “πύματον” οἰκτρόν, οἷον ἐπι^δόντα^ τὰ^ τῆς B πορθήσεως δεινά^. | πύματόν με καὶ τὸ “πύματον” οἰκτρόν, οἷον ἐπιδόντα τὰ τῆς B πορθήσεως δεινά. |
67. | 67. |
ὠμησταί ὠμηστής ὀρχηστής πα^ραγωγά, οὐ σύνθετα^. | ὠμησταί ὠμηστής ὀρχηστής παραγωγά, οὐ σύνθετα. |
“ὠμη στὴς καὶ ἄπιστος” Il. | “ὠμη στὴς καὶ ἄπιστος” Il. |
24. | 24. |
207. | 207. |
. | . |
τὸ δὲ “ἐρύουσιν” ἐνεστώς ἐστι^ν ἀντὶ^ μέλλοντος. | τὸ δὲ “ἐρύουσιν” ἐνεστώς ἐστιν ἀντὶ μέλλοντος. |
οἰκτροτάτη δὲ ἡ καὶ μετὰ^ θά^να^τον αἰκί^α_· | οἰκτροτάτη δὲ ἡ καὶ μετὰ θάνατον αἰκία· |
καὶ ὅτι^ οὐ δὲ ἐν τοῖς βα^σι^λείοις τα^φήσεται, ἀλλ' ἐκριφήσεται. | καὶ ὅτι οὐ δὲ ἐν τοῖς βασιλείοις ταφήσεται, ἀλλ' ἐκριφήσεται. |
68. | 68. |
ῥεθέων τῶν μελῶν. | ῥεθέων τῶν μελῶν. |
. | . |
δείκνυ_σι^ δὲ ὅτι^ κα^τὰ^ παντὸς μέλους τὸ ζωτι^κὸν καὶ ψυ_χι^κόν ἐστι^ν. | δείκνυσι δὲ ὅτι κατὰ παντὸς μέλους τὸ ζωτικὸν καὶ ψυχικόν ἐστιν. |
ῥέθη δὲ τὰ^ ζῶντα^ μέλη, δι' ὧν ῥέζομέν τι^· | ῥέθη δὲ τὰ ζῶντα μέλη, δι' ὧν ῥέζομέν τι· |
αἰολεῖς δὲ τὸ πρόσωπον καὶ ῥεθομα_λίδας τοὺς εὐπροσώπους φα_σί^ν. | αἰολεῖς δὲ τὸ πρόσωπον καὶ ῥεθομαλίδας τοὺς εὐπροσώπους φασίν. |
διονύσιος δὲ καὶ νῦν τὸ πρόσωπόν φησι^ δηλοῦσθαι· | διονύσιος δὲ καὶ νῦν τὸ πρόσωπόν φησι δηλοῦσθαι· |
δι^ὰ^ γὰ^ρ μυκτήρων ἢ στόμα^τος ἐκπνέομεν, καίτοι γε τοῦ ποιητοῦ λέγοντος Il. | διὰ γὰρ μυκτήρων ἢ στόματος ἐκπνέομεν, καίτοι γε τοῦ ποιητοῦ λέγοντος Il. |
14. | 14. |
518 ψυ_χὴ δὲ κατ' οὐτα^μένην ὠτειλὴν ἔσσυτο.” | 518 ψυχὴ δὲ κατ' οὐταμένην ὠτειλὴν ἔσσυτο.” |
69. | 69. |
πυλαωρούς τι^νὲς “θυραωρούς·” | πυλαωρούς τινὲς “θυραωρούς·” |
πύ^λα_ς γὰ^ρ ἐπὶ^ πόλεώς φησι^ν· | πύλας γὰρ ἐπὶ πόλεώς φησιν· |
πα^λαιὸν δὲ ἔθος τηρεῖσθαι τοὺς πυ^λῶνα^ς κυ^σί^ν, ἵ^να_ βαΰ ζοντες δηλοῖεν ἐν τοῖς ἔνδον τοὺς ξένους. | παλαιὸν δὲ ἔθος τηρεῖσθαι τοὺς πυλῶνας κυσίν, ἵνα βαΰ ζοντες δηλοῖεν ἐν τοῖς ἔνδον τοὺς ξένους. |
“θυραωρούς·” | “θυραωρούς·” |
οὖν γραπτέον θυροφύλακα^ς. | οὖν γραπτέον θυροφύλακας. |
70. | 70. |
ἀλύσσοντες ἄ^γα_ν λυσσῶντες· | ἀλύσσοντες ἄγαν λυσσῶντες· |
τοῦτο γὰ^ρ τοῖς κα^τοικι^δί^οις συμβαίνει κυ^σί^ν, ἐπὴν γεύσωνται σώμα^τος. | τοῦτο γὰρ τοῖς κατοικιδίοις συμβαίνει κυσίν, ἐπὴν γεύσωνται σώματος. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.