macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
οἳ δὲ “ἐν ἄλῃ ὄντες, ' ὡς τὸ “δ' ἀλύουσ' ἀπεβήσετο” Il. | οἳ δὲ “ἐν ἄλῃ ὄντες, ' ὡς τὸ “δ' ἀλύουσ' ἀπεβήσετο” Il. |
5. | 5. |
352. | 352. |
οἳ δὲ πα^ρὰ^ τὴν ἄλυν, ὅ ἐστι^ παίγνιον, “ἢ ἀ^λύ^εις, ὅτι^ ἶρον” Od. | οἳ δὲ παρὰ τὴν ἄλυν, ὅ ἐστι παίγνιον, “ἢ ἀλύεις, ὅτι ἶρον” Od. |
18. | 18. |
333, οἷον “κυ^νῶν μέλπηθρα” Il. | 333, οἷον “κυνῶν μέλπηθρα” Il. |
13. | 13. |
233. | 233. |
71. | 71. |
ἐν προθύ^ροισι^ ἀντὶ^ τοῦ πα^ρὰ^ προθύ^ροις. | ἐν προθύροισι ἀντὶ τοῦ παρὰ προθύροις. |
νέῳ δέ τε πάντ' ἐπέοικεν δοκεῖ τοῦτο προτρεπτι^κὸν εἶναι μᾶλλον ἐπὶ^ θά^να^τον ἢ ἀποτρεπτι^κόν· | νέῳ δέ τε πάντ' ἐπέοικεν δοκεῖ τοῦτο προτρεπτικὸν εἶναι μᾶλλον ἐπὶ θάνατον ἢ ἀποτρεπτικόν· |
καίτοι φαίνεται βουλόμενος πείθειν τὸν ἕκτορα εἰσιέναι εἰς τὸ τεῖχος καὶ μὴ ὑπομένειν τὸν ἀχιλ λέα^. | καίτοι φαίνεται βουλόμενος πείθειν τὸν ἕκτορα εἰσιέναι εἰς τὸ τεῖχος καὶ μὴ ὑπομένειν τὸν ἀχιλ λέα. |
ῥητέον δὲ ὅτι^ τῷ ἅ^παξ ἀναγκασθέντι^ ἀποθα^νεῖν νέῳ τοῦτο ἔοικεν, ὃ δὲ τὸν ἐκ προπετεία_ς ὑ^φί_στα^το θά^να^τον. | ῥητέον δὲ ὅτι τῷ ἅπαξ ἀναγκασθέντι ἀποθανεῖν νέῳ τοῦτο ἔοικεν, ὃ δὲ τὸν ἐκ προπετείας ὑφίστατο θάνατον. |
δι^ὸ σαφηνί^ζει τὸν νοῦν “πά^ντα^ δὲ κα^λὰ^ θα^νόντι^ περ ὅττι^ φα^νήῃ .” | διὸ σαφηνίζει τὸν νοῦν “πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ .” |
ὡς ἄ^ρα^ κα^λὸν τὸ ἀποθα^νεῖν ὑ^πὲρ πατρί^δος καὶ οἰκείων ἐπὶ^ λυσιτελείᾳ τῶν προσηκόντων, ἵν' ᾖ, πά^ντα^ δὲ τὰ^ τῆς αἰκί^α_ς καλά^ εἰσι^ τῷ θα^νόντι^, ἐὰ^ν ἐκ τοῦ ἀποθα^νεῖν κα^λόν τι^ φα^νῇ καὶ λυ_σι^τελές. | ὡς ἄρα καλὸν τὸ ἀποθανεῖν ὑπὲρ πατρίδος καὶ οἰκείων ἐπὶ λυσιτελείᾳ τῶν προσηκόντων, ἵν' ᾖ, πάντα δὲ τὰ τῆς αἰκίας καλά εἰσι τῷ θανόντι, ἐὰν ἐκ τοῦ ἀποθανεῖν καλόν τι φανῇ καὶ λυσιτελές. |
σὺ^ δέ, φησί^, ῥιψοκινδύνως ταῦτα^ βούλει πα^θεῖν, οὐκ ὠφελῶν τοὺς οἰκείους. | σὺ δέ, φησί, ῥιψοκινδύνως ταῦτα βούλει παθεῖν, οὐκ ὠφελῶν τοὺς οἰκείους. |
73. | 73. |
ὅττι^ φα^νήῃ οὕτως ἀρίσταρχος. | ὅττι φανήῃ οὕτως ἀρίσταρχος. |
74. | 74. |
πολι^όν τε κά^ρη κά^ρη καὶ γένειον τῶν οἰκτρῶν ἐστι^ μερῶν καὶ ἃ^ κομῶσι^ν οἱ πενθοῦντες. | πολιόν τε κάρη κάρη καὶ γένειον τῶν οἰκτρῶν ἐστι μερῶν καὶ ἃ κομῶσιν οἱ πενθοῦντες. |
75. | 75. |
αἰδῶ τ' αἰσχύ_νουσι^ αἰδοῖα^, ἢ τὴν ἀ^πὸ τῆς ὄψεως τοῦ σώμα^τος ἐντροπήν. | αἰδῶ τ' αἰσχύνουσι αἰδοῖα, ἢ τὴν ἀπὸ τῆς ὄψεως τοῦ σώματος ἐντροπήν. |
77. | 77. |
ῥ' ὁ γέρων ἀφ' ὧν ἤρξα^το, ἐνταῦθα^ καὶ ἔληξεν· | ῥ' ὁ γέρων ἀφ' ὧν ἤρξατο, ἐνταῦθα καὶ ἔληξεν· |
“ᾤμωξεν δ' ὁ γέρων, κεφα^λὴν δ' ὅ γε κόψατο χερσί^ν 33. | “ᾤμωξεν δ' ὁ γέρων, κεφαλὴν δ' ὅ γε κόψατο χερσίν 33. |
“ἦ ῥ' ὁ γέρων, πολιὰ_ς δ' ἄρ' ἀ^νὰ^ τρί^χα^ς ἕλκετο χερσί” 77. | “ἦ ῥ' ὁ γέρων, πολιὰς δ' ἄρ' ἀνὰ τρίχας ἕλκετο χερσί” 77. |
79. | 79. |
μήτηρ δ' εὖθ' ἑτέρωθεν παθητικὰ^ ταῦτα^ καὶ κόρον φέροντα^ τῷ μήκει· | μήτηρ δ' εὖθ' ἑτέρωθεν παθητικὰ ταῦτα καὶ κόρον φέροντα τῷ μήκει· |
ταμιεύεται δὲ τὴν ἀνδρομάχην ἐπὶ^ νεκρῷ καὶ συρομένῳ τῷ εκτορι Il. | ταμιεύεται δὲ τὴν ἀνδρομάχην ἐπὶ νεκρῷ καὶ συρομένῳ τῷ εκτορι Il. |
22. | 22. |
476, ἵ^να_ μὴ πά^λι^ν οἱ αὐτοὶ θρηνῶσι^ν. | 476, ἵνα μὴ πάλιν οἱ αὐτοὶ θρηνῶσιν. |
80. | 80. |
κόλπον ἀ^νι^εμένη γυ^μνοῦσα^ τὸ περὶ^ τοὺς μαζοὺς κόλπωμα^· | κόλπον ἀνιεμένη γυμνοῦσα τὸ περὶ τοὺς μαζοὺς κόλπωμα· |
καὶ “αἶγας ἀνιεμένους” Od. | καὶ “αἶγας ἀνιεμένους” Od. |
2. | 2. |
300 γυμνοῦντα^ς, ἐξ οὗ τὸ ἐκδέροντα^ς. | 300 γυμνοῦντας, ἐξ οὗ τὸ ἐκδέροντας. |
κι_νητι^κὸν δὲ καὶ γρα^φι^κὸν τὸ σχῆμα^. | κινητικὸν δὲ καὶ γραφικὸν τὸ σχῆμα. |
ἔδειξε δὲ ὅσον φιλοτεκνότεραι γυ^ναῖκες· | ἔδειξε δὲ ὅσον φιλοτεκνότεραι γυναῖκες· |
ὃ μὲν γὰ^ρ περὶ^ ἑαυτοῦ δέδιεν, ἢ δὲ περὶ^ τοῦ παιδὸς καὶ ἄ^νω καὶ κά^τω βοᾷ “φίλον θά^λος, ὃν τέκον αὐτή” 87, τῶν ἐπὶ^ τῇ πατρί^δι^ δεινῶν ἐπιλελησμένη. | ὃ μὲν γὰρ περὶ ἑαυτοῦ δέδιεν, ἢ δὲ περὶ τοῦ παιδὸς καὶ ἄνω καὶ κάτω βοᾷ “φίλον θάλος, ὃν τέκον αὐτή” 87, τῶν ἐπὶ τῇ πατρίδι δεινῶν ἐπιλελησμένη. |
παρατηρητέον δὲ καὶ τὸ σχῆμα^ τοῦ λόγου, ἀ^πὸ μετοχῆς εἰς ῥῆμα^ μετα^βαῖνον. | παρατηρητέον δὲ καὶ τὸ σχῆμα τοῦ λόγου, ἀπὸ μετοχῆς εἰς ῥῆμα μεταβαῖνον. |
ἄλλως : | ἄλλως : |
κόλπον ἀ^νι^εμένη, ἑτέρηφι^ δὲ μαζὸν ἀ^νέσχεν τὰ^ γεν νήσαντα^ καὶ θρέψαντα^ μέρη, ὡς “ἀ^πὸ κόλπου μητρὸς ἐλειθυίης ἤλθετε βουλομένης” Schneider Callim. | κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχεν τὰ γεν νήσαντα καὶ θρέψαντα μέρη, ὡς “ἀπὸ κόλπου μητρὸς ἐλειθυίης ἤλθετε βουλομένης” Schneider Callim. |
II p. | II p. |
775. | 775. |
ἐλέγετο δὲ κόλπος τὸ ἐπά^νω τῆς ζώνης κόλπωμα^ τοῦ πέπλου· | ἐλέγετο δὲ κόλπος τὸ ἐπάνω τῆς ζώνης κόλπωμα τοῦ πέπλου· |
ὅθεν καὶ προκόλ πιον· | ὅθεν καὶ προκόλ πιον· |
περὶ^ γὰ^ρ τὰ_ς ὀσφῦς ἐζώννυ_ ν το. | περὶ γὰρ τὰς ὀσφῦς ἐζώννυ ν το. |
82. | 82. |
τέκνον ἐμόν οὐκ ἀρκεῖται, ὡς ἀλλαχοῦ, τῷ “τέκνον, τίπτε λι^πὼν πόλεμον” Il. | τέκνον ἐμόν οὐκ ἀρκεῖται, ὡς ἀλλαχοῦ, τῷ “τέκνον, τίπτε λιπὼν πόλεμον” Il. |
6. | 6. |
254, ἀλλὰ^ καὶ “ἐμόν” δι^ὰ^ τὸ τα^ρα^χῶδες καὶ ἐνα^γώνιον τῆς ψυ_χῆς προσέθηκεν . | 254, ἀλλὰ καὶ “ἐμόν” διὰ τὸ ταραχῶδες καὶ ἐναγώνιον τῆς ψυχῆς προσέθηκεν . |
τά^δε τ' αἴδεο ἀντι^δοῦναι τούτοις χά^ρι^ν ὑ^πὲρ ὧν σοι ἐποίησα^ν. | τάδε τ' αἴδεο ἀντιδοῦναι τούτοις χάριν ὑπὲρ ὧν σοι ἐποίησαν. |
82, 3. | 82, 3. |
καί μ' ἐλέησον αὐτήν εἰ μὴ σαυτὸν ἐλεεῖς. | καί μ' ἐλέησον αὐτήν εἰ μὴ σαυτὸν ἐλεεῖς. |
τι^νὲς δὲ παρ' ἴωσιν “αὐτήν” τὴν μητέρα^ λέγεσθαι, “τέκν' ἔφα^γεν στρουθοῖο καὶ αὐτήν” Il. | τινὲς δὲ παρ' ἴωσιν “αὐτήν” τὴν μητέρα λέγεσθαι, “τέκν' ἔφαγεν στρουθοῖο καὶ αὐτήν” Il. |
2. | 2. |
317. | 317. |
ἄλλως : | ἄλλως : |
καί μ' ἐλέησον αὐτήν ἤτοι συναπτέον μέχρι^ τοῦ “ἐπέσχον” καὶ ἀπ' ἄλλης ἀρχῆς “τῶν μνῆσαι, φί^λε τέκνον,” ἢ στικτέον εἰς τὸ “αὐτήν,” εἶτ' ἀπ' ἄλλης ἀρχῆς “εἴ ποτέ τοι λαθι κηδέα^ μαζὸν ἐπέσχον.” | καί μ' ἐλέησον αὐτήν ἤτοι συναπτέον μέχρι τοῦ “ἐπέσχον” καὶ ἀπ' ἄλλης ἀρχῆς “τῶν μνῆσαι, φίλε τέκνον,” ἢ στικτέον εἰς τὸ “αὐτήν,” εἶτ' ἀπ' ἄλλης ἀρχῆς “εἴ ποτέ τοι λαθι κηδέα μαζὸν ἐπέσχον.” |
ἔστι^ δὲ ὑποστιγμὴ μετὰ^ τὸ “ἐπέσχον.” | ἔστι δὲ ὑποστιγμὴ μετὰ τὸ “ἐπέσχον.” |
83. | 83. |
λαθικηδέα^ καὶ “ἔνθα οἱ ἠπι^όδωρος ἐνα^ντί^η ἤλυ^θε μήτηρ” Il. | λαθικηδέα καὶ “ἔνθα οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ” Il. |
6. | 6. |
231. | 231. |
84. | 84. |
φί^λε τέκνον ἄκρως οὐκ ἀφί^στα^ται τῶν κοινῶν ὀνομά^των ἐν τῷ “τέκνον ἐμὸν τῶν μνῆσαι, φί^λε τέκνον, φί^λον θά^λος, ὃν τέκον αὐτή.” | φίλε τέκνον ἄκρως οὐκ ἀφίσταται τῶν κοινῶν ὀνομάτων ἐν τῷ “τέκνον ἐμὸν τῶν μνῆσαι, φίλε τέκνον, φίλον θάλος, ὃν τέκον αὐτή.” |
φί^λε τέκνον πρὸς τὸ σημαινόμενον. | φίλε τέκνον πρὸς τὸ σημαινόμενον. |
ἄ^μυ_νε ἀ^μύ_νου. | ἄμυνε ἀμύνου. |
85. | 85. |
τείχεος ἐντός ἱκανὰ^ δὴ πρὸς πειθώ· | τείχεος ἐντός ἱκανὰ δὴ πρὸς πειθώ· |
οὐ γὰ^ρ ἀποστῆναι τῆς μά^χης αὐτῷ συμβουλεύει ἀλλὰ^ μετ' ἀ^σφα^λεία_ς μά^χεσθαι. | οὐ γὰρ ἀποστῆναι τῆς μάχης αὐτῷ συμβουλεύει ἀλλὰ μετ' ἀσφαλείας μάχεσθαι. |
ἐντὸς ἰών “ἐὼν” γραπτέον, οὐκ “ἰών.” | ἐντὸς ἰών “ἐὼν” γραπτέον, οὐκ “ἰών.” |
. | . |
“πρόμος” δὲ πρὸ τῶν ἄλλων μα^χόμενος, οὐχ ὁ βα^σι^λεύς. | “πρόμος” δὲ πρὸ τῶν ἄλλων μαχόμενος, οὐχ ὁ βασιλεύς. |
86. | 86. |
σχέτλι^ος ἐπ' αὐτοῦ τοῦ ἕκτορος. | σχέτλιος ἐπ' αὐτοῦ τοῦ ἕκτορος. |
ἐπι^φωνήσεις δὲ συ^νεχεῖς ἀ^παιτεῖ τὸ πά^θος. | ἐπιφωνήσεις δὲ συνεχεῖς ἀπαιτεῖ τὸ πάθος. |
87. | 87. |
κλαύσομαι φίλοικτον χρῆμα^ γυ^νή. | κλαύσομαι φίλοικτον χρῆμα γυνή. |
καὶ τοῦτο μέγα^ τοῖς τεθνεῶσι^ν ᾤοντο. | καὶ τοῦτο μέγα τοῖς τεθνεῶσιν ᾤοντο. |
88. | 88. |
οὐ δ' ἄ^λοχος ὡς ιιιφιλογύνην ὑπέμνησε τῆς γυναικός. | οὐ δ' ἄλοχος ὡς ιιιφιλογύνην ὑπέμνησε τῆς γυναικός. |
“πολύ. | “πολύ. |
δωρος” δὲ ἡ εὔμορφος· | δωρος” δὲ ἡ εὔμορφος· |
περὶ^ γὰ^ρ τούτων πολλὰ^ δί^δοται ἕδνα^· | περὶ γὰρ τούτων πολλὰ δίδοται ἕδνα· |
“ἐκ δόμου ἠετίωνος, ἐπεὶ πόρε μυ_ρί^α_ ἕδνα^” 472. | “ἐκ δόμου ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα” 472. |
τὸ “μέγα^” ἐπὶ^ τόπου νῦν. | τὸ “μέγα” ἐπὶ τόπου νῦν. |
89. | 89. |
κύ^νες κα^τέδονται οἶδεν αὐτὸν τοῦτο δεδοικότα^ μά^λι^στα^· | κύνες κατέδονται οἶδεν αὐτὸν τοῦτο δεδοικότα μάλιστα· |
“σῶμα δὲ οἴκαδ' ἐμὸν δόμεναι πά^λι^ν” Il. | “σῶμα δὲ οἴκαδ' ἐμὸν δόμεναι πάλιν” Il. |
7. | 7. |
79. | 79. |
90. | 90. |
προσ αυδήτην ἢ παρατατι^κοῦ ἐστι^ δωρικοῦ ἢ ἀ^ορί^στου συγκεκομμένου· | προσ αυδήτην ἢ παρατατικοῦ ἐστι δωρικοῦ ἢ ἀορίστου συγκεκομμένου· |
ἄ^μεινον δὲ δι^ὰ^ τοῦ παρατατι^κοῦ τὴν ἀδιάλειπτον δηλοῦσθαι δέησι^ν. | ἄμεινον δὲ διὰ τοῦ παρατατικοῦ τὴν ἀδιάλειπτον δηλοῦσθαι δέησιν. |
προσαυδήτην δωρικῶς. | προσαυδήτην δωρικῶς. |
91. | 91. |
πολλὰ^ λισσομένω σημαίνει, ὅτι^ πολλὰ^ πα^ρα^λέλοιπεν, ἃ^ δεῖ προσεπινοεῖν. | πολλὰ λισσομένω σημαίνει, ὅτι πολλὰ παραλέλοιπεν, ἃ δεῖ προσεπινοεῖν. |
οὐδ' ἕκτορι θυ_μὸν ἔπειθον ἔστι^ γὰ^ρ θρα^σὺ^ς καὶ ἕτοιμος, ἀλόγιστος δὲ καὶ ἀμετάβλητος. | οὐδ' ἕκτορι θυμὸν ἔπειθον ἔστι γὰρ θρασὺς καὶ ἕτοιμος, ἀλόγιστος δὲ καὶ ἀμετάβλητος. |
μὐδ' ἕκτορι θυ_μὸν ἔπειθον ἕκτορι δὲ θυ_μὸν οὐκ ἔπειθον. | μὐδ' ἕκτορι θυμὸν ἔπειθον ἕκτορι δὲ θυμὸν οὐκ ἔπειθον. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.