macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
δέον, εἰ ἄ^ρα^ βα^σι^λεία_ν ὑμνεῖν ἤθελε, κα^λῶς ἔφη, ὁ κύριος ἐβα^σί^λευσεν, ὡς ἀρχὴν λα^βούσης τῆς βα^σι^λεία_ς. | δέον, εἰ ἄρα βασιλείαν ὑμνεῖν ἤθελε, καλῶς ἔφη, ὁ κύριος ἐβασίλευσεν, ὡς ἀρχὴν λαβούσης τῆς βασιλείας. |
εἶτα^ πότε ἀρχὴν λα^μβά^νει βα^σι^λεία_ θεοῦ; | εἶτα πότε ἀρχὴν λαμβάνει βασιλεία θεοῦ; |
πρόσφα^τον; | πρόσφατον; |
καὶ ἦν ποτε θεὸς, ὅτε μὴ ἦν βα^σι^λεύς; | καὶ ἦν ποτε θεὸς, ὅτε μὴ ἦν βασιλεύς; |
καὶ πῶς; | καὶ πῶς; |
οὐδὲν ἐπὶ^ θεοῦ πρόσφα^τον. | οὐδὲν ἐπὶ θεοῦ πρόσφατον. |
οὐ προσλαμβά^νει ἐξουσί^α_ν, οὐκ ἐνδύ^εται βα^σι^λεία_ν, ἀλλ' ἐξ αἰώ νος βα^σι^λεὺς, ἐξ αἰῶνος δεσπότης, ἐξ αἰῶνος δημιουργὸς, ὥς φησι^ν ὁ μα^κά^ριος μωϋσῆς· | οὐ προσλαμβάνει ἐξουσίαν, οὐκ ἐνδύεται βασιλείαν, ἀλλ' ἐξ αἰώ νος βασιλεὺς, ἐξ αἰῶνος δεσπότης, ἐξ αἰῶνος δημιουργὸς, ὥς φησιν ὁ μακάριος μωϋσῆς· |
κύριος βα^σι^λεύων τὸν αἰῶνα^, καὶ ἐπ' αἰῶνα^, καὶ ἔτι^. | κύριος βασιλεύων τὸν αἰῶνα, καὶ ἐπ' αἰῶνα, καὶ ἔτι. |
εἰ τοίνυ^ν ὁ μα^κά^ριος μωϋσῆς πρὸ πολλῶν γενεῶν γενόμενος τοῦ δαυῒδ, τὴν βα^σι^λεία_ν ἐκήρυξε τοῦ θεοῦ, τί^ βουλόμενος ὁ μα^κά^ριος δαυῒδ, ὡς πρόσφα^τον τὴν ἀρχαία_ν κηρύττει λέγων, ὁ κύριος ἐβα^σί^λευσεν; | εἰ τοίνυν ὁ μακάριος μωϋσῆς πρὸ πολλῶν γενεῶν γενόμενος τοῦ δαυῒδ, τὴν βασιλείαν ἐκήρυξε τοῦ θεοῦ, τί βουλόμενος ὁ μακάριος δαυῒδ, ὡς πρόσφατον τὴν ἀρχαίαν κηρύττει λέγων, ὁ κύριος ἐβασίλευσεν; |
ἦ δῆλον ὅτι^ τὴν τοῦ σωτῆρος ἑρμηνεύει οἰκονομίαν. | ἦ δῆλον ὅτι τὴν τοῦ σωτῆρος ἑρμηνεύει οἰκονομίαν. |
διπλῆ γὰ^ρ ἡ τοῦ σωτῆρος βα^σι^λεία_· | διπλῆ γὰρ ἡ τοῦ σωτῆρος βασιλεία· |
ἡ μὲν προαιώνιος καὶ ἀρχὴν οὐκ ἔχουσα^, ἡ δὲ μετὰ^ τοὺς αἰῶνα^ς, ἀρχὴν ἀ^πὸ τῆς οἰκονομί^α_ς λα^μβά^νουσα^. | ἡ μὲν προαιώνιος καὶ ἀρχὴν οὐκ ἔχουσα, ἡ δὲ μετὰ τοὺς αἰῶνας, ἀρχὴν ἀπὸ τῆς οἰκονομίας λαμβάνουσα. |
καὶ μὴν βα^σι^λεὺς ἀ^εὶ ὢν, γί_νεται καὶ κα^τὰ^ σάρκα^ βα^σι^λεὺς, τὸ μὲν ἔχων κα^τὰ^ φύ^σι^ν, τὸ δὲ λα^μβά^νων κα^τὰ^ τὴν πλάσιν τὴν ἀ^νθρωπί^νην. | καὶ μὴν βασιλεὺς ἀεὶ ὢν, γίνεται καὶ κατὰ σάρκα βασιλεὺς, τὸ μὲν ἔχων κατὰ φύσιν, τὸ δὲ λαμβάνων κατὰ τὴν πλάσιν τὴν ἀνθρωπίνην. |
ἐβα^σί^λευσε τοίνυ^ν ὁ σωτὴρ ἡμῶν. | ἐβασίλευσε τοίνυν ὁ σωτὴρ ἡμῶν. |
οὐκ ἀργῶς δὲ λέγει, ὁ κύριος ἐβα^σί^λευσεν· | οὐκ ἀργῶς δὲ λέγει, ὁ κύριος ἐβασίλευσεν· |
ἀλλ' ἐπειδὴ πρὸ τῆς τοῦ χριστοῦ βα^σι^λεία_ς ἄλλα^ ἦν τὰ^ βα^σι^λεύοντα^ ἐν κόσμῳ, καὶ ὥσπερ τυ^ρά^ννων τι^ς ἦν ἔνδοθεν βα^σι^λεία_, οὐκ ἐκ φύ^σεως κρα^τοῦσα^, ἀλλὰ^ βεβι^α^σμένη πα^ρα^νομί^α_ τῇ κτί^σει ἐπελθοῦσα^· | ἀλλ' ἐπειδὴ πρὸ τῆς τοῦ χριστοῦ βασιλείας ἄλλα ἦν τὰ βασιλεύοντα ἐν κόσμῳ, καὶ ὥσπερ τυράννων τις ἦν ἔνδοθεν βασιλεία, οὐκ ἐκ φύσεως κρατοῦσα, ἀλλὰ βεβιασμένη παρανομία τῇ κτίσει ἐπελθοῦσα· |
καὶ ἐβα^σί^λευον οἱ δαίμονες τοῦ κόσμου, οὐ βα^σι^λεία_ν ἔχοντες, ἀλλὰ^ τυραννίδα εἰς βα^σι^λεία_ν μετα^σχηματίσαντες. | καὶ ἐβασίλευον οἱ δαίμονες τοῦ κόσμου, οὐ βασιλείαν ἔχοντες, ἀλλὰ τυραννίδα εἰς βασιλείαν μετασχηματίσαντες. |
τὴν κα^θαίρεσι^ν οὖν μηνύ^ων τῆς τυραννί^δος τῶν δαιμόνων, καὶ τὴν δι^ὰ^ τῆς πα^ρουσί^α_ς τοῦ σωτῆρος λάμπουσα^ν οἰκονομίαν, λέγει τὸ, ὁ κύριος ἐβα^σί^λευσε· | τὴν καθαίρεσιν οὖν μηνύων τῆς τυραννίδος τῶν δαιμόνων, καὶ τὴν διὰ τῆς παρουσίας τοῦ σωτῆρος λάμπουσαν οἰκονομίαν, λέγει τὸ, ὁ κύριος ἐβασίλευσε· |
τουτ έστι^ν, ἀ^πελάσας μὲν δαιμόνων βα^σι^λεία_ν, εἰσαγαγὼν δὲ τὴν ἑαυτοῦ ἔνσαρκον καὶ θεία_ν οἰκονομίαν. | τουτ έστιν, ἀπελάσας μὲν δαιμόνων βασιλείαν, εἰσαγαγὼν δὲ τὴν ἑαυτοῦ ἔνσαρκον καὶ θείαν οἰκονομίαν. |
δεῖ δὲ ἐξ αὐτῶν τῶν γραφῶν δεῖξαι, τί^να^ ἦν τὰ^ πρὸ χριστοῦ βα^σι^λεύοντα^. | δεῖ δὲ ἐξ αὐτῶν τῶν γραφῶν δεῖξαι, τίνα ἦν τὰ πρὸ χριστοῦ βασιλεύοντα. |
ἄ^κουε παύλου λέγοντος· | ἄκουε παύλου λέγοντος· |
ἐβα^σί^λευσεν ὁ θά^να^τος ἀ^πὸ ἀδὰμ μέχρι^ μωϋσέως, καὶ ἐπὶ^ τοὺς μὴ ἁμαρτήσαντα^ς. | ἐβασίλευσεν ὁ θάνατος ἀπὸ ἀδὰμ μέχρι μωϋσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας. |
ἰ^δοὺ βα^σι^λεία_ θα^νά^του ἐβα^σί^λευε. | ἰδοὺ βασιλεία θανάτου ἐβασίλευε. |
καὶ ἅλλοτε ἡ ἁμαρτία, ὥς φησι^ν ὁ αὐτός· | καὶ ἅλλοτε ἡ ἁμαρτία, ὥς φησιν ὁ αὐτός· |
καὶ μὴ βα^σι^λευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑ_μῶν σώμα^τι^. | καὶ μὴ βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι. |
ὥσπερ γὰ^ρ ἡ ἁμαρτία ἐβα^σί^λευσε δι^ὰ^ τοῦ ἑνὸς, οὕτω καὶ ἡ χά^ρι^ς βα^σι^λεύει δι^ὰ^ τοῦ ἑνός. | ὥσπερ γὰρ ἡ ἁμαρτία ἐβασίλευσε διὰ τοῦ ἑνὸς, οὕτω καὶ ἡ χάρις βασιλεύει διὰ τοῦ ἑνός. |
ἔδειξεν οὖν πρὸ χριστοῦ καὶ ἁ^μαρτί^α_ν βασιλεύσασα^ν, καὶ θά^να^τον· | ἔδειξεν οὖν πρὸ χριστοῦ καὶ ἁμαρτίαν βασιλεύσασαν, καὶ θάνατον· |
καὶ ἦσα^ν ἀλλήλων δι^ά^δοχοι, ὥσπερ πικροὶ βα^σι^λεῖς καὶ τύ^ρα^ννοι. | καὶ ἦσαν ἀλλήλων διάδοχοι, ὥσπερ πικροὶ βασιλεῖς καὶ τύραννοι. |
καὶ ἡ μὲν ἁμαρτία ἐβα^σί^λευσεν ἐν τῷ κόσμῳ· | καὶ ἡ μὲν ἁμαρτία ἐβασίλευσεν ἐν τῷ κόσμῳ· |
εἶτα^ μετὰ^ τὸ ἐκπληρῶσαι τὸν ἄνθρωπον τὸν ἑαυτοῦ δρόμον τῆς ζωῆς, παρεδίδοτο τῇ βα^σι^λείᾳ τοῦ θα^νά^του, καὶ πα^ρεπέμπετο δι^ὰ^ τῆς βα^σι^λεία_ς τοῦ θα^νά^του τῇ βα^σι^λείᾳ τῆς ἁ^μαρτί^α_ς ὁ ἄνθρωπος· | εἶτα μετὰ τὸ ἐκπληρῶσαι τὸν ἄνθρωπον τὸν ἑαυτοῦ δρόμον τῆς ζωῆς, παρεδίδοτο τῇ βασιλείᾳ τοῦ θανάτου, καὶ παρεπέμπετο διὰ τῆς βασιλείας τοῦ θανάτου τῇ βασιλείᾳ τῆς ἁμαρτίας ὁ ἄνθρωπος· |
ἀ^πὸ τυραννί^δος εἰς τυραννίδα, ἀ^πὸ πολεμί^ων εἰς πολεμί^ους ἐλεηλατεῖτο τὸ γένος τῶν ἀνθρώπων. | ἀπὸ τυραννίδος εἰς τυραννίδα, ἀπὸ πολεμίων εἰς πολεμίους ἐλεηλατεῖτο τὸ γένος τῶν ἀνθρώπων. |
ἡ ἁμαρτία ἐβα^σί^λευεν, ὁ θά^να^τος μετὰ^ τὴν ἁ^μαρτί^α_ν διαδεξάμενος ἐβασίλευσε κέντρον γὰ^ρ, φησὶ^, τοῦ θα^νά^του ἡ ἁμαρτία, καὶ ἐτυ^ρα^ννεῖτο τὸ γένος τῶν ἀνθρώπων. | ἡ ἁμαρτία ἐβασίλευεν, ὁ θάνατος μετὰ τὴν ἁμαρτίαν διαδεξάμενος ἐβασίλευσε κέντρον γὰρ, φησὶ, τοῦ θανάτου ἡ ἁμαρτία, καὶ ἐτυραννεῖτο τὸ γένος τῶν ἀνθρώπων. |
ὁ τοίνυ^ν μα^κά^ριος δαυῒδ τυραννουμένοις εὐαγγελίζεται τοῦ βα^σι^λέως τὴν πα^ρουσίαν. | ὁ τοίνυν μακάριος δαυῒδ τυραννουμένοις εὐαγγελίζεται τοῦ βασιλέως τὴν παρουσίαν. |
ὥσπερ γὰ^ρ τοῖς κα^τεχομένοις ὑ^πὸ τυ^ρά^ννου ἀ^πα^γγελθεῖσα^ βα^σι^λέως ἐπι^δημία_ λύ_ει τὴν κατήφεια^ν, λύ_ει τὴν λύπην, ἐλπί^δα^ς ἀγαθὰ_ς ἐνσπείρει· | ὥσπερ γὰρ τοῖς κατεχομένοις ὑπὸ τυράννου ἀπαγγελθεῖσα βασιλέως ἐπιδημία λύει τὴν κατήφειαν, λύει τὴν λύπην, ἐλπίδας ἀγαθὰς ἐνσπείρει· |
οὕτω καὶ ὁ δαυῒδ τὴν κατώδυ^νον γῆν, τὴν πεπατημένην, τὴν τυραννουμένην, τὴν ὑ^πὸ δαιμόνων κα^τεχομένην εὐαγγελίζεται λέγων· | οὕτω καὶ ὁ δαυῒδ τὴν κατώδυνον γῆν, τὴν πεπατημένην, τὴν τυραννουμένην, τὴν ὑπὸ δαιμόνων κατεχομένην εὐαγγελίζεται λέγων· |
ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιά_σθω ἡ γῆ. | ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ. |
καὶ πότε ἐβασίλευσε; | καὶ πότε ἐβασίλευσε; |
πότε τῆς βα^σι^λεία_ς ἤρξα^το; | πότε τῆς βασιλείας ἤρξατο; |
κα^τὰ^ τὴν σάρκα^ ἤρξα^το βα^σι^λεία_ς τῆς κα^τὰ^ ἄνθρωπον αὐτῷ δοθείσης· | κατὰ τὴν σάρκα ἤρξατο βασιλείας τῆς κατὰ ἄνθρωπον αὐτῷ δοθείσης· |
ἡ δὲ βα^σι^λεία_ ἡ προαιώνιος οὐκ ἀρχὴν ἔσχεν, οὐ τέλος ἕξει. | ἡ δὲ βασιλεία ἡ προαιώνιος οὐκ ἀρχὴν ἔσχεν, οὐ τέλος ἕξει. |
ἐντεῦθεν καὶ πρότερον ἡμῖν διείληπται περὶ^ τούτου τοῦ ῥήμα^τος· | ἐντεῦθεν καὶ πρότερον ἡμῖν διείληπται περὶ τούτου τοῦ ῥήματος· |
ἀλλ' ἀ^να^γκαῖον καὶ πά^λι^ν εἰς ἀνάμνησι^ν ἐλθεῖν. | ἀλλ' ἀναγκαῖον καὶ πάλιν εἰς ἀνάμνησιν ἐλθεῖν. |
οὐδὲ γὰ^ρ δεῖ σκοπεῖν τὸν λέγοντα^ τὸ ἅ^παξ μόνον κεχρῆσθαι τῇ ῥήσει, ἀλλ' εἰ ἀ^να^γκαία_ ᾖ συ^νεχῶς πα^ρα^γομένη θερα^πεύειν τὸ τραῦμα^ τῆς ἁ^μαρτί^α_ς, καὶ αὖθι^ς λέγειν. | οὐδὲ γὰρ δεῖ σκοπεῖν τὸν λέγοντα τὸ ἅπαξ μόνον κεχρῆσθαι τῇ ῥήσει, ἀλλ' εἰ ἀναγκαία ᾖ συνεχῶς παραγομένη θεραπεύειν τὸ τραῦμα τῆς ἁμαρτίας, καὶ αὖθις λέγειν. |
ἐπειδὴ τοίνυ^ν πα^ρά^γουσι^ν αἱρετι^κῶν παῖδες, ὅτι^ καὶ αὐτὴν τὴν βα^σι^λεία_ν, ἣν ἔχει ὁ σωτὴρ, πα^ρὰ^ τοῦ πατρὸς αὐτὴν ἔλα^βε, καὶ οὐδὲν ἔχει ἐκ φύ^σεως, ἀλλ' ἐκ χά^ρι^τος, ἀναγκαῖον δεῖξαι, τί^ς ἡ κα^τὰ^ χά^ρι^ν δοθεῖσα^ δι^ὰ^ τῆς σαρ κος οἰκονομί^α_, τί^ς ἡ ἐκ φύ^σεως αὐτῷ συ^νυπάρξασα^ δι^ὰ^ τὴν προαιώνιον ἀ^ξί^α... | ἐπειδὴ τοίνυν παράγουσιν αἱρετικῶν παῖδες, ὅτι καὶ αὐτὴν τὴν βασιλείαν, ἣν ἔχει ὁ σωτὴρ, παρὰ τοῦ πατρὸς αὐτὴν ἔλαβε, καὶ οὐδὲν ἔχει ἐκ φύσεως, ἀλλ' ἐκ χάριτος, ἀναγκαῖον δεῖξαι, τίς ἡ κατὰ χάριν δοθεῖσα διὰ τῆς σαρ κος οἰκονομία, τίς ἡ ἐκ φύσεως αὐτῷ συνυπάρξασα διὰ τὴν προαιώνιον ἀξίαν. |
κατεστάθη βα^σι^λεὺς ὑπ' αὐτοῦ ὁ σωτὴρ, οὐκ οὐρα^νοῦ καὶ γῆς· | κατεστάθη βασιλεὺς ὑπ' αὐτοῦ ὁ σωτὴρ, οὐκ οὐρανοῦ καὶ γῆς· |
ἐκείνην γὰ^ρ οὐ κα^τὰ^ χειροτονίαν ἔλα^βε τὴν βα^σι^λεία_ν· | ἐκείνην γὰρ οὐ κατὰ χειροτονίαν ἔλαβε τὴν βασιλείαν· |
ἀλλ' ἐχειροτονήθη κα^τὰ^ τὴν ἔνσαρκον οἰκονομίαν βα^σι^λεὺς ὑ^πὸ τοῦ λα_οῦ. | ἀλλ' ἐχειροτονήθη κατὰ τὴν ἔνσαρκον οἰκονομίαν βασιλεὺς ὑπὸ τοῦ λαοῦ. |
ἐγὼ γά^ρ, φησὶ^, κα^τεστά^θην βα^σι^λεὺς ὑ^πὸ αὐτοῦ ἐπὶ^ σιὼν ὄρος τὸ ἅ^γι^ον αὐτοῦ. | ἐγὼ γάρ, φησὶ, κατεστάθην βασιλεὺς ὑπὸ αὐτοῦ ἐπὶ σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ. |
ὅτε ἐπέβη τῇ ἰουδαίᾳ, ὅτε τὴν ἔνσαρκον οἰκονομίαν ἐδέξα^το, ὅτε θεὸς ὢν αἰώνιος ἐπὶ^ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, ἐδέξα^το πρόσφατον βα^σι^λεία_ν τὴν ἐκ διαδοχῆς τοῦ δαυΐδ· | ὅτε ἐπέβη τῇ ἰουδαίᾳ, ὅτε τὴν ἔνσαρκον οἰκονομίαν ἐδέξατο, ὅτε θεὸς ὢν αἰώνιος ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, ἐδέξατο πρόσφατον βασιλείαν τὴν ἐκ διαδοχῆς τοῦ δαυΐδ· |
ἄλλην γὰ^ρ οὐκ ἐκτήσα^το βα^σι^λεία_ν δι' ἑαυτοῦ, ἀλλ' ἣν ἀ^πώλεσεν ὁ οἶκος δαυΐδ. | ἄλλην γὰρ οὐκ ἐκτήσατο βασιλείαν δι' ἑαυτοῦ, ἀλλ' ἣν ἀπώλεσεν ὁ οἶκος δαυΐδ. |
δι^ὰ^ τοῦτο ὁ ἄγγελος γαβριὴλ λέγει πρὸς τὴν παρθένον μαριάμ· | διὰ τοῦτο ὁ ἄγγελος γαβριὴλ λέγει πρὸς τὴν παρθένον μαριάμ· |
ἰ^δοὺ συλλήψῃ ἐν γαστρὶ^, καὶ τέξῃ υἱὸν, καὶ κα^λέσεις τὸ ὄνομα^ αὐτοῦ ἰησοῦν· | ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ἰησοῦν· |
αὐτὸς γὰ^ρ σώσει τὸν λα_ὸν αὐτοῦ. | αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ. |
πρόσεχε ἀ^κρι_βῶς. | πρόσεχε ἀκριβῶς. |
οὐδέπω ἐκήρυξεν, οὐδέπω ἐπαίδευσε, καὶ λέγει, τὸν λα_ὸν αὐτοῦ, ἵ^να_ μά^θῃς, ὅτι^ οὐ μετὰ^ τὸ πά^θος λα_ὸς ὁ λα_ὸς· | οὐδέπω ἐκήρυξεν, οὐδέπω ἐπαίδευσε, καὶ λέγει, τὸν λαὸν αὐτοῦ, ἵνα μάθῃς, ὅτι οὐ μετὰ τὸ πάθος λαὸς ὁ λαὸς· |
ἵ^να_ μά^θῃς, ὅτι^ οὐ μετὰ^ τὸ πά^θος ἐκληρονόμησε λα_ὸν, ἀλλ' εἶχε μὲν τὸν λα_ὸν, ὡς δεσπότης τοῦ λα_οῦ, καὶ πρὸ τοῦ πά^θους, ἀνεκτήσατο δὲ τῷ πά^θει τὴν οἰκουμενι^κὴν ἐκκλησίαν. | ἵνα μάθῃς, ὅτι οὐ μετὰ τὸ πάθος ἐκληρονόμησε λαὸν, ἀλλ' εἶχε μὲν τὸν λαὸν, ὡς δεσπότης τοῦ λαοῦ, καὶ πρὸ τοῦ πάθους, ἀνεκτήσατο δὲ τῷ πάθει τὴν οἰκουμενικὴν ἐκκλησίαν. |
οὗτος γὰ^ρ σώσει τὸν λα_ὸν αὐτοῦ ἀ^πὸ τῶν ἁμαρτι^ῶν αὐτῶν. | οὗτος γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. |
καὶ δώσει αὐτῷ κύριος. | καὶ δώσει αὐτῷ κύριος. |
τίνι; | τίνι; |
τῷ ὑ^πὸ σοῦ τικτομένῳ τῇ ἐνσάρκῳ οἰκονομί^ᾳ. | τῷ ὑπὸ σοῦ τικτομένῳ τῇ ἐνσάρκῳ οἰκονομίᾳ. |
καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον. | καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον. |
ποῖον; | ποῖον; |
δαυῒδ τοῦ πατρὸς αὐτοῦ. | δαυῒδ τοῦ πατρὸς αὐτοῦ. |
οὐ γὰ^ρ τὴν ἐπουρά^νι^ον λα^μβά^νει βα^σι^λεία_ν, ἣν εἶχεν, ἀλλ' ἀνακτᾶται ταύτην τὴν βα^σι^λεία_ν τὴν ὑ^πὸ τῶν δαιμόνων ἁρπασθεῖσα^ν ἀ^πὸ τοῦ οἴκου δαυΐδ. | οὐ γὰρ τὴν ἐπουράνιον λαμβάνει βασιλείαν, ἣν εἶχεν, ἀλλ' ἀνακτᾶται ταύτην τὴν βασιλείαν τὴν ὑπὸ τῶν δαιμόνων ἁρπασθεῖσαν ἀπὸ τοῦ οἴκου δαυΐδ. |
καὶ δώσει αὐτῷ κύριος τὸν θρόνον δαυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ βα^σι^λεύσει ἐπὶ^ τὸν οἶκον ἰακὼβ εἰς τοὺς αἰῶνα^ς, καὶ τῆς βα^σι^λεία_ς αὐτοῦ οὐκ ἔσται τέλος. | καὶ δώσει αὐτῷ κύριος τὸν θρόνον δαυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. |
εἰ αἰώνιος βα^σι^λεία_ ἐστὶ^, καὶ τέλος οὐκ ἔχει, ποία_ν ἔχει χώρα_ν τὸ κα^κῶς ἑρμηνευόμενον, ὅτα^ν πα^ρα^δῷ τὴν βα^σι^λεία_ν τῷ θεῷ καὶ πατρί; | εἰ αἰώνιος βασιλεία ἐστὶ, καὶ τέλος οὐκ ἔχει, ποίαν ἔχει χώραν τὸ κακῶς ἑρμηνευόμενον, ὅταν παραδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί; |
ἀλλ' ὡς ἔφθην εἰπὼν, βα^σι^λεία_ν πολλά^κι^ς ἡ γραφὴ κα^λεῖ οὐ μόνον τὸ ἀξί^ωμα^ τῶν βα^σι^λευόντων, ἀλλὰ^ καὶ αὐτὰ^ τὰ^ ἔθνη τὰ^ βασιλευόμενα^. | ἀλλ' ὡς ἔφθην εἰπὼν, βασιλείαν πολλάκις ἡ γραφὴ καλεῖ οὐ μόνον τὸ ἀξίωμα τῶν βασιλευόντων, ἀλλὰ καὶ αὐτὰ τὰ ἔθνη τὰ βασιλευόμενα. |
πῶς γὰ^ρ ἂ^ν εἴη βα^σι^λεὺς, τῶν βασιλευομένων οὐκ ὄντων; | πῶς γὰρ ἂν εἴη βασιλεὺς, τῶν βασιλευομένων οὐκ ὄντων; |
βα^σι^λεία_ν οὖν κα^λεῖ τὸ ἔθνος, τὸν λα_ὸν, τὴν οἰκουμένην τὴν ὑ^πὸ τὸν βα^σι^λέα^. | βασιλείαν οὖν καλεῖ τὸ ἔθνος, τὸν λαὸν, τὴν οἰκουμένην τὴν ὑπὸ τὸν βασιλέα. |
ὥσπερ ἂ^ν εἴποι τι^ς, ἡ βα^σι^λεία_ περσῶν, τουτέστι^, τὸ κλί^μα^ περσῶν, ἡ βα^σι^λεία_ ῥωμαίων· | ὥσπερ ἂν εἴποι τις, ἡ βασιλεία περσῶν, τουτέστι, τὸ κλίμα περσῶν, ἡ βασιλεία ῥωμαίων· |
οὕτω κ ἀκεῖ βα^σι^λεία_ν κα^λεῖ τὰ^ βασιλευόμενα^, τὸ βα^σι^λευόμενον γένος τῶν ἀνθρώπων. | οὕτω κ ἀκεῖ βασιλείαν καλεῖ τὰ βασιλευόμενα, τὸ βασιλευόμενον γένος τῶν ἀνθρώπων. |
καὶ ὅτι^ τοῦτο ἀ^ληθὲς, ἄκουε πῶς βα^σι^λεία_ν κα^λεῖ τὸ βα^σι^λευόμενον ἔθνος ἡ γραφή. | καὶ ὅτι τοῦτο ἀληθὲς, ἄκουε πῶς βασιλείαν καλεῖ τὸ βασιλευόμενον ἔθνος ἡ γραφή. |
ὅτε τὸν μα^κά^ριον ἠλίαν τὸν προφήτην ἀχαὰβ ἐζήτει ὁ βα^σι^λεὺς, λέγει ὁ οἰκονόμος αὐτοῦ· | ὅτε τὸν μακάριον ἠλίαν τὸν προφήτην ἀχαὰβ ἐζήτει ὁ βασιλεὺς, λέγει ὁ οἰκονόμος αὐτοῦ· |
ζῇ κύριος, οὐκ ἔστι^ τόπος, οὐκ ἔθνος, ἐν ᾧ οὐκ ἀ^πέστειλεν ὁ κύ_ρι^ός μου ὁ βα^σι^λεὺς ζητῶν σε· | ζῇ κύριος, οὐκ ἔστι τόπος, οὐκ ἔθνος, ἐν ᾧ οὐκ ἀπέστειλεν ὁ κύριός μου ὁ βασιλεὺς ζητῶν σε· |
καὶ σχεδὸν ἐνέπρησε τὴν βα^σι^λεία_ν αὐτοῦ, καὶ οὐχ εὗρεν· | καὶ σχεδὸν ἐνέπρησε τὴν βασιλείαν αὐτοῦ, καὶ οὐχ εὗρεν· |
ἀντὶ^ τοῦ, πάντας τοὺς βασιλευομένους ὑπ'· | ἀντὶ τοῦ, πάντας τοὺς βασιλευομένους ὑπ'· |
αὐτοῦ ἐνέπρησεν, ὅτα^ν σὲ μὴ εὗρεν. | αὐτοῦ ἐνέπρησεν, ὅταν σὲ μὴ εὗρεν. |
ὁρᾷς ὅτι^ βα^σι^λεία_ν οὐ μόνον τὸ ἀξί^ωμα^ λέγει, ἀλλὰ^ καὶ τὰ^ ἔθνη τὰ^ βασιλευόμενα^; | ὁρᾷς ὅτι βασιλείαν οὐ μόνον τὸ ἀξίωμα λέγει, ἀλλὰ καὶ τὰ ἔθνη τὰ βασιλευόμενα; |
παραδίδωσιν οὖν ὁ σωτὴρ τὴν βα^σι^λεία_ν, ἤγουν τὴν ἀνθρωπότητα^ τὴν ποτε βασιλευθεῖσα^ν τῇ ἁμαρτίᾳ, τὴν ποτε βασιλευθεῖσα^ν τῷ θα^νά^τῳ, ἵν' ἀ^πὸ τῆς αἰχμαλωσία_ς ῥυ_σά^μενος ἀνακτήσηται, καὶ πα^ρα^στήσῃ αὐτὴν τῷ θεῷ καὶ πατρί. | παραδίδωσιν οὖν ὁ σωτὴρ τὴν βασιλείαν, ἤγουν τὴν ἀνθρωπότητα τὴν ποτε βασιλευθεῖσαν τῇ ἁμαρτίᾳ, τὴν ποτε βασιλευθεῖσαν τῷ θανάτῳ, ἵν' ἀπὸ τῆς αἰχμαλωσίας ῥυσάμενος ἀνακτήσηται, καὶ παραστήσῃ αὐτὴν τῷ θεῷ καὶ πατρί. |
ὅτι^ μὲν οὖν κα^τέστη βα^σι^λεὺς ἐπὶ^ σιών, ὅτι^ ἔδωκεν αὐτῷ ὁ θεὸς τὸν θρόνον δαυῒδ τοῦ πατρὸς αὐτοῦ, ὅτι^ βα^σι^λεύει καὶ ἐπὶ^ τῇ προσφά^τῳ βα^σι^λείᾳ ἐπὶ^ τὸν οἶκον ἰακὼβ εἰς τοὺς αἰῶνα^ς, δέδεικται ἀναντιῤῥήτως ἐκ τῶν θείων γραφῶν· | ὅτι μὲν οὖν κατέστη βασιλεὺς ἐπὶ σιών, ὅτι ἔδωκεν αὐτῷ ὁ θεὸς τὸν θρόνον δαυῒδ τοῦ πατρὸς αὐτοῦ, ὅτι βασιλεύει καὶ ἐπὶ τῇ προσφάτῳ βασιλείᾳ ἐπὶ τὸν οἶκον ἰακὼβ εἰς τοὺς αἰῶνας, δέδεικται ἀναντιῤῥήτως ἐκ τῶν θείων γραφῶν· |
ὅτι^ δὲ βα^σι^λεὺς ἦν καὶ πρὸ τῆς ἐνσάρκου οἰκονομί^α_ς, καὶ πρὸ τοῦ πά^θους, καὶ πρὶ^ν λα^βεῖν τὸν θρόνον δαυῒδ τοῦ πατρὸς αὐτοῦ κα^τὰ^ σάρκα^, ἔχει τὸν προαιώνιον θρόνον, μα^ρτυ^ρήσει ἡσαΐας λέγων· | ὅτι δὲ βασιλεὺς ἦν καὶ πρὸ τῆς ἐνσάρκου οἰκονομίας, καὶ πρὸ τοῦ πάθους, καὶ πρὶν λαβεῖν τὸν θρόνον δαυῒδ τοῦ πατρὸς αὐτοῦ κατὰ σάρκα, ἔχει τὸν προαιώνιον θρόνον, μαρτυρήσει ἡσαΐας λέγων· |
καὶ εἶδον τὸν κύριον κα^θήμενον ἐπὶ^ θρόνον ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. | καὶ εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνον ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. |
καὶ μετὰ^ ταῦτα^ ὑ^ποβάς φησι^ν· | καὶ μετὰ ταῦτα ὑποβάς φησιν· |
οἴμοι ὁ τά^λα_ς ἐγὼ, ὅτι^ ἄνθρωπος ὢν, καὶ ἀ^κά^θα^ρτα^ χείλη ἔχων, ἐν μέσῳ λα_οῦ ἀ^κά^θα^ρτα^ χείλη ἔχοντος οἰκῶ, καὶ τὸν βα^σι^λέα^ κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. | οἴμοι ὁ τάλας ἐγὼ, ὅτι ἄνθρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος οἰκῶ, καὶ τὸν βασιλέα κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. |
πρόσεχε ἀ^κρι_βῶς τῇ μα^ρτυ^ρί^ᾳ. | πρόσεχε ἀκριβῶς τῇ μαρτυρίᾳ. |
ὅτε ἡσαΐας εἶδε τὸν θεὸν ὡς βα^σι^λέα^ ἐπὶ^ θρόνου κα^θήμενον, λέγει· | ὅτε ἡσαΐας εἶδε τὸν θεὸν ὡς βασιλέα ἐπὶ θρόνου καθήμενον, λέγει· |
καὶ τὸν βα^σι^λέα^ κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. | καὶ τὸν βασιλέα κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. |
τίνα εἶδε; | τίνα εἶδε; |
περὶ^ τί^νος ἐλά^λησεν; | περὶ τίνος ἐλάλησεν; |
ἐρώτησον ἰωάννην τὸν εὐαγγελιστὴν, ἵ^να_ μηδὲν βεβι^α^σμένον ᾖ, ἀλλὰ^ πά^ντα^ μεμαρτυρημένα^ τῇ ἀ^ληθείᾳ. | ἐρώτησον ἰωάννην τὸν εὐαγγελιστὴν, ἵνα μηδὲν βεβιασμένον ᾖ, ἀλλὰ πάντα μεμαρτυρημένα τῇ ἀληθείᾳ. |
τὰ^ μὲν γὰ^ρ ἀ^πὸ λογισμῶν ἀ^νθρωπί^νων κα^τεσκευα^σμένα_ λογισμοῖς ἄλλοις ἀνα^τρέπεται· | τὰ μὲν γὰρ ἀπὸ λογισμῶν ἀνθρωπίνων κατεσκευασμένα λογισμοῖς ἄλλοις ἀνατρέπεται· |
τὰ^ δὲ ὑ^πὸ ἁ^γί^ου πνεύματος δι^ὰ^ στόμα^τος προφητῶν καὶ ἀ^ποστόλων κηρυττόμενα^ οὐκ ἔχει τούς ἀντιλέγοντα^ς, κ ἂ_ν ἔχῃ τοὺς ἀντιλέγοντα^ς, τῇ πείρᾳ δείκνυ_σι^ τὴν νί_κην. | τὰ δὲ ὑπὸ ἁγίου πνεύματος διὰ στόματος προφητῶν καὶ ἀποστόλων κηρυττόμενα οὐκ ἔχει τούς ἀντιλέγοντας, κ ἂν ἔχῃ τοὺς ἀντιλέγοντας, τῇ πείρᾳ δείκνυσι τὴν νίκην. |
τίνα οὖν εἶδεν ἡσαΐας; | τίνα οὖν εἶδεν ἡσαΐας; |
καὶ τὸν βα^σι^λέα^ κύριον σαβαὼθ, φησὶ^ν, εἶδον τοῖς ὀφθαλμοῖς μου. | καὶ τὸν βασιλέα κύριον σαβαὼθ, φησὶν, εἶδον τοῖς ὀφθαλμοῖς μου. |
πῶς εἶδε; | πῶς εἶδε; |
κα^θήμενον ἐπὶ^ θρόνον ὑψηλοῦ καὶ ἐπηρμένου. | καθήμενον ἐπὶ θρόνον ὑψηλοῦ καὶ ἐπηρμένου. |
καὶ τί^ αὐτῷ δι^ελέχθη; | καὶ τί αὐτῷ διελέχθη; |
καὶ εἶπε κύριος πρὸς με· | καὶ εἶπε κύριος πρὸς με· |
πορευθεὶς εἰπὸν τῷ λα_ῷ τούτῳ· | πορευθεὶς εἰπὸν τῷ λαῷ τούτῳ· |
ἀκοῇ ἀ^κούσετε, καὶ οὐ μὴ συ^νῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴ^δητε. | ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.