macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
τί οὖν; | τί οὖν; |
ἀπεπέμψατο ὁ θεὸς τὴν πρεσβείαν τοῦ ἀγγέλου; | ἀπεπέμψατο ὁ θεὸς τὴν πρεσβείαν τοῦ ἀγγέλου; |
μὴ γένοιτο. | μὴ γένοιτο. |
ἀλλὰ^ τί; | ἀλλὰ τί; |
ἀπεκρίθη φησὶ^ κύ_ρι^ος πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα^ ἐν ἐμοὶ ῥήμα^τα^ παρακλητικὰ^ καὶ λόγους παρακλητι^κούς. | ἀπεκρίθη φησὶ κύριος πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ ῥήματα παρακλητικὰ καὶ λόγους παρακλητικούς. |
πα^ρα^κα^λέσωμεν τὸν τῶν ἀγγέλων δεσπότην καὶ ἕνα^ ἄγγελον ἀποστελεῖ καὶ πᾶσα^ν τῶν ἐνα^ντί^ων τὴν φάλαγγα^ σκορπί^σει. | παρακαλέσωμεν τὸν τῶν ἀγγέλων δεσπότην καὶ ἕνα ἄγγελον ἀποστελεῖ καὶ πᾶσαν τῶν ἐναντίων τὴν φάλαγγα σκορπίσει. |
ἐγὼ καὶ τὴν κηρόχυ^τον ἠγάπησα^ γραφὴν εὐσεβεία_ς πεπληρωμένην. | ἐγὼ καὶ τὴν κηρόχυτον ἠγάπησα γραφὴν εὐσεβείας πεπληρωμένην. |
εἶδον ἐν εἰκόνι^ ἄγγελον ἐλαύνοντα^ νέφη βα^ρβά^ρων, εἶδον πατούμενα^ βα^ρβά^ρων φῦλα^ καὶ κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα^ αὐτῶν ἐξουδενώσεις. | εἶδον ἐν εἰκόνι ἄγγελον ἐλαύνοντα νέφη βαρβάρων, εἶδον πατούμενα βαρβάρων φῦλα καὶ κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. |
γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα^, καὶ ἄγγελος κυ_ρί^ου κα^τα^ δι^ώκων αὐτούς. | γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγελος κυρίου κατα διώκων αὐτούς. |
οἶδεν ὁ θεὸς δι^α^φόρους ἀ^φορμὰς πα^ρα^σχεῖν πρὸς τὴν τῶν πολεμί^ων κα^θαίρεσι^ν. | οἶδεν ὁ θεὸς διαφόρους ἀφορμὰς παρασχεῖν πρὸς τὴν τῶν πολεμίων καθαίρεσιν. |
πολλὴ ἦν ἡ πα^ρά^τα^ξι^ς τοῦ σενναχηρὶμ βα^σι^λέως τῶν ἀσσυρίων καὶ εἷς ἄγγελος ἀποστα^λεὶς ἑκα^τὸν ὀγδοήκοντα^ πέντε χι_λι^ά^δα^ς ἔστρωσεν. | πολλὴ ἦν ἡ παράταξις τοῦ σενναχηρὶμ βασιλέως τῶν ἀσσυρίων καὶ εἷς ἄγγελος ἀποσταλεὶς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἔστρωσεν. |
ἡμεῖς οἱ ἄνθρωποι ἀ^νθρωπί^νοις λογισμοῖς μετροῦμεν τὰ^ συμβαίνοντα^, καὶ λέγομεν καθ' ἑαυτούς· | ἡμεῖς οἱ ἄνθρωποι ἀνθρωπίνοις λογισμοῖς μετροῦμεν τὰ συμβαίνοντα, καὶ λέγομεν καθ' ἑαυτούς· |
τί γίνεται, ἐὰν μὴ εὑρεθῇ στρα^τι^ώτης ἐν τοῖς μέρεσι^ τούτοις; | τί γίνεται, ἐὰν μὴ εὑρεθῇ στρατιώτης ἐν τοῖς μέρεσι τούτοις; |
ἐὰν πρὶ^ν ἢ φθά^σῃ ὁ στρα^τηγὸς, πά^ντα^ς πορθήσωσι^ν, τί ποιοῦμεν; | ἐὰν πρὶν ἢ φθάσῃ ὁ στρατηγὸς, πάντας πορθήσωσιν, τί ποιοῦμεν; |
μὴ γὰ^ρ ἐπειδὴ σὺ^ προλαμβάνῃ καὶ θεὸς προλαμβάνεται; | μὴ γὰρ ἐπειδὴ σὺ προλαμβάνῃ καὶ θεὸς προλαμβάνεται; |
μὴ γὰ^ρ ἐπειδὴ σὺ οὐκ εἶ παντα^χοῦ, θεὸς οὐκ ἔστι παντα^χοῦ; | μὴ γὰρ ἐπειδὴ σὺ οὐκ εἶ πανταχοῦ, θεὸς οὐκ ἔστι πανταχοῦ; |
μὴ γὰ^ρ τὸ μὲν δύ^να^ται θεός, τὸ δὲ οὐ δύ^να^ται; | μὴ γὰρ τὸ μὲν δύναται θεός, τὸ δὲ οὐ δύναται; |
ἡ ἄψυ_χος θά^λασσα^ ὑ^πήκουσε καὶ ἐβύθισεν. | ἡ ἄψυχος θάλασσα ὑπήκουσε καὶ ἐβύθισεν. |
οἱ ἄλογοι ἰ^χθύ^ες ὑ^πήκουσα^ν τῇ ἄγρᾳ πέτρου. | οἱ ἄλογοι ἰχθύες ὑπήκουσαν τῇ ἄγρᾳ πέτρου. |
καὶ ἄγγελος, ἐὰν κελευσθῇ, ὅλους οὐκ ἀφανί^σει τοὺς ἐχθροὺς τῆς ἀ^ληθεία_ς; | καὶ ἄγγελος, ἐὰν κελευσθῇ, ὅλους οὐκ ἀφανίσει τοὺς ἐχθροὺς τῆς ἀληθείας; |
μόνον νήψωμεν, μόνον πα^ρα^κα^λέσωμεν, μόνον ἱ_κετεύσωμεν. | μόνον νήψωμεν, μόνον παρακαλέσωμεν, μόνον ἱκετεύσωμεν. |
ἐνόμι^σέ τι^ς ἐν τοῖς ἀρχαίοις στρα^τηλά^της ἄ^ρι^στος λέγω δὴ κοινῷ ὀνόμα^τι^, ἵ^να_ πᾶσι^ κα^τάδηλος γένηται · | ἐνόμισέ τις ἐν τοῖς ἀρχαίοις στρατηλάτης ἄριστος λέγω δὴ κοινῷ ὀνόματι, ἵνα πᾶσι κατάδηλος γένηται · |
ἐνόμισέ τι^ς στρα^τηγὸς τῶν ἀλλοφύ_λων σισάρα. | ἐνόμισέ τις στρατηγὸς τῶν ἀλλοφύλων σισάρα. |
ποίησον αὐτοῖς ὡς τῇ μαδιὰμ καὶ τῷ σισάρᾳ, ὡς τῷ ἰαβεὶμ ἐν τῷ χειμάρρῳ κισσῶν. | ποίησον αὐτοῖς ὡς τῇ μαδιὰμ καὶ τῷ σισάρᾳ, ὡς τῷ ἰαβεὶμ ἐν τῷ χειμάρρῳ κισσῶν. |
ὁ ἰαβεὶμ βα^σι^λεὺς ἦν τῶν ἀλλοφύ_λων, ὁ σισάρα ἀρχιστρά^τηγος. | ὁ ἰαβεὶμ βασιλεὺς ἦν τῶν ἀλλοφύλων, ὁ σισάρα ἀρχιστράτηγος. |
ἦν αὐτῷ ἅ^ρμα^τα^ σιδηρᾶ^ ὀκτα^κόσι^α^ καὶ πλῆθος ἄ^πειρον. | ἦν αὐτῷ ἅρματα σιδηρᾶ ὀκτακόσια καὶ πλῆθος ἄπειρον. |
ἐφοβήθη ὁ λα_ὸς τῶν ἰουδαίων· | ἐφοβήθη ὁ λαὸς τῶν ἰουδαίων· |
εἶδε τὸ νέφος καὶ ἔφριξε. | εἶδε τὸ νέφος καὶ ἔφριξε. |
μὴ φοβηθῇς· | μὴ φοβηθῇς· |
ἰδοὺ πα^ρα^δίδωσί^ σοι αὐτὸν κύ_ρι^ος εἰς τὰς χεῖρά^ς σου, καὶ ἔσται τὸ κατόρθωμα^ οὐ τῆς χειρός σου, ἀλλ' εἰς χεῖρα^ς γυναικός. | ἰδοὺ παραδίδωσί σοι αὐτὸν κύριος εἰς τὰς χεῖράς σου, καὶ ἔσται τὸ κατόρθωμα οὐ τῆς χειρός σου, ἀλλ' εἰς χεῖρας γυναικός. |
βλέπε, πῶς ὁ θεὸς τὴν ἀλαζονείαν ἐκόλα^σεν. | βλέπε, πῶς ὁ θεὸς τὴν ἀλαζονείαν ἐκόλασεν. |
ἄνδρες οὐχ ὑ^πέστησα^ν καὶ γυ^νὴ ἐστρα^τήγησεν. | ἄνδρες οὐχ ὑπέστησαν καὶ γυνὴ ἐστρατήγησεν. |
εἰσῆλθεν ὁ σισάρα φεύγων πρὸς τὴν γυ^ναῖκα^ ἰαὴλ λεγομένην καὶ καύσωνι^ κα^τειλημμένος, αἰτεῖ παρ' αὐτῆς ὕ^δωρ. | εἰσῆλθεν ὁ σισάρα φεύγων πρὸς τὴν γυναῖκα ἰαὴλ λεγομένην καὶ καύσωνι κατειλημμένος, αἰτεῖ παρ' αὐτῆς ὕδωρ. |
ἡ δὲ ποτίζει αὐτὸν γά^λα^. | ἡ δὲ ποτίζει αὐτὸν γάλα. |
καὶ ὅρα_ σοφί^α_ν γυναικός. | καὶ ὅρα σοφίαν γυναικός. |
ἐπειδὴ γὰ^ρ ἦν καταψυκτι^κὸν τὸ γά^λα^, εἰς ὕπνον προκα^λούμενον, ποτίζει αὐτὸν γά^λα^, ἵ^να_ ὕδωρ αὐτὴν ᾔτησε καὶ γά^λα^ ἔδωκεν, ἵ^να_ καὶ ποτίσῃ καὶ κοιμίσῃ. | ἐπειδὴ γὰρ ἦν καταψυκτικὸν τὸ γάλα, εἰς ὕπνον προκαλούμενον, ποτίζει αὐτὸν γάλα, ἵνα ὕδωρ αὐτὴν ᾔτησε καὶ γάλα ἔδωκεν, ἵνα καὶ ποτίσῃ καὶ κοιμίσῃ. |
εἶτα κοιμηθέντος τοῦ ἀλλοφύ_λου, ἔλα^βε, φησί^ν, ἡ γυ^νὴ ἐκείνη πάσσα^λον καὶ σφῦρα^ν καὶ ἐπέδραμε τῷ πολεμί^ῳ. | εἶτα κοιμηθέντος τοῦ ἀλλοφύλου, ἔλαβε, φησίν, ἡ γυνὴ ἐκείνη πάσσαλον καὶ σφῦραν καὶ ἐπέδραμε τῷ πολεμίῳ. |
καὶ ὅρα_ σοφί^α_ν γυναικός. | καὶ ὅρα σοφίαν γυναικός. |
διὰ τί οὐκ ἔλα^βε ξί^φος ἢ μάχαιρα^ν, ἀλλὰ^ πάσσα^λον. | διὰ τί οὐκ ἔλαβε ξίφος ἢ μάχαιραν, ἀλλὰ πάσσαλον. |
ἐφοβήθη ὡς γυ^νή, μὴ ἔξυπνος γενόμενος κα^τα^λά^βῃ αὐτὴν κα^τέχουσα^ν ξί^φος. | ἐφοβήθη ὡς γυνή, μὴ ἔξυπνος γενόμενος καταλάβῃ αὐτὴν κατέχουσαν ξίφος. |
διὰ τοῦτο οὐ λα^μβά^νει ὅπλον ἀνδρός, ἀλλ' ἐπιτήδευμα^ γυ^ναικεῖον. | διὰ τοῦτο οὐ λαμβάνει ὅπλον ἀνδρός, ἀλλ' ἐπιτήδευμα γυναικεῖον. |
ἔθος γὰ^ρ ταῖς διεζωσμέναις γυ^ναιξὶ^ πάσσα^λον κατακρούειν ἐν τῷ τοίχῳ καὶ οὕτω μετιέναι τὴν ἰ^δί^α_ν ἐργασίαν. | ἔθος γὰρ ταῖς διεζωσμέναις γυναιξὶ πάσσαλον κατακρούειν ἐν τῷ τοίχῳ καὶ οὕτω μετιέναι τὴν ἰδίαν ἐργασίαν. |
κατασκευάζει οὖν ἀπὸ τοῦ ἀ^νυπόπτου ὁδὸν δευτέρα_ν. | κατασκευάζει οὖν ἀπὸ τοῦ ἀνυπόπτου ὁδὸν δευτέραν. |
ἐπειδὴ δὲ ὁ θεὸς συνήργησε καὶ θεοῦ ἦν ἔργον πληρῶσαι τὰ τῆς προφητεία_ς. | ἐπειδὴ δὲ ὁ θεὸς συνήργησε καὶ θεοῦ ἦν ἔργον πληρῶσαι τὰ τῆς προφητείας. |
οὐ γὰ^ρ ἦν ἐκείνης τὸ στρα^τήγημα^, ἀλλὰ^ θεοῦ τὸ ἀπόφθεγμα^. | οὐ γὰρ ἦν ἐκείνης τὸ στρατήγημα, ἀλλὰ θεοῦ τὸ ἀπόφθεγμα. |
ἐν χειρὶ^ γὰ^ρ γυ^ναικὸς ἔσται ὁ θά^να^τός σου. | ἐν χειρὶ γὰρ γυναικὸς ἔσται ὁ θάνατός σου. |
συνήργησε θεὸς ὕπνῳ δήσα_ς τὸν ἀλάστορα^· | συνήργησε θεὸς ὕπνῳ δήσας τὸν ἀλάστορα· |
καὶ λα^βοῦσα^ ἡ γυ^νὴ τὸν πάσσα^λον καὶ τὴν σφῦρα^ν, δι^ήλα^σε κα^τὰ^ τοῦ κροτά^φου αὐτοῦ οὕτως ἰσχυ_ρῶς, ὡς καὶ τῆς γῆς ἅψασθαι. | καὶ λαβοῦσα ἡ γυνὴ τὸν πάσσαλον καὶ τὴν σφῦραν, διήλασε κατὰ τοῦ κροτάφου αὐτοῦ οὕτως ἰσχυρῶς, ὡς καὶ τῆς γῆς ἅψασθαι. |
καὶ οὕτω μετα^ξὺ^ τῶν ποδῶν τῆς γυ^ναικὸς ἀπέθα^νε. | καὶ οὕτω μεταξὺ τῶν ποδῶν τῆς γυναικὸς ἀπέθανε. |
μὴ λείπει τῷ θεῷ πρόφα^σι^ς καί, ὅτε βούλεται, οὐκ ἐμποδίζει τὸ μὴ πα^ρεῖναι συμμαχίαν· | μὴ λείπει τῷ θεῷ πρόφασις καί, ὅτε βούλεται, οὐκ ἐμποδίζει τὸ μὴ παρεῖναι συμμαχίαν· |
θεοῦ ὅπλον, θεοῦ στρα^τι^ώτης, θεοῦ δύ^να^μι^ς, νεῦμα^ μόνον θεοῦ. | θεοῦ ὅπλον, θεοῦ στρατιώτης, θεοῦ δύναμις, νεῦμα μόνον θεοῦ. |
τῷ χριστῷ τοῦτο εἴπωμεν· | τῷ χριστῷ τοῦτο εἴπωμεν· |
εἰπὲ λόγῳ, καὶ σκορπισθήσονται οἱ ἐχθροί σου· | εἰπὲ λόγῳ, καὶ σκορπισθήσονται οἱ ἐχθροί σου· |
εἰπὲ λόγῳ, καὶ ἐλεήσεις τὴν πόλι^ν σου· | εἰπὲ λόγῳ, καὶ ἐλεήσεις τὴν πόλιν σου· |
εἰπὲ λόγῳ, καὶ οἰκτειρήσεις τὸν κόσμον σου. | εἰπὲ λόγῳ, καὶ οἰκτειρήσεις τὸν κόσμον σου. |
εἴπωμεν αὐτῷ· | εἴπωμεν αὐτῷ· |
ἰδοὺ οἱ ἐχθροί σου ἤχησα^ν καὶ οἱ μισοῦντές σε ἦρα^ν κεφαλήν. | ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν. |
θέλεις μα^θεῖν καὶ ἄλλης γυ^ναικὸς στρα^τήγημα^, ἐπειδὴ τοῦτο ἠθέλησεν ὁ θεός; | θέλεις μαθεῖν καὶ ἄλλης γυναικὸς στρατήγημα, ἐπειδὴ τοῦτο ἠθέλησεν ὁ θεός; |
ἄλλος τι^ς ἦν, ἀβιμελὲχ ὄνομα^, ἀ^νελὼν ἑαυτοῦ ἀ^δελφοὺς ἑβδομήκοντα^, καὶ κρα^τήσα_ς ἀπὸ τῆς τοιαύτης ἀδελφοκτονία_ς, πά^ντα^ τὸν λα_ὸν ἔχων ὑποχείριον, συνεπάλαισέ τι^νι^ πόλει τειχομαχῶν, καὶ πάντων ναρκησάντων πρὸς τὴν θέαν τοῦ πολέμου, πά^λι^ν ὁ θεὸς γυ^ναικὸς χεῖρα^ νευρώσα_ς, ποιεῖ τι^να^ γυ^ναῖκα^ φα^νῆναι ἐκ τ... | ἄλλος τις ἦν, ἀβιμελὲχ ὄνομα, ἀνελὼν ἑαυτοῦ ἀδελφοὺς ἑβδομήκοντα, καὶ κρατήσας ἀπὸ τῆς τοιαύτης ἀδελφοκτονίας, πάντα τὸν λαὸν ἔχων ὑποχείριον, συνεπάλαισέ τινι πόλει τειχομαχῶν, καὶ πάντων ναρκησάντων πρὸς τὴν θέαν τοῦ πολέμου, πάλιν ὁ θεὸς γυναικὸς χεῖρα νευρώσας, ποιεῖ τινα γυναῖκα φανῆναι ἐκ τοῦ τείχους, ἥτις κλάσμα... |
καὶ ὅρα_ τοῦ ὑπερηφά^νου τὴν ἄμετρον κα^κί^α_ν συ^ναποθανοῦσα^ν. | καὶ ὅρα τοῦ ὑπερηφάνου τὴν ἄμετρον κακίαν συναποθανοῦσαν. |
λέγει τῷ πα^ρεστῶτι^ δορυ^φόρῳ· | λέγει τῷ παρεστῶτι δορυφόρῳ· |
σπάσαι τὴν μάχαιρά^ν σου καὶ πλῆξόν με, ἵνα μὴ εἴπωσι^· | σπάσαι τὴν μάχαιράν σου καὶ πλῆξόν με, ἵνα μὴ εἴπωσι· |
γυ^νὴ αὐτὸν ἀπέκτεινε. | γυνὴ αὐτὸν ἀπέκτεινε. |
τὸ σῶ^μα^ αὐτοῦ ἀπέθνησκε, καὶ ἡ ὑ^περηφα_νί^α_ ἔμενεν. | τὸ σῶμα αὐτοῦ ἀπέθνησκε, καὶ ἡ ὑπερηφανία ἔμενεν. |
ἀπετίθετο τὴν ζωὴν καὶ οὐκ ἀπετίθετο τὴν κενοδοξίαν. | ἀπετίθετο τὴν ζωὴν καὶ οὐκ ἀπετίθετο τὴν κενοδοξίαν. |
καὶ νῦν οὐ λείπει τῷ θεῷ δεβώρα, οὐ λείπει τῷ θεῷ ἰαήλ. | καὶ νῦν οὐ λείπει τῷ θεῷ δεβώρα, οὐ λείπει τῷ θεῷ ἰαήλ. |
ἔχομεν καὶ ἡμεῖς τὴν ἁγί^α_ν παρθένον καὶ θεοτόκον μαρίαν πρεσβεύουσα^ν ὑ^πὲρ ἡμῶν. | ἔχομεν καὶ ἡμεῖς τὴν ἁγίαν παρθένον καὶ θεοτόκον μαρίαν πρεσβεύουσαν ὑπὲρ ἡμῶν. |
εἰ γὰ^ρ ἡ τυ^χοῦσα^ γυνὴ ἐνί_κησε, πόσῳ μᾶλλον ἡ τοῦ χριστοῦ μήτηρ κα^ταισχύ^νει τοὺς ἐχθροὺς τῆς ἀ^ληθεία_ς; | εἰ γὰρ ἡ τυχοῦσα γυνὴ ἐνίκησε, πόσῳ μᾶλλον ἡ τοῦ χριστοῦ μήτηρ καταισχύνει τοὺς ἐχθροὺς τῆς ἀληθείας; |
πανοπλίαν ἐνδυ^όμενος ὁ ἐχθρὸς ἐνόμι^σε γυ^ναῖκα^ εἶναι χλευαζομένην καὶ εὗρε στρα^τηγὸν ἀγωνι^ζόμενον. | πανοπλίαν ἐνδυόμενος ὁ ἐχθρὸς ἐνόμισε γυναῖκα εἶναι χλευαζομένην καὶ εὗρε στρατηγὸν ἀγωνιζόμενον. |
οὐκ ἐνόμι^σε μνήμα^τι^ ἅπτεσθαι, καὶ εὑρέθη αὐτῷ τά^φος· | οὐκ ἐνόμισε μνήματι ἅπτεσθαι, καὶ εὑρέθη αὐτῷ τάφος· |
νεκρὰ_ν ἐνόμι^σε, καὶ ἐνεκρώθη ὑπ' αὐτῆς. | νεκρὰν ἐνόμισε, καὶ ἐνεκρώθη ὑπ' αὐτῆς. |
ἔχομεν τὴν δέσποινα^ν ἡμῶν τὴν ἁγί^α_ν μαρίαν τὴν θεοτόκον· | ἔχομεν τὴν δέσποιναν ἡμῶν τὴν ἁγίαν μαρίαν τὴν θεοτόκον· |
ἀλλὰ^ χρεία_ καὶ ἀ^ποστόλων. | ἀλλὰ χρεία καὶ ἀποστόλων. |
εἴπωμεν παύλῳ κα^θὼς εἶπον οἱ τότε· | εἴπωμεν παύλῳ καθὼς εἶπον οἱ τότε· |
διαβὰς εἰς μακεδονίαν βοήθησον ἡμῖν. | διαβὰς εἰς μακεδονίαν βοήθησον ἡμῖν. |
ἔχομεν ἀ^ποστόλους, μὴ ναρκήσωμεν. | ἔχομεν ἀποστόλους, μὴ ναρκήσωμεν. |
ἔχομεν τὴν δέσποινα^ν ἡμῶν τὴν θεοτόκον, τὴν ἁγί^α_ν ἀειπαρθένον μαρίαν, μὴ ὀκνήσωμεν. | ἔχομεν τὴν δέσποιναν ἡμῶν τὴν θεοτόκον, τὴν ἁγίαν ἀειπαρθένον μαρίαν, μὴ ὀκνήσωμεν. |
ἔχομεν τὸν χορὸν τῶν μα^ρτύ^ρων, μὴ ῥᾳθυμήσωμεν. | ἔχομεν τὸν χορὸν τῶν μαρτύρων, μὴ ῥᾳθυμήσωμεν. |
μὴ μόνον ἱ_κετεύσωμεν, ἀλλ', εἰ δοκεῖ, καὶ νηστεύσωμεν. | μὴ μόνον ἱκετεύσωμεν, ἀλλ', εἰ δοκεῖ, καὶ νηστεύσωμεν. |
βέλτι_ον νηστεῦσαι νηστείαν πόθου καὶ μὴ νηστείαν λιμοῦ· | βέλτιον νηστεῦσαι νηστείαν πόθου καὶ μὴ νηστείαν λιμοῦ· |
βέλτιον νηστεῦσαι νηστείαν ἀγάπης καὶ μὴ νηστείαν ἀ^νάγκης. | βέλτιον νηστεῦσαι νηστείαν ἀγάπης καὶ μὴ νηστείαν ἀνάγκης. |
τὸ γένος τοῦτο οὐκ ἐκπορεύεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. | τὸ γένος τοῦτο οὐκ ἐκπορεύεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. |
δαίμονας φυγαδεύει εὐχὴ καὶ νηστεία_, καὶ βα^ρβά^ρους οὐκ ἐλαύνει; | δαίμονας φυγαδεύει εὐχὴ καὶ νηστεία, καὶ βαρβάρους οὐκ ἐλαύνει; |
καὶ ἤδη εἶπον, καὶ πά^λι^ν λέγω· | καὶ ἤδη εἶπον, καὶ πάλιν λέγω· |
πα^ρα^κα^λέσωμεν τὴν ἁγί^α_ν ἔνδοξον παρθένον καὶ θεοτόκον μαρίαν, παρακαλέσωμεν τοὺς ἁ^γί^ους καὶ ἐνδόξους ἀ^ποστόλους, παρακαλέσωμεν τοὺς ἁ^γί^ους μά^ρτυ^ρα^ς. | παρακαλέσωμεν τὴν ἁγίαν ἔνδοξον παρθένον καὶ θεοτόκον μαρίαν, παρακαλέσωμεν τοὺς ἁγίους καὶ ἐνδόξους ἀποστόλους, παρακαλέσωμεν τοὺς ἁγίους μάρτυρας. |
ἐάν τι^ς ἐν ἀ^νάγκῃ κα^τα^στὰ_ς προσδράμῃ τι^νὶ^ τῶν δυ^να^τῶν, οὐ προσέχει αὐτῷ γνησίως. | ἐάν τις ἐν ἀνάγκῃ καταστὰς προσδράμῃ τινὶ τῶν δυνατῶν, οὐ προσέχει αὐτῷ γνησίως. |
πρὸ ἀ^νάγκης φησὶ^ν οὐκ ᾔδεις με τι_μῆσαι ἢ θερα^πεῦσαι, ἀλλ' ἐν τῇ ἀ^νάγκῃ. | πρὸ ἀνάγκης φησὶν οὐκ ᾔδεις με τιμῆσαι ἢ θεραπεῦσαι, ἀλλ' ἐν τῇ ἀνάγκῃ. |
ἀνύποπτος τι_μὴ ἡ ἔξω ἀ^νάγκης. | ἀνύποπτος τιμὴ ἡ ἔξω ἀνάγκης. |
ἐὰν πρὸ ἀ^νάγκης θερα^πεύσῃς τὸν δικαστήν, ἐν τῇ ἀ^νάγκῃ εὑρήσεις σύ^μμα^χον. | ἐὰν πρὸ ἀνάγκης θεραπεύσῃς τὸν δικαστήν, ἐν τῇ ἀνάγκῃ εὑρήσεις σύμμαχον. |
οἶδε γά^ρ, ὅτι^ οὐχ ἡ ἀ^νάγκη, ἀλλ' ὁ πόθος σε ἤγα^γε. | οἶδε γάρ, ὅτι οὐχ ἡ ἀνάγκη, ἀλλ' ὁ πόθος σε ἤγαγε. |
γενώμεθα οὖν τῶν μα^ρτύ^ρων μὴ ἐν τῇ ἀ^νάγκῃ φί^λοι, ἀλλ' ἐν τῇ ἀγάπῃ. | γενώμεθα οὖν τῶν μαρτύρων μὴ ἐν τῇ ἀνάγκῃ φίλοι, ἀλλ' ἐν τῇ ἀγάπῃ. |
πρὸ χειμῶνος, ὡς ἐν χειμῶνι^, λυπηθῶμεν, ἵνα ἐν καιρῷ χειμῶνος τὸ ἔα^ρ εὕρωμεν. | πρὸ χειμῶνος, ὡς ἐν χειμῶνι, λυπηθῶμεν, ἵνα ἐν καιρῷ χειμῶνος τὸ ἔαρ εὕρωμεν. |
ταῦτα λέγομεν οὐκ αὐθεντοῦντες, ἀλλὰ^ πα^ρα^κα^λοῦντες· | ταῦτα λέγομεν οὐκ αὐθεντοῦντες, ἀλλὰ παρακαλοῦντες· |
οὐ νομοθετοῦντες, ἀλλὰ δυσωποῦντες· | οὐ νομοθετοῦντες, ἀλλὰ δυσωποῦντες· |
ἱκετεύομεν πά^ντα^ς νῆψαι. | ἱκετεύομεν πάντας νῆψαι. |
ἱκανὸς δὲ ὁ θεὸς ὑ^πὲρ πᾶσα^ν πίστι^ν, ὑ^πὲρ πά^ντα^ λόγον καὶ τοὺς ἐχθροὺς καταισχῦναι καὶ τὴν οἰκουμένην ἐλεῆσαι καὶ τοὺς βα^σι^λεῖς τι_μῆσαι καὶ τὴν βα^σι^λεία_ν στῆσαι καὶ τὴν αὐτοῦ δόξα^ν φαιδρῦναι ἐν χριστῷ ἰησοῦ τῷ κυ_ρί^ῳ ἡμῶν· | ἱκανὸς δὲ ὁ θεὸς ὑπὲρ πᾶσαν πίστιν, ὑπὲρ πάντα λόγον καὶ τοὺς ἐχθροὺς καταισχῦναι καὶ τὴν οἰκουμένην ἐλεῆσαι καὶ τοὺς βασιλεῖς τιμῆσαι καὶ τὴν βασιλείαν στῆσαι καὶ τὴν αὐτοῦ δόξαν φαιδρῦναι ἐν χριστῷ ἰησοῦ τῷ κυρίῳ ἡμῶν· |
ᾧ ἡ δόξα_ εἰς τοὺς αἰῶνα^ς. | ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. |
ἀμήν. | ἀμήν. |
πάντοτε μὲν ὁ θεός, ὡς φι^λάνθρωπος, καιρὸν εἰς μετάνοια^ν τοῖς ἁμαρτωλοῖς δέδωκε· | πάντοτε μὲν ὁ θεός, ὡς φιλάνθρωπος, καιρὸν εἰς μετάνοιαν τοῖς ἁμαρτωλοῖς δέδωκε· |
τῇ δὲ ῥᾷθυμίᾳ τὴν ἑαυτοῦ ψυ_χὴν ἀ^πόλλυσι^ν ὁ ἀ^μελής. | τῇ δὲ ῥᾷθυμίᾳ τὴν ἑαυτοῦ ψυχὴν ἀπόλλυσιν ὁ ἀμελής. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.