macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
φιλῶν γὰ^ρ τὰ^ μά^ταια^, καὶ γήϊ^να^, καὶ πρόσκαιρα^, ἀποστερεῖται τῶν ἐπουρα^νί^ων ἀ^γα^θῶν τὴν ἀπόλαυσι^ν, καὶ ὁ κα^τα^στα^θεὶς βα^σι^λεὺς καὶ κύ_ρι^ος πάντων ὑ^πὸ τοῦ πλάστου καὶ θεοῦ, ἄνθρωπος, δοῦλος γέγονε τῆς ἁ^μαρτί^α_ς δι^ὰ^ κοσμικὰ_ς ἐπι^θυ_μί^α_ς. | φιλῶν γὰρ τὰ μάταια, καὶ γήϊνα, καὶ πρόσκαιρα, ἀποστερεῖται τῶν ἐπουρανίων ἀγαθῶν τὴν ἀπόλαυσιν, καὶ ὁ κατασταθεὶς βασιλεὺς καὶ κύριος πάντων ὑπὸ τοῦ πλάστου καὶ θεοῦ, ἄνθρωπος, δοῦλος γέγονε τῆς ἁμαρτίας διὰ κοσμικὰς ἐπιθυμίας. |
ὅθεν καὶ δαυΐδ φησι^ περὶ^ τῶν ταῦτα^ πραττόντων· | ὅθεν καὶ δαυΐδ φησι περὶ τῶν ταῦτα πραττόντων· |
οὐκ ἔγνωσα^ν, οὐ δὲ συ^νῆκα^ν· | οὐκ ἔγνωσαν, οὐ δὲ συνῆκαν· |
ἐν σκότει διαπορεύονται. | ἐν σκότει διαπορεύονται. |
καὶ ὁ χριστὸς αἰνιττόμενος τοὺς ἁμαρτωλούς, φησί^ν· | καὶ ὁ χριστὸς αἰνιττόμενος τοὺς ἁμαρτωλούς, φησίν· |
οὐκ ἔρχονται πρὸς τὸ φῶς, ἵ^να_ μὴ ἐλεγχθῶσι^ν αὐτῶν τὰ^ ἔργα^· | οὐκ ἔρχονται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῶσιν αὐτῶν τὰ ἔργα· |
πᾶς γὰ^ρ ὁ φαῦλα^ πράσσων, μι_σεῖ τὸ φῶς. | πᾶς γὰρ ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς. |
καὶ πά^λι^ν λέγει· | καὶ πάλιν λέγει· |
ἕως τὸ φῶς ἔχετε, περι^πα^τεῖτε πρὸς τὸ φῶς, ἵ^να_ μὴ σκοτί^α_ ὑ_μᾶς κα^τα^λά^βῃ. | ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε πρὸς τὸ φῶς, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ. |
καὶ πά^λι^ν λέγει· | καὶ πάλιν λέγει· |
ἐγὼ ἦλθον εἰς τὸν κόσμον, ἵ^να_ μὴ ἀ^πόλωνται, ἀλλ' ἵ^να_ ζωὴν ἔχωσι^. | ἐγὼ ἦλθον εἰς τὸν κόσμον, ἵνα μὴ ἀπόλωνται, ἀλλ' ἵνα ζωὴν ἔχωσι. |
καὶ πά^λι^ν, οὐκ ἦλθον κρῖναι τὸν κόσμον, ἀλλὰ^ σῶσαι· | καὶ πάλιν, οὐκ ἦλθον κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι· |
καὶ πά^λι^ν· | καὶ πάλιν· |
τὴν ψυ_χήν μου τί^θημι^ ὑ^πὲρ τῶν προβάτων. | τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. |
ταῦτα^ τὰ^ ῥήμα^τα^ ἀ^κούσα_σα^ ἡ πόρνη, ὥσπερ ἀρώμα^τα^ παντα^χοῦ κηρυττόμενα^, καὶ πᾶσι^ τοῖς ἀ^ξί^οις τὴν ὀσμὴν ζωῆς πα^ρέχοντα^, τῶν ἔργων αὐτῆς τῶν κα^κῶν εἰς νοῦν ἐλθοῦσα^, εὐθέως ἐπελάβετο τούτων, κλαίουσα^ τὴν αἰσχύνην τὴν ἐπ' αὐτοῖς, καὶ ἐννοοῦσα^ τὰ^ μέλλοντα^ αὐτῇ κα^κὰ^ γί_νεσθαι δι^ὰ^ τούτων· | ταῦτα τὰ ῥήματα ἀκούσασα ἡ πόρνη, ὥσπερ ἀρώματα πανταχοῦ κηρυττόμενα, καὶ πᾶσι τοῖς ἀξίοις τὴν ὀσμὴν ζωῆς παρέχοντα, τῶν ἔργων αὐτῆς τῶν κακῶν εἰς νοῦν ἐλθοῦσα, εὐθέως ἐπελάβετο τούτων, κλαίουσα τὴν αἰσχύνην τὴν ἐπ' αὐτοῖς, καὶ ἐννοοῦσα τὰ μέλλοντα αὐτῇ κακὰ γίνεσθαι διὰ τούτων· |
πολλὴ γὰ^ρ θλίψις καὶ ὀδύ^νη γί_νεται τοῖς πόρνοις ἐκεῖ. | πολλὴ γὰρ θλίψις καὶ ὀδύνη γίνεται τοῖς πόρνοις ἐκεῖ. |
ταῦτα^ φοβηθεῖσα^, μετεβλήθη ἡ πόρνη. | ταῦτα φοβηθεῖσα, μετεβλήθη ἡ πόρνη. |
καὶ οὐκ ἔτι^ ἔμεινε πόρνη, ἀλλ' εὐθέως παρθένου γέγονε σεμνοτέρα. | καὶ οὐκ ἔτι ἔμεινε πόρνη, ἀλλ' εὐθέως παρθένου γέγονε σεμνοτέρα. |
καθίσασα γὰ^ρ καθ' ἑαυτὴν δι^καστήριον συ^νεστήσα^το, καὶ ἑαυτὴν κα^τα^κρί_νουσα^ ἔλεγεν· | καθίσασα γὰρ καθ' ἑαυτὴν δικαστήριον συνεστήσατο, καὶ ἑαυτὴν κατακρίνουσα ἔλεγεν· |
οἴμοι τῇ ἁμαρτωλῷ, οἴμοι τῇ ἀσώτῳ, ἕως τί^νος οὐκ ἀφί^στα^μαι τῶν κα^κῶν; | οἴμοι τῇ ἁμαρτωλῷ, οἴμοι τῇ ἀσώτῳ, ἕως τίνος οὐκ ἀφίσταμαι τῶν κακῶν; |
τὶ^ οὐ λογίζομαι τὴν εὐσπλαγχνίαν τοῦ θεοῦ; | τὶ οὐ λογίζομαι τὴν εὐσπλαγχνίαν τοῦ θεοῦ; |
ὅτι^ δι' ἐμὲ τὴν πλανωμένην, ὡς πρόβα^τον, πᾶσα^ν ὁδὸν περι^έρχεται ὁ δεσπότης. | ὅτι δι' ἐμὲ τὴν πλανωμένην, ὡς πρόβατον, πᾶσαν ὁδὸν περιέρχεται ὁ δεσπότης. |
δι' ἐμὲ γὰ^ρ οὐρανοὺς ἔκλι_νε, καὶ κα^τέβη· | δι' ἐμὲ γὰρ οὐρανοὺς ἔκλινε, καὶ κατέβη· |
δι' ἐμὲ τῷ ἁμαρτωλῷ φαρισαίῳ συνδειπνεῖ ὁ δι^δοὺς τροφὴν πά^σῃ σαρκί^. | δι' ἐμὲ τῷ ἁμαρτωλῷ φαρισαίῳ συνδειπνεῖ ὁ διδοὺς τροφὴν πάσῃ σαρκί. |
ἐγγίζει τῷ ἁμαρτωλῷ ὁ ἀναμάρτητος· | ἐγγίζει τῷ ἁμαρτωλῷ ὁ ἀναμάρτητος· |
τραπέζης μετέχει ὁ πά^ντα^ς τρέφων, καὶ κα^τά^κειται ἐπὶ^ τὴν γῆν ὁ ἐπὶ^ τῶν χερουβὶμ βασταζόμενος, καὶ χα^ρί^ζεται πᾶσι^ τοῖς ἁμαρτωλοῖς τὰ^ χειρόγραφα^ τῶν ἁμαρτι^ῶν. | τραπέζης μετέχει ὁ πάντας τρέφων, καὶ κατάκειται ἐπὶ τὴν γῆν ὁ ἐπὶ τῶν χερουβὶμ βασταζόμενος, καὶ χαρίζεται πᾶσι τοῖς ἁμαρτωλοῖς τὰ χειρόγραφα τῶν ἁμαρτιῶν. |
τί^ λοιπὸν μένεις; | τί λοιπὸν μένεις; |
θάρσει, ψυ_χὴ μου, πρόσελθε· | θάρσει, ψυχὴ μου, πρόσελθε· |
οὐκ ἦλθε δι^καίους σῶσαι, ἀλλὰ^ ἁμαρτωλούς. | οὐκ ἦλθε δικαίους σῶσαι, ἀλλὰ ἁμαρτωλούς. |
καὶ ταῦτα^ εἰπούσης αὐτῆς͵ εὐθὺ^ς ἐκ τῆς τραπέζης τοῦ χριστοῦ εὐωδία συγχωρήσεως ἦλθεν ἐπ' αὐτήν, τὴν ποτὲ ἄσωτον, νυ_νὶ_ δὲ σώφρονα^· | καὶ ταῦτα εἰπούσης αὐτῆς͵ εὐθὺς ἐκ τῆς τραπέζης τοῦ χριστοῦ εὐωδία συγχωρήσεως ἦλθεν ἐπ' αὐτήν, τὴν ποτὲ ἄσωτον, νυνὶ δὲ σώφρονα· |
τὴν ποτὲ θῆρα^, νῦν δὲ πρόβα^τον· | τὴν ποτὲ θῆρα, νῦν δὲ πρόβατον· |
τὴν ποτὲ δούλην τῆς ἁ^μαρτί^α_ς, νῦν δὲ ἐλευθέρα_ν τῇ μετα^νοίᾳ· | τὴν ποτὲ δούλην τῆς ἁμαρτίας, νῦν δὲ ἐλευθέραν τῇ μετανοίᾳ· |
τὴν ποτὲ πόρνην, νῦν δὲ σεμνήν. | τὴν ποτὲ πόρνην, νῦν δὲ σεμνήν. |
καὶ στᾶσα^ τῆς ἀντιλήψεως προθύ_μῳ τῇ ψυ^χῇ, ἔρχεται πρὸς αὐτόν. | καὶ στᾶσα τῆς ἀντιλήψεως προθύμῳ τῇ ψυχῇ, ἔρχεται πρὸς αὐτόν. |
καὶ ἰ^δοῦσα^ ἐπὶ^ τῆς τραπέζης τὸν δεσπότην, οὐκ ἐζήτησεν, ὡς ἡ χαναναία, ψιχί^α^, ἀλλ' αὐτὸν τὸν ἄρτον τῆς ζωῆς ὅλον περι^έλαβεν. | καὶ ἰδοῦσα ἐπὶ τῆς τραπέζης τὸν δεσπότην, οὐκ ἐζήτησεν, ὡς ἡ χαναναία, ψιχία, ἀλλ' αὐτὸν τὸν ἄρτον τῆς ζωῆς ὅλον περιέλαβεν. |
ἡ γὰ^ρ χαναναία περὶ^ θυγατρὸς δαιμονιζομένης πα^ρεκά^λει, καὶ κύ^να^ ἑαυτὴν ἀ^κούσα_σα^, ψιχί^α^ λα^βεῖν ἠιτεῖτο· | ἡ γὰρ χαναναία περὶ θυγατρὸς δαιμονιζομένης παρεκάλει, καὶ κύνα ἑαυτὴν ἀκούσασα, ψιχία λαβεῖν ἠιτεῖτο· |
αὕτη δὲ οὐ θυ^γα^τέρα^ δαιμονιζομένην εἶχεν, ἀλλὰ^ πᾶν σῶ^μα^ δαιμονιζόμενον ταῖς ἀσελγείαις. | αὕτη δὲ οὐ θυγατέρα δαιμονιζομένην εἶχεν, ἀλλὰ πᾶν σῶμα δαιμονιζόμενον ταῖς ἀσελγείαις. |
ἀλλ' ἡ χαναναία ἐπὶ^ πάντων ἔκραζεν· | ἀλλ' ἡ χαναναία ἐπὶ πάντων ἔκραζεν· |
ἐλέησόν με, υἱὲ δαυίδ· | ἐλέησόν με, υἱὲ δαυίδ· |
ἡ δὲ πόρνη οὐ κραυγὴν ἀ^φῆκεν, ἀλλ' ἰ^δοῦσα^, ὅτι^ πά^ντα^ οἶδεν ὡς θεός, σι_γῶσα^ τῷ στόμα^τι^, τῇ καρδί^ᾳ ἐλά^λει τῷ τὰ_ς κα^ρδί^α_ς εἰδότι^· | ἡ δὲ πόρνη οὐ κραυγὴν ἀφῆκεν, ἀλλ' ἰδοῦσα, ὅτι πάντα οἶδεν ὡς θεός, σιγῶσα τῷ στόματι, τῇ καρδίᾳ ἐλάλει τῷ τὰς καρδίας εἰδότι· |
καὶ κλαίουσα^ κατεφί^λει τοὺς πόδα^ς, καὶ οὕτω τὸν δεσπότην εἰς συμπάθεια^ν ἤνεγκεν. | καὶ κλαίουσα κατεφίλει τοὺς πόδας, καὶ οὕτω τὸν δεσπότην εἰς συμπάθειαν ἤνεγκεν. |
ἀλλ' ἤθελον, ἀ^δελφοί, ἐρευνῆσαι τῆς σοφῆς ἐκείνης τὰ_ς φρένα^ς, καὶ μα^θεῖν, πῶς ἐδέξα^το αὐτὴν ὁ χριστός, καὶ πῶς ἐνέλαμψε τῇ ἐσκοτισμένῃ ψυ^χῇ. | ἀλλ' ἤθελον, ἀδελφοί, ἐρευνῆσαι τῆς σοφῆς ἐκείνης τὰς φρένας, καὶ μαθεῖν, πῶς ἐδέξατο αὐτὴν ὁ χριστός, καὶ πῶς ἐνέλαμψε τῇ ἐσκοτισμένῃ ψυχῇ. |
καὶ γὰ^ρ ἀ^ληθῶς, κα^θὼς προεφήτευσεν ὁ δαυίδ· | καὶ γὰρ ἀληθῶς, καθὼς προεφήτευσεν ὁ δαυίδ· |
ὡραῖος κάλλει πα^ρὰ^ τοὺς υἱοὺς τῶν ἀνθρώπων ὁ κύ_ρι^ος· | ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων ὁ κύριος· |
καὶ οὐ μόνον ὡραῖος, ἀλλὰ^ καὶ τῶν ὡραίων ἐραστής. | καὶ οὐ μόνον ὡραῖος, ἀλλὰ καὶ τῶν ὡραίων ἐραστής. |
ταύτην γὰ^ρ καὶ πρὶ^ν εἰσελθεῖν πρὸς αὐτόν, ἐπεγίνωσκεν ἔχουσα^ν ψυ_χῆς ἀ^γα^θῆς προαίρεσι^ν. | ταύτην γὰρ καὶ πρὶν εἰσελθεῖν πρὸς αὐτόν, ἐπεγίνωσκεν ἔχουσαν ψυχῆς ἀγαθῆς προαίρεσιν. |
ἀλλ' εἰ δοκεῖ, καὶ τοῦ ῥητοῦ τοῦ εὐαγγελι^κοῦ ἀ^κούσωμεν. | ἀλλ' εἰ δοκεῖ, καὶ τοῦ ῥητοῦ τοῦ εὐαγγελικοῦ ἀκούσωμεν. |
ἀνακειμένου τοῦ ἰησοῦ ἐν τῇ οἰκί^ᾳ τοῦ φαρισαίου, γυ^νή τι^ς ἁμαρτωλὸς ἐν τῇ πόλει ἤκουσε. | ἀνακειμένου τοῦ ἰησοῦ ἐν τῇ οἰκίᾳ τοῦ φαρισαίου, γυνή τις ἁμαρτωλὸς ἐν τῇ πόλει ἤκουσε. |
καὶ λα^βοῦσα^ μύ^ρον πολύ^τι_μον, εἰσελθοῦσα^ ἤλειφεν αὐτοῦ τοὺς πόδα^ς, καὶ τοῖς δάκρυσι^ν ἔβρεχε, καὶ ταῖς θριξὶ^ν ἔμασσε. | καὶ λαβοῦσα μύρον πολύτιμον, εἰσελθοῦσα ἤλειφεν αὐτοῦ τοὺς πόδας, καὶ τοῖς δάκρυσιν ἔβρεχε, καὶ ταῖς θριξὶν ἔμασσε. |
μεγά^λη σπουδὴ γυναικός, μέγα^ς δρόμος σωτηρί^α_ς, μεγά^λη προαίρεσι^ς ψυ_χῆς κι^νδύ_νων θελούσης ἀ^πα^λλα^γῆναι· | μεγάλη σπουδὴ γυναικός, μέγας δρόμος σωτηρίας, μεγάλη προαίρεσις ψυχῆς κινδύνων θελούσης ἀπαλλαγῆναι· |
ἤκουσε καὶ ἔσπευσεν, ὤθησε τὴν ἔννοια^ν εἰς τὴν μετάνοια^ν, λέγουσα^ ταῦτα ἐν αὐτῇ· | ἤκουσε καὶ ἔσπευσεν, ὤθησε τὴν ἔννοιαν εἰς τὴν μετάνοιαν, λέγουσα ταῦτα ἐν αὐτῇ· |
ὦ ψυ_χὴ ἁμαρτωλὴ καὶ τρι^σα_θλί^α_, τί^ ἀναμένεις; | ὦ ψυχὴ ἁμαρτωλὴ καὶ τρισαθλία, τί ἀναμένεις; |
τί^ σκέπτῃ; | τί σκέπτῃ; |
ἰ^δοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰ^δοὺ νῦν ἡμέρα_ σωτηρί^α_ς. | ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας. |
ἰ^δοὺ ὁ καιρός, ὃν ἐζήτεις, ἔφθα^σεν· | ἰδοὺ ὁ καιρός, ὃν ἐζήτεις, ἔφθασεν· |
ἰδοὺ πά^ρεστι^ν ὁ λύ_ων καὶ κα^θαίρων καὶ ἀποσμήχων τὰ^ ἁ^μα^ρτήμα^τα^· | ἰδοὺ πάρεστιν ὁ λύων καὶ καθαίρων καὶ ἀποσμήχων τὰ ἁμαρτήματα· |
πά^ρεστι^ τὸ μύ^ρον· | πάρεστι τὸ μύρον· |
μέχρι^ τί^νος προσμένεις τῷ βορβόρῳ καὶ τῇ δυ^σωδίᾳ; | μέχρι τίνος προσμένεις τῷ βορβόρῳ καὶ τῇ δυσωδίᾳ; |
ἄ^πελθε πρὸς αὐτόν· | ἄπελθε πρὸς αὐτόν· |
καὶ γὰ^ρ αὐτὸς δι^ὰ^ σὲ ἦλθεν. | καὶ γὰρ αὐτὸς διὰ σὲ ἦλθεν. |
ἄφες τὰ^ ποτὲ μά^ταια^, καὶ πόθησον τὰ^ νῦν ὡραῖα^· | ἄφες τὰ ποτὲ μάταια, καὶ πόθησον τὰ νῦν ὡραῖα· |
ἐκεῖνα^ βδελυκτά^, ταῦτα ποθητὰ^ καὶ αἰώνια^· | ἐκεῖνα βδελυκτά, ταῦτα ποθητὰ καὶ αἰώνια· |
μί_μησαι τὴν ἀρχαία_ν γνώμην, μύρισον τὸν τὸ μύ^ρον ποιήσα^ντα^, κολά^κευσον τόν σε σῶσαι θέλοντα^. | μίμησαι τὴν ἀρχαίαν γνώμην, μύρισον τὸν τὸ μύρον ποιήσαντα, κολάκευσον τόν σε σῶσαι θέλοντα. |
εὗρες ἐραστὴν ὑ^πὲρ πά^ντα^ς οὓς ἔσχες ἐρα^στά_ς. | εὗρες ἐραστὴν ὑπὲρ πάντας οὓς ἔσχες ἐραστάς. |
ἐκείνους φι^λήσα_σα^, πολλὰ_ς ἁ^μαρτί^α_ς εἰς ἑαυτὴν ἐξεκένωσα^ς· | ἐκείνους φιλήσασα, πολλὰς ἁμαρτίας εἰς ἑαυτὴν ἐξεκένωσας· |
τοῦτον ἐὰ^ν φι^λήσῃς, καὶ τὰ_ς προτέρα_ς ἁ^μαρτί^α_ς, ἃ_ς ἐξ ἐκείνων ἐκτήσω, αὐτός σοι συγχωρήσει. | τοῦτον ἐὰν φιλήσῃς, καὶ τὰς προτέρας ἁμαρτίας, ἃς ἐξ ἐκείνων ἐκτήσω, αὐτός σοι συγχωρήσει. |
ταῦτα λογι^σα^μένη, ὑ^πεισέρχεται τῇ οἰκί^ᾳ, καὶ λέγει· | ταῦτα λογισαμένη, ὑπεισέρχεται τῇ οἰκίᾳ, καὶ λέγει· |
ἀναχωρῶ τῶν ἀρχαίων καχῶν, εὑρίσκω τὰ^ νέα_ καλά^, καὶ συμφωνῶ· | ἀναχωρῶ τῶν ἀρχαίων καχῶν, εὑρίσκω τὰ νέα καλά, καὶ συμφωνῶ· |
ἀποτάσσομαι τῷ πονηρῷ, καὶ συντάσσομαι τῷ ἀ^γα^θῷ· | ἀποτάσσομαι τῷ πονηρῷ, καὶ συντάσσομαι τῷ ἀγαθῷ· |
ἤκουσα^ γὰ^ρ τοῦ δαυίδ λέγοντος· | ἤκουσα γὰρ τοῦ δαυίδ λέγοντος· |
προσέλθετε πρὸς αὐτόν, καὶ φωτίσθητε· | προσέλθετε πρὸς αὐτόν, καὶ φωτίσθητε· |
καὶ αὐτοῦ τοῦ κυ_ρί^ου λέγοντος· | καὶ αὐτοῦ τοῦ κυρίου λέγοντος· |
ἐγγίσατέ μοι, κ ἀγὼ ἐγγι^ῶ ὑ_μῖν. | ἐγγίσατέ μοι, κ ἀγὼ ἐγγιῶ ὑμῖν. |
ἐγγίζω κ ἀγὼ τῷ θεῷ, ἀλλὰ^ φοβοῦμαι ἡ ἁμαρτωλὸς πρὸς τὸν ἀναμάρτητον, ὁ βόρβορος πρὸς τὸ μύ^ρον. | ἐγγίζω κ ἀγὼ τῷ θεῷ, ἀλλὰ φοβοῦμαι ἡ ἁμαρτωλὸς πρὸς τὸν ἀναμάρτητον, ὁ βόρβορος πρὸς τὸ μύρον. |
ἀλλ' ἔχω ἐνέχυ^ρον τῆς εὐσπλαγχνία_ς αὐτοῦ τὴν φωνὴν τὴν λέγουσα^ν· | ἀλλ' ἔχω ἐνέχυρον τῆς εὐσπλαγχνίας αὐτοῦ τὴν φωνὴν τὴν λέγουσαν· |
δεῦτε πρός με, πάντες οἱ ἁμαρτωλοί, κ ἀγὼ ἀναπαύσω ὑ_μᾶς. | δεῦτε πρός με, πάντες οἱ ἁμαρτωλοί, κ ἀγὼ ἀναπαύσω ὑμᾶς. |
ἀπέρχομαι τοίνυ^ν· | ἀπέρχομαι τοίνυν· |
οὐκ ὀνειδίζει με, οὐ λέγει μοι· | οὐκ ὀνειδίζει με, οὐ λέγει μοι· |
ἀπόστα ἀ^π' ἐμοῦ, ἡ ἁμαρτωλός· | ἀπόστα ἀπ' ἐμοῦ, ἡ ἁμαρτωλός· |
ἕως ἄρτι^ ἐν τῷ σκότει δι^ῆγες, καὶ νῦν ἦλθες ἰ^δεῖν με τὸν τῆς δι^καιοσύ^νης ἥλι^ον; | ἕως ἄρτι ἐν τῷ σκότει διῆγες, καὶ νῦν ἦλθες ἰδεῖν με τὸν τῆς δικαιοσύνης ἥλιον; |
ἀλλὰ^ τί^ σκέψομαι; | ἀλλὰ τί σκέψομαι; |
λα^μβά^νω μύ^ρον, καὶ πορεύομαι πρὸς αὐτόν, καὶ ποιῶ φωτιστήριον τὸν οἶκον τοῦ φαρισαίου, καὶ τοῖς ῥείθροις τῶν δακρύ_ων κολυμβήθρα_ν μοι κα^τα^σκευά^ζω· | λαμβάνω μύρον, καὶ πορεύομαι πρὸς αὐτόν, καὶ ποιῶ φωτιστήριον τὸν οἶκον τοῦ φαρισαίου, καὶ τοῖς ῥείθροις τῶν δακρύων κολυμβήθραν μοι κατασκευάζω· |
καὶ τῷ ἀλαβάστρῳ τοῦ μύ^ρου τὴν σφραγῖδα^ λα^μβά^νω τῶν πιστῶν κα^τὰ^ τοῦ μετώπου, καὶ τῇ μετα^νοίᾳ κα^θα^ρί^ζομαι τῶν ἁ^μα^ρτημά^των μου καὶ τῷ λόγῳ αὐτοῦ τῷ ἰαματι^κῷ ἀποφεύγω τοὺς βρόχους τοῦ δι^α^βόλου. | καὶ τῷ ἀλαβάστρῳ τοῦ μύρου τὴν σφραγῖδα λαμβάνω τῶν πιστῶν κατὰ τοῦ μετώπου, καὶ τῇ μετανοίᾳ καθαρίζομαι τῶν ἁμαρτημάτων μου καὶ τῷ λόγῳ αὐτοῦ τῷ ἰαματικῷ ἀποφεύγω τοὺς βρόχους τοῦ διαβόλου. |
οὐδέν μοι ἀπηλπισμένον ἐστί^ν. | οὐδέν μοι ἀπηλπισμένον ἐστίν. |
οἶδα ἐν τῇ πα^λαιᾷ διαθήκῃ ῥαὰβ τὴν πόρνην ἐπὶ^ τὴν πύλην τῆς πόλεως οἰκητήριον τῆς ἁ^μαρτί^α_ς ἔχουσα^ν· | οἶδα ἐν τῇ παλαιᾷ διαθήκῃ ῥαὰβ τὴν πόρνην ἐπὶ τὴν πύλην τῆς πόλεως οἰκητήριον τῆς ἁμαρτίας ἔχουσαν· |
ἀλλ' αὕτη τοὺς κα^τασκόπους τοῦ ἰσραὴλ δεξα^μένη, τῆς φι^λοξενί^α_ς τὸν μισθὸν ἐκομί^σα^το τὴν ζωήν. | ἀλλ' αὕτη τοὺς κατασκόπους τοῦ ἰσραὴλ δεξαμένη, τῆς φιλοξενίας τὸν μισθὸν ἐκομίσατο τὴν ζωήν. |
ὁ γὰ^ρ σώσα_ς ἐκείνην ἰησοῦς ὁ τοῦ ναυή, τύ^πον εἶχε τοῦ ἀ^ληθι^νοῦ ἰησοῦ· | ὁ γὰρ σώσας ἐκείνην ἰησοῦς ὁ τοῦ ναυή, τύπον εἶχε τοῦ ἀληθινοῦ ἰησοῦ· |
ἀμοιβὰ_ς ἀγαθὰ_ς τῇ πόρνῃ ὑ^πὲρ τῶν κα^τασκόπων ὁ τοῦ ναυὴ ἰησοῦς ἐχα^ρί^σα^το. | ἀμοιβὰς ἀγαθὰς τῇ πόρνῃ ὑπὲρ τῶν κατασκόπων ὁ τοῦ ναυὴ ἰησοῦς ἐχαρίσατο. |
εἰ οὖν τότε τὸ ὄνομα^ τοῦ ἰησοῦ σωτηρί^α_ν καὶ συγχώρησι^ν ἁμαρτι^ῶν πα^ρέσχε· | εἰ οὖν τότε τὸ ὄνομα τοῦ ἰησοῦ σωτηρίαν καὶ συγχώρησιν ἁμαρτιῶν παρέσχε· |
νῦν ὁ ἀ^ληθι^νὸς ἰησοῦς, ὁ παρθένος καὶ ἐκ παρθένου, πόρνην ξενοδοχοῦσα^ν, καὶ ἀλείφουσα^ν μύρῳ τοὺς πόδα^ς, ἀ^πώσα^σθαι ἔχει, καὶ μὴ χα^ρί^σα^σθαι ἄφεσι^ν ἁμαρτι^ῶν; | νῦν ὁ ἀληθινὸς ἰησοῦς, ὁ παρθένος καὶ ἐκ παρθένου, πόρνην ξενοδοχοῦσαν, καὶ ἀλείφουσαν μύρῳ τοὺς πόδας, ἀπώσασθαι ἔχει, καὶ μὴ χαρίσασθαι ἄφεσιν ἁμαρτιῶν; |
ἀλλ' ἐκεῖ ῥαὰβ ἀπέλυ_σε τοὺς κα^τασκόπους, ἐγὼ δὲ μένω κα^τέχουσα^ ὃν ἐπόθησα^, οὐχ ὡς ἐκείνη, κα^τάσκοπον πόλεως, ἀλλ' ὡς ἐπίσκοπὸν πα_σῶν τῶν ἀ^νθρωπί^νων ψυ_χῶν. | ἀλλ' ἐκεῖ ῥαὰβ ἀπέλυσε τοὺς κατασκόπους, ἐγὼ δὲ μένω κατέχουσα ὃν ἐπόθησα, οὐχ ὡς ἐκείνη, κατάσκοπον πόλεως, ἀλλ' ὡς ἐπίσκοπὸν πασῶν τῶν ἀνθρωπίνων ψυχῶν. |
ἰδού, κα^θὼς προεῖπον, ἔφθα^σε καιρός, ὃν ἰ^δεῖν ἐπεθύ_μουν· | ἰδού, καθὼς προεῖπον, ἔφθασε καιρός, ὃν ἰδεῖν ἐπεθύμουν· |
ἔλαμψέ μοι ἡμέρα_, καὶ ὁ ἥλι^ος τῆς δι^καιοσύ^νης, καὶ ἐνι^αυτὸς δεκτὸς πα^ρὰ^ κυ_ρί^ου, καὶ μεγάλη ἐπισκοπὴ πα^ρὰ^ θεοῦ. | ἔλαμψέ μοι ἡμέρα, καὶ ὁ ἥλιος τῆς δικαιοσύνης, καὶ ἐνιαυτὸς δεκτὸς παρὰ κυρίου, καὶ μεγάλη ἐπισκοπὴ παρὰ θεοῦ. |
ἀληθῶς γὰ^ρ ἐπεσκέψα^το ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, ἐπι^φᾶναι τοῖς ἐν σκότει καὶ σκι^ᾷ θα^νά^του κα^θημένοις. | ἀληθῶς γὰρ ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις. |
ἐν τῇ οἰκί^ᾳ τοῦ σίμωνος αὐλίζεται ὁ δεσπότης· | ἐν τῇ οἰκίᾳ τοῦ σίμωνος αὐλίζεται ὁ δεσπότης· |
ἀ^πέλθω πρὸς αὐτόν. | ἀπέλθω πρὸς αὐτόν. |
καὶ τί^ ποιήσω; | καὶ τί ποιήσω; |
κλαύσω, ὥσπερ ἄννα ἔκλαυσε τὴν στείρωσι^ν; | κλαύσω, ὥσπερ ἄννα ἔκλαυσε τὴν στείρωσιν; |
ἀλλὰ^ λογίζεταί με ὁ σίμων ὡς μεθύουσα^ν· | ἀλλὰ λογίζεταί με ὁ σίμων ὡς μεθύουσαν· |
ὥς ποτε καὶ τὴν ἄνναν ἠλὶ ὁ ἀρχιερεύς. | ὥς ποτε καὶ τὴν ἄνναν ἠλὶ ὁ ἀρχιερεύς. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.