macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἀλλὰ^ μένω προσευχομένη τῇ καρδί^ᾳ πρὸς τοὺς πόδα^ς τοῦ χριστοῦ, καὶ δακρύ_ουσα^;
ἀλλὰ μένω προσευχομένη τῇ καρδίᾳ πρὸς τοὺς πόδας τοῦ χριστοῦ, καὶ δακρύουσα;
τοῦτο ποιήσω.
τοῦτο ποιήσω.
συνήργησε δὲ ἡ πί^στι_ς τῆς πόρνης τῇ κα^θα^ρᾷ προθέσει, καὶ παραγίνεται πρὸς τὸν τὸ μύ^ρον πωλοῦντα^, καὶ ἄρχεται λέγειν αὐτῷ·
συνήργησε δὲ ἡ πίστις τῆς πόρνης τῇ καθαρᾷ προθέσει, καὶ παραγίνεται πρὸς τὸν τὸ μύρον πωλοῦντα, καὶ ἄρχεται λέγειν αὐτῷ·
ἐπειδὴ μέγα^ς μοι φί^λος πα^ρὰ^ πά^ντα^ς τοὺς υἱοὺς τῶν ἀνθρώπων πα^ρεγένετο, εἰ ἔχεις ἐπάξι^ον μύ^ρον, δός μοι·
ἐπειδὴ μέγας μοι φίλος παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων παρεγένετο, εἰ ἔχεις ἐπάξιον μύρον, δός μοι·
ἵ^να_ ἀ^ξί^ως προσενέγκω τῷ ἀ^ξί^ως φιλουμένῳ παρ' ἐμοῦ, τῷ πυρώσαντί^ μου τὴν καρδί^α_ν καὶ τοὺς νεφρούς·
ἵνα ἀξίως προσενέγκω τῷ ἀξίως φιλουμένῳ παρ' ἐμοῦ, τῷ πυρώσαντί μου τὴν καρδίαν καὶ τοὺς νεφρούς·
μηδὲν περὶ^ τι_μῆς μελέτω σοι, ἐὰ^ν δέῃ με, καὶ μέχρι^ σώμα^τος καὶ ὀστέων, ἑτοίμως ἔχω πωλῆσαι καὶ δοῦναι, ἵ^να_ κ ἂ_ν μικρόν τι^ ἔχω προσενέγκαι τῷ οὕτω κα^θα^ρί^σαι με θέλοντι^.
μηδὲν περὶ τιμῆς μελέτω σοι, ἐὰν δέῃ με, καὶ μέχρι σώματος καὶ ὀστέων, ἑτοίμως ἔχω πωλῆσαι καὶ δοῦναι, ἵνα κ ἂν μικρόν τι ἔχω προσενέγκαι τῷ οὕτω καθαρίσαι με θέλοντι.
ὁ δὲ βλέπων τῆς πίστεως τὸ θερμὸν καὶ προαιρετι^κόν, λέγει αὐτῇ·
ὁ δὲ βλέπων τῆς πίστεως τὸ θερμὸν καὶ προαιρετικόν, λέγει αὐτῇ·
εἰπέ μοι τί^ς ἐστι^ν ὅνπερ ποθεῖς, ὅτι^ τοσοῦτον ἐθέρμανέ σου τὸ φίλτρον;
εἰπέ μοι τίς ἐστιν ὅνπερ ποθεῖς, ὅτι τοσοῦτον ἐθέρμανέ σου τὸ φίλτρον;
τί πρὸς τὸ μύ^ρον τοῦτο προσδοκᾷς παρ' αὐτοῦ λα^βεῖν;
τί πρὸς τὸ μύρον τοῦτο προσδοκᾷς παρ' αὐτοῦ λαβεῖν;
ἡ δὲ πρὸς αὐτὸν λέγει·
ἡ δὲ πρὸς αὐτὸν λέγει·
τί μοι λέγεις, ὦ ἄνθρωπε;
τί μοι λέγεις, ὦ ἄνθρωπε;
ἀγνοεῖς, οὐκ οἶδα^ς τί φθέγγῃ.
ἀγνοεῖς, οὐκ οἶδας τί φθέγγῃ.
ἔχει δοῦναί μοι ἀντάξιον τοῦ μύ^ρου, εἰ καὶ οἷόν τι^ οὐδεὶς δύ^να^ται τούτῳ αὐτάξιον δοῦναι τοῦ ἀξιώμα^τος.
ἔχει δοῦναί μοι ἀντάξιον τοῦ μύρου, εἰ καὶ οἷόν τι οὐδεὶς δύναται τούτῳ αὐτάξιον δοῦναι τοῦ ἀξιώματος.
οὐδὲ αὐτὸς ὁ οὐρα^νός, οὔ τε ἡ γῆ, οὔ τε οὐδεὶς τῶν ἐν τῷ κόσμῳ τούτῳ συγκρίνεται τῷ ἐλθόντι^ πρός με.
οὐδὲ αὐτὸς ὁ οὐρανός, οὔ τε ἡ γῆ, οὔ τε οὐδεὶς τῶν ἐν τῷ κόσμῳ τούτῳ συγκρίνεται τῷ ἐλθόντι πρός με.
ἣν σὺ^ μὲν εὐτελῇ θεωρεῖς, ἐκεῖνος δὲ καταξιώσα_ς ὡς φι^λάνθρωπος, τῶν ἁμαρτι^ῶν ἠλευθέρωσεν.
ἣν σὺ μὲν εὐτελῇ θεωρεῖς, ἐκεῖνος δὲ καταξιώσας ὡς φιλάνθρωπος, τῶν ἁμαρτιῶν ἠλευθέρωσεν.
οὗτος υἱὸς δαυΐδ ἐστι^ κα^τὰ^ σάρκα^·
οὗτος υἱὸς δαυΐδ ἐστι κατὰ σάρκα·
δι^ὰ^ τοῦτο καὶ εὔοπτός ἐστι^·
διὰ τοῦτο καὶ εὔοπτός ἐστι·
περὶ^ αὐτοῦ γὰ^ρ ἔλεγεν·
περὶ αὐτοῦ γὰρ ἔλεγεν·
ὡραῖος κάλλει πα^ρὰ^ τοὺς υἱοὺς τῶν ἀνθρώπων.
ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.
οὗτος υἱὸς θεοῦ·
οὗτος υἱὸς θεοῦ·
καὶ τοῦτον οὐκ εἶδον, ἀλλὰ^ ἀ^κούσα_σα^ περὶ^ αὐτοῦ, ἐτρώθην τῷ πόθῳ.
καὶ τοῦτον οὐκ εἶδον, ἀλλὰ ἀκούσασα περὶ αὐτοῦ, ἐτρώθην τῷ πόθῳ.
τὸν δαυὶδ μελχὼλ ἡ τοῦ σαοὺλ θυ^γά^τηρ ἀγα^πήσα_σα^, τὰ^ βα^σί^λεια^ κατέλιπε, καὶ τούτῳ πτωχεύοντι^ ἠκολούθησεν.
τὸν δαυὶδ μελχὼλ ἡ τοῦ σαοὺλ θυγάτηρ ἀγαπήσασα, τὰ βασίλεια κατέλιπε, καὶ τούτῳ πτωχεύοντι ἠκολούθησεν.
ἐγὼ δὲ τὸν ἴ^δι^ον πλοῦτον πωλῶ, εἰ καὶ κα^κῶς τοῦτον συ^νήγα^γον, καὶ ἀ^γορά^ζω μύ^ρον, καὶ προστρέχω τῷ ἐκ δαυὶδ δι' ἐμὲ πτωχεύσαντι^.
ἐγὼ δὲ τὸν ἴδιον πλοῦτον πωλῶ, εἰ καὶ κακῶς τοῦτον συνήγαγον, καὶ ἀγοράζω μύρον, καὶ προστρέχω τῷ ἐκ δαυὶδ δι' ἐμὲ πτωχεύσαντι.
καὶ λα^βοῦσα^ ἡ πιστὴ πόρνη τὸ μύ^ρον, ἔδρα^μεν ὡς κληθεῖσα^ εἰς τὸν οἶκον τοῦ φαρισαίου.
καὶ λαβοῦσα ἡ πιστὴ πόρνη τὸ μύρον, ἔδραμεν ὡς κληθεῖσα εἰς τὸν οἶκον τοῦ φαρισαίου.
καὶ ὁ μὲν φαρισαῖος ἰ^δὼν τὴν πόρνην κα^τέχουσα^ν τοὺς πόδα^ς τοῦ ἰησοῦ, καὶ μυ ρίζουσα^ν, καὶ πᾶσα^ν τὴν οἰκί^α_ν πληρωθεῖσα^ν τῆς εὐωδία_ς τοῦ μύ^ρου, εἰς ἑαυτὸν ἐλογίζετο, καὶ ἔλεγεν·
καὶ ὁ μὲν φαρισαῖος ἰδὼν τὴν πόρνην κατέχουσαν τοὺς πόδας τοῦ ἰησοῦ, καὶ μυ ρίζουσαν, καὶ πᾶσαν τὴν οἰκίαν πληρωθεῖσαν τῆς εὐωδίας τοῦ μύρου, εἰς ἑαυτὸν ἐλογίζετο, καὶ ἔλεγεν·
εἰ ἦν οὗτος προφήτης, ἐνόησεν ἂ^ν τί^ς ἡ γυ^νὴ ἡ ἁπτομένη αὐτοῦ, ὅτι^ ἁμαρτωλός ἐστι^.
εἰ ἦν οὗτος προφήτης, ἐνόησεν ἂν τίς ἡ γυνὴ ἡ ἁπτομένη αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι.
καὶ τὴν παῤῥησίαν τῆς πόρνης ἔψεγεν, ὡς ἀ^ναισχύντως ἐγγισάσης καὶ ἁψαμένης αὐτοῦ·
καὶ τὴν παῤῥησίαν τῆς πόρνης ἔψεγεν, ὡς ἀναισχύντως ἐγγισάσης καὶ ἁψαμένης αὐτοῦ·
καὶ αὐτὸν τὸν δεσπότην ἐμέμφετο, ὡς ἀσκέπτως δεχόμενον πά^ντα^ς τοὺς προσι^όντα^ς αὐτῷ·
καὶ αὐτὸν τὸν δεσπότην ἐμέμφετο, ὡς ἀσκέπτως δεχόμενον πάντας τοὺς προσιόντας αὐτῷ·
καὶ ἄγνοια^ν αὐτοῦ καταψηφιζόμενος, ἔλεγεν ἐν ἑαυτῷ·
καὶ ἄγνοιαν αὐτοῦ καταψηφιζόμενος, ἔλεγεν ἐν ἑαυτῷ·
ὢ τῶν πρα_γμά^των·
ὢ τῶν πραγμάτων·
ἐκά^λεσα^ ἐπὶ^ δεῖπνον αὐτὸν ὡς ἕνα^ τῶν προφητῶν·
ἐκάλεσα ἐπὶ δεῖπνον αὐτὸν ὡς ἕνα τῶν προφητῶν·
καὶ αὐτήν, ἣν πάντες οἴδασι^ν οἱ κα^τοικοῦντες ἐν τῇ πόλει, καὶ ἣν ἕκαστος ἐπίστα^ται, οὗτος οὐκ ἔγνω.
καὶ αὐτήν, ἣν πάντες οἴδασιν οἱ κατοικοῦντες ἐν τῇ πόλει, καὶ ἣν ἕκαστος ἐπίσταται, οὗτος οὐκ ἔγνω.
εἰ ἦν προφήτης, ἐγίγνωσκεν ἂ^ν τί^ς ἡ γυ^νή.
εἰ ἦν προφήτης, ἐγίγνωσκεν ἂν τίς ἡ γυνή.
ἀλλ' ὁ χριστὸς ὁ ἐτάζων κα^ρδί^α_ς καὶ νεφρούς, ἐθεώρει τοῦ φαρισαίου τοὺς λογισμούς·
ἀλλ' ὁ χριστὸς ὁ ἐτάζων καρδίας καὶ νεφρούς, ἐθεώρει τοῦ φαρισαίου τοὺς λογισμούς·
καὶ σαλευομένων αὐτοῦ τῶν ἐνθυμήσεων, γί_νεται αὐτῷ ἔνδοθεν γα^λήνη ὁ χριστός·
καὶ σαλευομένων αὐτοῦ τῶν ἐνθυμήσεων, γίνεται αὐτῷ ἔνδοθεν γαλήνη ὁ χριστός·
καὶ λέγει αὐτῷ·
καὶ λέγει αὐτῷ·
σίμων, ἔχω σοί τι^ εἰπεῖν.
σίμων, ἔχω σοί τι εἰπεῖν.
ὁ δέ φησι^·
ὁ δέ φησι·
διδάσκαλε, εἰπέ.
διδάσκαλε, εἰπέ.
λέγει αὐτῷ·
λέγει αὐτῷ·
μεμπταῖός σοι ἐφά^νην, ὅτι^ οὐκ ἐνέτρεψα^ τὴν πόρνην, ἀλλ' ἐσκέπασα^·
μεμπταῖός σοι ἐφάνην, ὅτι οὐκ ἐνέτρεψα τὴν πόρνην, ἀλλ' ἐσκέπασα·
μεμπταῖόν σοι ἐφά^νη, ὅτι^ οὐκ ἀπεστράφην τὴν ἁμαρτωλόν, ἀλλὰ^ ἀπεδεξά^μην·
μεμπταῖόν σοι ἐφάνη, ὅτι οὐκ ἀπεστράφην τὴν ἁμαρτωλόν, ἀλλὰ ἀπεδεξάμην·
μεμπταῖόν σοι ἐφά^νη, ὅτι^ οὐκ ἐδί^ωξα^, ἀλλ' ἐδι^καίωσα^·
μεμπταῖόν σοι ἐφάνη, ὅτι οὐκ ἐδίωξα, ἀλλ' ἐδικαίωσα·
μεμπταῖόν σοι ἐφά^νη, ὅτι^ οὐκ ὠργίσθην, ἀλλ' ἠπαλύνθην·
μεμπταῖόν σοι ἐφάνη, ὅτι οὐκ ὠργίσθην, ἀλλ' ἠπαλύνθην·
μεμπταῖόν σοι ἐφά^νη, ὅτι^ τὴν θέλουσα^ν φυ^γεῖν τῶν ἑαυτῆς ἀνομιῶν, ταύτην ἀνεκα^λεσά^μην·
μεμπταῖόν σοι ἐφάνη, ὅτι τὴν θέλουσαν φυγεῖν τῶν ἑαυτῆς ἀνομιῶν, ταύτην ἀνεκαλεσάμην·
δέον σε χα^ρῆναι ἐπὶ^ τῷ πεσόντι^ καὶ ἀ^ναστά^ντι^, λυ_πῇ ἐπὶ^ τοῖς κα^λοῖς.
δέον σε χαρῆναι ἐπὶ τῷ πεσόντι καὶ ἀναστάντι, λυπῇ ἐπὶ τοῖς καλοῖς.
ἀλλ' οὐκ εὔλογος ἡ μέμψις σου.
ἀλλ' οὐκ εὔλογος ἡ μέμψις σου.
σύγκρινον τοῦτο, ὃ μέλλω σοι λέγειν.
σύγκρινον τοῦτο, ὃ μέλλω σοι λέγειν.
δύ^ο χρεωφειλέται ἦσα^ν δανειστῇ τι^νι^·
δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι·
ὁ εἷς ὤφειλε δηνάρια^ πεντα^κόσι^α^, ὁ δὲ ἕτερος πεντήκοντα^.
ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.
τούτοις δὲ ἀ^πορήσασι^ν ἀμφοτέροις ἐχα^ρί^σα^το τὰ^ χειρόγραφα^ ὁ δανειστής.
τούτοις δὲ ἀπορήσασιν ἀμφοτέροις ἐχαρίσατο τὰ χειρόγραφα ὁ δανειστής.
τί^ς οὖν αὐτῶν ὀφείλει πλέον ἀγαπᾷν;
τίς οὖν αὐτῶν ὀφείλει πλέον ἀγαπᾷν;
ὁ δὲ λέγει·
ὁ δὲ λέγει·
ὑπολαμβάνω, ὅτι^ ᾧ τὸ πλεῖον ἐχα^ρί^σα^το.
ὑπολαμβάνω, ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο.
καὶ λέγει αὐτῷ·
καὶ λέγει αὐτῷ·
ὀρθῶς ἔκρι_να^ς.
ὀρθῶς ἔκρινας.
εἶτα στραφεὶς πρὸς τὴν γυ^ναῖκα^, τῷ σίμωνι ἔφη·
εἶτα στραφεὶς πρὸς τὴν γυναῖκα, τῷ σίμωνι ἔφη·
βλέπεις ταύτην τὴν γυ^ναῖκα^, τὴν σοι ἀπηγορευμένην;
βλέπεις ταύτην τὴν γυναῖκα, τὴν σοι ἀπηγορευμένην;
σύ^ μοι νίψαι τοὺς πόδα^ς οὐ κατηξίωσα^ς, αὕτη δὲ δάκρυσί^ μου τοὺς πόδα^ς ἔβρεξε·
σύ μοι νίψαι τοὺς πόδας οὐ κατηξίωσας, αὕτη δὲ δάκρυσί μου τοὺς πόδας ἔβρεξε·
φί^λημά^ μοι ἀγάπης οὐ προσήγα^γες, αὕτη δὲ οὐ διέλιπε καταφιλοῦσά^ μου τοὺς πόδα^ς·
φίλημά μοι ἀγάπης οὐ προσήγαγες, αὕτη δὲ οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας·
ἐλαίῳ τὴν κεφα^λὴν μου οὐκ ἤλειψα^ς, αὕτη δὲ μύρῳ ἤλειψέ μου τοὺς πόδα^ς.
ἐλαίῳ τὴν κεφαλὴν μου οὐκ ἤλειψας, αὕτη δὲ μύρῳ ἤλειψέ μου τοὺς πόδας.
ἀλλὰ δι^δά^χθητι^, φαρισαῖε, τίς ὁ δανειστής, καὶ τί^νες οἱ χρεωφειλέται.
ἀλλὰ διδάχθητι, φαρισαῖε, τίς ὁ δανειστής, καὶ τίνες οἱ χρεωφειλέται.
ἐγώ εἰμι^ ὁ δανειστὴς τῶν δύ^ο, σοῦ καὶ αὐτῆς·
ἐγώ εἰμι ὁ δανειστὴς τῶν δύο, σοῦ καὶ αὐτῆς·
καὶ οὐ μόνον ὑ_μῶν, ἀλλὰ καὶ πάντων ἀνθρώπων.
καὶ οὐ μόνον ὑμῶν, ἀλλὰ καὶ πάντων ἀνθρώπων.
ἐγὼ πᾶσι^ν ἐχά^ρι^σα^, ἅ_περ καὶ ἔλα^βον, ἀπ ' ἐμοῦ, ψυ_χήν, πνοήν, σῶ^μα^, αἴσθησι^ν, γνῶσι^ν, κί_νησι^ν.
ἐγὼ πᾶσιν ἐχάρισα, ἅπερ καὶ ἔλαβον, ἀπ ' ἐμοῦ, ψυχήν, πνοήν, σῶμα, αἴσθησιν, γνῶσιν, κίνησιν.
τὸν οὖν δανειστήν, τὸν οὐκ ἀ^παιτοῦντά^ σε πα^ρα^σχεῖν, ἅ_περ ἔλα^βες, εἰς πλῆρες, ἂ_ν μὴ ἔχῃς ἀ^ποδοῦναι, ἱ_κέτευσον συγχωρῆσαί σοι τὸ δά^νειον.
τὸν οὖν δανειστήν, τὸν οὐκ ἀπαιτοῦντά σε παρασχεῖν, ἅπερ ἔλαβες, εἰς πλῆρες, ἂν μὴ ἔχῃς ἀποδοῦναι, ἱκέτευσον συγχωρῆσαί σοι τὸ δάνειον.
εἰ δὲ οὔ τε ἀ^ποδοῦναι δύ^να^σαι, οὔ τε ἱ_κετεῦσαι ἀ^ξι^οῖς συγχωρηθῆναι, κ ἂ_ν μὴ ἀναισχυνθῇς πολυλογῶν καὶ ἀ^νθι^στά^μενος·
εἰ δὲ οὔ τε ἀποδοῦναι δύνασαι, οὔ τε ἱκετεῦσαι ἀξιοῖς συγχωρηθῆναι, κ ἂν μὴ ἀναισχυνθῇς πολυλογῶν καὶ ἀνθιστάμενος·
σί_γησον ὡς αὐτὴ ἡ πόρνη, ἣτις τὰ^ πολλὰ^ ἑαυτῆς ἰ^δοῦσα^ χρέη, εἶπεν ἐν ἑαυτῇ·
σίγησον ὡς αὐτὴ ἡ πόρνη, ἣτις τὰ πολλὰ ἑαυτῆς ἰδοῦσα χρέη, εἶπεν ἐν ἑαυτῇ·
τί λα^λήσω, ἢ τὶ^ ἀ^ποκρι^θῶ;
τί λαλήσω, ἢ τὶ ἀποκριθῶ;
ἐὰ^ν θελήσω εἰπεῖν·
ἐὰν θελήσω εἰπεῖν·
οὐ χρεωστῶ τὸ δά^νειον, αὐτὸς πά^ντα^ οἶδε, καὶ πόσα_ χρεωστῶ αὐτὸς ἐπίστα^ται, καὶ ἀ^πὸ ποίων χρόνων ὑ^πεύθυ_νός εἰμι^.
οὐ χρεωστῶ τὸ δάνειον, αὐτὸς πάντα οἶδε, καὶ πόσα χρεωστῶ αὐτὸς ἐπίσταται, καὶ ἀπὸ ποίων χρόνων ὑπεύθυνός εἰμι.
δι^ὰ^ τοῦτο ὡς ἰ^δοῦσα^, ὅτι^ πά^ντα^ οἶδε, καὶ οὐδὲν τῶν πεπραγμένων αὐτῇ κα^κῶν ἐστι^ν, ὃ λα^νθά^νει αὐτὸν, σι_γῇ προσῆλθε δακρύ_ουσα^, καὶ τῇ καρδί^ᾳ αὐτῆς πά^ντα^ τὰ^ χρέη ὁμολογοῦσα^, ἐξηυμενίσατο τὸν θεόν.
διὰ τοῦτο ὡς ἰδοῦσα, ὅτι πάντα οἶδε, καὶ οὐδὲν τῶν πεπραγμένων αὐτῇ κακῶν ἐστιν, ὃ λανθάνει αὐτὸν, σιγῇ προσῆλθε δακρύουσα, καὶ τῇ καρδίᾳ αὐτῆς πάντα τὰ χρέη ὁμολογοῦσα, ἐξηυμενίσατο τὸν θεόν.
σίγησον οὖν καὶ σύ^, φαρισαῖε, ἵ^να_ σοι χα^ρί^σηται ὁ κύ_ρι^ος τὴν ὀφειλήν.
σίγησον οὖν καὶ σύ, φαρισαῖε, ἵνα σοι χαρίσηται ὁ κύριος τὴν ὀφειλήν.
μὴ σύ^, κα^τάδι^κος ὤν, καταδίκαζε τὴν καταδεδικασμένην·
μὴ σύ, κατάδικος ὤν, καταδίκαζε τὴν καταδεδικασμένην·
μὴ σύ, εὐτελὴς ὤν, εὐτέλιζε τὴν εὐτετελισμένην.
μὴ σύ, εὐτελὴς ὤν, εὐτέλιζε τὴν εὐτετελισμένην.
ἡσύχασον·
ἡσύχασον·
οὔ τε γὰ^ρ τῶν σῶν, οὔ τε τῶν αὐτῆς χρεία_ν ἔχω·
οὔ τε γὰρ τῶν σῶν, οὔ τε τῶν αὐτῆς χρείαν ἔχω·
ἀλλ' ἀμφοτέροις ἦλθον τὴν ὀφειλὴν χα^ρί^σα^σθαι.
ἀλλ' ἀμφοτέροις ἦλθον τὴν ὀφειλὴν χαρίσασθαι.
τῶν γὰ^ρ δύο δανειστὴς φι^λάνθρωπος ὑ^πά^ρχω, οὐ μόνον δὲ ὑ_μῶν, ἀλλὰ καὶ πᾶσι^ τοῖς μὴ ἔχουσι^ν ἀ^ποδοῦναι·
τῶν γὰρ δύο δανειστὴς φιλάνθρωπος ὑπάρχω, οὐ μόνον δὲ ὑμῶν, ἀλλὰ καὶ πᾶσι τοῖς μὴ ἔχουσιν ἀποδοῦναι·
ἐὰ^ν μόνον ὁμολογήσωσι^ τὸ χρέος, καὶ αἰτήσωνταί με συγχωρῆσαι αὐτοῖς διὰ μετα^νοία_ς τὸ χειρόγρα^φον.
ἐὰν μόνον ὁμολογήσωσι τὸ χρέος, καὶ αἰτήσωνταί με συγχωρῆσαι αὐτοῖς διὰ μετανοίας τὸ χειρόγραφον.
εἴ τι^ς οὖν χρεωστῇ, καὶ προσέλθῃ τῇ χάριτι^ τοῦ βαπτίσμα^τος, δι' αὐτῆς ἐλευθεροῦται τοῦ χρέους.
εἴ τις οὖν χρεωστῇ, καὶ προσέλθῃ τῇ χάριτι τοῦ βαπτίσματος, δι' αὐτῆς ἐλευθεροῦται τοῦ χρέους.
ὑπάγετε τοίνυ^ν, ἰδοὺ τῶν χρεῶν ἀπελύ^θητε, πά_σης ἐνοχῆς τῇ χάριτι^ ἠλευθερώθητε·
ὑπάγετε τοίνυν, ἰδοὺ τῶν χρεῶν ἀπελύθητε, πάσης ἐνοχῆς τῇ χάριτι ἠλευθερώθητε·
μὴ πά^λι^ν ἄλλο χειρόγρα^φον ἑαυτοῖς ἐπεισενέγκητε, τοῦ πρώτου ἅ^παξ σχισθέντος.
μὴ πάλιν ἄλλο χειρόγραφον ἑαυτοῖς ἐπεισενέγκητε, τοῦ πρώτου ἅπαξ σχισθέντος.
ἀλλά, κύ_ρι^ε δέσποτα^, ἰησοῦ χριστέ, ἐπειδὴ ἀ^ποδοῦναί σοι ἃ^ χρεωστῶ, οὐκ ἔχω, οὐ δὲ ἰσχύ_ω ἀ^πὸ γὰ^ρ τῶν πολλῶν ἀνομιῶν μου καὶ τὸ κεφά^λαιον σὺ^ν τόκῳ κα^κῶς ἀ^νήλωσαι, μὴ ἀ^παιτήσῃς με, ἃ^ πα^ρέσχες μοι, τῆς ψυ_χῆς τὸ κεφά^λαιον, καὶ τῆς σαρκὸς τὸν τόκον·
ἀλλά, κύριε δέσποτα, ἰησοῦ χριστέ, ἐπειδὴ ἀποδοῦναί σοι ἃ χρεωστῶ, οὐκ ἔχω, οὐ δὲ ἰσχύω ἀπὸ γὰρ τῶν πολλῶν ἀνομιῶν μου καὶ τὸ κεφάλαιον σὺν τόκῳ κακῶς ἀνήλωσαι, μὴ ἀπαιτήσῃς με, ἃ παρέσχες μοι, τῆς ψυχῆς τὸ κεφάλαιον, καὶ τῆς σαρκὸς τὸν τόκον·
ἀλλὰ κούφισόν με τοῦ βά^ρους τῶν χρεῶν μου, ὡς φι^λάνθρωπος, καὶ εἰπὲ κ ἀμοὶ ὡς τῇ πόρνῃ·
ἀλλὰ κούφισόν με τοῦ βάρους τῶν χρεῶν μου, ὡς φιλάνθρωπος, καὶ εἰπὲ κ ἀμοὶ ὡς τῇ πόρνῃ·
ἀφέωνταί σου αἱ πολλαὶ ἁμαρτί^αι.
ἀφέωνταί σου αἱ πολλαὶ ἁμαρτίαι.
σὺ γὰ^ρ εἶ μόνος ἀναμάρτητος καὶ ἀ^γα^θὸς καὶ φι^λάνθρωπος, καὶ συγχωρῶν ἁ^μαρτί^α_ς·
σὺ γὰρ εἶ μόνος ἀναμάρτητος καὶ ἀγαθὸς καὶ φιλάνθρωπος, καὶ συγχωρῶν ἁμαρτίας·
καὶ σοὶ πρέπει πᾶσα^ δόξα_, τι_μὴ καὶ προσκύ^νησι^ς, σὺ^ν τῷ ἀ^νά^ρχῳ σου πατρί^, καὶ τῷ παναγί^ῳ καὶ ἀ^γα^θῷ καὶ ζωοποιῷ πνεύμα^τι^, νῦν καὶ ἀ^εὶ καὶ εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων.
καὶ σοὶ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ἀμήν.
ἀμήν.
ἀναγκαῖον δέ, ἀ^δελφοί, μα^θεῖν τί^νος ἕνεκεν τὸ πα^λαιὸν ὁ θεὸς περι^έγραψε τὸν λα_ὸν ἐν τόπῳ καὶ κλίμα^τι^, δι^ὰ^ τί^ δὲ οὐκ ἐπέτρεπε τῷ λα_ῷ ἐκείνῳ ἀ^νὰ^ πᾶσα^ν τὴν γῆν ᾄδειν τὰ^ θεῖα^.
ἀναγκαῖον δέ, ἀδελφοί, μαθεῖν τίνος ἕνεκεν τὸ παλαιὸν ὁ θεὸς περιέγραψε τὸν λαὸν ἐν τόπῳ καὶ κλίματι, διὰ τί δὲ οὐκ ἐπέτρεπε τῷ λαῷ ἐκείνῳ ἀνὰ πᾶσαν τὴν γῆν ᾄδειν τὰ θεῖα.
ἐκεῖνο γὰ^ρ δεῖ πρῶτον εἰδέναι κα^λῶς, ὅτι^ θεὸς οὐ τρέπεται, οὐ μετα^βά^λλεται, οὐ δ' ἀφ' ἑτέρα_ς εἰς ἑτέρα_ν μετα^τίθεται γνώμην·
ἐκεῖνο γὰρ δεῖ πρῶτον εἰδέναι καλῶς, ὅτι θεὸς οὐ τρέπεται, οὐ μεταβάλλεται, οὐ δ' ἀφ' ἑτέρας εἰς ἑτέραν μετατίθεται γνώμην·
οὐ ποτὲ μὲν τοῦτο δοκιμά^ζει, ποτὲ δὲ ἕτερον·
οὐ ποτὲ μὲν τοῦτο δοκιμάζει, ποτὲ δὲ ἕτερον·
ἀλλ' αὐτὸς μὲν ὢν ἄτρεπτος καὶ ἀναλλοίωτος, ἁρμόζεται πρὸς τὴν ἀσθένεια^ν τὴν ἀ^νθρωπί^νην.
ἀλλ' αὐτὸς μὲν ὢν ἄτρεπτος καὶ ἀναλλοίωτος, ἁρμόζεται πρὸς τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην.
λαλεῖ θεός, ἀ^δελφοί, καὶ νομοθετεῖ πολλά^κι^ς, οὐχ αὐτὸς δύ^να^ται, ἀλλ' ὡς ἡμεῖς ἀ^κούειν δυ^νά^μεθα^.
λαλεῖ θεός, ἀδελφοί, καὶ νομοθετεῖ πολλάκις, οὐχ αὐτὸς δύναται, ἀλλ' ὡς ἡμεῖς ἀκούειν δυνάμεθα.
ἐδύνατο καὶ δι^ὰ^ τοῦ πα^λαιοῦ ᾄσμα^τος ἐξάψαι τὴν λαμπάδα τοῖς ἔθνεσι^ν, ἀλλ' οὐκ ἦσα^ν οἱ μεταχειριζόμενοι τὴν λαμπάδα εὔτονοι πρὸς τὸ τῆς εὐσεβεία_ς κήρυγμα^.
ἐδύνατο καὶ διὰ τοῦ παλαιοῦ ᾄσματος ἐξάψαι τὴν λαμπάδα τοῖς ἔθνεσιν, ἀλλ' οὐκ ἦσαν οἱ μεταχειριζόμενοι τὴν λαμπάδα εὔτονοι πρὸς τὸ τῆς εὐσεβείας κήρυγμα.
εἰ γὰ^ρ αὐτοὶ λα^βόντες μὴ κα^τέσχον τὸν τῆς εὐσεβεία_ς λόγον, πῶς εἰς ἄλλους διαδοῦναι τὸν τῆς εὐσεβεία_ς νόμον ἠδύναντο;
εἰ γὰρ αὐτοὶ λαβόντες μὴ κατέσχον τὸν τῆς εὐσεβείας λόγον, πῶς εἰς ἄλλους διαδοῦναι τὸν τῆς εὐσεβείας νόμον ἠδύναντο;
ἀλλ' ἐπειδὴ ὁ λα_ὸς σαθρὸς καὶ ἄπι^στος ἦν, καὶ τα^χέως τοῖς ἐθνι^κοῖς ὑ^πα^γόμενος μι^άσμα^σι^ν, ἑνὶ^ περι^ορίζεται τόπῳ, ἵ^να_ δυ^νηθῇ τὸ καθ' ἑαυτὸν ἀσκεῖσθαι τὸν τῆς εὐσεβεία_ς νόμον.
ἀλλ' ἐπειδὴ ὁ λαὸς σαθρὸς καὶ ἄπιστος ἦν, καὶ ταχέως τοῖς ἐθνικοῖς ὑπαγόμενος μιάσμασιν, ἑνὶ περιορίζεται τόπῳ, ἵνα δυνηθῇ τὸ καθ' ἑαυτὸν ἀσκεῖσθαι τὸν τῆς εὐσεβείας νόμον.
τοῦτο ποιεῖ καὶ ἀ^νὴρ πολλά^κι^ς τῶν καθ' ἡμᾶς ἕκαστος.
τοῦτο ποιεῖ καὶ ἀνὴρ πολλάκις τῶν καθ' ἡμᾶς ἕκαστος.
ἐπειδὰ^ν ἔχῃ ὕποπτον γυ^ναῖκα^, περι^ορί^ζει αὐτὴν τόπῳ, καὶ θα^λά^μοις ἐναποκλείει καὶ εὐνούχους περι^ί^στησι^, καὶ πᾶσα^ν φυλακὴν περι^τίθησι^, καὶ πά^ντα^ ποιεῖ καὶ πραγματεύεται τὰ^ φυλάττοντα^ τὴν σωφροσύνην, ἐπειδὴ οὐκ ἔχει τὴν ἀ^ληθῆ φιλανθρωπίαν, καὶ φυλακὴν τὴν ἀ^πὸ τῆς σώφρονος δι^α^νοία_ς, τὴν σώφρονι^ συ^μπ...
ἐπειδὰν ἔχῃ ὕποπτον γυναῖκα, περιορίζει αὐτὴν τόπῳ, καὶ θαλάμοις ἐναποκλείει καὶ εὐνούχους περιίστησι, καὶ πᾶσαν φυλακὴν περιτίθησι, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται τὰ φυλάττοντα τὴν σωφροσύνην, ἐπειδὴ οὐκ ἔχει τὴν ἀληθῆ φιλανθρωπίαν, καὶ φυλακὴν τὴν ἀπὸ τῆς σώφρονος διανοίας, τὴν σώφρονι συμπολιτευομένην.
ὁ δὲ σώφρονα^ καὶ κοσμί^α_ν ἔχων γυ^ναῖκα^, οὐδεμιᾶ_ς αὐτὴν προόδου κωλύ_ει.
ὁ δὲ σώφρονα καὶ κοσμίαν ἔχων γυναῖκα, οὐδεμιᾶς αὐτὴν προόδου κωλύει.