macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἔχει γὰ^ρ ἀ^σφα^λὲς ἐνέχυ^ρον τὴν δι^ά^θεσι^ν.
ἔχει γὰρ ἀσφαλὲς ἐνέχυρον τὴν διάθεσιν.
πρόεισιν ἐπ' ἀ^γορᾶ_ς καὶ ἔσβεσται ὁ ζῆλος.
πρόεισιν ἐπ' ἀγορᾶς καὶ ἔσβεσται ὁ ζῆλος.
συντυγχάνει πολλοῖς ἀ^νδρά^σι^ καὶ οὐδα^μοῦ ζηλοτυ^πί^α_ς νόσος.
συντυγχάνει πολλοῖς ἀνδράσι καὶ οὐδαμοῦ ζηλοτυπίας νόσος.
ἡ γὰ^ρ σώφρων ἔχει μεθ' ἑαυτῆς φύλακα^ καὶ παιδα^γωγὸν τὸν τρόπον.
ἡ γὰρ σώφρων ἔχει μεθ' ἑαυτῆς φύλακα καὶ παιδαγωγὸν τὸν τρόπον.
ὃ τοίνυ^ν ἐφ' ἡμῶν γί_νεται τῶν ἀνθρώπων, τοῦτο ὁ θεὸς ποιεῖ.
ὃ τοίνυν ἐφ' ἡμῶν γίνεται τῶν ἀνθρώπων, τοῦτο ὁ θεὸς ποιεῖ.
κα^λὸν ἡμῖν ὡς ἀ^ληθῶς καὶ θαυμάσιον ὕμνον δι^ὰ^ τῆς πνευματικῆς ἀνεκρούσατο λύ^ρα_ς ὁ ὑμνογρά^φος δαυίδ, δι^ὰ^ μὲν τῆς προφητι^κῆς γλώττης τὸν εὐαγγελι^κὸν ὑ^φαίνων λόγον δι^ὰ^ δὲ τῶν ἀρχαίων λόγων τὰ^ καινὰ^ πρά_γμα^τα^ σημαίνων.
καλὸν ἡμῖν ὡς ἀληθῶς καὶ θαυμάσιον ὕμνον διὰ τῆς πνευματικῆς ἀνεκρούσατο λύρας ὁ ὑμνογράφος δαυίδ, διὰ μὲν τῆς προφητικῆς γλώττης τὸν εὐαγγελικὸν ὑφαίνων λόγον διὰ δὲ τῶν ἀρχαίων λόγων τὰ καινὰ πράγματα σημαίνων.
τὶ^ γὰ^ρ ἐβόησεν;
τὶ γὰρ ἐβόησεν;
ὡς ἀ^ρτί^ως ἀ^κηκόα^μεν·
ὡς ἀρτίως ἀκηκόαμεν·
ᾄσα^τε τῷ κυ_ρί^ῳ ᾆσμα^ καινόν·
ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν·
ᾄσατε τῷ κυ_ρί^ῳ πᾶσα^ ἡ γῆ.
ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ.
σκόπησον, ἀ^γα^πητέ, εὐσεβῶς, καὶ νόησον, ὅπως τὰ^ προφητικὰ^ τοῖς εὐαγγελι^κοῖς συν άπτων ῥήμα^σι^ν, μί^α^ν ἐργάζεται τῶν δογμά^των τὴν συμφωνίαν.
σκόπησον, ἀγαπητέ, εὐσεβῶς, καὶ νόησον, ὅπως τὰ προφητικὰ τοῖς εὐαγγελικοῖς συν άπτων ῥήμασιν, μίαν ἐργάζεται τῶν δογμάτων τὴν συμφωνίαν.
ἴσμεν, ἀ^δελφοί, ὅτι^ τὸ καινὸν ᾆσμα^ πρὸς τὸ πα^λαιὸν ἀντιδιαστέλλεται.
ἴσμεν, ἀδελφοί, ὅτι τὸ καινὸν ᾆσμα πρὸς τὸ παλαιὸν ἀντιδιαστέλλεται.
ἀναγκαῖον δὲ ζητῆσαι τί^ μὲν ᾆσμα^ τὸ πα^λαιόν, τὶ δὲ τὸ καινὸν ὑποτί^θεται·
ἀναγκαῖον δὲ ζητῆσαι τί μὲν ᾆσμα τὸ παλαιόν, τὶ δὲ τὸ καινὸν ὑποτίθεται·
οὕτω γὰ^ρ ἐκ τῆς τῶν πρα_γμά^των δι^α^φορᾶ_ς δυ^νησόμεθα^ κα^τα^λα^βεῖν τῆς ἀ^ληθεία_ς τὴν ἔννοια^ν.
οὕτω γὰρ ἐκ τῆς τῶν πραγμάτων διαφορᾶς δυνησόμεθα καταλαβεῖν τῆς ἀληθείας τὴν ἔννοιαν.
τὸ τοίνυ^ν πρῶτον καὶ πάντων ἀρχαιότα^τον ᾆσμα^ ἐπὶ^ τῆς ἐρυθρᾶς θα^λάσσης ᾔδετο, ὅτε μωϋσῆς ἐκεῖνος ὁ θαυμάσιος θείᾳ δυ^νά^μει τὴν θά^λα^σσα^ν ἐπέτρωσε, καὶ γῆν ἐποίησε τὸ πέλα^γος, καὶ ᾆσμα^ ἀνακρουσάμενος ἔλεγεν·
τὸ τοίνυν πρῶτον καὶ πάντων ἀρχαιότατον ᾆσμα ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης ᾔδετο, ὅτε μωϋσῆς ἐκεῖνος ὁ θαυμάσιος θείᾳ δυνάμει τὴν θάλασσαν ἐπέτρωσε, καὶ γῆν ἐποίησε τὸ πέλαγος, καὶ ᾆσμα ἀνακρουσάμενος ἔλεγεν·
ᾄσωμεν τῷ κυ_ρί^ῳ·
ᾄσωμεν τῷ κυρίῳ·
ἐνδόξως γὰ^ρ δεδόξασται.
ἐνδόξως γὰρ δεδόξασται.
ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θά^λα^σσα^ν..
ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν..
ἐλέγετο καὶ ἄλλο πα^λαιὸν ᾆσμα^ ὑ^πὸ τῆς μακαρία_ς δεβόρρας, ὁπηνί^κα^ στρωθέντων ἐν τῷ πολέμῳ τῶν ἐνα^ντί^ων, οἷόν τι^ μέγιστον ἤγειρε τρόπαιον, τὸν ἐπινίκιον ὕμνον.
ἐλέγετο καὶ ἄλλο παλαιὸν ᾆσμα ὑπὸ τῆς μακαρίας δεβόρρας, ὁπηνίκα στρωθέντων ἐν τῷ πολέμῳ τῶν ἐναντίων, οἷόν τι μέγιστον ἤγειρε τρόπαιον, τὸν ἐπινίκιον ὕμνον.
εὑρήσεις καὶ ἄλλο πα^λαιὸν ᾆσμα^ ἐν τῇ ἐρήμῳ γενόμενον, ὅτε τὸ φρέαρ εὗρον οἱ υἱοὶ ἰσραὴλ καὶ τῆς ξένης ἀπήλαυον χά^ρι^τος.
εὑρήσεις καὶ ἄλλο παλαιὸν ᾆσμα ἐν τῇ ἐρήμῳ γενόμενον, ὅτε τὸ φρέαρ εὗρον οἱ υἱοὶ ἰσραὴλ καὶ τῆς ξένης ἀπήλαυον χάριτος.
καὶ πολύ^ν ἐστι^ν εὑρεῖν λόγον τοῦ πα^λαιοῦ ᾄσμα^τος τοῖς γνησίως καὶ εἰλι^κρι^νῶς ταῖς ἁγί^αις γρα^φαῖς ἐντυγχά^νουσι^ν.
καὶ πολύν ἐστιν εὑρεῖν λόγον τοῦ παλαιοῦ ᾄσματος τοῖς γνησίως καὶ εἰλικρινῶς ταῖς ἁγίαις γραφαῖς ἐντυγχάνουσιν.
ἀναγκαῖον δὲ λοιπὸν ζητῆσαι τὸ νέον τοῦτο καὶ καινὸν ᾆσμα^ ποία_ν ἔχει δύ^να^μι^ν, καὶ ποία_ν ὑποτί^θεται θεωρί^α_ν.
ἀναγκαῖον δὲ λοιπὸν ζητῆσαι τὸ νέον τοῦτο καὶ καινὸν ᾆσμα ποίαν ἔχει δύναμιν, καὶ ποίαν ὑποτίθεται θεωρίαν.
καί μοι πρόσεχε ἀ^κρι_βῶς.
καί μοι πρόσεχε ἀκριβῶς.
τὸ πα^λαιὸν ᾆσμα^ ἑνὶ^ περι^ώριστο λα_ῷ, καὶ εἰς ἓν περι^εγέγραπτο κλί^μα^, τὸ τῆς παλαιστίνης, καὶ οὐκ ἐπετέτραπτο τῷ λα_ῷ ἐκτὸς τοῦ κλίμα^τος ἐκείνου τὸ πα^λαιὸν ᾆσμα^ προφέρειν, ἀλλ' ἐπειδὴ λα_ὸς εἷς ἦν καὶ ἔθνος ἕν, ἑνὶ^ τόπῳ καὶ κλίμα^τι^ καὶ τὸ ᾆσμα^ καὶ ἡ λα^τρεία_ τὸ πα^λαιὸν περι^ώριστο.
τὸ παλαιὸν ᾆσμα ἑνὶ περιώριστο λαῷ, καὶ εἰς ἓν περιεγέγραπτο κλίμα, τὸ τῆς παλαιστίνης, καὶ οὐκ ἐπετέτραπτο τῷ λαῷ ἐκτὸς τοῦ κλίματος ἐκείνου τὸ παλαιὸν ᾆσμα προφέρειν, ἀλλ' ἐπειδὴ λαὸς εἷς ἦν καὶ ἔθνος ἕν, ἑνὶ τόπῳ καὶ κλίματι καὶ τὸ ᾆσμα καὶ ἡ λατρεία τὸ παλαιὸν περιώριστο.
μα^ρτυ^ρεῖ δὲ τῷ λόγῳ καὶ ὁ μα^κά^ριος δαυὶδ, ὧδέ πη λέγων ἐκ προσώπου τῶν εἰς τὴν βαβυλῶνα παραληφθέντων ἰουδαίων·
μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ ὁ μακάριος δαυὶδ, ὧδέ πη λέγων ἐκ προσώπου τῶν εἰς τὴν βαβυλῶνα παραληφθέντων ἰουδαίων·
πῶς ᾄσομεν τὴν ᾠδὴν κυ_ρί^ου ἐπὶ^ γῆς ἀ^λλοτρί^α_ς;
πῶς ᾄσομεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας;
ὁρᾷς ὡς οὐκ ἐπετέτραπτο τῷ πα^λαιῷ ᾄσμα^τι^ δι^ὰ^ πά_σης χωρεῖν τῆς ὑπ' οὐρα^νόν, ἀλλὰ^ τῷ ἔθνει καὶ ὁ ὕμνος συ^νεγρά^φετο;
ὁρᾷς ὡς οὐκ ἐπετέτραπτο τῷ παλαιῷ ᾄσματι διὰ πάσης χωρεῖν τῆς ὑπ' οὐρανόν, ἀλλὰ τῷ ἔθνει καὶ ὁ ὕμνος συνεγράφετο;
ἀλλὰ^ πά^λι^ν ἐπαναλάβωμεν τὰ^ λαληθέντα^ πα^ρὰ^ τῶν ἐν βαβυλῶνι.
ἀλλὰ πάλιν ἐπαναλάβωμεν τὰ λαληθέντα παρὰ τῶν ἐν βαβυλῶνι.
τότε ἠρώτησα^ν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν καὶ οἱ ἀ^παγαγόντες ἡμᾶς ὕμνον·
τότε ἠρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν καὶ οἱ ἀπαγαγόντες ἡμᾶς ὕμνον·
ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν σιών.
ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν σιών.
εἶτα τῷ νόμῳ περι^γεγραμμένοι καὶ κωλυόμενοι ἐπὶ^ τῆς ἀλλοδα^πῆς τὰ^ θεῖα^ ᾄδειν, ἀ^ποκρί_νονται·
εἶτα τῷ νόμῳ περιγεγραμμένοι καὶ κωλυόμενοι ἐπὶ τῆς ἀλλοδαπῆς τὰ θεῖα ᾄδειν, ἀποκρίνονται·
πῶς ᾄσομεν τὴν ᾠδὴν κυ_ρί^ου ἐπὶ^ γῆς ἀ^λλοτρί^α_ς;
πῶς ᾄσομεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας;
τὸ μὲν οὖν πα^λαιὸν ᾆσμα^ οὕτω δι^αρρήδην περι^εγέγραπτο, ὡς ἔφθην εἰπών, τῷ τε λα_ῷ καὶ τῷ κλίμα^τι^.
τὸ μὲν οὖν παλαιὸν ᾆσμα οὕτω διαρρήδην περιεγέγραπτο, ὡς ἔφθην εἰπών, τῷ τε λαῷ καὶ τῷ κλίματι.
τὸ δὲ νέον ᾆσμα^ δι^ὰ^ πά_σης χωρεῖ τῆς ὑπ' οὐρα^νόν, καὶ ὑ^πὸ πά_σης ᾄδεται τῆς οἰκουμένης·
τὸ δὲ νέον ᾆσμα διὰ πάσης χωρεῖ τῆς ὑπ' οὐρανόν, καὶ ὑπὸ πάσης ᾄδεται τῆς οἰκουμένης·
δι^ὰ^ τοῦτο καὶ ὁ προφήτης εἰπὼν ἄισατε τῷ κυ_ρί^ῳ ᾆσμα^ καινόν εὐθέως ἐπήγα^γεν·
διὰ τοῦτο καὶ ὁ προφήτης εἰπὼν ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν εὐθέως ἐπήγαγεν·
ᾄσατε τῷ κυ_ρί^ῳ πᾶσα^ ἡ γῆ.
ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ.
ὅρα_ πῶς ἁπλοῖ τὸ δῶρον, ὅρα_ πῶς πλα^τύ^νει τὴν θεολογίαν, ὅρα_ πῶς δείκνυ_σι^ν ἀντιδιαστελλόμενον τὸ ᾆσμα^ τὸ καινὸν πρὸς τὸ πα^λαιὸν ἐκεῖνο καὶ περι^γεγραμμένον.
ὅρα πῶς ἁπλοῖ τὸ δῶρον, ὅρα πῶς πλατύνει τὴν θεολογίαν, ὅρα πῶς δείκνυσιν ἀντιδιαστελλόμενον τὸ ᾆσμα τὸ καινὸν πρὸς τὸ παλαιὸν ἐκεῖνο καὶ περιγεγραμμένον.
καὶ ἵ^να_ μή τι^ς στοχασμοῖς ἀ^νθρωπί^νοις ἀμβλύνῃ τὴν θεωρί^α_ν, οὐκ ἐσι^ώπησεν οὔ τε τῆς ἀγγελι^κῆς χά^ρι^τος τὴν ἐνέργεια^ν, ἀλλ' εἰπὼν ᾄσατε τῷ κυ_ρί^ῳ πᾶσα^ ἡ γῆ πά^λι^ν ἐπήγα^γεν·
καὶ ἵνα μή τις στοχασμοῖς ἀνθρωπίνοις ἀμβλύνῃ τὴν θεωρίαν, οὐκ ἐσιώπησεν οὔ τε τῆς ἀγγελικῆς χάριτος τὴν ἐνέργειαν, ἀλλ' εἰπὼν ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ πάλιν ἐπήγαγεν·
εὐαγγελίζεσθε ἡμέρα_ν ἐξ ἡμέρα_ς τὸ σωτήριον αὐτοῦ.
εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ.
ὁποῖον σωτήριον;
ὁποῖον σωτήριον;
ἦ δῆλον ὅτι^ τὴν πολυΰμνητον τοῦ σωτῆρος οἰκονομίαν λέγει, ὅτι^ θεὸς ἐν ἀνθρώποις ἐγένετο δι^ὰ^ φιλανθρωπίαν ὅτι^ τοῖς κά^μνουσι^ν ἰ_α_τρὸς ἐπεδήμησεν, ὅτι^ τοῖς ἐσκοτισμένοις τὸ φῶς ἐπέλαμψεν, ὅτι^ τοῖς πεπλανημένοις ἡ ὁδὸς ἐπέφανεν, ἡ ὀδὸς ἐκείνη ἡ σήμερον βοήσα_σα^ δι^ὰ^ τῶν εὐαγγελίων·
ἦ δῆλον ὅτι τὴν πολυΰμνητον τοῦ σωτῆρος οἰκονομίαν λέγει, ὅτι θεὸς ἐν ἀνθρώποις ἐγένετο διὰ φιλανθρωπίαν ὅτι τοῖς κάμνουσιν ἰατρὸς ἐπεδήμησεν, ὅτι τοῖς ἐσκοτισμένοις τὸ φῶς ἐπέλαμψεν, ὅτι τοῖς πεπλανημένοις ἡ ὁδὸς ἐπέφανεν, ἡ ὀδὸς ἐκείνη ἡ σήμερον βοήσασα διὰ τῶν εὐαγγελίων·
ἐγώ εἰμι^ ἡ ὁδὸς καὶ ἡ ἀ^λήθεια^ καὶ ἡ ζωή.
ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή.
καὶ μή τι^ς ἀ^νάρμοστον εἶναι νομί^σῃ τὴν εἰκόνα^ τὴν προκειμένην·
καὶ μή τις ἀνάρμοστον εἶναι νομίσῃ τὴν εἰκόνα τὴν προκειμένην·
ὁ γὰ^ρ θεὸς οὕτω προσφέρεται τῷ λα_ῷ ὡς ἀ^νὴρ γυναικί^, οὐ κα^τὰ^ τὴν τῶν σωμά^των ἕνωσι^ν, ἀλλὰ^ κα^τὰ^ τὴν δι^ά^θεσι^ν καὶ τὴν εὔνοια^ν.
ὁ γὰρ θεὸς οὕτω προσφέρεται τῷ λαῷ ὡς ἀνὴρ γυναικί, οὐ κατὰ τὴν τῶν σωμάτων ἕνωσιν, ἀλλὰ κατὰ τὴν διάθεσιν καὶ τὴν εὔνοιαν.
ὁ αὐτὸς γοῦν καὶ τῇ πα^λαιᾷ δι^α^λεγόμενος συ^ναγωγῇ δι^ὰ^ τοῦ προφήτου σα^φῶς ἔλεγεν·
ὁ αὐτὸς γοῦν καὶ τῇ παλαιᾷ διαλεγόμενος συναγωγῇ διὰ τοῦ προφήτου σαφῶς ἔλεγεν·
ἐμνηστευσάμην σε ἐν κρίμα^τι^ καὶ ἐν ἐλέῳ καὶ ἐν δι^καιοσύ^νῃ καὶ ἐν ἐπιγνώσει.
ἐμνηστευσάμην σε ἐν κρίματι καὶ ἐν ἐλέῳ καὶ ἐν δικαιοσύνῃ καὶ ἐν ἐπιγνώσει.
τοῦ θεοῦ ἡρμήνευσε τὴν συνάφεια^ν.
τοῦ θεοῦ ἡρμήνευσε τὴν συνάφειαν.
καὶ τί^ς ἡ συνάφεια^ θεοῦ;
καὶ τίς ἡ συνάφεια θεοῦ;
ἡ ἐπίγνωσι^ς.
ἡ ἐπίγνωσις.
ἐπὶ^ μὲν γὰ^ρ τῆς ἀ^νθρωπί^νης συναφεία_ς σώμα^τα^ σώμα^σι^ συ^νάπτεται·
ἐπὶ μὲν γὰρ τῆς ἀνθρωπίνης συναφείας σώματα σώμασι συνάπτεται·
ἐπὶ^ δὲ τῆς κα^τὰ^ θεὸν συναφεία_ς ψυ_χὴ τῷ θεῷ κολλᾶται.
ἐπὶ δὲ τῆς κατὰ θεὸν συναφείας ψυχὴ τῷ θεῷ κολλᾶται.
καὶ ὥσπερ ἐκεῖ εἴρηται·
καὶ ὥσπερ ἐκεῖ εἴρηται·
καὶ προσκολληθήσεται πρὸς τὴν γυ^ναῖκα^ αὐτοῦ, καὶ ἔσονται οἱ δύ^ο εἰς σάρκα^ μί^α^ν, οὕτως ἡ ψυ_χὴ ἑνουμένη τῷ θεῷ λόγῳ βοᾷ·
καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν, οὕτως ἡ ψυχὴ ἑνουμένη τῷ θεῷ λόγῳ βοᾷ·
ἐκολλήθη ἡ ψυ_χή μου ὀπί^σω σου·
ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου·
ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.
ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.
εἶχεν οὖν ἡ παλαιὰ συ^ναγωγὴ ἄνδρα^ τὸν νόμον, ὡς μα^ρτυ^ρεῖ ἡσαΐας σήμερον δι^ὰ^ τοῦ ἀποστόλου φθεγξά^μενος·
εἶχεν οὖν ἡ παλαιὰ συναγωγὴ ἄνδρα τὸν νόμον, ὡς μαρτυρεῖ ἡσαΐας σήμερον διὰ τοῦ ἀποστόλου φθεγξάμενος·
κα^θὼς γέγραπται ὅτι^ πολλὰ^ τὰ^ τέκνα^ τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα^.
καθὼς γέγραπται ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
ἐπεὶ οὖν εἶχεν ἐκείνη ἄνδρα^ τὸν νόμον ἐπαναλήψομαι γὰ^ρ τὸν λόγον, ὕποπτος δὲ ἦν, ὡς παντα^χοῦ προδιδοῦσα^ τὴν εἰς θεὸν εὔνοια^ν τῇ πρὸς τὰ^ εἴδωλα^ συ^νειδήσει.
ἐπεὶ οὖν εἶχεν ἐκείνη ἄνδρα τὸν νόμον ἐπαναλήψομαι γὰρ τὸν λόγον, ὕποπτος δὲ ἦν, ὡς πανταχοῦ προδιδοῦσα τὴν εἰς θεὸν εὔνοιαν τῇ πρὸς τὰ εἴδωλα συνειδήσει.
ἐλέγχει γὰ^ρ αὐτὴν ὁ θεὸς λέγων·
ἐλέγχει γὰρ αὐτὴν ὁ θεὸς λέγων·
καὶ ἐμοίχευες τὸν λί^θον καὶ τὸ ξύ^λον, κ ἀμοῦ ἐπελά^θου, λέγει κύ_ρι^ος.
καὶ ἐμοίχευες τὸν λίθον καὶ τὸ ξύλον, κ ἀμοῦ ἐπελάθου, λέγει κύριος.
ἐπειδὴ ὕποπτον εἶχε τὴν γνώμην ἡ συ^να^γωγή, εἰκότως αὐτὴν περιγρά^φει τόπῳ καὶ περικλείει, οἷά^ τι^νι^ θαλά^μῳ, τῷ να_ῷ, οὐκ ἐπιτρέπων οὔ τε θυ^σιαστήριον ἱστᾶν ἐν παντὶ^ τόπῳ, ἀλλὰ^ πᾶσα^ μὲν ἡ ἰουδαία τοῦ λα_οῦ καὶ παλαιστίνη, εἷς δὲ ἦν ὁ τόπος ὁ ἔχων τὸ θυ^σιαστήριον δι^ὰ^ τοῦτο καὶ μωϋσῆς ἰ^δὼν τὸ ὕποπτον τῆς γυνα...
ἐπειδὴ ὕποπτον εἶχε τὴν γνώμην ἡ συναγωγή, εἰκότως αὐτὴν περιγράφει τόπῳ καὶ περικλείει, οἷά τινι θαλάμῳ, τῷ ναῷ, οὐκ ἐπιτρέπων οὔ τε θυσιαστήριον ἱστᾶν ἐν παντὶ τόπῳ, ἀλλὰ πᾶσα μὲν ἡ ἰουδαία τοῦ λαοῦ καὶ παλαιστίνη, εἷς δὲ ἦν ὁ τόπος ὁ ἔχων τὸ θυσιαστήριον διὰ τοῦτο καὶ μωϋσῆς ἰδὼν τὸ ὕποπτον τῆς γυναικός γυναῖκα δὲ ...
εἰδὼς τὸ ὕποπτον τῆς συ^ναγωγῆς, προανεφώνει λέγων·
εἰδὼς τὸ ὕποπτον τῆς συναγωγῆς, προανεφώνει λέγων·
πρόσεχε ἑαυτῷ, ἰσραήλ, μήποτε ἀ^νενέγκῃς τὰ^ ὁλοκαυτώμα^τά^ σου καὶ τὰ_ς θυ^σί^α_ς ἐν παντὶ^ τόπῳ οὗ ἂ_ν εὕροις, ἀλλ' ἢ εἰς τὸν τόπον, ὃν ἂ_ν ἐκλέξηται κύ_ρι^ος ὁ θεός σου.
πρόσεχε ἑαυτῷ, ἰσραήλ, μήποτε ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου καὶ τὰς θυσίας ἐν παντὶ τόπῳ οὗ ἂν εὕροις, ἀλλ' ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου.
ὅρα_ πῶς περιώρισται.
ὅρα πῶς περιώρισται.
καὶ εἰκότως, ἀ^δελφοί.
καὶ εἰκότως, ἀδελφοί.
εἰ γὰ^ρ ἐν ἑνὶ^ τόπῳ δεξα^μένη θυ^σιαστήριον πά^ντα^ τόπον τῆς εἰδωλολατρεία_ς ἐπλήρωσε, κατ' ἀ^ρι^θμὸν τῶν πόλεων ἦσα^ν οἱ θεοί σου, ἰούδα, καὶ κατ' ἀμφόδους ἱερουσαλὴμ ἔθυ_ες τῇ βάαλ.
εἰ γὰρ ἐν ἑνὶ τόπῳ δεξαμένη θυσιαστήριον πάντα τόπον τῆς εἰδωλολατρείας ἐπλήρωσε, κατ' ἀριθμὸν τῶν πόλεων ἦσαν οἱ θεοί σου, ἰούδα, καὶ κατ' ἀμφόδους ἱερουσαλὴμ ἔθυες τῇ βάαλ.
εἰ τόπον ἕνα^ λα^βοῦσα^, πᾶσα^ν τὴν γῆν ἐπλήρωσε τῆς μοιχεία_ς, εἰ εἰς πᾶσα^ν ἔλα^βεν ἄδεια^ν, ἐννόησον ὅσην ἔλα^βεν ἄμετρον ἀκολασίαν.
εἰ τόπον ἕνα λαβοῦσα, πᾶσαν τὴν γῆν ἐπλήρωσε τῆς μοιχείας, εἰ εἰς πᾶσαν ἔλαβεν ἄδειαν, ἐννόησον ὅσην ἔλαβεν ἄμετρον ἀκολασίαν.
δι^ὰ^ τοῦτο, ἀ^δελφοί, καὶ τὸ ᾆσμα^ περιώρισται τόπῳ καὶ τὸ θυ^σιαστήριον τόπῳ καὶ ὁ λα_ὸς ἐκεῖνος τόπῳ.
διὰ τοῦτο, ἀδελφοί, καὶ τὸ ᾆσμα περιώρισται τόπῳ καὶ τὸ θυσιαστήριον τόπῳ καὶ ὁ λαὸς ἐκεῖνος τόπῳ.
ἡ δὲ ἐκκλησί^α_ ἡ σώφρων καὶ κόσμι^ος καὶ παντα^χοῦ τὸν χριστὸν ἐν αὐτῇ περι^φέρουσα^, καὶ μυ_ρί^ους μά^ρτυ^ρα^ς προβαλλομένη ὑ^πὲρ τῆς εἰς τὸν ἄνδρα^ εὐνοία_ς, οὐ κωλύ_εται ἀ^πὸ τόπων.
ἡ δὲ ἐκκλησία ἡ σώφρων καὶ κόσμιος καὶ πανταχοῦ τὸν χριστὸν ἐν αὐτῇ περιφέρουσα, καὶ μυρίους μάρτυρας προβαλλομένη ὑπὲρ τῆς εἰς τὸν ἄνδρα εὐνοίας, οὐ κωλύεται ἀπὸ τόπων.
ἀλλ' ἐν παντὶ^ τόπῳ θυ^σι^α^στήρι^α^·
ἀλλ' ἐν παντὶ τόπῳ θυσιαστήρια·
ἐν παντὶ^ τόπῳ δι^δα^σκα^λί^αι.
ἐν παντὶ τόπῳ διδασκαλίαι.
ταῦτα^ προανεφώνει ὁ θεὸς δι^ὰ^ τοῦ προφήτου.
ταῦτα προανεφώνει ὁ θεὸς διὰ τοῦ προφήτου.
τὴν γὰ^ρ ἐκκλησι^α^στι^κὴν εὐθηνίαν σημαίνων, καὶ τὴν ἀγνωμοσύνην τοῦ λα_οῦ στηλιτεύων, πρὸς ἐκείνους φησί^ν·
τὴν γὰρ ἐκκλησιαστικὴν εὐθηνίαν σημαίνων, καὶ τὴν ἀγνωμοσύνην τοῦ λαοῦ στηλιτεύων, πρὸς ἐκείνους φησίν·
οὐκ ἔστι^ μου θέλημα^ ἐν ὑ_μῖν, λέγει κύ_ρι^ος παντοκρά^τωρ, καὶ θυ^σί^α_ς οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑ_μῶν·
οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει κύριος παντοκράτωρ, καὶ θυσίας οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν·
δι^ό^τι^ ἀ^πὸ ἀνατολῶν ἡλί^ου μέχρι^ δυσμῶν τὸ ὄνομά^ μου δεδόξασται ἐν τοῖς ἔθνεσι^, καὶ παντὶ^ τόπῳ θυ^σί^α_ προσά^γεται τῷ ὀνόμα^τί^ μου καὶ θυ^σί^α_ κα^θαρά^.
διότι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ παντὶ τόπῳ θυσία προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά.
ὅρα πῶς λαμπρῶς καὶ περι^φανῶς τὴν μυ^στι^κὴν ἡρμήνευσε τράπεζα^ν, τὴν ἀ^ναίμακτον θυ^σί^α_ν.
ὅρα πῶς λαμπρῶς καὶ περιφανῶς τὴν μυστικὴν ἡρμήνευσε τράπεζαν, τὴν ἀναίμακτον θυσίαν.
θυ_μία_μα^ δὲ λέγει κα^θα^ρὸν τὴν προσευχὴν τὴν ἁγί^α_ν τὴν μετὰ^ τῆς θυ^σί^α_ς ἀναφερομένην.
θυμίαμα δὲ λέγει καθαρὸν τὴν προσευχὴν τὴν ἁγίαν τὴν μετὰ τῆς θυσίας ἀναφερομένην.
ἐκεῖνο γὰ^ρ θεὸν ἀναπαύει τὸ θυ_μία_μα^ οὐ τὸ ἀ^πὸ τῶν ῥιζῶν γηΐ^νων λα^μβα^νόμενον, ἀλλὰ^ τὸ ἀ^πὸ κα^θα^ρᾶς κα^ρδί^α_ς ἀναπεμπόμενον θυ_μία_μα^.
ἐκεῖνο γὰρ θεὸν ἀναπαύει τὸ θυμίαμα οὐ τὸ ἀπὸ τῶν ῥιζῶν γηΐνων λαμβανόμενον, ἀλλὰ τὸ ἀπὸ καθαρᾶς καρδίας ἀναπεμπόμενον θυμίαμα.
κατευθυνθήτω ἡ προσευχή μου ὡς θυ_μία_μα^ ἐνώπι^όν σου.
κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου.
ὁρᾶς ὅπως παντα^χοῦ διαλά^μπειν ἐπιτρέπεται τῇ λειτουργί^ᾳ ἀγγελι^κῇ;
ὁρᾶς ὅπως πανταχοῦ διαλάμπειν ἐπιτρέπεται τῇ λειτουργίᾳ ἀγγελικῇ;
ὁρᾷς ὅπως οὐ περιώρισται οὔ τε τὸ θυ^σιαστήριον, οὔ τε τὸ ᾆσμα^;
ὁρᾷς ὅπως οὐ περιώρισται οὔ τε τὸ θυσιαστήριον, οὔ τε τὸ ᾆσμα;
ἐν παντὶ^ τόπῳ θυ_μία_μα^ προσφέρεται τῷ ὀνόμα^τι^ μου.
ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματι μου.
ἔστι μὲν οὖν θυ^σί^α_ κα^θαρά, πρώτη μὲν ἡ μυ^στι^κὴ τρά^πεζα^, τὸ οὐρά^νι^ον, τὸ ὑπερκόσμιον θῦμα^·
ἔστι μὲν οὖν θυσία καθαρά, πρώτη μὲν ἡ μυστικὴ τράπεζα, τὸ οὐράνιον, τὸ ὑπερκόσμιον θῦμα·
ἔστι δὲ καὶ ἐν ἡμῖν δι^α φορὰ^ πολλῶν θυ^σι^ῶν.
ἔστι δὲ καὶ ἐν ἡμῖν δια φορὰ πολλῶν θυσιῶν.
ἐπειδὴ γὰ^ρ ὁ νόμος εἶχε πολλὰ_ς θυ^σί^α_ς ἐν τῇ πα^λαιᾷ, καὶ τὴν ὑ^πὲρ ἁμαρτι^ῶν, τὴν δὲ ὁλοκαύτωμα^ λεγομένην καὶ τὴν μὲν αἰνέσεως, τὴν δὲ σωτηρί^ου·
ἐπειδὴ γὰρ ὁ νόμος εἶχε πολλὰς θυσίας ἐν τῇ παλαιᾷ, καὶ τὴν ὑπὲρ ἁμαρτιῶν, τὴν δὲ ὁλοκαύτωμα λεγομένην καὶ τὴν μὲν αἰνέσεως, τὴν δὲ σωτηρίου·
ἄλλη ὑ^πὲρ τῶν κα^θαιρομένων λεπρῶν, καὶ ἄ^λλα_ς πολλὰ_ς καὶ δι^α^φόρους ὑ^πὲρ τῶν ἐν μυ_ρί^οις μι^άσμα^σι^ν ἐξεταζομένων.
ἄλλη ὑπὲρ τῶν καθαιρομένων λεπρῶν, καὶ ἄλλας πολλὰς καὶ διαφόρους ὑπὲρ τῶν ἐν μυρίοις μιάσμασιν ἐξεταζομένων.
καὶ πολὺ^ς ἦν καὶ ἄμετρος ἀ^ρι^θμὸς θυ^σι^ῶν τῶν κα^τὰ^ νόμον.
καὶ πολὺς ἦν καὶ ἄμετρος ἀριθμὸς θυσιῶν τῶν κατὰ νόμον.
ἡ νέα_ χά^ρι^ς ἐλθοῦσα^ δι^ὰ^ μιᾶ_ς περιγρά^φει πά_σα_ς καὶ μί^α^ν ἀ^ληθι^νὴν ἔστησε θυ^σί^α_ν.
ἡ νέα χάρις ἐλθοῦσα διὰ μιᾶς περιγράφει πάσας καὶ μίαν ἀληθινὴν ἔστησε θυσίαν.
ἔχομεν δὲ καὶ ἡμεῖς ἐν ἑαυτοῖς ἑτέρα_ς θυ^σί^α_ς, οὐ τῷ νόμῳ στοιχούσας, ἀλλὰ^ τῇ ἀγγελι^κῇ χάριτι^ πρεπούσας.
ἔχομεν δὲ καὶ ἡμεῖς ἐν ἑαυτοῖς ἑτέρας θυσίας, οὐ τῷ νόμῳ στοιχούσας, ἀλλὰ τῇ ἀγγελικῇ χάριτι πρεπούσας.
καὶ βούλει μα^θεῖν τὰ_ς θυ^σί^α_ς ταύτα_ς ἃ_ς ἔχει ἡ ἐκκλησί^α_, πῶς ἐκτὸς αἱμά^των καὶ βωμοῦ καὶ τῶν ἄλλων τὸ εὐαγγελι^κὸν δῶρον ἀναπέμπεται τῷ θεῷ, καὶ ἡ θυ^σί^α_ κα^θαρὰ καὶ ἀ^μί^α^ντος;
καὶ βούλει μαθεῖν τὰς θυσίας ταύτας ἃς ἔχει ἡ ἐκκλησία, πῶς ἐκτὸς αἱμάτων καὶ βωμοῦ καὶ τῶν ἄλλων τὸ εὐαγγελικὸν δῶρον ἀναπέμπεται τῷ θεῷ, καὶ ἡ θυσία καθαρὰ καὶ ἀμίαντος;
ἄ^κουε τῆς ἁγί^α_ς γρα^φῆς σα^φῶς σοι πα^ριστώσης τὴν δι^α^φορὰ_ν ταύτην καὶ τὴν ποικιλίαν.
ἄκουε τῆς ἁγίας γραφῆς σαφῶς σοι παριστώσης τὴν διαφορὰν ταύτην καὶ τὴν ποικιλίαν.
ἔστιν οὖν ἡ πρώτη θυσιά, ἣν ἔφθην εἰπών, τὸ νοερὸν ἐκεῖνο καὶ μυστι^κὸν δῶρον, μιμηταὶ γί_νεσθε τοῦ θεοῦ, ὡς τέκνα^ ἀγαπητά^, καὶ περι^πα^τεῖτε ἐν ἀγάπῃ, κα^θὼς καὶ ὁ χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑ^πὲρ ἡμῶν τῷ θεῷ θυ^σί^α_ν καὶ προσφορὰν εἰς ὀσμὴν εὐωδία_ς.
ἔστιν οὖν ἡ πρώτη θυσιά, ἣν ἔφθην εἰπών, τὸ νοερὸν ἐκεῖνο καὶ μυστικὸν δῶρον, μιμηταὶ γίνεσθε τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ θεῷ θυσίαν καὶ προσφορὰν εἰς ὀσμὴν εὐωδίας.
δευτέρα θυ^σί^α_ ἡ τῶν μα^ρτύ^ρων.
δευτέρα θυσία ἡ τῶν μαρτύρων.
καὶ τί^ς μαρτυρεῖ λόγος;
καὶ τίς μαρτυρεῖ λόγος;
πα^ρα^κα^λῶ ὑ_μᾶς, ἀ^δελφοί, πα^ρα^στῆσαι τὰ^ σώμα^τα^ ὑ_μῶν θυ^σί^α_ν ζῶσα^ν, ἁγί^α_ν εὐά^ρεστον τῷ θεῷ.
παρακαλῶ ὑμᾶς, ἀδελφοί, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν εὐάρεστον τῷ θεῷ.
ἔχεις πρώτην σωτηρί^α_ς τὴν θυ^σί^α_ν, δευτέρα_ν τὴν τῶν μα^ρτύ^ρων, τρί^την τὴν τῆς εὐχῆς.
ἔχεις πρώτην σωτηρίας τὴν θυσίαν, δευτέραν τὴν τῶν μαρτύρων, τρίτην τὴν τῆς εὐχῆς.
κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπι^όν σου·
κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου·
ἔπαρσι^ς χειρῶν μου θυ^σί^α_ ἑσπερινή.
ἔπαρσις χειρῶν μου θυσία ἑσπερινή.
τετάρτη ἡ δι' αἰνέσεως, τουτέστι^ δι' ὕμνων.
τετάρτη ἡ δι' αἰνέσεως, τουτέστι δι' ὕμνων.
θῦσον τῷ θεῷ θυ^σί^α_ν αἰνέσεως.
θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως.