macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἐὰ^ν δὲ βρα^δύ^νω, ἵ^να_ ἴ^δῃς, πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι, ἥτι^ς ἐστι^ν ἐκκλησί^α_ θεοῦ ζῶντος.
ἐὰν δὲ βραδύνω, ἵνα ἴδῃς, πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστιν ἐκκλησία θεοῦ ζῶντος.
εἶτα πληρῶν δι^ὰ^ πάντων τὴν εἰκόνα^ τοῦ χριστοῦ, τὴν ἀκτήμονα^, τὴν μισόπλουτον, τὴν μηδὲν δεχομένην φάντα^σμα^ κοσμι^κόν, ἐὰν ᾖ κύ_ρι^ος ὁ θεὸς μετ' ἐμοῦ καὶ δώσῃ μοι ἄρτον φα^γεῖν καὶ ἱ_μά^τι^ον περι^βαλέ σθαι.
εἶτα πληρῶν διὰ πάντων τὴν εἰκόνα τοῦ χριστοῦ, τὴν ἀκτήμονα, τὴν μισόπλουτον, τὴν μηδὲν δεχομένην φάντασμα κοσμικόν, ἐὰν ᾖ κύριος ὁ θεὸς μετ' ἐμοῦ καὶ δώσῃ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέ σθαι.
βλέπε πῶς ἡ φι^λόσοφος ψυ_χὴ τὴν αὐτάρκεια^ν οὐκ ἐκβαίνει.
βλέπε πῶς ἡ φιλόσοφος ψυχὴ τὴν αὐτάρκειαν οὐκ ἐκβαίνει.
ἐὰν ᾖ κύ_ρι^ος ὁ θεὸς μετ' ἐμοῦ καὶ ὁδηγήσῃ με ἐν τῇ ὁδῷ καὶ δώῃ μοι ἄρτον φα^γεῖν καὶ ἱ_μά^τι^ον περι^βα^λέσθαι.
ἐὰν ᾖ κύριος ὁ θεὸς μετ' ἐμοῦ καὶ ὁδηγήσῃ με ἐν τῇ ὁδῷ καὶ δώῃ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι.
πρὸ τῶν εὐαγγελι^κῶν τὰ^ ἀποστολικὰ^ φθέγγεται.
πρὸ τῶν εὐαγγελικῶν τὰ ἀποστολικὰ φθέγγεται.
καὶ ἐὰν δῷ μοι ἄρτον φα^γεῖν καὶ ἱ_μά^τι^ον περι^βα^λέσθαι.
καὶ ἐὰν δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι.
ἔχοντες γὰ^ρ διατροφὰς καὶ σκεπάσμα^τα^ τούτοις ἀ^ρκεσθησόμεθα^.
ἔχοντες γὰρ διατροφὰς καὶ σκεπάσματα τούτοις ἀρκεσθησόμεθα.
ἔσται μοι ὁ τόπος οὗτος οἶκος θεοῦ.
ἔσται μοι ὁ τόπος οὗτος οἶκος θεοῦ.
τοῦτο γὰ^ρ καὶ ἑρμηνεύεται τὸ βεθήλ 19 ·
τοῦτο γὰρ καὶ ἑρμηνεύεται τὸ βεθήλ 19 ·
βὲθ γά^ρ ἐστι^ν οἶκος·
βὲθ γάρ ἐστιν οἶκος·
τὸ δὲ ἢλ θεοῦ.
τὸ δὲ ἢλ θεοῦ.
ἀπῆλθεν εἰς τὴν μέσην τῶν ποτα^μῶν καὶ πρῶτον αὐτῷ συ^ναντᾷ φρέαρ.
ἀπῆλθεν εἰς τὴν μέσην τῶν ποταμῶν καὶ πρῶτον αὐτῷ συναντᾷ φρέαρ.
ἦλθεν ἐπὶ^ τὸ φρέαρ καὶ τοῦτο ἐσκέπαστο καὶ εὗρεν ἐκεῖ ποιμένα^ς.
ἦλθεν ἐπὶ τὸ φρέαρ καὶ τοῦτο ἐσκέπαστο καὶ εὗρεν ἐκεῖ ποιμένας.
εἰκὼν κα^τὰ^ πά^ντα^ χριστοῦ.
εἰκὼν κατὰ πάντα χριστοῦ.
πρώτη πα^ρουσί^α_ χριστοῦ ἐπὶ^ τὸ βάπτισμα^, ἐπὶ^ τὸ φρέαρ, φρέαρ τὸ ἁλλόμενον εἰς ζωὴν αἰώνι^ον.
πρώτη παρουσία χριστοῦ ἐπὶ τὸ βάπτισμα, ἐπὶ τὸ φρέαρ, φρέαρ τὸ ἁλλόμενον εἰς ζωὴν αἰώνιον.
εὑρίσκεται τὸ φρέαρ ἐσκεπασμένον, ἐπειδὴ καὶ ἡ χά^ρι^ς πρὸ τῆς πα^ρουσί^α_ς ἐκεκάλυπτο.
εὑρίσκεται τὸ φρέαρ ἐσκεπασμένον, ἐπειδὴ καὶ ἡ χάρις πρὸ τῆς παρουσίας ἐκεκάλυπτο.
λέγει ἰακὼβ τοῖς ποιμέσι^·
λέγει ἰακὼβ τοῖς ποιμέσι·
τί^ ἐστήκατε ἔτι^;
τί ἐστήκατε ἔτι;
πολλὴ ὥρα_ εστί.
πολλὴ ὥρα εστί.
ποτίσαντες τὰ^ πρόβα^τα^ ἀ^πα^γά^γετε.
ποτίσαντες τὰ πρόβατα ἀπαγάγετε.
οἱ δὲ πρὸς αὐτόν·
οἱ δὲ πρὸς αὐτόν·
ἐὰν μὴ πάντες ἔλθωσι^ν οἱ ποιμένες, οὐ δυ^νά^μεθα^ ἀποκυλίσαι τὸν λί^θον.
ἐὰν μὴ πάντες ἔλθωσιν οἱ ποιμένες, οὐ δυνάμεθα ἀποκυλίσαι τὸν λίθον.
καὶ τί^ εὐθέως ὁ ἰακώβ;
καὶ τί εὐθέως ὁ ἰακώβ;
ὃ δι^ὰ^ πολλῶν καὶ δι^ὰ^ πάντων ἐχρῆν γενέσθαι τῶν ποιμένων μόνος ποιεῖ.
ὃ διὰ πολλῶν καὶ διὰ πάντων ἐχρῆν γενέσθαι τῶν ποιμένων μόνος ποιεῖ.
λαβὼν γὰ^ρ ἀποκυλί^ει τὸν λί^θον.
λαβὼν γὰρ ἀποκυλίει τὸν λίθον.
πῶς οὖν ἠδύνατο τοῦτο μόνος ποιῆσαι, ὃ πολλοὶ μόλι^ς ἐποίουν;
πῶς οὖν ἠδύνατο τοῦτο μόνος ποιῆσαι, ὃ πολλοὶ μόλις ἐποίουν;
ἀλλ' ἐπειδὴ εἰκὼν ἦν τοῦ χριστοῦ καὶ ἡ γρα^φὴ τὴν δύ^να^μι^ν ἔδειξε τοῦ δεσπότου, ὅτι^ ὃ μὴ ἠδυνήθησα^ν πολλοὶ κα^τορθῶσαι ἡ εὐαγγελικὴ χά^ρι^ς κα^τώρθωσεν.
ἀλλ' ἐπειδὴ εἰκὼν ἦν τοῦ χριστοῦ καὶ ἡ γραφὴ τὴν δύναμιν ἔδειξε τοῦ δεσπότου, ὅτι ὃ μὴ ἠδυνήθησαν πολλοὶ κατορθῶσαι ἡ εὐαγγελικὴ χάρις κατώρθωσεν.
ἐκεῖ εὑρίσκει τὴν ῥαχὴλ ἐρχομένην.
ἐκεῖ εὑρίσκει τὴν ῥαχὴλ ἐρχομένην.
πανταχοῦ γὰ^ρ οἱ δί^καιοι οἱ ἀρχαῖοι τῷ πλείστῳ μερει ἀ^πὸ φρεά_των ἐδέξαντο τὰς μνήστρα_ς ἑαυτῶν.
πανταχοῦ γὰρ οἱ δίκαιοι οἱ ἀρχαῖοι τῷ πλείστῳ μερει ἀπὸ φρεάτων ἐδέξαντο τὰς μνήστρας ἑαυτῶν.
μωϋσῆς ἀ^πὸ φρέατος ἔσχε τὴν γυ^ναῖκα^ τὴν θυ^γα^τέρα^ τοῦ ἰοθώρ·
μωϋσῆς ἀπὸ φρέατος ἔσχε τὴν γυναῖκα τὴν θυγατέρα τοῦ ἰοθώρ·
ἰακὼβ ἀ^πὸ φρέατος, ὁ δοῦλος τοῦ ἀβραὰμ ἀ^πὸ φρέατος ἐδέξα^το τὴν ῥεβέκκαν.
ἰακὼβ ἀπὸ φρέατος, ὁ δοῦλος τοῦ ἀβραὰμ ἀπὸ φρέατος ἐδέξατο τὴν ῥεβέκκαν.
πανταχοῦ τὰ^ μνῆστρα^ τῶν ἀρχαίων ἀ^πὸ φρέατος, ἐπειδὴ καὶ ὁ χριστὸς οὐχ ἑτέρως μνηστεύεται τὴν ἐκκλησί^α_ν ἢ ἀ^πὸ ὑ^δά^των.
πανταχοῦ τὰ μνῆστρα τῶν ἀρχαίων ἀπὸ φρέατος, ἐπειδὴ καὶ ὁ χριστὸς οὐχ ἑτέρως μνηστεύεται τὴν ἐκκλησίαν ἢ ἀπὸ ὑδάτων.
καὶ ἵ^να_ συντέμω, εἰσῆλθεν, ᾔτησε τὴν ῥαχήλ, πα^ρεισῆλθεν ἡ λεία.
καὶ ἵνα συντέμω, εἰσῆλθεν, ᾔτησε τὴν ῥαχήλ, παρεισῆλθεν ἡ λεία.
τοῦ προκειμένου δεῖ ἔχεσθαι καὶ εἰς τὸ προκείμενον ἐπανελθεῖν ἀ^να^γκαῖον.
τοῦ προκειμένου δεῖ ἔχεσθαι καὶ εἰς τὸ προκείμενον ἐπανελθεῖν ἀναγκαῖον.
νόμος οὖν πα^ρεισῆλθεν, οὐκ εἰσῆλθεν, ἐπειδὴ οὐ δὲ ἡ λεία εἰσῆλθεν, ἀλλὰ^ πα^ρεισῆλθεν.
νόμος οὖν παρεισῆλθεν, οὐκ εἰσῆλθεν, ἐπειδὴ οὐ δὲ ἡ λεία εἰσῆλθεν, ἀλλὰ παρεισῆλθεν.
εἰσελθεῖν γά^ρ ἐστι^ τὸ γυμνῇ τῇ πα^ρρησί^ᾳ χρήσασθαι·
εἰσελθεῖν γάρ ἐστι τὸ γυμνῇ τῇ παρρησίᾳ χρήσασθαι·
πα^ρεισελθεῖν δὲ τὸ μετ' ἄλλου πλαγιάσαντα^ συ^νεισελθεῖν.
παρεισελθεῖν δὲ τὸ μετ' ἄλλου πλαγιάσαντα συνεισελθεῖν.
παρεισῆλθεν οὖν καὶ ἡ ἁμαρτία, πα^ρεισῆλθε δι^ὰ^ τοῦ νόμου ὁ δι^ά^βολος.
παρεισῆλθεν οὖν καὶ ἡ ἁμαρτία, παρεισῆλθε διὰ τοῦ νόμου ὁ διάβολος.
ἡ γὰ^ρ ἁμαρτία ἀφορμὴν λα^βοῦσα^ δι^ὰ^ τῆς ἐντολῆς, ἐξηπάτησέ με καὶ δι' αὐτῆς ἀπέκτεινεν.
ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς, ἐξηπάτησέ με καὶ δι' αὐτῆς ἀπέκτεινεν.
ἵ^να_ μὴ οὖν τι^ς νομί^σῃ τὴν ἐντολὴν εἶναι τὴν θα^να^τοποιόν, λεγει·
ἵνα μὴ οὖν τις νομίσῃ τὴν ἐντολὴν εἶναι τὴν θανατοποιόν, λεγει·
ὥστε ὁ μὲν νόμος ἅγι^ος καὶ ἡ ἐντολὴ ἁγί^α_ καὶ δι^καία_ καὶ ἀ^γα^θή.
ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή.
τὸ οὖν ἀ^γα^θὸν ἐν ἐμοὶ γέγονε θά^να^τος;
τὸ οὖν ἀγαθὸν ἐν ἐμοὶ γέγονε θάνατος;
μὴ γένοιτο.
μὴ γένοιτο.
ἀλλ' ἵ^να_ ἡ ἁμαρτία φα^νῇ δι^ὰ^ τοῦ ἀ^γα^θοῦ μοι κα^τεργα^ζομένη θά^να^τον.
ἀλλ' ἵνα ἡ ἁμαρτία φανῇ διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον.
πανταχοῦ ἁμαρτωλὸν λέγει τῇ ἁ^μαρτί^α_ν, τουτέστι^, τὸν δι^ά^βολον.
πανταχοῦ ἁμαρτωλὸν λέγει τῇ ἁμαρτίαν, τουτέστι, τὸν διάβολον.
ἵ^να_, φησί^, φα^νῇ καθ' ὑ^περβολὴν ἁμαρτωλὸς ὁ δι^ά^βολος, δι^ὰ^ τῆς ἐντολῆς ἐργαζόμενος θά^να^τον.
ἵνα, φησί, φανῇ καθ' ὑπερβολὴν ἁμαρτωλὸς ὁ διάβολος, διὰ τῆς ἐντολῆς ἐργαζόμενος θάνατον.
οἴδαμεν ὅτι^ ὁ νόμος πνευμα^τι^κός ἐστι^ν·
οἴδαμεν ὅτι ὁ νόμος πνευματικός ἐστιν·
ἐγὼ δὲ σαρκι^κός εἰμι^.
ἐγὼ δὲ σαρκικός εἰμι.
σύ, παῦλε, σαρκι^κός, ὁ ὑ^πὸ τοῦ ἁ^γί^ου πνεύμα^τος κυ^βερνώμενος, ὁ λαλοῦντα^ ἔχων ἐν ἑαυτῷ τὸν χριστόν;
σύ, παῦλε, σαρκικός, ὁ ὑπὸ τοῦ ἁγίου πνεύματος κυβερνώμενος, ὁ λαλοῦντα ἔχων ἐν ἑαυτῷ τὸν χριστόν;
εἰ σὺ^ σαρκι^κός, δι^ὰ^ τί^ τοὺς μα^θητὰ_ς τοὺς σοὺς ἠπά^τησα^ς λέγων·
εἰ σὺ σαρκικός, διὰ τί τοὺς μαθητὰς τοὺς σοὺς ἠπάτησας λέγων·
ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκί^, ἀλλ' ἐν πνεύμα^τι^;
ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ' ἐν πνεύματι;
οἱ μα^θηταί σου οὐκ εἰσὶ^ν ἐν σαρκὶ^ καὶ σὺ^ σαρκι^κὸς εἶ;
οἱ μαθηταί σου οὐκ εἰσὶν ἐν σαρκὶ καὶ σὺ σαρκικὸς εἶ;
ἐγὼ δὲ σαρκι^κός εἰμι^.
ἐγὼ δὲ σαρκικός εἰμι.
ἐγώ.
ἐγώ.
τί^ς;
τίς;
ὁ πρὸ τοῦ νόμου καὶ ἐν τῷ νόμῳ πολι_τευσά^μενος.
ὁ πρὸ τοῦ νόμου καὶ ἐν τῷ νόμῳ πολιτευσάμενος.
πεπρα_μένος ὑ^πὸ τὴν ἁ^μαρτί^α_ν.
πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.
οὐκ εἶπε πρα_θεὶς ὑ^πὸ τῆς ἁ^μαρτί^α_ς, ἀλλὰ^ πεπρα_μένος τῇ ἁμαρτίᾳ.
οὐκ εἶπε πραθεὶς ὑπὸ τῆς ἁμαρτίας, ἀλλὰ πεπραμένος τῇ ἁμαρτίᾳ.
οὐ γὰ^ρ ἕτερός τι^ς τῶν ἀνθρώπων πέπρα_κεν, ἀλλ' ἑαυτὸν ἐπώλησεν.
οὐ γὰρ ἕτερός τις τῶν ἀνθρώπων πέπρακεν, ἀλλ' ἑαυτὸν ἐπώλησεν.
ὥσπερ γὰ^ρ ἐν ἡμῖν τοῖς ἀνθρώποις εἰσί^ τι^νες οἱ κα^τὰ^ ἀ^νάγκην πιπρασκόμενοι, εἰσὶ^ δὲ ἄλλοι ἐλευθερί^α_ς μετέχοντες, δι' ἐπιγαμία_ς δὲ παιδισκῶν ἢ ἑτέρα_ς τι^νὸς ἀ^νάγκης εἰς δουλείαν αὐτοὺς ἐκδιδόασι^ν, οὕτω καὶ ὁ ἄνθρωπος ἐλεύθερος ὢν τὴν φύ^σι^ν καὶ ἐλευθέρα_ς φύ^σεως λα^χών, ἑκὼν ἑαυτὸν ἐπώλησε.
ὥσπερ γὰρ ἐν ἡμῖν τοῖς ἀνθρώποις εἰσί τινες οἱ κατὰ ἀνάγκην πιπρασκόμενοι, εἰσὶ δὲ ἄλλοι ἐλευθερίας μετέχοντες, δι' ἐπιγαμίας δὲ παιδισκῶν ἢ ἑτέρας τινὸς ἀνάγκης εἰς δουλείαν αὐτοὺς ἐκδιδόασιν, οὕτω καὶ ὁ ἄνθρωπος ἐλεύθερος ὢν τὴν φύσιν καὶ ἐλευθέρας φύσεως λαχών, ἑκὼν ἑαυτὸν ἐπώλησε.
θέλεις ἰ^δεῖν ἑαυτὸν πωλοῦντα^ ἄνθρωπον;
θέλεις ἰδεῖν ἑαυτὸν πωλοῦντα ἄνθρωπον;
βλέπε τί^ φησι^ν ὁ ἠλίας πρὸς τὸν ἀχαάβ, ὡς ἀ^πέστειλεν αὐτὸν ὁ θεὸς ἐλέγξαι αὐτὸν δι^ὰ^ τὸν ἀμπελῶνα^, ὃν ἀ^φείλετο τοῦ ναβουθέ.
βλέπε τί φησιν ὁ ἠλίας πρὸς τὸν ἀχαάβ, ὡς ἀπέστειλεν αὐτὸν ὁ θεὸς ἐλέγξαι αὐτὸν διὰ τὸν ἀμπελῶνα, ὃν ἀφείλετο τοῦ ναβουθέ.
λέγει αὐτῷ αχαάβ·
λέγει αὐτῷ αχαάβ·
εὕρηκάς με, ὁ ἐχθρός μου;
εὕρηκάς με, ὁ ἐχθρός μου;
λέγει αὐτῷ ἠλίας·
λέγει αὐτῷ ἠλίας·
εὕρηκά σε, δι^ό^τι^ ἐπρά_θης ποιῆσαι τὸ πονηρὸν ἐνώπι^ον κυ_ρί^ου.
εὕρηκά σε, διότι ἐπράθης ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου.
ἡ γὰ^ρ πρᾶσι^ς ἡμῶν δι^ὰ^ τῶν ἔργων τῆς πονηρία_ς.
ἡ γὰρ πρᾶσις ἡμῶν διὰ τῶν ἔργων τῆς πονηρίας.
ἐγὼ δὲ σαρκι^κός εἰμι^.
ἐγὼ δὲ σαρκικός εἰμι.
πεπραμένος ὑ^πὸ τὴν ἁ^μαρτί^α_ν.
πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.
ὁ γὰ^ρ τῇ κα^κῇ συ^νηθείᾳ προειλημμένος, οὐδέ, ἂ_ν θέλῃ, ἑαυτὸν εὐκόλως ἐκβάλλει τῆς δουλεία_ς.
ὁ γὰρ τῇ κακῇ συνηθείᾳ προειλημμένος, οὐδέ, ἂν θέλῃ, ἑαυτὸν εὐκόλως ἐκβάλλει τῆς δουλείας.
δευτέρα γὰ^ρ φύ^σι^ς ἡ συνήθεια^ καὶ ἡ φύ^σι^ς κα^τὰ^ τῶν ἀνθρώπων.
δευτέρα γὰρ φύσις ἡ συνήθεια καὶ ἡ φύσις κατὰ τῶν ἀνθρώπων.
δι^ὰ^ τοῦτο ἐπήγα^γεν·
διὰ τοῦτο ἐπήγαγεν·
οὐ γὰ^ρ ὃ βούλομαι, τοῦτο ποιῶ, ὡς ἅ^παξ πεπραμένος, οὐ δὲ ὃ θέλω τοῦτο πράσσω.
οὐ γὰρ ὃ βούλομαι, τοῦτο ποιῶ, ὡς ἅπαξ πεπραμένος, οὐ δὲ ὃ θέλω τοῦτο πράσσω.
ταῦτα^ πρέποντα^ οἰκέτῃ τὰ^ ῥήμα^τα^.
ταῦτα πρέποντα οἰκέτῃ τὰ ῥήματα.
ὥσπερ γά^ρ τι^ς οὐχ ἃ^ θέλει πράττει, ἀλλ' ἃ^ κελεύεται, οὕτως ὁ ἄνθρωπος οὐκ εἶχεν ἐξουσί^α_ν ποιεῖν ἃ^ ἐβούλετο, ἀλλ' ἃ^ ἐκελεύετο ὑ^πὸ τῆς ἁ^μαρτί^α_ς.
ὥσπερ γάρ τις οὐχ ἃ θέλει πράττει, ἀλλ' ἃ κελεύεται, οὕτως ὁ ἄνθρωπος οὐκ εἶχεν ἐξουσίαν ποιεῖν ἃ ἐβούλετο, ἀλλ' ἃ ἐκελεύετο ὑπὸ τῆς ἁμαρτίας.
λοιπὸν γὰ^ρ ἐβα^σί^λευσεν ἡ ἁμαρτία.
λοιπὸν γὰρ ἐβασίλευσεν ἡ ἁμαρτία.
βασιλεῖ δὲ ἀντιλέγειν οὐκ ἦν.
βασιλεῖ δὲ ἀντιλέγειν οὐκ ἦν.
πέπρατο τοίνυ^ν ὁ ἄνθρωπος, οὐχ ὁ παῦλος, ἀλλ' εἰκὼν τοῦ ἀνθρώπου τὸ πλάσμα^ τὸ τῆς ἐλευθερί^α_ς.
πέπρατο τοίνυν ὁ ἄνθρωπος, οὐχ ὁ παῦλος, ἀλλ' εἰκὼν τοῦ ἀνθρώπου τὸ πλάσμα τὸ τῆς ἐλευθερίας.
καὶ ἵνα συντέμω, ὅτε εἶπε, πολλὰ^ τῆς ἠναγκασμένης δουλεία_ς τεκμήρι^α^ ἐπήγαγε.
καὶ ἵνα συντέμω, ὅτε εἶπε, πολλὰ τῆς ἠναγκασμένης δουλείας τεκμήρια ἐπήγαγε.
ταλαίπωρος ἐγὼ ἄνθρωπος·
ταλαίπωρος ἐγὼ ἄνθρωπος·
τί^ς με ῥύ_σεται τοῦ σώμα^τος τοῦ θα^νά^του τούτου;
τίς με ῥύσεται τοῦ σώματος τοῦ θανάτου τούτου;
βλέπεις πῶς εἰσήγαγε τὸν ἄνθρωπον, ὡς ἐν δουλείᾳ πικρὰ^ καὶ τυραννί^δι^ ἐξεταζόμενον καὶ ἀποδύ_σα^σθαι ἐπι^ποθοῦντα^ τὴν δουλείαν καὶ ἐπιζητοῦντα^ τὴν ἐλευθερίαν καὶ ἐπι^καλούμενον τὴν εὐεργεσίαν;
βλέπεις πῶς εἰσήγαγε τὸν ἄνθρωπον, ὡς ἐν δουλείᾳ πικρὰ καὶ τυραννίδι ἐξεταζόμενον καὶ ἀποδύσασθαι ἐπιποθοῦντα τὴν δουλείαν καὶ ἐπιζητοῦντα τὴν ἐλευθερίαν καὶ ἐπικαλούμενον τὴν εὐεργεσίαν;
ταλαίπωρος ἐγὼ ἄνθρωπος·
ταλαίπωρος ἐγὼ ἄνθρωπος·
τί^ς με ῥύ_σεται;
τίς με ῥύσεται;
τί^ς ἔρχεται;
τίς ἔρχεται;
εὐχαριστῶ τῷ θεῷ δι^ὰ^ τοῦ κυ_ρί^ου ἡμῶν ἰησοῦ χριστοῦ.
εὐχαριστῶ τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ.
ἵνα δείξῃ σοι ὅτι^ πρᾶσι^ν τῆς ἁ^μαρτί^α_ς λέγει τόν ποτε ὑ^πὸ τὸν νόμον, ἐλευθερίαν δὲ τῶν πεπραμένων τοὺς δι^ὰ^ τῆς εὐαγγελικῆς χά^ρι^τος ἐξαγορασθέντας, λέγει·
ἵνα δείξῃ σοι ὅτι πρᾶσιν τῆς ἁμαρτίας λέγει τόν ποτε ὑπὸ τὸν νόμον, ἐλευθερίαν δὲ τῶν πεπραμένων τοὺς διὰ τῆς εὐαγγελικῆς χάριτος ἐξαγορασθέντας, λέγει·
ταλαίπωρος ἐγὼ ἄνθρωπος·
ταλαίπωρος ἐγὼ ἄνθρωπος·
τί^ς με ῥύ_σεται;
τίς με ῥύσεται;
εὐχαριστῶ τῷ θεῷ διὰ τοῦ κυ_ρί^ου ἡμῶν ἰησοῦ χριστοῦ.
εὐχαριστῶ τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ.
ἠλευθέρωσέ με ἀ^πὸ τοῦ νόμου τῆς ἁ^μαρτί^α_ς.
ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας.
ὁ γὰ^ρ νόμος τοῦ πνεύμα^τος τῆς ζωῆς ἐν χριστῷ ἰησοῦ ἠλευθέρωσέ με.
ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν χριστῷ ἰησοῦ ἠλευθέρωσέ με.
ὁρᾷς πῶς τὸν ἄνθρωπον τὸν ἐλευθερούμενον καὶ τὸν δουλεύοντα^ εἰσήγαγε;
ὁρᾷς πῶς τὸν ἄνθρωπον τὸν ἐλευθερούμενον καὶ τὸν δουλεύοντα εἰσήγαγε;
καὶ οὐ περὶ^ ἑαυτοῦ μόνου φθέγγεται, ἀλλὰ^ περὶ^ πά_σης ὁμοῦ τῆς ἀνθρωπότητος.
καὶ οὐ περὶ ἑαυτοῦ μόνου φθέγγεται, ἀλλὰ περὶ πάσης ὁμοῦ τῆς ἀνθρωπότητος.
ὁ γὰ^ρ νόμος τοῦ πνεύμα^τος τῆς ζωῆς ἐν χριστῷ ἰησοῦ ἠλευθέρωσέ με ἀ^πὸ τοῦ νόμου τῆς ἁ^μαρτί^α_ς καὶ τοῦ θα^νά^του.
ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν χριστῷ ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.
καὶ πῶς ἠλευθερώθης;
καὶ πῶς ἠλευθερώθης;
τὸ γὰ^ρ ἀ^δύ^να^τον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός.
τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός.
ἐπειδὴ ὁ μὲν νόμος ἐκέλευε τὸ ἀ^γα^θόν, ἡ δὲ σὰρξ οὐχ ὑ^πήκουσεν, ὡς πεπρα_μένη τῇ ἁμαρτίᾳ, ἃ μὴ ἠδυνήθη ὁ νόμος κα^τορθῶσαι διὰ τὴν ἀσθένεια^ν τῆς σαρκός, κα^τώρθωσε διὰ τῆς δυ^νά^μεως τῆς σαρκὸς τοῦ χριστοῦ.
ἐπειδὴ ὁ μὲν νόμος ἐκέλευε τὸ ἀγαθόν, ἡ δὲ σὰρξ οὐχ ὑπήκουσεν, ὡς πεπραμένη τῇ ἁμαρτίᾳ, ἃ μὴ ἠδυνήθη ὁ νόμος κατορθῶσαι διὰ τὴν ἀσθένειαν τῆς σαρκός, κατώρθωσε διὰ τῆς δυνάμεως τῆς σαρκὸς τοῦ χριστοῦ.
τὸ γὰ^ρ ἀ^δύ^να^τον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός οὐ γὰ^ρ δι' ἑαυτοῦ ἠσθένει ὁ νόμος, ἀλλὰ^ διὰ τῆς σαρκός.
τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός οὐ γὰρ δι' ἑαυτοῦ ἠσθένει ὁ νόμος, ἀλλὰ διὰ τῆς σαρκός.
ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψα_ς ἐν ὁμοιώμα^τι^ σαρκὸς ἁ^μαρτί^α_ς, κα^τέκρι_νε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί^, ἵνα τὸ δι^καίωμα^ τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοὺς μὴ κα^τὰ^ σάρκα^ περι^πα^τοῦσι^ν, ἀλλὰ κα^τὰ^ πνεῦμα^.
ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοὺς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.