macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἀποδέδοται τοίνυ^ν θεοῦ χάριτι^ τῶν ζητουμένων ἡ λύ^σι^ς, ὅτι^ οὐ πατρὶ^ ἑαυτοῦ ταῦτα^ παῦλος φθέγγεται, οὐ δὲ τὴν ἑαυτοῦ συκοφαντεῖ ἐλευθερίαν, οὐχ ἑαυτὸν ὑ^πὸ τὴν ἁμαρτίαν τί^θησι^ν, οὐ δὲ πνευματι^κὸν καὶ σαρκι^κὸν ἑαυτὸν εἰσηγεῖται, ἀλλ' ἔστησεν, ὥσπερ ἐν εἰκόνι^, τῷ λόγῳ τὸν ὑ^πὸ τοῦ νόμου ἄνθρωπον, τὸν ἐν τῷ νόμῳ...
ἀποδέδοται τοίνυν θεοῦ χάριτι τῶν ζητουμένων ἡ λύσις, ὅτι οὐ πατρὶ ἑαυτοῦ ταῦτα παῦλος φθέγγεται, οὐ δὲ τὴν ἑαυτοῦ συκοφαντεῖ ἐλευθερίαν, οὐχ ἑαυτὸν ὑπὸ τὴν ἁμαρτίαν τίθησιν, οὐ δὲ πνευματικὸν καὶ σαρκικὸν ἑαυτὸν εἰσηγεῖται, ἀλλ' ἔστησεν, ὥσπερ ἐν εἰκόνι, τῷ λόγῳ τὸν ὑπὸ τοῦ νόμου ἄνθρωπον, τὸν ἐν τῷ νόμῳ, τὸν μετὰ χάρ...
εἶτα ἐποίησεν εἰσελθεῖν εἰς ἐπίγνωσι^ν, τί^ς ἦν ὁ ἄνθρωπος ὁ πρὸ τοῦ νόμου, τίς ἐν τῷ νόμῳ, τίς μετὰ^ τὴν ἐν χριστῷ ἐλευθερίαν.
εἶτα ἐποίησεν εἰσελθεῖν εἰς ἐπίγνωσιν, τίς ἦν ὁ ἄνθρωπος ὁ πρὸ τοῦ νόμου, τίς ἐν τῷ νόμῳ, τίς μετὰ τὴν ἐν χριστῷ ἐλευθερίαν.
ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψα_ς ἐν ὁμοιώμα^τι^ σαρκὸς ἁ^μαρτί^α_ς.
ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας.
ἐνταῦθα λύ_εται καὶ τὸ ἕτερον ζήτημα^.
ἐνταῦθα λύεται καὶ τὸ ἕτερον ζήτημα.
λέγουσι γὰ^ρ οὐκ ἀπολινάριοι μόνον, ἀλλὰ καὶ ἀρειανοὶ καὶ εὐνομιανοί, ὅτι^ σάρκα^ μόνον ἀ^νέλα^βεν ὁ σωτήρ, οὐχὶ^ δὲ καὶ ψυ_χήν.
λέγουσι γὰρ οὐκ ἀπολινάριοι μόνον, ἀλλὰ καὶ ἀρειανοὶ καὶ εὐνομιανοί, ὅτι σάρκα μόνον ἀνέλαβεν ὁ σωτήρ, οὐχὶ δὲ καὶ ψυχήν.
καὶ οἱ μὲν ἐφιλοτιμήσαντο καὶ εἶπον ψυ_χὴν ἄ^νευ νοῦ, οἱ δὲ σάρκα^ μόνην τὸν σωτῆρα^ εἰληφέναι.
καὶ οἱ μὲν ἐφιλοτιμήσαντο καὶ εἶπον ψυχὴν ἄνευ νοῦ, οἱ δὲ σάρκα μόνην τὸν σωτῆρα εἰληφέναι.
ἀποδέδεικται δὲ ἡμῖν διὰ τῶν προειρημένων τῇ προτεραίᾳ, ὅτι ἡ γρα^φὴ εἴωθε τοῦ ἀνθρώπου μνημονεύειν, καὶ τὸν ἄνθρωπον ἀ^πὸ μέρους κα^λεῖν.
ἀποδέδεικται δὲ ἡμῖν διὰ τῶν προειρημένων τῇ προτεραίᾳ, ὅτι ἡ γραφὴ εἴωθε τοῦ ἀνθρώπου μνημονεύειν, καὶ τὸν ἄνθρωπον ἀπὸ μέρους καλεῖν.
ποτὲ γὰ^ρ ἀ^πὸ τῆς σαρκὸς τὸν πά^ντα^ ἄνθρωπον ὀνομάζει πρὸς σὲ πᾶσα^ σὰρξ ἥξει, ἀντὶ^ τοῦ πᾶς ἄνθρωπος.
ποτὲ γὰρ ἀπὸ τῆς σαρκὸς τὸν πάντα ἄνθρωπον ὀνομάζει πρὸς σὲ πᾶσα σὰρξ ἥξει, ἀντὶ τοῦ πᾶς ἄνθρωπος.
, ποτὲ δὲ ἀπὸ ψυ_χῆς, ὡς ὅταν λέγῃ·
, ποτὲ δὲ ἀπὸ ψυχῆς, ὡς ὅταν λέγῃ·
ἐν ἑβδομήκοντα^ πέντε ψυ_χαῖς κα^τῆλθεν ἰακὼβ εἰς αἴγυπτον·
ἐν ἑβδομήκοντα πέντε ψυχαῖς κατῆλθεν ἰακὼβ εἰς αἴγυπτον·
ποτὲ δὲ ἀπὸ τῆς πνοῆς, ὡς τό, πᾶσα πνοὴ αἰνεσά^τω τὸν κύ_ρι^ον.
ποτὲ δὲ ἀπὸ τῆς πνοῆς, ὡς τό, πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον.
δεῖξον τοίνυ^ν ποῦ τὴν σάρκα^ ἄψυ_χον ἡ γρα^φὴ λέγει·
δεῖξον τοίνυν ποῦ τὴν σάρκα ἄψυχον ἡ γραφὴ λέγει·
ἐὰν δὲ ὅλως τελευτήσῃ, οὐκέτι^ σὰρξ λέγεται, ἀλλὰ σῶ^μα^ νεκρόν.
ἐὰν δὲ ὅλως τελευτήσῃ, οὐκέτι σὰρξ λέγεται, ἀλλὰ σῶμα νεκρόν.
ἕως γὰ^ρ ἔχει τὴν ζωτι^κὴν δύ^να^μι^ν καὶ ζῇ, σὰρξ ὀνομάζεται.
ἕως γὰρ ἔχει τὴν ζωτικὴν δύναμιν καὶ ζῇ, σὰρξ ὀνομάζεται.
νεκρωθεῖσα δέ, σὰρξ μὲν οὐ κα^λεῖται, σῶ^μα^ δὲ προσα^γορεύεται.
νεκρωθεῖσα δέ, σὰρξ μὲν οὐ καλεῖται, σῶμα δὲ προσαγορεύεται.
σῶ^μα^ γὰ^ρ πᾶν ἄψυχον·
σῶμα γὰρ πᾶν ἄψυχον·
καὶ λί^θος σῶ^μα^ καὶ ξύ^λον σῶ^μα^, καὶ πνεῦμα^ ὃ μὴ ἔχῃ ψυ_χὴν σῶ^μα^ λέγεται.
καὶ λίθος σῶμα καὶ ξύλον σῶμα, καὶ πνεῦμα ὃ μὴ ἔχῃ ψυχὴν σῶμα λέγεται.
εἰπὲ δέ μοι, διὰ τί^ μὴ ἀ^νέλα^βε τὴν ψυ_χήν;
εἰπὲ δέ μοι, διὰ τί μὴ ἀνέλαβε τὴν ψυχήν;
ἦλθε γά^ρ φησι^ν αὐτὸς δι' ἑαυτοῦ σῶσαι, οὐ χρεία_ν δὲ εἶχε τῆς ἡμετέρα_ς ψυ_χῆς.
ἦλθε γάρ φησιν αὐτὸς δι' ἑαυτοῦ σῶσαι, οὐ χρείαν δὲ εἶχε τῆς ἡμετέρας ψυχῆς.
διὰ τί^ οὖν τὴν σάρκα^ ἀ^νέλα^βεν;
διὰ τί οὖν τὴν σάρκα ἀνέλαβεν;
ἐπειδὴ οὐκ ἠδύνατο φα^νῆναι ὡς θεός, ἀ^νέλα^βε τὴν σάρκα^, ἵνα δι' αὐτῆς πιστεύσηται.
ἐπειδὴ οὐκ ἠδύνατο φανῆναι ὡς θεός, ἀνέλαβε τὴν σάρκα, ἵνα δι' αὐτῆς πιστεύσηται.
οὐκοῦν οὐκ εἶχε ψυ_χὴν ἡ σάρξ;
οὐκοῦν οὐκ εἶχε ψυχὴν ἡ σάρξ;
πῶς οὖν ἐπείνα_σε;
πῶς οὖν ἐπείνασε;
πῶς ἐδίψησε;
πῶς ἐδίψησε;
πῶς ἐκοπί^α_σεν εἰ γὰ^ρ τὴν ψυ_χὴν ἐκβα^λὼν τὸν θεὸν εἰσά^γεις καὶ τὴν πεῖνα_ν καὶ τὴν δίψα_ν ἐπ' ἐκεῖνον φέρεις.
πῶς ἐκοπίασεν εἰ γὰρ τὴν ψυχὴν ἐκβαλὼν τὸν θεὸν εἰσάγεις καὶ τὴν πεῖναν καὶ τὴν δίψαν ἐπ' ἐκεῖνον φέρεις.
ἄλλως τε, ἀδελφοί, εἰ μὴ ἦν καὶ θεὸς λόγος καὶ ἔμψυ_χος ἄνθρωπος τὸ σκεῦος τῆς ἀνθρωπότητος τὸ ἑνωθὲν αὐτῷ, ἀλλὰ μόνη ἦν ἡ θεότης ἐν σαρκί^, περὶ^ ποία_ς ὁ σωτὴρ ἔλεγε ψυ_χῆς·
ἄλλως τε, ἀδελφοί, εἰ μὴ ἦν καὶ θεὸς λόγος καὶ ἔμψυχος ἄνθρωπος τὸ σκεῦος τῆς ἀνθρωπότητος τὸ ἑνωθὲν αὐτῷ, ἀλλὰ μόνη ἦν ἡ θεότης ἐν σαρκί, περὶ ποίας ὁ σωτὴρ ἔλεγε ψυχῆς·
πάτερ, εἰς χεῖρά^ς σου πα^ρα^τί^θημι^ τὸ πνεῦμά^ μου.
πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου.
εἰ θεότης ἦν μόνη, ψυ_χὴ δὲ οὐκ ἦν, τίς ὁ πα^ρα^θέμενος καὶ τί^ τὸ παρατεθέν;
εἰ θεότης ἦν μόνη, ψυχὴ δὲ οὐκ ἦν, τίς ὁ παραθέμενος καὶ τί τὸ παρατεθέν;
πάτερ, εἰς χεῖρά^ς σου πα^ρα^τί^θημι^ τὸ πνεῦμά^ μου, τουτέστι^, τὴν ψυ_χήν.
πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου, τουτέστι, τὴν ψυχήν.
εἰ μόνην εἰσηγῇ τὴν θεότητα^ ἐν τῇ σαρκί^, τὴν ψυ_χὴν δὲ ἐκβάλλεις, τίς ὁ πα^ρα^θέμενος καὶ τί^ τὸ παρατεθέν;
εἰ μόνην εἰσηγῇ τὴν θεότητα ἐν τῇ σαρκί, τὴν ψυχὴν δὲ ἐκβάλλεις, τίς ὁ παραθέμενος καὶ τί τὸ παρατεθέν;
ἀλλ' ὁ σκοπὸς τῶν αἱρετι^κῶν δῆλος.
ἀλλ' ὁ σκοπὸς τῶν αἱρετικῶν δῆλος.
διὰ τοῦτο γὰ^ρ ψυ_χὴν λέγουσι^ν μὴ ἀ^νειληφέναι τὸν κύ_ρι^ον ἵνα πά^ντα^ τὰ^ ταπεινὰ^ τῶν ῥημά^των εἰς τὴν θεότητα^ ἑλκύ^σωσι^ν·
διὰ τοῦτο γὰρ ψυχὴν λέγουσιν μὴ ἀνειληφέναι τὸν κύριον ἵνα πάντα τὰ ταπεινὰ τῶν ῥημάτων εἰς τὴν θεότητα ἑλκύσωσιν·
ἵν' ὅταν ἀ^να^γνῶσι^ν·
ἵν' ὅταν ἀναγνῶσιν·
ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λα^λῶ, ὅτι ὁ πα^τήρ μου ἐντολήν μοι δέδωκε, τί^ εἴπω καὶ τί λα^λήσω, μηκέτι^ τῇ ἀνθρωπότητι^, ἀλλὰ τῇ θεότητι^ ἐπιγρά^ψωσι^ν.
ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ὅτι ὁ πατήρ μου ἐντολήν μοι δέδωκε, τί εἴπω καὶ τί λαλήσω, μηκέτι τῇ ἀνθρωπότητι, ἀλλὰ τῇ θεότητι ἐπιγράψωσιν.
εἶδες εἰς ὅσον βυ^θὸν ἀ^σεβεία_ς ἐξολισθαίνουσι^;
εἶδες εἰς ὅσον βυθὸν ἀσεβείας ἐξολισθαίνουσι;
ποῖόν ἐστι^ τὸ πνεῦμα^ ὁ λέγει·
ποῖόν ἐστι τὸ πνεῦμα ὁ λέγει·
εἰς χεῖρά^ς σου πα^ρα^τί^θημι^;
εἰς χεῖράς σου παρατίθημι;
κ ἂ_ν βι^ά^σωνται, οὐχ εὑρί^σκουσι^.
κ ἂν βιάσωνται, οὐχ εὑρίσκουσι.
λύεται γὰ^ρ δι' ἑτέρων, ὅτι τὸ πνεῦμα^ τὴν ψυ_χὴν ἐκά^λεσεν.
λύεται γὰρ δι' ἑτέρων, ὅτι τὸ πνεῦμα τὴν ψυχὴν ἐκάλεσεν.
ἄκουε στεφάνου λέγοντος ἐν τῷ μαρτυρίῳ·
ἄκουε στεφάνου λέγοντος ἐν τῷ μαρτυρίῳ·
κύριε ἰησοῦ, δέξαι τὸ πνεῦμά^ μου.
κύριε ἰησοῦ, δέξαι τὸ πνεῦμά μου.
ὅτι τὸ πνεῦμα^ ἡ ψυ_χή ἐστι^ στέφανος μα^ρτυ^ρεῖ.
ὅτι τὸ πνεῦμα ἡ ψυχή ἐστι στέφανος μαρτυρεῖ.
τίς οὖν ὁ πα^ρα^τι^θέμενος τὸ πνεῦμα^ καὶ τί ᾧ παρετέθη τὸ πνεῦμα^;
τίς οὖν ὁ παρατιθέμενος τὸ πνεῦμα καὶ τί ᾧ παρετέθη τὸ πνεῦμα;
περὶ^ ποίας δὲ δι^α^λέγεται οὐσί^α_ς;
περὶ ποίας δὲ διαλέγεται οὐσίας;
εἰς ἣν οἱ ἀ^πόστολοι τὴν προφητείαν ἕλκουσι^ν·
εἰς ἣν οἱ ἀπόστολοι τὴν προφητείαν ἕλκουσιν·
ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυ_χήν μου εἰς ᾅδου, οὐ δὲ δώσεις τὸν ὅσιόν σου ἰ^δεῖν διαφθοράν.
ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, οὐ δὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
οὐκ ἐγκαταλείψεις τὴν ψυ_χήν μου εἰς ᾅδου.
οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου.
περὶ θεοῦ ἦν ὁ λόγος;
περὶ θεοῦ ἦν ὁ λόγος;
θεὸς οὐ καταλιμπάνεται εἰς ᾅδου.
θεὸς οὐ καταλιμπάνεται εἰς ᾅδου.
κατεῖχε ᾅδης θεόν;
κατεῖχε ᾅδης θεόν;
κατεῖχε τὴν ζωοποιὸν δύ^να^μι^ν ἡ διαφθορά;
κατεῖχε τὴν ζωοποιὸν δύναμιν ἡ διαφθορά;
οὐκ ἤκουσα^ς παύλου λέγοντος, κα^θότι οὐκ ἦν δυ^να^τὸν τὴν ζωὴν ὑ^πὸ τῆς φθορᾶς κα^τέχεσθαι;
οὐκ ἤκουσας παύλου λέγοντος, καθότι οὐκ ἦν δυνατὸν τὴν ζωὴν ὑπὸ τῆς φθορᾶς κατέχεσθαι;
τὴν ζωὴν τὸ σῶ^μα^ λέγει.
τὴν ζωὴν τὸ σῶμα λέγει.
εἰ δὲ τὸ σῶ^μα^ ζωή, κα^τείχετο ἡ ζωὴ θα^νά^τῳ;
εἰ δὲ τὸ σῶμα ζωή, κατείχετο ἡ ζωὴ θανάτῳ;
οὐκ ἐγκαταλείψεις τὴν ψυ_χήν μου εἰς ᾅδου.
οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου.
ὅλην πεσοῦσα^ν τὴν ὅλην ἤγειρεν.
ὅλην πεσοῦσαν τὴν ὅλην ἤγειρεν.
ὅλον πεσόντα^ τὸν ἄνθρωπον ὅλον ἀνεκαίνισεν.
ὅλον πεσόντα τὸν ἄνθρωπον ὅλον ἀνεκαίνισεν.
ἀλλ' ἐὰν εἴπῃς, φησι^, τέλειον ἄνθρωπον ἀνεκαίνισε, ποίαν δι^α^φορὰ_ν αὐτῷ δί^δως πα^ρὰ^ τοὺς ἀ^ποστόλους;
ἀλλ' ἐὰν εἴπῃς, φησι, τέλειον ἄνθρωπον ἀνεκαίνισε, ποίαν διαφορὰν αὐτῷ δίδως παρὰ τοὺς ἀποστόλους;
καὶ γὰ^ρ ἐν ἐκείνοις ἐγένετο ὁ θεός.
καὶ γὰρ ἐν ἐκείνοις ἐγένετο ὁ θεός.
ἀλλ' ἕτερόν ἐστι^ν ἐνοικῆσαι καὶ ἄλλο ἀ^να^λα^βεῖν καὶ ἑνωθῆναι.
ἀλλ' ἕτερόν ἐστιν ἐνοικῆσαι καὶ ἄλλο ἀναλαβεῖν καὶ ἑνωθῆναι.
περὶ ἡμῶν εἴρηται·
περὶ ἡμῶν εἴρηται·
ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω.
ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω.
τῆς ψυ_χῆς λέγει τὴν ἁπλότητα^, τὴν ἀ^ρετὴν τῆς ψυ_χῆς ὑποτί^θεται, ᾗ ἐπαναπαύεται θεὸς καὶ ἐμπεριπατεῖ.
τῆς ψυχῆς λέγει τὴν ἁπλότητα, τὴν ἀρετὴν τῆς ψυχῆς ὑποτίθεται, ᾗ ἐπαναπαύεται θεὸς καὶ ἐμπεριπατεῖ.
ἐπεὶ δὲ τοῦ χριστοῦ αὐτοῦ τὸ σῶ^μα^ ἐκ κοιλί^α_ς ἑνωθὲν να_ὸς ἐγένετο, οὐ κα^τὰ^ προκοπὴν πολι_τεία_ς ἐδέξα^το θεὸν ἐνοικοῦντα^, ἀλλ' ἅ^μα^ να_ὸς κα^τεσκευά^σθη, ἅ^μα^ θεὸς ἐνῴκησε.
ἐπεὶ δὲ τοῦ χριστοῦ αὐτοῦ τὸ σῶμα ἐκ κοιλίας ἑνωθὲν ναὸς ἐγένετο, οὐ κατὰ προκοπὴν πολιτείας ἐδέξατο θεὸν ἐνοικοῦντα, ἀλλ' ἅμα ναὸς κατεσκευάσθη, ἅμα θεὸς ἐνῴκησε.
ναὸς οὖν ἦν τοῦ ἑνωθέντος χριστοῦ τὸ σῶ^μα^.
ναὸς οὖν ἦν τοῦ ἑνωθέντος χριστοῦ τὸ σῶμα.
διὰ τοῦτό φησι^·
διὰ τοῦτό φησι·
λύσατε τὸν να_ὸν τοῦτον καὶ ἐν τρισὶ^ν ἡμέραις ἐγερῶ αὐτόν.
λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
ὢ τῆς ἀτοπία_ς τῶν πάντα τολμώντων ἀ^δεῶς.
ὢ τῆς ἀτοπίας τῶν πάντα τολμώντων ἀδεῶς.
ἀλλὰ ταῦτα μὲν πρὸς αἱρετι^κοὺς τοὺς λέγοντα^ς ψυ_χὴν καὶ σῶ^μα^ καὶ πνεῦμα^ καὶ βι^αζομένους τὸ ἀποστολι^κὸν ῥῆμα^ τὸ λέγον·
ἀλλὰ ταῦτα μὲν πρὸς αἱρετικοὺς τοὺς λέγοντας ψυχὴν καὶ σῶμα καὶ πνεῦμα καὶ βιαζομένους τὸ ἀποστολικὸν ῥῆμα τὸ λέγον·
ὁ θεὸς φυ^λά^ξει ὑ_μῶν τὸ σῶμα καὶ τὴν ψυ_χὴν καὶ τὸ πνεῦμα^.
ὁ θεὸς φυλάξει ὑμῶν τὸ σῶμα καὶ τὴν ψυχὴν καὶ τὸ πνεῦμα.
ἐκεῖνο ἀ^να^γκαῖον εἰπεῖν·
ἐκεῖνο ἀναγκαῖον εἰπεῖν·
πνεῦμα^ νομί^ζουσι^ τὸν νοῦν.
πνεῦμα νομίζουσι τὸν νοῦν.
εἰ τοίνυ^ν τὸ πνεῦμα^ ὁ νοῦς ἐστι^, διὰ τί ὁ ἀ^πόστολος λέγει·
εἰ τοίνυν τὸ πνεῦμα ὁ νοῦς ἐστι, διὰ τί ὁ ἀπόστολος λέγει·
ψα^λῶ τῷ πνεύμα^τί^ μου, ψα^λῶ καὶ τῷ νοΐ^;
ψαλῶ τῷ πνεύματί μου, ψαλῶ καὶ τῷ νοΐ;
εἰ γὰ^ρ τὸ αὐτὸ πνεῦμα^ καὶ νοῦς, διὰ τί μερίζει παῦλος λέγων·
εἰ γὰρ τὸ αὐτὸ πνεῦμα καὶ νοῦς, διὰ τί μερίζει παῦλος λέγων·
ψαλῶ τῷ πνεύμα^τι^, ψαλῶ καὶ τῷ νοΐ^;
ψαλῶ τῷ πνεύματι, ψαλῶ καὶ τῷ νοΐ;
εἰ τὸ πνεῦμα^ νοῦς, διὰ τί νοῦν πα^ρὰ^ τὸ πνεῦμα ἕτερον λέγει;
εἰ τὸ πνεῦμα νοῦς, διὰ τί νοῦν παρὰ τὸ πνεῦμα ἕτερον λέγει;
ἀλλ' ἐπειδή φησι^ν οὐ κατεδέξω οὕτως, ἑρμήνευσον ὡς φρονεῖς.
ἀλλ' ἐπειδή φησιν οὐ κατεδέξω οὕτως, ἑρμήνευσον ὡς φρονεῖς.
τί ἐστι^ν ὃ λέγει παῦλος·
τί ἐστιν ὃ λέγει παῦλος·
ὁ θεὸς φυ^λά^ξει ὑ_μῶν τὸ σῶ^μα^ καὶ τὴν ψυ_χὴν καὶ τὸ πνεῦμα^;
ὁ θεὸς φυλάξει ὑμῶν τὸ σῶμα καὶ τὴν ψυχὴν καὶ τὸ πνεῦμα;
πνεῦμα^ ἔθος τῇ γρα^φῇ κα^λεῖν τὸ χάρισμα^ τοῦ ἁ^γί^ου πνεύμα^τος.
πνεῦμα ἔθος τῇ γραφῇ καλεῖν τὸ χάρισμα τοῦ ἁγίου πνεύματος.
παρακαλῶ, συ^ναγωνίσασθέ μοι τῷ καμά^τῳ.
παρακαλῶ, συναγωνίσασθέ μοι τῷ καμάτῳ.
οὐ γὰ^ρ μικρὸν πρᾶγμα^ αἱρετι^κὴν ἄκανθα^ν ἐκκόψαι.
οὐ γὰρ μικρὸν πρᾶγμα αἱρετικὴν ἄκανθαν ἐκκόψαι.
πνεῦμα^ ἔθος τῇ γρα^φῇ κα^λεῖν τὸ χάρισμα^ τοῦ ἁ^γί^ου πνεύμα^τος.
πνεῦμα ἔθος τῇ γραφῇ καλεῖν τὸ χάρισμα τοῦ ἁγίου πνεύματος.
οἷον ἐά^ν τι^ς λά^βῃ πνεῦμα^ σοφί^α_ς ἢ πνεῦμα^ γνώσεως αὐτὸ τὸ δῶρον τοῦ πνεύμα^τος κα^λεῖται πνεῦμα^.
οἷον ἐάν τις λάβῃ πνεῦμα σοφίας ἢ πνεῦμα γνώσεως αὐτὸ τὸ δῶρον τοῦ πνεύματος καλεῖται πνεῦμα.
ἐπεὶ ζηλωταὶ πνευμά^των ἐστέ, ἀντὶ^ τοῦ χα^ρι^σμά^των πνευμα^τι^κῶν.
ἐπεὶ ζηλωταὶ πνευμάτων ἐστέ, ἀντὶ τοῦ χαρισμάτων πνευματικῶν.
οὐ γὰ^ρ πολλὰ^ πνεύμα^τα^.
οὐ γὰρ πολλὰ πνεύματα.
ἐπεὶ ζηλωταί ἐστε πνευμά^των, ἔτι^ καθ' ὁδὸν ὑ^περβολὴν ὑ_μῖν δείκνυ_μι^.
ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, ἔτι καθ' ὁδὸν ὑπερβολὴν ὑμῖν δείκνυμι.
δείκνυμι, φησί^ν, ὑ_μῖν τί^να^ ὀφείλετε τῶν χα^ρι^σμά^των ζητεῖν.
δείκνυμι, φησίν, ὑμῖν τίνα ὀφείλετε τῶν χαρισμάτων ζητεῖν.
κα^λεῖται τοίνυ^ν πνεῦμα^ ἡ τοῦ πνεύμα^τος χά^ρι^ς·
καλεῖται τοίνυν πνεῦμα ἡ τοῦ πνεύματος χάρις·
οὐκ αὐτὴ ἡ οὐσί^α_ τοῦ πνεύμα^τος, ἀλλ' ἡ ἐνέργεια^ τοῦ πνεύμα^τος.
οὐκ αὐτὴ ἡ οὐσία τοῦ πνεύματος, ἀλλ' ἡ ἐνέργεια τοῦ πνεύματος.
ταῦτα δὲ πά^ντα^ ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα^.
ταῦτα δὲ πάντα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα.
ἐνέργεια πνεύμα^τος τὸ πνεῦμα^, τουτέστι^ τὸ χάρισμα^·
ἐνέργεια πνεύματος τὸ πνεῦμα, τουτέστι τὸ χάρισμα·
οὐκ αὐτὴ ἡ οὐσί^α_ τοῦ πνεύμα^τος.
οὐκ αὐτὴ ἡ οὐσία τοῦ πνεύματος.
καλῇ σὺ^ πνευματι^κὸς καὶ καλεῖται τὸ πα^ρὰ^ σοὶ χάρισμα^ πνεῦμα^.
καλῇ σὺ πνευματικὸς καὶ καλεῖται τὸ παρὰ σοὶ χάρισμα πνεῦμα.
ὁ θεὸς φυ^λά^ξει ὑ_μῶν τὸ σῶ^μα^ καὶ τὴν ψυ_χὴν καὶ τὸ χάρισμα^, ὃ ἐλά^βετε ἀ^πὸ τοῦ πνεύμα^τος;
ὁ θεὸς φυλάξει ὑμῶν τὸ σῶμα καὶ τὴν ψυχὴν καὶ τὸ χάρισμα, ὃ ἐλάβετε ἀπὸ τοῦ πνεύματος;
πάλιν τὸ πνεῦμα χάρισμα^ λέγει.
πάλιν τὸ πνεῦμα χάρισμα λέγει.
τὸ δὲ χάρισμα^ δι^ὰ^ σπουδῆς αὔξεται καὶ δι' ἀ^μελεία_ς ἀ^πόλλυ^ται.
τὸ δὲ χάρισμα διὰ σπουδῆς αὔξεται καὶ δι' ἀμελείας ἀπόλλυται.
τὸ πνεῦμα μὴ σβέννυ^τε.
τὸ πνεῦμα μὴ σβέννυτε.
οὔτε τὴν οὐσί^α_ν τοῦ πνεύμα^τος σβέσαι δυ^να^τόν, οὔ τε τὸν νοῦν τὸν κα^τὰ^ φύ^σι^ν ὄντα^.
οὔτε τὴν οὐσίαν τοῦ πνεύματος σβέσαι δυνατόν, οὔ τε τὸν νοῦν τὸν κατὰ φύσιν ὄντα.