macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἀλλ' ἐπειδὴ τὴν χά^ρι^ν ἐν μὲν τῇ σπουδῇ αὔξομεν, ἐν δὲ τῇ ῥᾳθυ_μί^ᾳ σβεννύομεν, λέγει· | ἀλλ' ἐπειδὴ τὴν χάριν ἐν μὲν τῇ σπουδῇ αὔξομεν, ἐν δὲ τῇ ῥᾳθυμίᾳ σβεννύομεν, λέγει· |
τὸ χάρισμα^, ὃ ἐλά^βετε, μὴ σβέννυ^τε. | τὸ χάρισμα, ὃ ἐλάβετε, μὴ σβέννυτε. |
πνεῦμα τοίνυ^ν κα^λεῖ τοῦ πνεύμα^τος τὴν ἐνέργεια^ν· | πνεῦμα τοίνυν καλεῖ τοῦ πνεύματος τὴν ἐνέργειαν· |
ἧς γένοιτο πά^ντα^ς ἡμᾶς ἐπι^τυχεῖν· | ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν· |
ἐν χριστῷ ἰησοῦ τῷ κυ_ρί^ῳ ἡμῶν, ᾧ ἡ δόξα_ καὶ τὸ κρά^τος νῦν καὶ ἀ^εὶ καὶ εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων. | ἐν χριστῷ ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
ἀμήν. | ἀμήν. |
πᾶσα^ μὲν ἡμέρα_ φαιδρὰ τὴν ἡλιακὴν ἀκτῖνα^ φέρουσα^ καὶ τὸ κοινὸν κατεστολισμένη φῶς. | πᾶσα μὲν ἡμέρα φαιδρὰ τὴν ἡλιακὴν ἀκτῖνα φέρουσα καὶ τὸ κοινὸν κατεστολισμένη φῶς. |
οὕτω γὰ^ρ καὶ ὁ δεσπότης καλλωπίσας τὴν κτίσιν, πα^ρήγα^γεν εἰς μέσον. | οὕτω γὰρ καὶ ὁ δεσπότης καλλωπίσας τὴν κτίσιν, παρήγαγεν εἰς μέσον. |
ἔχει δὲ πλέον εἰς εὐφροσύνην ἡμέρα_ ἑορτῆς πα^νηγυ^ρι^κὴ καὶ πα^νέορτος λόγῳ καὶ λατρείᾳ θεοῦ τετι_μημένη. | ἔχει δὲ πλέον εἰς εὐφροσύνην ἡμέρα ἑορτῆς πανηγυρικὴ καὶ πανέορτος λόγῳ καὶ λατρείᾳ θεοῦ τετιμημένη. |
διπλῆν ἐπι^δείκνυ_σι^ τὴν εὐπρέπεια^ν, τό τε τῆς φύ^σεως ἄνθος φέρουσα^ καὶ τὸ τῆς εὐσεβεία_ς κάλλος ἐπι^δεικνύουσα^. | διπλῆν ἐπιδείκνυσι τὴν εὐπρέπειαν, τό τε τῆς φύσεως ἄνθος φέρουσα καὶ τὸ τῆς εὐσεβείας κάλλος ἐπιδεικνύουσα. |
τοιαύτη καὶ ἡ σήμερον ἑορτή, τὸν μὲν αἰσθητὸν τοῦ σώμα^τος ὀφθαλμὸν καταλάμπουσα^, τὸ δὲ νοερὸν ὄμμα^ τῆς δι^α^νοία_ς ταῖς ἀκτῖσι^ τοῦ λόγου φωτίζουσα^. | τοιαύτη καὶ ἡ σήμερον ἑορτή, τὸν μὲν αἰσθητὸν τοῦ σώματος ὀφθαλμὸν καταλάμπουσα, τὸ δὲ νοερὸν ὄμμα τῆς διανοίας ταῖς ἀκτῖσι τοῦ λόγου φωτίζουσα. |
ἔστι^ γὰ^ρ σήμερον μί^α^ τῶν τρι^ῶν τῶν ἐπισήμων καὶ τῶν ἐν νόμῳ κηρυττομένων καὶ δι^ὰ^ τῆς εὐαγγελικῆς χά^ρι^τος ᾀδομένων. | ἔστι γὰρ σήμερον μία τῶν τριῶν τῶν ἐπισήμων καὶ τῶν ἐν νόμῳ κηρυττομένων καὶ διὰ τῆς εὐαγγελικῆς χάριτος ᾀδομένων. |
ἐν ταύτῃ τῇ ἡμέρᾳ κα^τὰ^ τὴν πα^λαιὰ_ν διαθήκην ἐδόθη νόμος. | ἐν ταύτῃ τῇ ἡμέρᾳ κατὰ τὴν παλαιὰν διαθήκην ἐδόθη νόμος. |
ἐν ταύτῃ κα^τὰ^ τὴν νέα_ν χά^ρι^ν ἐδόθη τοῦ πνεύμα^τος ἡ ἐπι^φοίτησι^ς· | ἐν ταύτῃ κατὰ τὴν νέαν χάριν ἐδόθη τοῦ πνεύματος ἡ ἐπιφοίτησις· |
ἐν ταύτῃ τῇ ἡμέρᾳ μωϋσῆς τοῦ νόμου τὰ_ς πλά^κα^ς ἐδέξα^το. | ἐν ταύτῃ τῇ ἡμέρᾳ μωϋσῆς τοῦ νόμου τὰς πλάκας ἐδέξατο. |
ἐν ταύτῃ τῇ ἡμέρᾳ ὁ χορὸς τῶν ἀ^ποστόλων ἐδέξα^το τοῦ πνεύμα^τος τὴν κάθοδον ἀντὶ^ τῶν πλα^κῶν τῶν δοθεισῶν δι^ὰ^ μωϋσέως. | ἐν ταύτῃ τῇ ἡμέρᾳ ὁ χορὸς τῶν ἀποστόλων ἐδέξατο τοῦ πνεύματος τὴν κάθοδον ἀντὶ τῶν πλακῶν τῶν δοθεισῶν διὰ μωϋσέως. |
ἡ ἐπιστολὴ ἡμῶν ὑ_μεῖς ἐστε, ἐγγεγραμμένη οὐκ ἐν πλαξὶ^ λι^θί^ναις, ἀλλ' ἐν πλα^ξὶ^ κα^ρδί^α_ς σα^ρκί^ναις. | ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις. |
ζητεῖτε δὲ εἰ ἀ^ληθῶς κα^τὰ^ ταύτην τὴν ἡμέρα_ν ἐδόθη ὁ νόμος. | ζητεῖτε δὲ εἰ ἀληθῶς κατὰ ταύτην τὴν ἡμέραν ἐδόθη ὁ νόμος. |
οὐ γὰ^ρ ῥητῶς ἐγγέγραπται ἐν τῇ πα^λαιᾷ διαθήκῃ ὅτι^ τῇ πεντηκοστῇ ἐδόθη νόμος· | οὐ γὰρ ῥητῶς ἐγγέγραπται ἐν τῇ παλαιᾷ διαθήκῃ ὅτι τῇ πεντηκοστῇ ἐδόθη νόμος· |
ἀλλὰ^ τοῖς ἐρευνῶσι^ τὰ^ θεῖα^ γρά^μμα^τα^ ἀνακύ^πτει θησαυρὸς τῆς γνώσεως. | ἀλλὰ τοῖς ἐρευνῶσι τὰ θεῖα γράμματα ἀνακύπτει θησαυρὸς τῆς γνώσεως. |
ἴδωμεν οὖν ποία_ ἡμέρα_ καθ' ἣν ἐδόθη νόμος. | ἴδωμεν οὖν ποία ἡμέρα καθ' ἣν ἐδόθη νόμος. |
τῷ τρί^τῳ μηνὶ^ ἐξελθόντων αὐτῶν ἐκ γῆς αἰγύπτου, εἶπε κύ_ρι^ος τῷ μωϋσῇ· | τῷ τρίτῳ μηνὶ ἐξελθόντων αὐτῶν ἐκ γῆς αἰγύπτου, εἶπε κύριος τῷ μωϋσῇ· |
καταβὰς διαμάρτυραι τῷ λα_ῷ, καὶ ἁγνίσουσι^ν ἑαυτοὺς σήμερον καὶ αὔριον καὶ τῇ τρί^τῃ ἡμέρᾳ ὀφθήσομαι. | καταβὰς διαμάρτυραι τῷ λαῷ, καὶ ἁγνίσουσιν ἑαυτοὺς σήμερον καὶ αὔριον καὶ τῇ τρίτῃ ἡμέρᾳ ὀφθήσομαι. |
προσέχετε ἀ^κρι_βῶς. | προσέχετε ἀκριβῶς. |
τῷ πρώτῳ μηνὶ^ ἔξοδος αἰγύπτου· | τῷ πρώτῳ μηνὶ ἔξοδος αἰγύπτου· |
τεσσαρεσκαιδεκάτη δὲ ἦν τοῦ πρώτου μηνός. | τεσσαρεσκαιδεκάτη δὲ ἦν τοῦ πρώτου μηνός. |
τίθει τὴν τεσσαρεσκαιδεκάτην ἡμέρα_ν, μετ' ἐκείνην καὶ τὰ_ς ἡμέρα_ς πληρούσα_ς τὸ μῆνα^, τουτέστι^, δεκαεπτά, καὶ τὰ_ς τρι^ά_κοντα^ τοῦ δευτέρου. | τίθει τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν, μετ' ἐκείνην καὶ τὰς ἡμέρας πληρούσας τὸ μῆνα, τουτέστι, δεκαεπτά, καὶ τὰς τριάκοντα τοῦ δευτέρου. |
διαμάρτυραι τῷ λα_ῷ σήμερον καὶ αὔριον καὶ τῇ τρί^τῃ ἡμέρᾳ τοῦ μηνὸς ὀφθήσομαι. | διαμάρτυραι τῷ λαῷ σήμερον καὶ αὔριον καὶ τῇ τρίτῃ ἡμέρᾳ τοῦ μηνὸς ὀφθήσομαι. |
τριάκοντα οὖν τοῦ δευτέρου, δεκαεπτὰ δὲ τοῦ πρώτου καὶ τρεῖς τοῦ τρί^του. | τριάκοντα οὖν τοῦ δευτέρου, δεκαεπτὰ δὲ τοῦ πρώτου καὶ τρεῖς τοῦ τρίτου. |
καὶ βλέπε τῶν πρα_γμά^των τὴν συμφωνίαν. | καὶ βλέπε τῶν πραγμάτων τὴν συμφωνίαν. |
ὅτε ὤφθη ὁ θεὸς ἐν τῷ ὄρει σινᾶ, ὤφθη ὡς πῦρ καιόμενον. | ὅτε ὤφθη ὁ θεὸς ἐν τῷ ὄρει σινᾶ, ὤφθη ὡς πῦρ καιόμενον. |
ὅτε ἐπεφά_νη τὸ πνεῦμα^ τὸ ἅ^γι^ον τοῖς ἀ^ποστόλοις, ἐπεφά_νη ἐν εἴδει πυ_ρός· | ὅτε ἐπεφάνη τὸ πνεῦμα τὸ ἅγιον τοῖς ἀποστόλοις, ἐπεφάνη ἐν εἴδει πυρός· |
ἐμερίσθησαν γὰ^ρ γλῶσσαι ὡσεὶ πυ_ρὸς καὶ ἐκάθισεν ἐφ' ἕνα^ ἕκαστον αὐτῶν. | ἐμερίσθησαν γὰρ γλῶσσαι ὡσεὶ πυρὸς καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν. |
καὶ ὥσπερ, ἀ^δελφοί, ἐπι^φαινομένου τοῦ θεοῦ κα^τὰ^ τὴν πα^λαιὰ_ν διαθήκην πολλὰ^ ἦν τὰ^ δορυφοροῦντα^ φόβητρα^. | καὶ ὥσπερ, ἀδελφοί, ἐπιφαινομένου τοῦ θεοῦ κατὰ τὴν παλαιὰν διαθήκην πολλὰ ἦν τὰ δορυφοροῦντα φόβητρα. |
καὶ γὰ^ρ καὶ γνόφος καὶ θύελλα^ καὶ σάλπιγξ καὶ βροντὴ περι^εῖχε τὸ ὄρος, ἵ^να_ πα^ρα^σκευά^σῃ τὸν λα_ὸν εἰς φόβον τοῦ νομοθέτου. | καὶ γὰρ καὶ γνόφος καὶ θύελλα καὶ σάλπιγξ καὶ βροντὴ περιεῖχε τὸ ὄρος, ἵνα παρασκευάσῃ τὸν λαὸν εἰς φόβον τοῦ νομοθέτου. |
οὕτω καὶ τοῦ ἁ^γί^ου πνεύμα^τος μέλλοντος ἐπι^φοιτᾶν, ἵ^να_ μὴ τὸ αὔθωρον τῆς πα^ρουσί^α_ς εἰς ῥᾳθυμίαν ἐνέγκῃ τοὺς δεχομένους, ἀλλὰ^ μά^θωσι^ τοῦ πνεύμα^τος τὴν ἀ^ξί^α_ν ἐπι^φοιτῶσα^ν, ὥσπερ ἐν τῷ ὄρει γνόφος καὶ θύελλα^ προέδραμεν, οὕτω καὶ ἐπὶ^ τοῦ πνεύμα^τος ἐγένετο. | οὕτω καὶ τοῦ ἁγίου πνεύματος μέλλοντος ἐπιφοιτᾶν, ἵνα μὴ τὸ αὔθωρον τῆς παρουσίας εἰς ῥᾳθυμίαν ἐνέγκῃ τοὺς δεχομένους, ἀλλὰ μάθωσι τοῦ πνεύματος τὴν ἀξίαν ἐπιφοιτῶσαν, ὥσπερ ἐν τῷ ὄρει γνόφος καὶ θύελλα προέδραμεν, οὕτω καὶ ἐπὶ τοῦ πνεύματος ἐγένετο. |
ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέρα_ν τῆς πεντηκοστῆς ἐγένετο ἦχος ὥσπερ φερομένης πνοῆς βι^αία_ς. | ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἐγένετο ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας. |
καὶ τότε ὤφθη τὸ πνεῦμα^ τὸ ἅ^γι^ον καὶ συνέσεισε τὸν οἶκον, μεριζόμενον οὐ τὴν φύ^σι^ν, ἀλλὰ^ τὰ_ς ἐνεργεία_ς μερίζον. | καὶ τότε ὤφθη τὸ πνεῦμα τὸ ἅγιον καὶ συνέσεισε τὸν οἶκον, μεριζόμενον οὐ τὴν φύσιν, ἀλλὰ τὰς ἐνεργείας μερίζον. |
οὐ γὰ^ρ δι^αιρεῖται τὸ πνεῦμα^, ἀλλὰ^ δι^αιρεῖ τὰ^ χα^ρί^σμα^τα^, ταῦτα δὲ πά^ντα^ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα^, δι^αιροῦν ἰ^δί^ᾳ ἑκάστῳ, κα^θὼς βούλεται, δι^αιροῦν, οὐ δι^αιρούμενον, μερίζον, οὐ μεριζόμενον, αὐθεντοῦν, οὐκ αὐθεντίᾳ ὑ^ποκείμενον. | οὐ γὰρ διαιρεῖται τὸ πνεῦμα, ἀλλὰ διαιρεῖ τὰ χαρίσματα, ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται, διαιροῦν, οὐ διαιρούμενον, μερίζον, οὐ μεριζόμενον, αὐθεντοῦν, οὐκ αὐθεντίᾳ ὑποκείμενον. |
ὁ δὲ θεός ἐστι^ν ὁ ἐνεργῶν τὰ^ πά^ντα^ ἐν πᾶσι^ν, τὴν αὐτὴν φωνὴν εἶπε καὶ ἐπὶ^ τοῦ πνεύμα^τος ταῦτα δὲ πά^ντα^, ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα^. | ὁ δὲ θεός ἐστιν ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν, τὴν αὐτὴν φωνὴν εἶπε καὶ ἐπὶ τοῦ πνεύματος ταῦτα δὲ πάντα, ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα. |
ἀλλ' ἐκλήθη τὸ ἅ^γι^ον πνεῦμα^ πα^ράκλητον. | ἀλλ' ἐκλήθη τὸ ἅγιον πνεῦμα παράκλητον. |
δι^ὰ^ τὶ^ ἀλλ' ἢ δι^ὰ^ τὸ πα^ρα^κα^λεῖν ἀνθρώπους, τουτέστι^, παραμυθεῖσθαι; | διὰ τὶ ἀλλ' ἢ διὰ τὸ παρακαλεῖν ἀνθρώπους, τουτέστι, παραμυθεῖσθαι; |
ἐπὶ^ δὲ τῆς γρα^φῆς τὸ ἰδίωμα^ τοῦτο εὑρήσεις. | ἐπὶ δὲ τῆς γραφῆς τὸ ἰδίωμα τοῦτο εὑρήσεις. |
παράκλησιν λέγει ὁ ἀ^πόστολος τὴν παραμυθίαν. | παράκλησιν λέγει ὁ ἀπόστολος τὴν παραμυθίαν. |
πα^ρα^κα^λεῖ δὲ οὐχ ὡς δεύτερον θεοῦ, ἀλλ' ὡς θεός. | παρακαλεῖ δὲ οὐχ ὡς δεύτερον θεοῦ, ἀλλ' ὡς θεός. |
καὶ γὰ^ρ θεοῦ ἴ^δι^ον τὸ πα^ρα^κα^λεῖν. | καὶ γὰρ θεοῦ ἴδιον τὸ παρακαλεῖν. |
ὑ^πὲρ χριστοῦ πρεσβεύομεν, ὡς τοῦ θεοῦ πα^ρα^κα^λοῦντος δι' ἡμῶν. | ὑπὲρ χριστοῦ πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι' ἡμῶν. |
καὶ ἵ^να_, ἀ^δελφοί, μὴ νομισθῇ παῦλος ξενίζειν ἐπὶ^ τῶν δογμά^των τὸν θεὸν εἰσάγων πα^ρα^κα^λοῦντα^ ἀνθρώπους, λά^βε πα^λαιᾶς μα^ρτυ^ρί^α_ς ἀ^πόδειξι^ν. | καὶ ἵνα, ἀδελφοί, μὴ νομισθῇ παῦλος ξενίζειν ἐπὶ τῶν δογμάτων τὸν θεὸν εἰσάγων παρακαλοῦντα ἀνθρώπους, λάβε παλαιᾶς μαρτυρίας ἀπόδειξιν. |
παρακαλέσει σε ὁ ὀνομά^σα_ς σε. | παρακαλέσει σε ὁ ὀνομάσας σε. |
παρακαλεῖ σε ὁ πα^τήρ, παρακαλεῖ ὁ υἱός. | παρακαλεῖ σε ὁ πατήρ, παρακαλεῖ ὁ υἱός. |
πνεῦμα^ κυ_ρί^ου ἐπ' ἐμέ, οὗ ἕνεκεν ἔχρι_σέ με, εὐαγγελίσα^σθαι πτωχοῖς ἀπέστα^λκέ με, πα^ρα^κα^λέσαι πά^ντα^ς τοὺς πενθοῦντα^ς. | πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, παρακαλέσαι πάντας τοὺς πενθοῦντας. |
ἐπειδὰν ἀ^πέλθω, ἄλλον πα^ράκλητον πέμψω. | ἐπειδὰν ἀπέλθω, ἄλλον παράκλητον πέμψω. |
ἄλλος δὲ οὐκ ἂ^ν εἴη, μὴ ἑτέρου προτεταγμένου. | ἄλλος δὲ οὐκ ἂν εἴη, μὴ ἑτέρου προτεταγμένου. |
ἐμφαίνεται τοίνυ^ν τὸ πνεῦμα^ τὸ ἅ^γι^ον ἐν εἴδει πυ_ρὸς γλωσσῶν. | ἐμφαίνεται τοίνυν τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει πυρὸς γλωσσῶν. |
δι^ὰ^ τί^ οὖν γλῶσσαι; | διὰ τί οὖν γλῶσσαι; |
δι^ὰ^ τὸ τοῦ κηρύγμα^τος χρήσι^μον. | διὰ τὸ τοῦ κηρύγματος χρήσιμον. |
ἐπειδὴ γὰ^ρ γλώσσης ἐδέοντο οἱ ἀ^πόστολοι πρὸς τὸ πληρῶσαι δι^ὰ^ τοῦ κηρύγμα^τος τὰ^ πέρα^τα^ τῆς οἰκουμένης, ὃ ἔμελλεν ἐνεργεῖν τὸ πνεῦμα^ τὸ ἅ^γι^ον, τοῦτο σχηματίζεται κα^τὰ^ τὴν δωρεάν. | ἐπειδὴ γὰρ γλώσσης ἐδέοντο οἱ ἀπόστολοι πρὸς τὸ πληρῶσαι διὰ τοῦ κηρύγματος τὰ πέρατα τῆς οἰκουμένης, ὃ ἔμελλεν ἐνεργεῖν τὸ πνεῦμα τὸ ἅγιον, τοῦτο σχηματίζεται κατὰ τὴν δωρεάν. |
ἄλλως τε καὶ δι' ἀρχαία_ν ὑ^πόθεσι^ν. | ἄλλως τε καὶ δι' ἀρχαίαν ὑπόθεσιν. |
ἐπειδὴ γὰ^ρ τότε οἱ γίγαντες ἐθεομά^χουν καὶ πύργον ἐβούλοντο κα^τα^σκευά^σαι, γλώσσα_ς ὁ θεὸς ἀποστείλα_ς ἐμέρισε τῶν κα^κῶν τὴν συμφωνίαν, ἀποστέλλει καὶ νῦν ἐνεργεία_ς γλωσσῶν, ἵ^να_ συ^νάψῃ τὴν διαμερισθεῖσα^ν οἰκουμένην. | ἐπειδὴ γὰρ τότε οἱ γίγαντες ἐθεομάχουν καὶ πύργον ἐβούλοντο κατασκευάσαι, γλώσσας ὁ θεὸς ἀποστείλας ἐμέρισε τῶν κακῶν τὴν συμφωνίαν, ἀποστέλλει καὶ νῦν ἐνεργείας γλωσσῶν, ἵνα συνάψῃ τὴν διαμερισθεῖσαν οἰκουμένην. |
καὶ ἦν πρᾶγμα^ ξένον. | καὶ ἦν πρᾶγμα ξένον. |
γλῶσσαι τὴν οἰκουμένην ἔτεμον· | γλῶσσαι τὴν οἰκουμένην ἔτεμον· |
γλῶσσαι τὴν οἰκουμένην συ^νῆψα^ν, γλῶσσαι δι^ὰ^ τὸ κήρυγμα^. | γλῶσσαι τὴν οἰκουμένην συνῆψαν, γλῶσσαι διὰ τὸ κήρυγμα. |
πυ_ρὸς δὲ δι^ὰ^ τί^; | πυρὸς δὲ διὰ τί; |
ἐπειδὴ ὑλομανήσασα^ ἡ ἀσέβεια^, καὶ πά^ντα^ τὸν κόσμον συνδήσα_σα^ δί^κην ἀκάνθης κα^τεῖχεν, ἀποστέλλει πυρίνα_ς γλώσσα_ς ἀναλίσκουσα^ς τὴν ἄκανθα^ν τῆς ἀ^σεβεία_ς. | ἐπειδὴ ὑλομανήσασα ἡ ἀσέβεια, καὶ πάντα τὸν κόσμον συνδήσασα δίκην ἀκάνθης κατεῖχεν, ἀποστέλλει πυρίνας γλώσσας ἀναλίσκουσας τὴν ἄκανθαν τῆς ἀσεβείας. |
πῦρ ἦλθον βα^λεῖν ἐπὶ^ τὴν γῆν. | πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. |
πῦρ οὐκ ἀφανιστι^κόν. | πῦρ οὐκ ἀφανιστικόν. |
τὸ γὰ^ρ τοῦ θεοῦ πῦρ οὐ καίει ἀλλ' ἁγιά^ζει. | τὸ γὰρ τοῦ θεοῦ πῦρ οὐ καίει ἀλλ' ἁγιάζει. |
δι^ὰ^ τοῦτο τῷ ἡσαΐᾳ ἀπεστά^λη ἓν τῶν χερουβὶμ ἔχον ἄνθρακα^ πυρὸς ἀ^πὸ τοῦ θυσιαστηρί^ου. | διὰ τοῦτο τῷ ἡσαΐᾳ ἀπεστάλη ἓν τῶν χερουβὶμ ἔχον ἄνθρακα πυρὸς ἀπὸ τοῦ θυσιαστηρίου. |
καὶ ὡς ἐπέθηκε τοῖς χείλεσι^ν αὐτοῦ, ἰδοὺ ἀ^φῄρηκα τὰ_ς ἀνομία_ς σου καὶ τὰ_ς ἁ^μαρτί^α_ς σου. | καὶ ὡς ἐπέθηκε τοῖς χείλεσιν αὐτοῦ, ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου. |
ταύτην τοίνυ^ν τὴν ἑορτὴν τῆς τοῦ ἁ^γί^ου πνεύμα^τος ἐπι^δημία_ς σεμνῶς ἑορτάζοντες, δόξα^ν ἀναπέμψωμεν τῷ πατρὶ^ καὶ τῷ υἱῷ καὶ τὸ ἁ^γί^ῳ πνεύμα^τι^. | ταύτην τοίνυν τὴν ἑορτὴν τῆς τοῦ ἁγίου πνεύματος ἐπιδημίας σεμνῶς ἑορτάζοντες, δόξαν ἀναπέμψωμεν τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τὸ ἁγίῳ πνεύματι. |
τίμησον τοῦ πνεύμα^τος τὴν ἐπιφοίτησι^ν. | τίμησον τοῦ πνεύματος τὴν ἐπιφοίτησιν. |
τιμᾶται δὲ πνεύμα^τος ἐπι^φοίτησι^ς ἐν συγχωρήσει ἁ^μα^ρτημά^των. | τιμᾶται δὲ πνεύματος ἐπιφοίτησις ἐν συγχωρήσει ἁμαρτημάτων. |
ὅπου γὰ^ρ πνεῦμα^ ἅ^γι^ον, ἐκεῖ ἄφεσι^ς. | ὅπου γὰρ πνεῦμα ἅγιον, ἐκεῖ ἄφεσις. |
λάβετε πνεῦμα^ ἅ^γι^ον· | λάβετε πνεῦμα ἅγιον· |
ἄ^ν τι^νων ἀ^φῆτε τὰ_ς ἁ^μαρτί^α_ς, ἀ^φί_ενται αὐτοῖς. | ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς. |
τὸ πνεῦμα^ τὸ ἅ^γι^ον κηρύττει τὸ ἐλευθεροῦν. | τὸ πνεῦμα τὸ ἅγιον κηρύττει τὸ ἐλευθεροῦν. |
οἷον· | οἷον· |
ἐλευθεροῖ πα^τήρ, ἐλευθεροῖ υἱός, ἐλευθεροῖ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον. | ἐλευθεροῖ πατήρ, ἐλευθεροῖ υἱός, ἐλευθεροῖ τὸ πνεῦμα τὸ ἅγιον. |
δοῦλος δὲ ἐλευθερίαν πα^ρέχειν οὐ δύ^να^ται. | δοῦλος δὲ ἐλευθερίαν παρέχειν οὐ δύναται. |
ὃ γὰ^ρ μὴ ἔχει οὐ χα^ρί^ζεται. | ὃ γὰρ μὴ ἔχει οὐ χαρίζεται. |
δι^ὰ^ τοῦτο, ἵ^να_ μά^θῃς καινὴν ἐλευθερίαν υἱοῦ καὶ πνεύμα^τος, ἐὰ^ν μὴ ὁ υἱὸς ὑ_μᾶς ἐλευθερώσῃ, δοῦλοί ἐστε. | διὰ τοῦτο, ἵνα μάθῃς καινὴν ἐλευθερίαν υἱοῦ καὶ πνεύματος, ἐὰν μὴ ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, δοῦλοί ἐστε. |
ἀπέδωκεν ἑαυτῷ τὴν ἐλευθερίαν. | ἀπέδωκεν ἑαυτῷ τὴν ἐλευθερίαν. |
οὕτω κατοπτριζόμεθα^, ὡς ἀ^πὸ κυ_ρί^ου πνεύμα^τος· | οὕτω κατοπτριζόμεθα, ὡς ἀπὸ κυρίου πνεύματος· |
ὁ γὰ^ρ κύ_ρι^ος τὸ πνεῦμά^ ἐστι^ν· | ὁ γὰρ κύριος τὸ πνεῦμά ἐστιν· |
ὅπου δὲ πνεῦμα^ κυ_ρί^ου, ἐκεῖ ἐλευθερί^α_. | ὅπου δὲ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία. |
ποτὲ μὲν πνεῦμα^ το ἅ^γι^ον λέγεται, ποτὲ δὲ πνεῦμα^ υἱοῦ, ποτὲ δὲ πνεῦμα^ πατρός, οὐκ ἐν συ^γχύ^σει κηρυττόμενον, ἀλλὰ^ τὸ ἀδιάσπαστον τῆς θεία_ς οὐσί^α_ς ἑρμηνευόμενον. | ποτὲ μὲν πνεῦμα το ἅγιον λέγεται, ποτὲ δὲ πνεῦμα υἱοῦ, ποτὲ δὲ πνεῦμα πατρός, οὐκ ἐν συγχύσει κηρυττόμενον, ἀλλὰ τὸ ἀδιάσπαστον τῆς θείας οὐσίας ἑρμηνευόμενον. |
μὴ μεριμνήσητε γά^ρ φησι^ τί^ λα^λήσητε· | μὴ μεριμνήσητε γάρ φησι τί λαλήσητε· |
οὐ γὰ^ρ ὑ_μεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ^ τὸ πνεῦμα^ τοῦ πατρός. | οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρός. |
ὁ υἱὸς λέγει τὸ πνεῦμα^ τοῦ πατρός. | ὁ υἱὸς λέγει τὸ πνεῦμα τοῦ πατρός. |
ὁ παῦλος λέγει τὸ πνεῦμα^ τοῦ υἱοῦ. | ὁ παῦλος λέγει τὸ πνεῦμα τοῦ υἱοῦ. |
ὅτι^ δέ εστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα^ τοῦ υἱοῦ αὐτοῦ εἰς τὰ_ς κα^ρδί^α_ς ὑ_μῶν κράζον· | ὅτι δέ εστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον· |
ἀββᾶ ὁ πα^τήρ. | ἀββᾶ ὁ πατήρ. |
ζωοποιεῖ καὶ τὸ πνεῦμα^. | ζωοποιεῖ καὶ τὸ πνεῦμα. |
ὥσπερ ὁ πα^τὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ. | ὥσπερ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ. |
εἶδες πα^τέρα^ καὶ υἱὸν ζωοποιοῦντα^ς. | εἶδες πατέρα καὶ υἱὸν ζωοποιοῦντας. |
τὸ πνεῦμά^ ἐστι^ τὸ ζωοποιοῦν· | τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν· |
ἡ σὰρξ οὐδὲν ὠφελεῖ. | ἡ σὰρξ οὐδὲν ὠφελεῖ. |
ἔτι δὲ συντομώτερον χρήσομαι τῷ λόγῳ. | ἔτι δὲ συντομώτερον χρήσομαι τῷ λόγῳ. |
αἱ χειροτονίαι τῶν ἐκκλησι^ῶν ποτὲ μὲν ἐπιγρά^φονται ὑ^πὸ τοῦ παύλου τῷ πατρί^, ποτὲ τῷ υἱῷ, ποτὲ δὲ τῷ πνεύμα^τι^. | αἱ χειροτονίαι τῶν ἐκκλησιῶν ποτὲ μὲν ἐπιγράφονται ὑπὸ τοῦ παύλου τῷ πατρί, ποτὲ τῷ υἱῷ, ποτὲ δὲ τῷ πνεύματι. |
ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησί^ᾳ πρῶτον ἀ^ποστόλους, δεύτερον προφήτα_ς, τρί^τον δι^δα^σκά^λους, καὶ τὰ^ ἑξῆς. | ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, καὶ τὰ ἑξῆς. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.