macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἐνταῦθα τῷ πατρὶ^ ἐπέγραψε τὰ_ς χειροτονία_ς, ὅτι^ αὐτός ἐστι^ν ὁ αὐθεντῶν καὶ κα^θιστῶν.
ἐνταῦθα τῷ πατρὶ ἐπέγραψε τὰς χειροτονίας, ὅτι αὐτός ἐστιν ὁ αὐθεντῶν καὶ καθιστῶν.
ἀλλαχοῦ πά^λι^ν ὁ αὐτὸς παῦλος τῷ υἱῷ ἐπιγρά^φει.
ἀλλαχοῦ πάλιν ὁ αὐτὸς παῦλος τῷ υἱῷ ἐπιγράφει.
ὁ κα^τα^βά_ς, αὐτός ἐστι^ καὶ ὁ ἀ^να^βὰ_ς ὑπεράνω πάντων τῶν οὐρα^νῶν, ἵ^να_ πληρώσῃ τὰ^ πά^ντα^·
ὁ καταβάς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα·
καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀ^ποστόλους, τοὺς δὲ προφήτα_ς, τοὺς δὲ ποιμένα^ς καὶ δι^δα^σκά^λους.
καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ ποιμένας καὶ διδασκάλους.
βλέπε τὴν αὐθεντίαν διὰ τοῦ ῥήμα^τος.
βλέπε τὴν αὐθεντίαν διὰ τοῦ ῥήματος.
οὐκ εἶπε·
οὐκ εἶπε·
καὶ αὐτὸς ὑπούργησεν, ἀλλ' ἔδωκεν, ἐξ ἰ^δί^α_ς αὐθεντία_ς, οὐ μεμερισμένης καὶ ἀπεσχισμένης τῆς τοῦ πατρὸς βα^σι^λεία_ς.
καὶ αὐτὸς ὑπούργησεν, ἀλλ' ἔδωκεν, ἐξ ἰδίας αὐθεντίας, οὐ μεμερισμένης καὶ ἀπεσχισμένης τῆς τοῦ πατρὸς βασιλείας.
ἃ^ γὰ^ρ βούλεται ὁ πα^τήρ, βούλεται καὶ ὁ υἱός, καὶ ἃ βούλεται ὁ υἱός, τούτοις συ^νευδοκεῖ καὶ ὁ πα^τήρ.
ἃ γὰρ βούλεται ὁ πατήρ, βούλεται καὶ ὁ υἱός, καὶ ἃ βούλεται ὁ υἱός, τούτοις συνευδοκεῖ καὶ ὁ πατήρ.
ἃ τοίνυ^ν ἐπέγραψε τῷ πατρὶ^ καὶ τῷ υἱῷ, ὁ αὐτὸς πά^λι^ν τῷ ἁ^γί^ῳ πνεύμα^τι^ τὰ_ς χειροτονία_ς ἀνα^τί^θησι^, μετα^καλούμενος τοὺς ἐφεσίους πρεσβυ^τέρους, προσέχετε ἑαυτοῖς καὶ παντὶ^ τῷ ποιμνίῳ ἐν ᾧ ὑ_μᾶς τὸ πνεῦμα^ τὸ ἅ^γι^ον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησί^α_ν.
ἃ τοίνυν ἐπέγραψε τῷ πατρὶ καὶ τῷ υἱῷ, ὁ αὐτὸς πάλιν τῷ ἁγίῳ πνεύματι τὰς χειροτονίας ἀνατίθησι, μετακαλούμενος τοὺς ἐφεσίους πρεσβυτέρους, προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν.
βλέπε τοῦ ῥήμα^τος τὴν συμφωνίαν.
βλέπε τοῦ ῥήματος τὴν συμφωνίαν.
οὐκ εἶπεν ἐπὶ^ τοῦ πατρὸς τὸ ἔθηκεν, ἐπὶ δὲ τοῦ πνεύμα^τος τὸ ἔταξεν, ἀλλὰ^ τῇ αὐτῇ λέξει·
οὐκ εἶπεν ἐπὶ τοῦ πατρὸς τὸ ἔθηκεν, ἐπὶ δὲ τοῦ πνεύματος τὸ ἔταξεν, ἀλλὰ τῇ αὐτῇ λέξει·
ἔθετο ὁ θεὸς καὶ πα^τὴρ ἐν τῇ ἐκκλησί^ᾳ, ἔθετο τὸ πνεῦμα^ ἅ^γι^ον ἐν τῇ ἐκκλησί^ᾳ.
ἔθετο ὁ θεὸς καὶ πατὴρ ἐν τῇ ἐκκλησίᾳ, ἔθετο τὸ πνεῦμα ἅγιον ἐν τῇ ἐκκλησίᾳ.
νομοθετεῖ πα^τὴρ ἐν τῇ ἐκκλησί^ᾳ.
νομοθετεῖ πατὴρ ἐν τῇ ἐκκλησίᾳ.
νομοθετεῖ πα^τὴρ ὡς βα^σι^λεὺς τῶν αἰώνων, τοῦ ποιῆσαι τὸ θέλημά^ σου ὁ θεός μου ἠβουλήθην, καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κα^ρδί^α_ς μου.
νομοθετεῖ πατὴρ ὡς βασιλεὺς τῶν αἰώνων, τοῦ ποιῆσαι τὸ θέλημά σου ὁ θεός μου ἠβουλήθην, καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς καρδίας μου.
νομοθετεῖ οὖν πα^τήρ, νομοθετεῖ υἱός.
νομοθετεῖ οὖν πατήρ, νομοθετεῖ υἱός.
ἀλλήλων τὰ^ βά^ρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ χριστοῦ.
ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ χριστοῦ.
ἔδειξε τὸν πα^τέρα^ νομοθετοῦντα^, ἔδειξε τὸν υἱὸν νομοθετοῦντα^.
ἔδειξε τὸν πατέρα νομοθετοῦντα, ἔδειξε τὸν υἱὸν νομοθετοῦντα.
ὁ γὰ^ρ νόμος τοὺς πνεύμα^τος τῆς ζωῆς ἡλευθέρωσέ με ἐν χριστῷ ἰησοῦ.
ὁ γὰρ νόμος τοὺς πνεύματος τῆς ζωῆς ἡλευθέρωσέ με ἐν χριστῷ ἰησοῦ.
οὐχ ὅτι^ τρεῖς εἰσι^ νομοθέται.
οὐχ ὅτι τρεῖς εἰσι νομοθέται.
εἷς γὰ^ρ νόμος καὶ εἷς νομοθέτης.
εἷς γὰρ νόμος καὶ εἷς νομοθέτης.
εἷς θεός, κ ἂ^ν ἐν τρισὶ^ προσώποις κηρύττεται.
εἷς θεός, κ ἂν ἐν τρισὶ προσώποις κηρύττεται.
καὶ πῶς φησι^ δύ^να^ται πα^τὴρ λέγεσθαι θεὸς καὶ θεὸς υἱὸς καὶ πνεῦμα^ ἅ^γι^ον θεὸς καὶ οὐ τρεῖς θεοί;
καὶ πῶς φησι δύναται πατὴρ λέγεσθαι θεὸς καὶ θεὸς υἱὸς καὶ πνεῦμα ἅγιον θεὸς καὶ οὐ τρεῖς θεοί;
ὅπου κοινὰ^ τὰ^ τῆς φύ^σεως, κοινὰ^ καὶ τὰ^ ὀνόμα^τα^ τοῦ ἀξιώμα^τος.
ὅπου κοινὰ τὰ τῆς φύσεως, κοινὰ καὶ τὰ ὀνόματα τοῦ ἀξιώματος.
οἷον·
οἷον·
ὁ θεὸς τὰ^ εἰς πλήθη δι^ῃρημένα^ ἀ^πὸ μιᾶ_ς φύ^σεως ἑνὶ^ ὀνόμα^τι^ κα^λεῖ.
ὁ θεὸς τὰ εἰς πλήθη διῃρημένα ἀπὸ μιᾶς φύσεως ἑνὶ ὀνόματι καλεῖ.
καὶ ὅτε ὀργίζεται τοῖς ἀνθρώποις, τὸν πά^ντα^ ἄνθρωπον τὸν τῇ οργῇ ὑ^ποκείμενον, ἕνα^ κα^λεῖ ἄνθρωπον.
καὶ ὅτε ὀργίζεται τοῖς ἀνθρώποις, τὸν πάντα ἄνθρωπον τὸν τῇ οργῇ ὑποκείμενον, ἕνα καλεῖ ἄνθρωπον.
καὶ ὅτε δι^αλλάσσεται τῷ κόσμῳ, ὡς ἑνὶ^ ἀνθρώπῳ δι^α^λέγεται.
καὶ ὅτε διαλλάσσεται τῷ κόσμῳ, ὡς ἑνὶ ἀνθρώπῳ διαλέγεται.
οἷον·
οἷον·
οὐ μὴ καταμείνῃ τὸ πνεῦμά^ μου ἐν τοῖς ἀνθρώποις τούτοις.
οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις.
ἐξαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα^.
ἐξαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα.
καίτοι γε οὐκ ἦν εἷς, ἀλλὰ^ μυ_ρι^ά^δες ἄ^πειροι.
καίτοι γε οὐκ ἦν εἷς, ἀλλὰ μυριάδες ἄπειροι.
τῷ δὲ ὀνόμα^τι^ τῆς φύ^σεως τοὺς πά^ντα^ς ὡς ἕνα^ ἐκά^λεσεν, ὡς ἕνα^ ἄνθρωπον πά^ντα^ τὸν κόσμον, διὰ τὸ κοινὸν τῆς οὐσί^α_ς.
τῷ δὲ ὀνόματι τῆς φύσεως τοὺς πάντας ὡς ἕνα ἐκάλεσεν, ὡς ἕνα ἄνθρωπον πάντα τὸν κόσμον, διὰ τὸ κοινὸν τῆς οὐσίας.
τί^ ἐστι^ν ἄνθρωπος, ὅτι^ μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι^ ἐπισκέπτῃ αὐτόν;
τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν;
οὐχ ὅτι^ ἕνα^ ἐπεσκέψα^το.
οὐχ ὅτι ἕνα ἐπεσκέψατο.
πᾶσαν γὰ^ρ τὴν οἰκουμένην ἤγειρεν.
πᾶσαν γὰρ τὴν οἰκουμένην ἤγειρεν.
ἑνὶ δὲ συντόμῳ χρήσομαι λόγῳ διὰ μωϋσέως εἰρημένῳ, ὅτι^ ἐξῆλθε φαραὼ κα^τὰ^ τὴν θά^λα^σσα^ν καὶ ὑ^πέσχε τῷ νόμῳ τῷ θείῳ τὴν τι_μωρί^α_ν.
ἑνὶ δὲ συντόμῳ χρήσομαι λόγῳ διὰ μωϋσέως εἰρημένῳ, ὅτι ἐξῆλθε φαραὼ κατὰ τὴν θάλασσαν καὶ ὑπέσχε τῷ νόμῳ τῷ θείῳ τὴν τιμωρίαν.
φαραὼ πίπτει μετὰ^ μυ_ρί^ων ἁ^ρμά^των ἐν τῇ θα^λά^σσῃ.
φαραὼ πίπτει μετὰ μυρίων ἁρμάτων ἐν τῇ θαλάσσῃ.
καὶ ἦσα^ν πολλοὶ ἄνθρωποι βυθισθέντες μετ' ἐκείνου καὶ ἵπποι πολλοί.
καὶ ἦσαν πολλοὶ ἄνθρωποι βυθισθέντες μετ' ἐκείνου καὶ ἵπποι πολλοί.
ἄισωμεν τῷ κυ_ρί^ῳ·
ἄισωμεν τῷ κυρίῳ·
ἐνδόξως γὰ^ρ δεδόξασται.
ἐνδόξως γὰρ δεδόξασται.
ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θά^λα^σσα^ν.
ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν.
τὰ^ πλήθη τῶν ἀνδρῶν ἕνα^ ἄνθρωπον ἐπι^βάτην διὰ τὴν κοινωνί^α_ν τῆς οὐσί^α_ς ὠνόμα^σεν.
τὰ πλήθη τῶν ἀνδρῶν ἕνα ἄνθρωπον ἐπιβάτην διὰ τὴν κοινωνίαν τῆς οὐσίας ὠνόμασεν.
εἰ τοίνυ^ν ἐν τοῖς ἀνθρώποις, ὅπου συγκέχυται τὰ^ τῆς γνώσεως, ὅπου δι^ά^φορα^ τὰ^ τῆς μορφῆς εἴδη.
εἰ τοίνυν ἐν τοῖς ἀνθρώποις, ὅπου συγκέχυται τὰ τῆς γνώσεως, ὅπου διάφορα τὰ τῆς μορφῆς εἴδη.
οὐδὲ γὰ^ρ ἕν ἐστι^ν, οὐ δὲ γνώμῃ ἴ_ση, ἀλλὰ^ δι^ά^φοροι γλῶσσαι, δι^ά^φοροι λόγοι.
οὐδὲ γὰρ ἕν ἐστιν, οὐ δὲ γνώμῃ ἴση, ἀλλὰ διάφοροι γλῶσσαι, διάφοροι λόγοι.
διὰ τὸ κοινὸν τῆς φύ^σεως πᾶσα^ ἡ οἰκουμένη εἷς ἄνθρωπος λέγεται.
διὰ τὸ κοινὸν τῆς φύσεως πᾶσα ἡ οἰκουμένη εἷς ἄνθρωπος λέγεται.
ὅπου ἀμέρι^στος ἡ ἀ^ξί^α_, μί^α^ βα^σι^λεία_, μί^α^ δύ^να^μι^ς ἰδιάζουσα^, τὴν τριάδα ἕνα^ λέγω θεόν.
ὅπου ἀμέριστος ἡ ἀξία, μία βασιλεία, μία δύναμις ἰδιάζουσα, τὴν τριάδα ἕνα λέγω θεόν.
εἰ δὲ διὰ τὸ λέγειν θεὸν καὶ θεὸν καὶ θεόν, τρεῖς λέγω θεούς, ἐὰ^ν εἴπω κύ_ρι^ον καὶ κύ_ρι^ον καὶ κύ_ρι^ον, τρεῖς λέγω κυρί^ους;
εἰ δὲ διὰ τὸ λέγειν θεὸν καὶ θεὸν καὶ θεόν, τρεῖς λέγω θεούς, ἐὰν εἴπω κύριον καὶ κύριον καὶ κύριον, τρεῖς λέγω κυρίους;
οὐδαμῶς.
οὐδαμῶς.
λέγει γὰ^ρ ὁ ἀ^πόστολος τὸν πα^τέρα^ κύ_ρι^ον, τὸν υἱὸν κύ_ρι^ον καὶ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον κύ_ρι^ον.
λέγει γὰρ ὁ ἀπόστολος τὸν πατέρα κύριον, τὸν υἱὸν κύριον καὶ τὸ πνεῦμα τὸ ἅγιον κύριον.
εἶπεν ὁ κύ_ρι^ος τῷ κυ_ρί^ῳ μου·
εἶπεν ὁ κύριος τῷ κυρίῳ μου·
κάθου ἐκ δεξι^ῶν μου.
κάθου ἐκ δεξιῶν μου.
ἴδε δὲ κύ_ρι^ος κυ_ρί^ῳ.
ἴδε δὲ κύριος κυρίῳ.
ὁ δὲ κύ_ρι^ος τὸ πνεῦμά^ ἐστι^ν.
ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν.
εἰ τοίνυ^ν ὁ πα^τὴρ κύ_ρι^ος καὶ ὁ υἱὸς κύ_ρι^ος καὶ τὸ πνεῦμα^ κύ_ρι^ος, πῶς σύ^, ὦ ἀπόστολε, ὁ νομοθέτης τῆς ἀ^ληθεία_ς, εἷς κύ_ρι^ος, μί^α^ πί^στι_ς, ἓν βάπτισμα^;
εἰ τοίνυν ὁ πατὴρ κύριος καὶ ὁ υἱὸς κύριος καὶ τὸ πνεῦμα κύριος, πῶς σύ, ὦ ἀπόστολε, ὁ νομοθέτης τῆς ἀληθείας, εἷς κύριος, μία πίστις, ἓν βάπτισμα;
εἷς κύ_ρι^ος, κα^τὰ^ τὸν ἁγιασμὸν τῶν σεραφίμ.
εἷς κύριος, κατὰ τὸν ἁγιασμὸν τῶν σεραφίμ.
καὶ γὰ^ρ ἐκεῖνα^ ἐκβοᾷ·
καὶ γὰρ ἐκεῖνα ἐκβοᾷ·
ἅγι^ος, ἅγι^ος, ἅγιος κύ_ρι^ος.
ἅγιος, ἅγιος, ἅγιος κύριος.
εἰ δὲ φιλονεικοῦσι^ν οἱ αἱρετι^κοὶ ὅτι^ ἄλλη κυ_ριότης τοῦ πατρός, ἄλλη δὲ τοῦ υἱοῦ, θαυμάζω πῶς ἀ^νέχονται δυ^σὶ^ κυρί^οις δουλεύειν.
εἰ δὲ φιλονεικοῦσιν οἱ αἱρετικοὶ ὅτι ἄλλη κυριότης τοῦ πατρός, ἄλλη δὲ τοῦ υἱοῦ, θαυμάζω πῶς ἀνέχονται δυσὶ κυρίοις δουλεύειν.
τοῦ γὰ^ρ σωτῆρός ἐστι^ φωνὴ τὸ οὐδεὶς δύ^να^ται δυ^σὶ^ κυρί^οις δουλεύειν.
τοῦ γὰρ σωτῆρός ἐστι φωνὴ τὸ οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν.
εἰ μερίζεις τὴν ἐξουσί^α_ν, πῶς δουλεύεις τῇ βα^σι^λείᾳ;
εἰ μερίζεις τὴν ἐξουσίαν, πῶς δουλεύεις τῇ βασιλείᾳ;
οὐ γὰ^ρ δύ^να^ται λατρευθῆναι δύ^ο ἀξι^ώμα^τα^ κα^τὰ^ τὸ αὐτό, ἐὰν μὴ ὁμοτι_μία ᾖ.
οὐ γὰρ δύναται λατρευθῆναι δύο ἀξιώματα κατὰ τὸ αὐτό, ἐὰν μὴ ὁμοτιμία ᾖ.
οὐδεὶς γὰ^ρ προσκυ^νεῖ βα^σι^λεῖ καὶ ἄ^ρχοντι^.
οὐδεὶς γὰρ προσκυνεῖ βασιλεῖ καὶ ἄρχοντι.
ὅπου γὰ^ρ ὁμότι_μος ἡ ἀ^ξί^α_, ὁμότι_μος καὶ ἡ προσκύ^νησι^ς.
ὅπου γὰρ ὁμότιμος ἡ ἀξία, ὁμότιμος καὶ ἡ προσκύνησις.
ἐν τῷ ἴ_σῳ ἀξιώμα^τι^ οὐκ ἔστι^ μάχη.
ἐν τῷ ἴσῳ ἀξιώματι οὐκ ἔστι μάχη.
τὸ ἄ^νι^σον ἐγείρει μά^χην.
τὸ ἄνισον ἐγείρει μάχην.
τὸ ἴ^σον βραβεύει τὴν εἰρήνην.
τὸ ἴσον βραβεύει τὴν εἰρήνην.
οὐ συνεχώρησέ σοι ὁ χριστὸς μερί^σαι τὴν τιμήν.
οὐ συνεχώρησέ σοι ὁ χριστὸς μερίσαι τὴν τιμήν.
τοῦτό ἐστι^ τὸ θέλημα^ τοῦ πατρός, ἵ^να_ πάντες τι_μῶσι^ τὸν υἱὸν κα^θὼς τι_μῶσι^ τὸν πα^τέρα^.
τοῦτό ἐστι τὸ θέλημα τοῦ πατρός, ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα.
τί_μα_ τὸν πα^τέρα^, ἵ^να_ τι_μήσῃς τὸν υἱόν.
τίμα τὸν πατέρα, ἵνα τιμήσῃς τὸν υἱόν.
μᾶλλον δὲ τίμα τὸν υἱόν, ἵ^να_ τι_μήσῃς τὸν πα^τέρα^.
μᾶλλον δὲ τίμα τὸν υἱόν, ἵνα τιμήσῃς τὸν πατέρα.
ἰδιοποιεῖται ὁ πα^τὴρ τοῦ υἱοῦ τὴν τιμήν.
ἰδιοποιεῖται ὁ πατὴρ τοῦ υἱοῦ τὴν τιμήν.
ἰδιοποιεῖται ὁ υἱὸς τοῦ πατρὸς τὴν τιμήν.
ἰδιοποιεῖται ὁ υἱὸς τοῦ πατρὸς τὴν τιμήν.
ὁ ἐμὲ μι_σῶν, καὶ τὸν πα^τέρα^ μου μι_σεῖ.
ὁ ἐμὲ μισῶν, καὶ τὸν πατέρα μου μισεῖ.
μὴ οὖν νομί^σωσι^ν οἱ αἱρετι^κοὶ ὅτι^ θεῷ χα^ρί^ζονταί τι^, μέγα^ν αὐτὸν λέγοντες πα^ρὰ^ τὸν υἱόν.
μὴ οὖν νομίσωσιν οἱ αἱρετικοὶ ὅτι θεῷ χαρίζονταί τι, μέγαν αὐτὸν λέγοντες παρὰ τὸν υἱόν.
οὐ γὰ^ρ δέχεται τὴν εἰς αὐτὸν ἀναφερομένην τι_μὴν ὁ πα^τήρ, ὑβριζομένου τοῦ υἱοῦ.
οὐ γὰρ δέχεται τὴν εἰς αὐτὸν ἀναφερομένην τιμὴν ὁ πατήρ, ὑβριζομένου τοῦ υἱοῦ.
καὶ λά^βε πρα_γμά^των ἀ^πόδειξι^ν ἐναργῆ ἐκ τῆς πα^λαιᾶς γρα^φῆς.
καὶ λάβε πραγμάτων ἀπόδειξιν ἐναργῆ ἐκ τῆς παλαιᾶς γραφῆς.
οἱ φί^λοι τοῦ ἰώβ, οἱ ἐλθόντες εἰς παραμυθίαν, ἐνεκά^λουν αὐτῷ προσφθεγγομένῳ τολμηρά^, καὶ ἐδι^καίουν τὸν θεόν.
οἱ φίλοι τοῦ ἰώβ, οἱ ἐλθόντες εἰς παραμυθίαν, ἐνεκάλουν αὐτῷ προσφθεγγομένῳ τολμηρά, καὶ ἐδικαίουν τὸν θεόν.
ὁ δὲ ἰὼβ ἔλεγε τῷ θεῷ·
ὁ δὲ ἰὼβ ἔλεγε τῷ θεῷ·
τίς δώσει κριτὴν ἀ^νὰ^ μέσον ἐμοῦ καὶ σοῦ, καὶ εἰδῶ πόσαι εἰσὶ^ν αἱ ἁμαρτί^αι μου, ὅτι^ οὕτω με ἔκρι_να^ς;
τίς δώσει κριτὴν ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ εἰδῶ πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου, ὅτι οὕτω με ἔκρινας;
οἱ φί^λοι τοῦ ἰὼβ ἐδι^καίουν τὸν θεόν, ἀγνοουμένης τῆς ὑ^ποθέσεως, καὶ τὸν μὲν δί^καιον μᾶλλον κα^τέκρι_να^ν ὡς ἁμαρτήσαντα^, θεῷ δὲ συνηγόρουν ὡς ἐπάγοντι^.
οἱ φίλοι τοῦ ἰὼβ ἐδικαίουν τὸν θεόν, ἀγνοουμένης τῆς ὑποθέσεως, καὶ τὸν μὲν δίκαιον μᾶλλον κατέκριναν ὡς ἁμαρτήσαντα, θεῷ δὲ συνηγόρουν ὡς ἐπάγοντι.
καὶ λέγουσι^ν αὐτῷ·
καὶ λέγουσιν αὐτῷ·
μεγά^λως ἐλά^λησα^ς, ὑπερβαλλόντως ἐλά^λησα^ς σὺ^ κα^τὰ^ τοῦ ἱ^κα^νοῦ, καὶ ὁ θεὸς μὴ ταρά^ττει τὸ δί^καιον;
μεγάλως ἐλάλησας, ὑπερβαλλόντως ἐλάλησας σὺ κατὰ τοῦ ἱκανοῦ, καὶ ὁ θεὸς μὴ ταράττει τὸ δίκαιον;
κα^τὰ^ τὰ_ς ἁ^μαρτί^α_ς σου ἐπήγα^γεν.
κατὰ τὰς ἁμαρτίας σου ἐπήγαγεν.
εἰ μὴ πολλαί σου αἱ ἁμαρτί^αι, οὐκ ἂ^ν μεμάστιξαι.
εἰ μὴ πολλαί σου αἱ ἁμαρτίαι, οὐκ ἂν μεμάστιξαι.
καὶ ἐδόκουν συνηγορεῖν θεῷ, τὸν δὲ δί^καιον κα^τέκρι_να^ν.
καὶ ἐδόκουν συνηγορεῖν θεῷ, τὸν δὲ δίκαιον κατέκριναν.
ἆρα ἐδέξα^το τοὺς ὑ^πὲρ αὐτοῦ λέγοντα^ς πα^ρὰ^ τὸ δί^καιον ὁ θεός;
ἆρα ἐδέξατο τοὺς ὑπὲρ αὐτοῦ λέγοντας παρὰ τὸ δίκαιον ὁ θεός;
εἰ ἐδέξα^το τὴν ὑ^πὲρ αὐτοῦ συνηγορίαν, ἀτιμαζομένου τοῦ δι^καίου, δέχεται καὶ τὴν εἰς ἑαυτὸν τιμήν, ἀτιμαζομένου τοῦ υἱοῦ.
εἰ ἐδέξατο τὴν ὑπὲρ αὐτοῦ συνηγορίαν, ἀτιμαζομένου τοῦ δικαίου, δέχεται καὶ τὴν εἰς ἑαυτὸν τιμήν, ἀτιμαζομένου τοῦ υἱοῦ.
ἄκουε ἵ^να_ τί οὐκ ἐλα^λήσα^τε ὀρθὰ^ κα^τὰ^ τοῦ θεράποντός μου;
ἄκουε ἵνα τί οὐκ ἐλαλήσατε ὀρθὰ κατὰ τοῦ θεράποντός μου;
εἰ κα^τὰ^ τοῦ θεράποντος τοὺς ὀρθὰ^ μὴ λαλήσαντα^ς ἀποσείεται, τὸν κα^τὰ^ τὸν μονογενῆ ἀκονοῦντα^ τὴν γλῶττα^ν δέχεται;
εἰ κατὰ τοῦ θεράποντος τοὺς ὀρθὰ μὴ λαλήσαντας ἀποσείεται, τὸν κατὰ τὸν μονογενῆ ἀκονοῦντα τὴν γλῶτταν δέχεται;
ἄπαγε.
ἄπαγε.
ἀπαραίτητος τοίνυ^ν ἡ δί^κη τοῖς βλασφημοῦσι^ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον.
ἀπαραίτητος τοίνυν ἡ δίκη τοῖς βλασφημοῦσι τὸ πνεῦμα τὸ ἅγιον.
ἄκουε πᾶσα βλα^σφημί^α_ ἀ^φεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ εἰς τὸ ἅ^γι^ον πνεῦμα^ βλα^σφημί^α_ οὐκ ἀ^φεθήσεται, οὔ τε ἐν τῷ νῦν αἰῶνι^, οὔ τε ἐν τῷ μέλλοντι^.
ἄκουε πᾶσα βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημία οὐκ ἀφεθήσεται, οὔ τε ἐν τῷ νῦν αἰῶνι, οὔ τε ἐν τῷ μέλλοντι.
τίς χρεία_ συλλογισμῶν γεννητῶν καὶ ἀγεννήτων, κτιστῶν καὶ ἀκτίστων;
τίς χρεία συλλογισμῶν γεννητῶν καὶ ἀγεννήτων, κτιστῶν καὶ ἀκτίστων;
ὀξὺς ὁ λόγος τῆς αἱρέσεως ὑπὲρ ξυ^ρὸν ἠκονημένον.
ὀξὺς ὁ λόγος τῆς αἱρέσεως ὑπὲρ ξυρὸν ἠκονημένον.
ἀλλὰ^ καὶ ξυ^ρόν, κ ἂ_ν μεγάλως ᾖ καὶ ἰσχυ_ρῶς ἠκονημένον, τρί^χα^ς ξυρᾶν δύ^να^ται, οὐ ξύ^λα^ τέμνειν.
ἀλλὰ καὶ ξυρόν, κ ἂν μεγάλως ᾖ καὶ ἰσχυρῶς ἠκονημένον, τρίχας ξυρᾶν δύναται, οὐ ξύλα τέμνειν.
ὁ δὲ τῆς ἀ^ληθεία_ς λόγος οὐκ ἔστι ξυ^ρόν, ἀλλ' ἔστι^ν ἀξίνη.
ὁ δὲ τῆς ἀληθείας λόγος οὐκ ἔστι ξυρόν, ἀλλ' ἔστιν ἀξίνη.
ἰδοὺ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται.
ἰδοὺ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται.
οὐκ εἶπε ξυ^ρόν.
οὐκ εἶπε ξυρόν.
οὐ γά^ρ ἐστι^ λεῖον, κα^τὰ^ τοὺς λειοῦντα^ς ἔξω τῇ λέξει τὴν ματαιότητα^.
οὐ γάρ ἐστι λεῖον, κατὰ τοὺς λειοῦντας ἔξω τῇ λέξει τὴν ματαιότητα.
ἀλλ' ὁ λόγος τοῦ θεοῦ ἀξίνη τέμνουσα^ τὰ_ς ὑ^περηφα_νί^α_ς τῶν ἀ^λα_ζόνων, ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται.
ἀλλ' ὁ λόγος τοῦ θεοῦ ἀξίνη τέμνουσα τὰς ὑπερηφανίας τῶν ἀλαζόνων, ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται.