macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ὁ ὄχλος τῶν δόλι^α^ λα^λούντων καὶ αἱρέσεις πλεκόντων, ξυ^ρόν ἐστι^ν, τί ἐγκαυχᾷ ἐν κα^κί^ᾳ ὁ δυ^να^τὸς ἀνομίαν;
ὁ ὄχλος τῶν δόλια λαλούντων καὶ αἱρέσεις πλεκόντων, ξυρόν ἐστιν, τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατὸς ἀνομίαν;
ὅλην τὴν ἡμέρα_ν ἀδικίαν ἐλογί^σα^το ἡ γλῶσσά^ σου, ὡσεὶ ξυ^ρὸν ἠκονημένον ἐποίησα^ς δόλον.
ὅλην τὴν ἡμέραν ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου, ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον.
ὁ πα^τὴρ νομοθετεῖ·
ὁ πατὴρ νομοθετεῖ·
ὁ υἱὸς κελεύει·
ὁ υἱὸς κελεύει·
τὸ πνεῦμα^ αὐθεντεῖ.
τὸ πνεῦμα αὐθεντεῖ.
εὐαγγελιζόμενοι ἥξουσι^ν οὓς κύ_ρι^ος προσκέκληται.
εὐαγγελιζόμενοι ἥξουσιν οὓς κύριος προσκέκληται.
παρακαλῶ σε·
παρακαλῶ σε·
ἔκδος σου τὴν ἀκοήν, ἵνα μά^θῃς τῆς ἀ^ληθεία_ς τῇ συμφωνίαν.
ἔκδος σου τὴν ἀκοήν, ἵνα μάθῃς τῆς ἀληθείας τῇ συμφωνίαν.
οὐ γὰ^ρ λογισμοῖς μα^χόμεθα^, ἀλλὰ γρα^φαῖς ἀκολουθοῦμεν.
οὐ γὰρ λογισμοῖς μαχόμεθα, ἀλλὰ γραφαῖς ἀκολουθοῦμεν.
εὐχόμεθα δὲ δοῦλοι εἶναι τῶν γρα^φῶν, οὐ τὰ_ς γρα^φὰ_ς δουλαγωγεῖν πρὸς τοὺς ἡμετέρους λογισμούς.
εὐχόμεθα δὲ δοῦλοι εἶναι τῶν γραφῶν, οὐ τὰς γραφὰς δουλαγωγεῖν πρὸς τοὺς ἡμετέρους λογισμούς.
συλλογισμοὺς ἡ πί^στι_ς οὐ δέχεται, οὐχ ὡς ἀλογί^στους, ἀλλ' ὡς πά^ντα^ λογισμὸν ὑπερβαίνουσα^.
συλλογισμοὺς ἡ πίστις οὐ δέχεται, οὐχ ὡς ἀλογίστους, ἀλλ' ὡς πάντα λογισμὸν ὑπερβαίνουσα.
τὰ γὰ^ρ ὅπλα^ ἡμῶν οὐ σαρκικά^, ἀλλὰ δυνατὰ^ τῷ θεῷ πρὸς κα^θαίρεσι^ν ὀχυρωμά^των, λογισμοὺς κα^θαίροντες καὶ πᾶν ὕψωμα^ ἐπαιρόμενον κατὰ τῆς γνώσεος τοῦ θεοῦ.
τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαίροντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεος τοῦ θεοῦ.
ἀλλ' εἰ καὶ πολλά^κι^ς ὁ ἄνομος τῇ δι^α^λεκτι^κῇ νι_κᾷ, μὴ ξενισθῇς.
ἀλλ' εἰ καὶ πολλάκις ὁ ἄνομος τῇ διαλεκτικῇ νικᾷ, μὴ ξενισθῇς.
λόγοι ἀνόμων ὑπερεδυνάμωσα^ν ἡμᾶς.
λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς.
ἀποστέλλει καὶ ὁ πα^τὴρ τοὺς ἀ^ποστόλους·
ἀποστέλλει καὶ ὁ πατὴρ τοὺς ἀποστόλους·
ἀποστέλλει καὶ ὁ υἱός·
ἀποστέλλει καὶ ὁ υἱός·
ἀποστέλλει καὶ τὸ ἅ^γι^ον πνεῦμα^.
ἀποστέλλει καὶ τὸ ἅγιον πνεῦμα.
ἰδοὺ ἐγὼ ἀποστέλλω ὑ_μᾶς εἰς τὸν κόσμον·
ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς εἰς τὸν κόσμον·
πορευθέντες μα^θητεύσα^τε πά^ντα^ τὰ ἔθνη.
πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.
οἱ μὲν οὖν ἐκπεμφθέντες ἀ^πὸ τοῦ ἁ^γί^ου πνεύμα^τος κα^τῆλθον εἰς σελεύκειαν.
οἱ μὲν οὖν ἐκπεμφθέντες ἀπὸ τοῦ ἁγίου πνεύματος κατῆλθον εἰς σελεύκειαν.
κα^λεῖ ὁ πα^τὴρ ἀ^ποστόλους·
καλεῖ ὁ πατὴρ ἀποστόλους·
καλεῖ ὁ υἱὸς ἀ^ποστόλους.
καλεῖ ὁ υἱὸς ἀποστόλους.
ἀπὸ γὰ^ρ τοῦ ὄρους σιὼν ἥξει ὁ εὐαγγελιζόμενος, καὶ εὐαγγελιζόμενοι οὓς ὁ κύ_ρι^ος προσκέκληκεν.
ἀπὸ γὰρ τοῦ ὄρους σιὼν ἥξει ὁ εὐαγγελιζόμενος, καὶ εὐαγγελιζόμενοι οὓς ὁ κύριος προσκέκληκεν.
οὐκοῦν θεοῦ ἐστι^ προσκα^λεῖσθαι τοὺς εὐαγγελιζομένους.
οὐκοῦν θεοῦ ἐστι προσκαλεῖσθαι τοὺς εὐαγγελιζομένους.
εἰ τοίνυ^ν θεοῦ τὸ προσκα^λεῖσθαι, τάδε λέγει τὸ πνεῦμα τὸ ἅ^γι^ον·
εἰ τοίνυν θεοῦ τὸ προσκαλεῖσθαι, τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον·
ἀφορίσατέ μοι τὸν παῦλον καὶ τὸν βαρνάβαν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.
ἀφορίσατέ μοι τὸν παῦλον καὶ τὸν βαρνάβαν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.
ταῦτα παρ' ἡμῶν ἀρκούντως εἴρηται.
ταῦτα παρ' ἡμῶν ἀρκούντως εἴρηται.
ὁ δὲ θεὸς τῆς εἰρήνης πά^ντα^ς ἡμᾶς αὐξήσοι εἰς τὴν αὐτοῦ πίστι^ν καὶ ἀγάπην, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα_, τι_μὴ καὶ προσκύ^νησι^ς, σὺ^ν τῷ μονογενεῖ υἱῷ καὶ τῷ παναγί^ῳ αὐτοῦ πνεύμα^τι^, νῦν καὶ ἀ^εὶ καὶ εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων.
ὁ δὲ θεὸς τῆς εἰρήνης πάντας ἡμᾶς αὐξήσοι εἰς τὴν αὐτοῦ πίστιν καὶ ἀγάπην, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ μονογενεῖ υἱῷ καὶ τῷ παναγίῳ αὐτοῦ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ἀμήν.
ἀμήν.
μήτηρ εὐταξία_ς ἀκολουθία, ὄψι^ν μὲν καὶ πρόσωπον ἔχουσα^ ταῖς ὑ^ποθέσεσι^ν, εὐκρινῆ δὲ καὶ ἀσύγχυ^τον φυλάττουσα^ τὴν τῶν ἀ^κουόντων δι^ά^νοια^ν.
μήτηρ εὐταξίας ἀκολουθία, ὄψιν μὲν καὶ πρόσωπον ἔχουσα ταῖς ὑποθέσεσιν, εὐκρινῆ δὲ καὶ ἀσύγχυτον φυλάττουσα τὴν τῶν ἀκουόντων διάνοιαν.
μὴ τοίνυ^ν ἀ^πεχώμεθα^ τῆς ἀκολουθία_ς, ἀλλὰ^ κ ἂ_ν αἱ ἀ^να^γνώσεις τὸν ἴ^δι^ον ἀ^νυέτωσα^ν δρόμον, ἡμεῖς τῆς ἱ^στορί^α_ς τὴν ἀκολουθίαν φυ^λά^ξωμεν.
μὴ τοίνυν ἀπεχώμεθα τῆς ἀκολουθίας, ἀλλὰ κ ἂν αἱ ἀναγνώσεις τὸν ἴδιον ἀνυέτωσαν δρόμον, ἡμεῖς τῆς ἱστορίας τὴν ἀκολουθίαν φυλάξωμεν.
ἐν τοῖς προηγησαμένοις λόγοις παρεδίδοτο ἐκ τῆς τοῦ ἁ^γί^ου πνεύμα^τος δι^δα^σκα^λί^α_ς, τί^ς γέγονεν ἡ τοῦ ἀνθρώπου κατασκευή, τί^ς ἡ τι_μή, τί^ς ἡ τά^ξι_ς, τί^ς ἡ τῶν πρα_γμά^των δοθεῖσα^ ἡγεμονί^α_.
ἐν τοῖς προηγησαμένοις λόγοις παρεδίδοτο ἐκ τῆς τοῦ ἁγίου πνεύματος διδασκαλίας, τίς γέγονεν ἡ τοῦ ἀνθρώπου κατασκευή, τίς ἡ τιμή, τίς ἡ τάξις, τίς ἡ τῶν πραγμάτων δοθεῖσα ἡγεμονία.
ἥκει γὰ^ρ τούτοις ἡ ἀ^πά^τη ἡ ἐν παραδείσῳ, ἡ ἐξετασθεῖσα^ δί^κη, ἡ ἐξενεχθεῖσα^ μετὰ^ φιλανθρωπία_ς ἀ^πόφα^σι^ς.
ἥκει γὰρ τούτοις ἡ ἀπάτη ἡ ἐν παραδείσῳ, ἡ ἐξετασθεῖσα δίκη, ἡ ἐξενεχθεῖσα μετὰ φιλανθρωπίας ἀπόφασις.
τούτοις ἠκολούθησεν τὰ^ κα^τὰ^ τὸν κάιν καὶ τὸν ἄβελ ὄψει μὲν τῇ αὐτῇ τὸν θεὸν τι_μᾶν ἐπιχειρησά^ντων, δι^α^φόρῳ δὲ δι^α^θέσει τὴν λειτουργίαν ἀ^να^λα^βόντων.
τούτοις ἠκολούθησεν τὰ κατὰ τὸν κάιν καὶ τὸν ἄβελ ὄψει μὲν τῇ αὐτῇ τὸν θεὸν τιμᾶν ἐπιχειρησάντων, διαφόρῳ δὲ διαθέσει τὴν λειτουργίαν ἀναλαβόντων.
προσήνεγκε γὰ^ρ καὶ οὗτος κ ἀκεῖνος.
προσήνεγκε γὰρ καὶ οὗτος κ ἀκεῖνος.
ἀλλὰ^ τοῦ μὲν σχῆμα^ μόνον δώρου εἶχεν ἡ προσφορά, τοῦ δὲ καὶ τὴν πρέπουσα^ν δι^ά^θεσι^ν καὶ τιμήν.
ἀλλὰ τοῦ μὲν σχῆμα μόνον δώρου εἶχεν ἡ προσφορά, τοῦ δὲ καὶ τὴν πρέπουσαν διάθεσιν καὶ τιμήν.
εἶτα ἠκολούθησε φθόνος.
εἶτα ἠκολούθησε φθόνος.
τῇ γὰ^ρ εὐσεβείᾳ ἀ^κολουθεῖ ἀ^εὶ πα^ρὰ^ μὲν τῶν κα^κῶν φθόνος, πα^ρὰ^ δὲ τοῦ βραβευτοῦ στέφα^νος.
τῇ γὰρ εὐσεβείᾳ ἀκολουθεῖ ἀεὶ παρὰ μὲν τῶν κακῶν φθόνος, παρὰ δὲ τοῦ βραβευτοῦ στέφανος.
ἀνῃρέθη ὁ ἄβελ, ὁ πρῶτος τῆς δι^καιοσύ^νης κῆρυξ, ὁ πρῶτος εὐσέβεια^ν ἀγα^πήσα_ς καὶ μετα^διώξα_ς·
ἀνῃρέθη ὁ ἄβελ, ὁ πρῶτος τῆς δικαιοσύνης κῆρυξ, ὁ πρῶτος εὐσέβειαν ἀγαπήσας καὶ μεταδιώξας·
ὁ πρῶτος ἀ^λήθεια^ν τι_μήσα_ς καὶ μετὰ^ ἀ^ληθεία_ς τὸν θεὸν ἀγα^πήσα_ς καὶ προσκυ^νήσα_ς, ὁ ἐν πολλοῖς μι_μητὴς τοῦ χριστοῦ γενόμενος.
ὁ πρῶτος ἀλήθειαν τιμήσας καὶ μετὰ ἀληθείας τὸν θεὸν ἀγαπήσας καὶ προσκυνήσας, ὁ ἐν πολλοῖς μιμητὴς τοῦ χριστοῦ γενόμενος.
εὑρίσκω γὰ^ρ τὸν ἅ^γι^ον ἄβελ πολλὰ_ς τοῦ χριστοῦ εἰκόνα^ς δεξά^μενον.
εὑρίσκω γὰρ τὸν ἅγιον ἄβελ πολλὰς τοῦ χριστοῦ εἰκόνας δεξάμενον.
ὥσπερ γὰ^ρ ὁ σωτὴρ τῶν μετὰ^ τὸν νόμον ἀνακαινιζομένων ἀρχηγὸς καὶ πρῶτος δί^καιος, οὕτως τῶν ἀρχαίων πάντων ἀνθρώπων ἀρχηγὸς δικαιο σύνης ἄβελ.
ὥσπερ γὰρ ὁ σωτὴρ τῶν μετὰ τὸν νόμον ἀνακαινιζομένων ἀρχηγὸς καὶ πρῶτος δίκαιος, οὕτως τῶν ἀρχαίων πάντων ἀνθρώπων ἀρχηγὸς δικαιο σύνης ἄβελ.
οὔτε ἐν τῷ ἀνακαινισμῷ τῆς ἀνθρωπότητος, ἣν ἀνεκαίνισεν ὁ πάντων δεσπότης, εὑρίσκεις τι^ τοῦ δεσποτι^κοῦ πρῶτον σώμα^τος, οὔ τε ἐν τῇ πα^λαιᾷ τῶν ἀνθρώπων τάξει εὑρίσκεις δι^καιοσύ^νην προλάμψασα^ν τοῦ ἄβελ.
οὔτε ἐν τῷ ἀνακαινισμῷ τῆς ἀνθρωπότητος, ἣν ἀνεκαίνισεν ὁ πάντων δεσπότης, εὑρίσκεις τι τοῦ δεσποτικοῦ πρῶτον σώματος, οὔ τε ἐν τῇ παλαιᾷ τῶν ἀνθρώπων τάξει εὑρίσκεις δικαιοσύνην προλάμψασαν τοῦ ἄβελ.
ἐκεῖνος ἀρχηγὸς τῶν πα^λαιῶν δι^καίων, καὶ οὗτος ἀρχηγὸς τῶν νέων δι^καίων καὶ τῶν μετὰ^ ἀ^ληθεία_ς ἀνακαινιζομένων ἁ^γί^ων.
ἐκεῖνος ἀρχηγὸς τῶν παλαιῶν δικαίων, καὶ οὗτος ἀρχηγὸς τῶν νέων δικαίων καὶ τῶν μετὰ ἀληθείας ἀνακαινιζομένων ἁγίων.
δι^ὰ^ τοῦτο ὁ σωτὴρ ἔπηξε τοῦ ἄβελ τὴν μνήμην πά_σης δι^καιοσύ^νης ἀρχήν.
διὰ τοῦτο ὁ σωτὴρ ἔπηξε τοῦ ἄβελ τὴν μνήμην πάσης δικαιοσύνης ἀρχήν.
λέγει γὰ^ρ ἰουδαίοις·
λέγει γὰρ ἰουδαίοις·
ἀμὴν λέγω ὑ_μῖν, ἐκδικηθήσεται ἐκ τῆς γενεᾶς ταύτης πᾶν αἷμα^ δί^καιον ἐκχυ_νόμενον ἀ^πὸ καταβολῆς κόσμου, ἀ^πὸ τοῦ αἵμα^τος ἄβελ τοῦ δι^καίου ἕως τοῦ αἵμα^τος ζαχαρίου, ὃν ἐφονεύσα^τε μετα^ξὺ^ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρί^ου.
ἀμὴν λέγω ὑμῖν, ἐκδικηθήσεται ἐκ τῆς γενεᾶς ταύτης πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἀπὸ καταβολῆς κόσμου, ἀπὸ τοῦ αἵματος ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος ζαχαρίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.
ἀρχὴν ἔπηξε δι^καιοσύ^νης τὸν ἐπι^βουλευόμενον μὲν πα^ρὰ^ ἀνθρώποις, στεφα^νούμενον δὲ πα^ρὰ^ τῷ θεῷ, τὸν ἄβελ.
ἀρχὴν ἔπηξε δικαιοσύνης τὸν ἐπιβουλευόμενον μὲν παρὰ ἀνθρώποις, στεφανούμενον δὲ παρὰ τῷ θεῷ, τὸν ἄβελ.
καὶ ὅρα_ τὸ θαυμαστόν.
καὶ ὅρα τὸ θαυμαστόν.
ἐπειδὴ ἄβελ πρῶτος δι^καιοσύ^νῃ συ^ναγωνίσατο, πρῶτος ὑ^πὲρ εὐσεβεία_ς ἠξι^ώθη πα^θεῖν.
ἐπειδὴ ἄβελ πρῶτος δικαιοσύνῃ συναγωνίσατο, πρῶτος ὑπὲρ εὐσεβείας ἠξιώθη παθεῖν.
ἐγένετο χριστοῦ εἰκὼν τοῦ δι' ἀ^λήθεια^ν πα^θόντος, καὶ εὑρέθη καὶ τὸ αἷμα^ τοῦ ἄβελ πλησι^ά^ζον τῷ δεσποτι^κῷ αἵμα^τι^ καὶ πολλὴν ἔχων τῇ ἐγγύτητα^ δι^ὰ^ τὴν πίστι^ν.
ἐγένετο χριστοῦ εἰκὼν τοῦ δι' ἀλήθειαν παθόντος, καὶ εὑρέθη καὶ τὸ αἷμα τοῦ ἄβελ πλησιάζον τῷ δεσποτικῷ αἵματι καὶ πολλὴν ἔχων τῇ ἐγγύτητα διὰ τὴν πίστιν.
οἷον τὸ αἷμα^ τὸ σωτήριον δι^δασκα^λεῖόν ἐστι^ πά_σης τῆς οἰκουμένης·
οἷον τὸ αἷμα τὸ σωτήριον διδασκαλεῖόν ἐστι πάσης τῆς οἰκουμένης·
οὐδὲν ἡμᾶς παιδεύει τὴν εὐσέβεια^ν ἢ τὸ αἷμα^ τὸ δεσποτι^κόν, ὥσπερ γλώττῃ τῇ ἀ^ληθείᾳ κεχρημένον.
οὐδὲν ἡμᾶς παιδεύει τὴν εὐσέβειαν ἢ τὸ αἷμα τὸ δεσποτικόν, ὥσπερ γλώττῃ τῇ ἀληθείᾳ κεχρημένον.
ἐβόησεν καὶ τὸ αἷμα^ τοῦ ἄβελ, βοᾷ καὶ τὸ αἷμα^ τοῦ χριστοῦ.
ἐβόησεν καὶ τὸ αἷμα τοῦ ἄβελ, βοᾷ καὶ τὸ αἷμα τοῦ χριστοῦ.
ἀλλ' ἐκεῖνο μὲν βοᾷ ἐντυγχά^νον, τοῦτο δὲ βοᾷ ἱλα^σμὸν φέρον τῷ κόσμῳ.
ἀλλ' ἐκεῖνο μὲν βοᾷ ἐντυγχάνον, τοῦτο δὲ βοᾷ ἱλασμὸν φέρον τῷ κόσμῳ.
ἐπειδὴ γὰ^ρ καὶ τὸ αἷμα^ τὸ δεσποτι^κὸν δί^κην σάλπιγγος ἤχησεν εἰς τὰ^ πέρα^τα^ καὶ τὸ αἷμα^ ἄβελ ἐνέτυ^χε τῷ θεῷ, ὁ ἀ^πόστολος μνημονεύσα_ς καὶ τούτου κ ἀκείνου τοῦ αἵμα^τος, τῇ πα^ρεξετάσει εἰς μεῖζον ὕψος ἐπῆρε τὸ ἀ^ληθῶς ἀνώτερον αἷμα^.
ἐπειδὴ γὰρ καὶ τὸ αἷμα τὸ δεσποτικὸν δίκην σάλπιγγος ἤχησεν εἰς τὰ πέρατα καὶ τὸ αἷμα ἄβελ ἐνέτυχε τῷ θεῷ, ὁ ἀπόστολος μνημονεύσας καὶ τούτου κ ἀκείνου τοῦ αἵματος, τῇ παρεξετάσει εἰς μεῖζον ὕψος ἐπῆρε τὸ ἀληθῶς ἀνώτερον αἷμα.
λέγει γά^ρ·
λέγει γάρ·
προσεληλύθαμεν ὄρει σιών, καὶ πόλει θεοῦ ζῶντος, ἱερουσαλὴμ ἐπουρα^νί^ῳ, καὶ μυ_ρι^ά^σι^ν ἀγγέλων, πα^νηγύ^ρει καὶ ἐκκλησί^ᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρα^νοῖς, καὶ κριτῇ θεῷ ζῶντι^, καὶ πνεύμα^σι^ν ἁ^γί^ων τετελειωμένων, καὶ αἵμα^τι^ ῥαντισμοῦ κρεῖττον λαλοῦντι^ πα^ρὰ^ τοῦ ἄβελ.
προσεληλύθαμεν ὄρει σιών, καὶ πόλει θεοῦ ζῶντος, ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ θεῷ ζῶντι, καὶ πνεύμασιν ἁγίων τετελειωμένων, καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τοῦ ἄβελ.
τὸ μὲν γὰ^ρ λα^λεῖ ἐντυγχά^νον κα^τὰ^ μι^αιφόνων, τὸ δὲ τοῦ χριστοῦ αἷμα^ ἐντυγχά^νον ὑ^πὲρ ἁμαρτωλῶν, καὶ ἱλα^σμὸν φέρον τῷ κόσμῳ.
τὸ μὲν γὰρ λαλεῖ ἐντυγχάνον κατὰ μιαιφόνων, τὸ δὲ τοῦ χριστοῦ αἷμα ἐντυγχάνον ὑπὲρ ἁμαρτωλῶν, καὶ ἱλασμὸν φέρον τῷ κόσμῳ.
τὸ γὰ^ρ αἷμα^ τοῦ χριστοῦ ῥαντισμὸς τῆς οἰκουμένης, τὸ αἷμα^ χριστοῦ λύτρον τῶν ἀνθρώπων.
τὸ γὰρ αἷμα τοῦ χριστοῦ ῥαντισμὸς τῆς οἰκουμένης, τὸ αἷμα χριστοῦ λύτρον τῶν ἀνθρώπων.
κρεῖττον, φησί^, πα^ρὰ^ τοῦ ἄβελ λαλοῦντι^, καθ' ὅσον τὸ μὲν ἐντυγχά^νει, τὸ δὲ συνηγορεῖ.
κρεῖττον, φησί, παρὰ τοῦ ἄβελ λαλοῦντι, καθ' ὅσον τὸ μὲν ἐντυγχάνει, τὸ δὲ συνηγορεῖ.
ἔπειτα πά^λι^ν εἰκόνα^ εἶχεν τοῦ δεσποτι^κοῦ αἵμα^τος τὸ τοῦ ἄβελ κα^τὰ^ τοῦτον τὸν τρόπον.
ἔπειτα πάλιν εἰκόνα εἶχεν τοῦ δεσποτικοῦ αἵματος τὸ τοῦ ἄβελ κατὰ τοῦτον τὸν τρόπον.
ὁ ἀδὰμ ἁ^μα^ρτήσα_ς ὑπέπεσε τῇ κα^τάρᾳ τοῦ θα^νά^του·
ὁ ἀδὰμ ἁμαρτήσας ὑπέπεσε τῇ κατάρᾳ τοῦ θανάτου·
γῆ εἶ καὶ εἰς γῆν ἀ^πελεύσῃ.
γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.
ἐδέξα^το τὴν ἀ^πόφα^σι^ν ἄβελ δί^καιος γεγονὼς καὶ πταισμάτων μὴ ὑποπεσών, ἀλλὰ^ καὶ μαρτυρηθεὶς τῇ θείᾳ ψήφῳ ἐνεπολιτεύσατο σεμνῶς τῷ βί^ῳ.
ἐδέξατο τὴν ἀπόφασιν ἄβελ δίκαιος γεγονὼς καὶ πταισμάτων μὴ ὑποπεσών, ἀλλὰ καὶ μαρτυρηθεὶς τῇ θείᾳ ψήφῳ ἐνεπολιτεύσατο σεμνῶς τῷ βίῳ.
εἶτα ὁ μι^αιφόνος κάϊν ἀ^νοίξα_ς τὰ_ς πύ^λα_ς τοῦ θα^νά^του ἐποίησε κα^κὴν πά^ροδον γενέσθαι τῷ θα^νά^τῳ, μᾶλλον δὲ κα^λήν.
εἶτα ὁ μιαιφόνος κάϊν ἀνοίξας τὰς πύλας τοῦ θανάτου ἐποίησε κακὴν πάροδον γενέσθαι τῷ θανάτῳ, μᾶλλον δὲ καλήν.
ὅρα γὰ^ρ τὸ τοῦ θεοῦ φιλάνθρωπον.
ὅρα γὰρ τὸ τοῦ θεοῦ φιλάνθρωπον.
οἱ κα^τάδι^κοι οὐδέπω ἦσα^ν τεθνηκότες, οὔ τε ὁ ἀδὰμ οὔ τε ἡ εὔα.
οἱ κατάδικοι οὐδέπω ἦσαν τεθνηκότες, οὔ τε ὁ ἀδὰμ οὔ τε ἡ εὔα.
ὁ ἄβελ μὴ ἁ^μα^ρτήσα_ς πρῶτος τῶν καταδικασθέντων ἀποθνῄσκει, τοῦ θεοῦ οὕτως οἰκονομήσαντος μὴ λα^βεῖν τὸν θά^να^τον βεβαίαν νομήν·
ὁ ἄβελ μὴ ἁμαρτήσας πρῶτος τῶν καταδικασθέντων ἀποθνῄσκει, τοῦ θεοῦ οὕτως οἰκονομήσαντος μὴ λαβεῖν τὸν θάνατον βεβαίαν νομήν·
ἀ^σφα^λὴς γὰ^ρ θα^νά^του νομὴ ἁ^μά^ρτημα^.
ἀσφαλὴς γὰρ θανάτου νομὴ ἁμάρτημα.
ὠικονόμησεν τοίνυ^ν ὁ θεὸς ἐπι^βουλευομένης τῆς εὐσεβεία_ς πα^θεῖν τὸν μὴ ἁμαρτήσαντα^ ὑ^πὲρ τῶν κατακεκριμένων, ἵ^να_ εἰκὼν γένηται τοῦ χριστοῦ, ὃς ὑ^πὲρ τῶν ἁ^μα^ρτησά^ντων τὸν θά^να^τον φέρει.
ὠικονόμησεν τοίνυν ὁ θεὸς ἐπιβουλευομένης τῆς εὐσεβείας παθεῖν τὸν μὴ ἁμαρτήσαντα ὑπὲρ τῶν κατακεκριμένων, ἵνα εἰκὼν γένηται τοῦ χριστοῦ, ὃς ὑπὲρ τῶν ἁμαρτησάντων τὸν θάνατον φέρει.
ὑπὲρ γὰ^ρ τῶν ἁμαρτι^ῶν τοῦ λα_οῦ ἦλθεν εἰς θά^να^τον, φησί^ν.
ὑπὲρ γὰρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ ἦλθεν εἰς θάνατον, φησίν.
ἔστι δὲ καὶ τὸ ὄνομα^ τοῦ ἄβελ κα^τὰ^ τὴν ἑβραίαν γλῶσσα^ν ἑρμηνευόμενον πένθος.
ἔστι δὲ καὶ τὸ ὄνομα τοῦ ἄβελ κατὰ τὴν ἑβραίαν γλῶσσαν ἑρμηνευόμενον πένθος.
ἀ^εὶ γὰ^ρ ἡ εὐσέβεια^ ἐν τῷ πα^ρόντι^ καιρῷ στενάζει, πενθεῖ, δακρύ_ει, ὀδύ_ρεται τὰ_ς ἁ^μαρτί^α_ς, τὰ_ς βλα^σφημί^α_ς, τὰ_ς ἀ^δι^κί^α_ς.
ἀεὶ γὰρ ἡ εὐσέβεια ἐν τῷ παρόντι καιρῷ στενάζει, πενθεῖ, δακρύει, ὀδύρεται τὰς ἁμαρτίας, τὰς βλασφημίας, τὰς ἀδικίας.
ἐν πένθει οὖν δι^ά^γει ἡ εὐσέβεια^.
ἐν πένθει οὖν διάγει ἡ εὐσέβεια.
ἀλλ' ὁ σωτήρ·
ἀλλ' ὁ σωτήρ·
μακάριοι οἱ πενθοῦντες, ὅτι^ αὐτοὶ πα^ρα^κληθήσονται.
μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
ἀναιρεθέντος τοίνυ^ν τοῦ ἄβελ, ἵ^να_ τῆς ἀκολουθία_ς ἐχώμεθα^, μᾶλλον δὲ στεφανωθέντος καὶ τὴν πρώτην τάξι^ν τῆς δι^καιοσύ^νης λα^βόντος, τίκτεται τῷ ἀδὰμ υἱὸς ἄλλος ὁ σήθ.
ἀναιρεθέντος τοίνυν τοῦ ἄβελ, ἵνα τῆς ἀκολουθίας ἐχώμεθα, μᾶλλον δὲ στεφανωθέντος καὶ τὴν πρώτην τάξιν τῆς δικαιοσύνης λαβόντος, τίκτεται τῷ ἀδὰμ υἱὸς ἄλλος ὁ σήθ.
καὶ κα^λεῖ αὐτὸν ἡ μήτηρ σὴθ καὶ ἐτυμολογεῖ τὸ ὄνομα^ λέγουσα^·
καὶ καλεῖ αὐτὸν ἡ μήτηρ σὴθ καὶ ἐτυμολογεῖ τὸ ὄνομα λέγουσα·
ἐξανέστησέ μοι ὁ θεὸς σπέρμα^ ἕτερον ἀντὶ^ ἄβελ ὃν ἀπέκτεινεν κάϊν.
ἐξανέστησέ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ ἄβελ ὃν ἀπέκτεινεν κάϊν.
ἀντίδοσίς ἐστι^ τοῦ φόνου ὁ σήθ·
ἀντίδοσίς ἐστι τοῦ φόνου ὁ σήθ·
ἀντὶ^ γὰ^ρ τοῦ υἱοῦ ἐδόθη.
ἀντὶ γὰρ τοῦ υἱοῦ ἐδόθη.
ἑρμηνεύεται ὁ σὴθ ποτισμός.
ἑρμηνεύεται ὁ σὴθ ποτισμός.
ὧδε τὸν νοῦν.
ὧδε τὸν νοῦν.
ἐπειδὴ γὰ^ρ τὴν διψῶσα^ν ῥίζαν τῆς μητρὸς καὶ τῷ πένθει τετρυχωμένην καὶ νενεκρωμένην ὡς ὕ^δωρ ἐπελθὸν ἤρ δευσε καὶ πά^λι^ν στέλεχος ἔδειξεν, ἐκλήθη σήθ, τουτ έστι^ν ποτισμός.
ἐπειδὴ γὰρ τὴν διψῶσαν ῥίζαν τῆς μητρὸς καὶ τῷ πένθει τετρυχωμένην καὶ νενεκρωμένην ὡς ὕδωρ ἐπελθὸν ἤρ δευσε καὶ πάλιν στέλεχος ἔδειξεν, ἐκλήθη σήθ, τουτ έστιν ποτισμός.
καὶ λέγει·
καὶ λέγει·
ἐξανέστησε μοι κύ_ρι^ος.
ἐξανέστησε μοι κύριος.
οὐκ εἶπεν·
οὐκ εἶπεν·
ἀνέστησεν, ἀλλ' ἐξανέστησεν.
ἀνέστησεν, ἀλλ' ἐξανέστησεν.
ἄλλο δὲ ἀνάστα^σι^ς καὶ ἄλλο ἐξανάστα^σι^ς.
ἄλλο δὲ ἀνάστασις καὶ ἄλλο ἐξανάστασις.
ἀνάστα^σι^ς ἡ πρώτη ἡμῶν δημιουργία.
ἀνάστασις ἡ πρώτη ἡμῶν δημιουργία.
καὶ γὰ^ρ τότε ἀ^πὸ γῆς ἤγειρε τὸ πλάσμα^ νεκρὰ_ν γῆν λα^βὼν ὁ θεός.
καὶ γὰρ τότε ἀπὸ γῆς ἤγειρε τὸ πλάσμα νεκρὰν γῆν λαβὼν ὁ θεός.
ἔπλασεν ἔμψυ_χον ἄνθρωπον·
ἔπλασεν ἔμψυχον ἄνθρωπον·
καὶ ἡ πρώτη ἡμῶν πλάσις ἀνάστα^σι^ς ἦν.
καὶ ἡ πρώτη ἡμῶν πλάσις ἀνάστασις ἦν.
τὸ γὰ^ρ ἐρριμμένον ἤγειρεν, τὸν χοῦν ἀ^νέστησε καὶ εἰς ἀνθρώπου μορφὴν μετέβα^λεν.
τὸ γὰρ ἐρριμμένον ἤγειρεν, τὸν χοῦν ἀνέστησε καὶ εἰς ἀνθρώπου μορφὴν μετέβαλεν.
ἡ δὲ δεύτερα^ ἐκ τῶν νεκρῶν ἀνάστα^σι^ς ἐξανάστα^σι^ς λέγεται, ἀντὶ^ τοῦ ἐκ δευτέρου ἀνάστα^σι^ς, ἐπειδὴ καὶ τότε ἀ^πὸ γῆς καὶ νῦν ἀ^πὸ γῆς.
ἡ δὲ δεύτερα ἐκ τῶν νεκρῶν ἀνάστασις ἐξανάστασις λέγεται, ἀντὶ τοῦ ἐκ δευτέρου ἀνάστασις, ἐπειδὴ καὶ τότε ἀπὸ γῆς καὶ νῦν ἀπὸ γῆς.
λέγει ὁ ἀ^πόστολος·
λέγει ὁ ἀπόστολος·
συμμορφούμενοι τῷ θα^νά^τῳ τοῦ κυ_ρί^ου ἡμῶν εἴ πως κα^ταντήσωμεν εἰς τὴν ἐξανάστασι^ν αὐτοῦ τὴν ἐκ νεκρῶν.
συμμορφούμενοι τῷ θανάτῳ τοῦ κυρίου ἡμῶν εἴ πως καταντήσωμεν εἰς τὴν ἐξανάστασιν αὐτοῦ τὴν ἐκ νεκρῶν.
ἐξανέστησέν μοι, φησί^ν, ὁ θεὸς σπέρμα^ ἕτερον ἀντὶ^ ἄβελ ὃν ἀπέκτεινεν κάϊν.
ἐξανέστησέν μοι, φησίν, ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ ἄβελ ὃν ἀπέκτεινεν κάϊν.
οὕτως ὁ σὴθ τίκτεται, ὡς μα^ρτυ^ρεῖ ἡ γρα^φή, ὁμότυ^πον ἔχων χαρακτῆρα^ τῷ ἀδάμ.
οὕτως ὁ σὴθ τίκτεται, ὡς μαρτυρεῖ ἡ γραφή, ὁμότυπον ἔχων χαρακτῆρα τῷ ἀδάμ.