macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
πρωτότοκος ἐτέχθη ὁ κάϊν, καὶ οὐ δὲ ἓν ἔφερεν ὁμοίωμα^ τοῦ προσώπου ἢ τῆς εἰκόνος τοῦ πατρός.
πρωτότοκος ἐτέχθη ὁ κάϊν, καὶ οὐ δὲ ἓν ἔφερεν ὁμοίωμα τοῦ προσώπου ἢ τῆς εἰκόνος τοῦ πατρός.
ἐγενήθη ἄβελ ὁ δί^καιος, καὶ εἶχε μορφὴν ἐοικυῖα^ν τῷ ἀδὰμ καὶ οὐ δὲ οὕτως αὐτοτελῆ καὶ ὁμοία_ν.
ἐγενήθη ἄβελ ὁ δίκαιος, καὶ εἶχε μορφὴν ἐοικυῖαν τῷ ἀδὰμ καὶ οὐ δὲ οὕτως αὐτοτελῆ καὶ ὁμοίαν.
ὁ δὲ σήθ, ὃν ἤγειρεν ὁ θεὸς ἀντ' ἐκείνου, ὥς φησι^ν ἡ γρα^φή, κα^τὰ^ τὴν ἰδέαν τοῦ ἀδὰμ καὶ κα^τὰ^ τὴν εἰκόνα^ αὐτοῦ, ἐκμα^ξά^μενος τὸν πατρι^κὸν χαρακτῆρα^ αὐτοῦ προῆλθεν.
ὁ δὲ σήθ, ὃν ἤγειρεν ὁ θεὸς ἀντ' ἐκείνου, ὥς φησιν ἡ γραφή, κατὰ τὴν ἰδέαν τοῦ ἀδὰμ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ, ἐκμαξάμενος τὸν πατρικὸν χαρακτῆρα αὐτοῦ προῆλθεν.
δι^ὰ^ τί^ τοῦτο ἐμα^ρτύ^ρησεν ἡ γρα^φὴ ὅτι^ κατ' εἰκόνα^ τοῦ ἀδὰμ ἐγένετο;
διὰ τί τοῦτο ἐμαρτύρησεν ἡ γραφὴ ὅτι κατ' εἰκόνα τοῦ ἀδὰμ ἐγένετο;
ἐνταῦθα τὸν νοῦν, πα^ρα^κα^λῶ.
ἐνταῦθα τὸν νοῦν, παρακαλῶ.
ὁ σὴθ οὗτος, ἐπειδὴ τύ^πος ἦν τῆς ἀναστάσεως ἐξανέστησεν γὰ^ρ αὐτὸν ὁ θεὸς ἀντ' ἐκείνου.
ὁ σὴθ οὗτος, ἐπειδὴ τύπος ἦν τῆς ἀναστάσεως ἐξανέστησεν γὰρ αὐτὸν ὁ θεὸς ἀντ' ἐκείνου.
δείκνυ_σι^ν ὅτι^ ἡ ἀνάστασις τῶν νεκρῶν τὰ_ς πρώτα_ς ἐγείρει μορφὰ_ς καὶ τὰ_ς αὐτὰ_ς εἰκόνα^ς σῴζει καὶ οὐδὲν φθείρεται τοῦ χαρακτῆρος τοῦ ἀνθρώπου.
δείκνυσιν ὅτι ἡ ἀνάστασις τῶν νεκρῶν τὰς πρώτας ἐγείρει μορφὰς καὶ τὰς αὐτὰς εἰκόνας σῴζει καὶ οὐδὲν φθείρεται τοῦ χαρακτῆρος τοῦ ἀνθρώπου.
ἐγέννησέ φησι^ν ὁ ἀδὰμ κα^τὰ^ τὴν εἰκόνα^ αὐτοῦ καὶ κα^τὰ^ τὴν ὁμοίωσι^ν αὐτοῦ τὸν υἱὸν καὶ ἐπωνόμα^σεν αὐτὸν σήθ.
ἐγέννησέ φησιν ὁ ἀδὰμ κατὰ τὴν εἰκόνα αὐτοῦ καὶ κατὰ τὴν ὁμοίωσιν αὐτοῦ τὸν υἱὸν καὶ ἐπωνόμασεν αὐτὸν σήθ.
οἱ αἱρετι^κοὶ νοθεύουσι^ τὸν περὶ^ τῆς εἰκόνος λόγον.
οἱ αἱρετικοὶ νοθεύουσι τὸν περὶ τῆς εἰκόνος λόγον.
ὅτα^ν εἴπωμεν περὶ^ τοῦ υἱοῦ κα^τὰ^ τὸν ἀ^πόστολον·
ὅταν εἴπωμεν περὶ τοῦ υἱοῦ κατὰ τὸν ἀπόστολον·
ὅς ἐστι^ν εἰκὼν τοῦ θεοῦ τοῦ ἀορά^του καί·
ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου καί·
ὃς ἐν μορφῇ θεοῦ ὑ^πά^ρχων, λέγουσι^ν·
ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων, λέγουσιν·
αὕτη ἡ εἰκὼν οὐ πείθει σε ὅτι^ ἄλλο θεὸς καὶ ἄλλο εἰκών;
αὕτη ἡ εἰκὼν οὐ πείθει σε ὅτι ἄλλο θεὸς καὶ ἄλλο εἰκών;
μὴ ὅμοιός ἐστι^ν ἄνθρωπος τῇ εἰκόνι^ τῇ κηροχύ^τῳ;
μὴ ὅμοιός ἐστιν ἄνθρωπος τῇ εἰκόνι τῇ κηροχύτῳ;
ἀλλὰ^ τὴν εἰκόνα^ κα^λεῖ ἡ γρα^φὴ ἐν δι^α^φόροις σχήμα^σι^ν·
ἀλλὰ τὴν εἰκόνα καλεῖ ἡ γραφὴ ἐν διαφόροις σχήμασιν·
οἷόν ἐστι^ν εἰκὼν ἔχουσα^ μορφὴν καὶ σχῆμα^ ὥσπερ ἀνδριάς·
οἷόν ἐστιν εἰκὼν ἔχουσα μορφὴν καὶ σχῆμα ὥσπερ ἀνδριάς·
οὐκ ἔχει δὲ ὠχρότητα^ ἢ ξανθότητα^ ἢ μέλα^ν σῶ^μα^ ἢ λευκόν.
οὐκ ἔχει δὲ ὠχρότητα ἢ ξανθότητα ἢ μέλαν σῶμα ἢ λευκόν.
ἡ δὲ εἰκὼν ἡ κηρόχυ^τος πα^ριστᾷ εἴδη καὶ χρώμα^τα^.
ἡ δὲ εἰκὼν ἡ κηρόχυτος παριστᾷ εἴδη καὶ χρώματα.
καὶ γὰ^ρ τὸν ἑτερόφθαλμον ποιεῖ καὶ τὸν ὠχρὸν καὶ τὸν πολι^ὸν καὶ τὸν μέλα^να^ καὶ τὸν πυρρὸν καὶ λευκόν, καὶ ἕκαστον χρῶμα^ μι_μεῖται ἡ εἰκὼν ἡ κηρόχυ^τος.
καὶ γὰρ τὸν ἑτερόφθαλμον ποιεῖ καὶ τὸν ὠχρὸν καὶ τὸν πολιὸν καὶ τὸν μέλανα καὶ τὸν πυρρὸν καὶ λευκόν, καὶ ἕκαστον χρῶμα μιμεῖται ἡ εἰκὼν ἡ κηρόχυτος.
ὁ μέντοι ἀνδριὰς οὐ δύ^να^ται, ἀλλὰ^ μόνον σχῆμα^ καὶ μορφὴν ἔχει ἡ εἰκὼν ἡ κηρόχυ^τος.
ὁ μέντοι ἀνδριὰς οὐ δύναται, ἀλλὰ μόνον σχῆμα καὶ μορφὴν ἔχει ἡ εἰκὼν ἡ κηρόχυτος.
ἡ δὲ εἰκὼν ἡ φυ^σι^κὴ ἡ ἔχουσα^ τῆς φύ^σεως τὸν χαρακτῆρα^, ἐκείνη ἐστὶ^ περὶ^ ἧς εἶπεν ἡ γρα^φή·
ἡ δὲ εἰκὼν ἡ φυσικὴ ἡ ἔχουσα τῆς φύσεως τὸν χαρακτῆρα, ἐκείνη ἐστὶ περὶ ἧς εἶπεν ἡ γραφή·
ἐγέννησεν ὁ ἀδὰμ κα^τὰ^ τὴν ἰδέαν αὐτοῦ καὶ κα^τὰ^ τὴν εἰκόνα^ αὐτοῦ.
ἐγέννησεν ὁ ἀδὰμ κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ.
εἰπέ μοι τοῦ ἀδὰμ τί^ς ἡ εἰκών;
εἰπέ μοι τοῦ ἀδὰμ τίς ἡ εἰκών;
εἰ ἡ τοῦ ἀδὰμ ἡ εἰκὼν ἡ ἰδέα_ αὐτοῦ ἐστι^, μορφὴ τοῦ θεοῦ ἐστι^ν ἡ εἰκών;
εἰ ἡ τοῦ ἀδὰμ ἡ εἰκὼν ἡ ἰδέα αὐτοῦ ἐστι, μορφὴ τοῦ θεοῦ ἐστιν ἡ εἰκών;
οὐκ ἔστι^ν ἡ ἰ^δί^α_ οὐσί^α_ ἧς εἰκὼν ὁ υἱός.
οὐκ ἔστιν ἡ ἰδία οὐσία ἧς εἰκὼν ὁ υἱός.
ἐγέννησέν, φησί^ν, ὁ ἀδὰμ κα^τὰ^ τὴν ἰδέαν αὐτοῦ καὶ κα^τὰ^ τὴν εἰκόνα^ αὐτοῦ.
ἐγέννησέν, φησίν, ὁ ἀδὰμ κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ.
δι^ὰ^ τοῦτο ὁ χριστὸς εἰκών, οὐ μορφήν καὶ σχῆμα^ φέρων οὐ δὲ ἰδέαν καὶ χρῶμα^·
διὰ τοῦτο ὁ χριστὸς εἰκών, οὐ μορφήν καὶ σχῆμα φέρων οὐ δὲ ἰδέαν καὶ χρῶμα·
ἀσώμα^τος γὰ^ρ ἡ φύ^σι^ς.
ἀσώματος γὰρ ἡ φύσις.
οὐ δύ_νῃ μορφὴν εἰπεῖν ἐπὶ^ θεοῦ, οὐ σχῆμα^, οὐκ εἶδος, οὐ χρῶμα^.
οὐ δύνῃ μορφὴν εἰπεῖν ἐπὶ θεοῦ, οὐ σχῆμα, οὐκ εἶδος, οὐ χρῶμα.
ταῦτα^ γὰ^ρ σωμά^των.
ταῦτα γὰρ σωμάτων.
ἀλλὰ^ τί^ς θεοῦ ἀ^ληθι^νὴ ἡ εἰκών;
ἀλλὰ τίς θεοῦ ἀληθινὴ ἡ εἰκών;
ὁ ἐξ αὐτοῦ.
ὁ ἐξ αὐτοῦ.
ἐκ τοῦ ἀδὰμ ἡ εἰκών.
ἐκ τοῦ ἀδὰμ ἡ εἰκών.
ἐκ τοῦ πατρὸς ἡ εἰκὼν γεννηθεὶς ἀιδίως ἐξ ἀ^νά^ρχου πατρός.
ἐκ τοῦ πατρὸς ἡ εἰκὼν γεννηθεὶς ἀιδίως ἐξ ἀνάρχου πατρός.
καὶ τρα_νῶς φέρων τὸ ἐμφερὲς τῆς εἰκόνος λέγει·
καὶ τρανῶς φέρων τὸ ἐμφερὲς τῆς εἰκόνος λέγει·
ὁ ἑωρα_κὼς ἐμὲ ἑώρα_κεν τὸν πα^τέρα^ κα^τὰ^ τοὺς αἱρετι^κούς.
ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα κατὰ τοὺς αἱρετικούς.
πῶς δύ^να^ται δι^ὰ^ τοῦ ἀ^νομοίου ὅμοιον φαίνεσθαι;
πῶς δύναται διὰ τοῦ ἀνομοίου ὅμοιον φαίνεσθαι;
λέγεις τὸν υἱὸν μικρότερον τοῦ πατρός.
λέγεις τὸν υἱὸν μικρότερον τοῦ πατρός.
ὁ οὖν ἑωρα_κὼς τὸν μικρότερον τοῦ πατρὸς ἑώρα_κε τὸν μείζονα^.
ὁ οὖν ἑωρακὼς τὸν μικρότερον τοῦ πατρὸς ἑώρακε τὸν μείζονα.
πά^λι^ν ὁ σωτὴρ καθ' ἑαυτόν, ὡς λέγεις, οὐδὲν δύ^να^ται.
πάλιν ὁ σωτὴρ καθ' ἑαυτόν, ὡς λέγεις, οὐδὲν δύναται.
ὁ οὖν ἑωρα_κὼς τὸν μηδὲν δυ^νά^μενον εἶδε τὸν πά^ντα^ δυ^νά^μενον.
ὁ οὖν ἑωρακὼς τὸν μηδὲν δυνάμενον εἶδε τὸν πάντα δυνάμενον.
ὁ βλέπων τὸν ὑ^πεξούσιον εἶδε τὸν αὐτεξούσιον.
ὁ βλέπων τὸν ὑπεξούσιον εἶδε τὸν αὐτεξούσιον.
ὁ βλέπων τὸ κτίσμα^ εἶδε τὸν κτίστην ὁ βλέπων τὸν ὄντα^, ποτὲ ὅτε οὐκ ἦν, εἶδεν τὸν ἀ^εὶ ὄντα^.
ὁ βλέπων τὸ κτίσμα εἶδε τὸν κτίστην ὁ βλέπων τὸν ὄντα, ποτὲ ὅτε οὐκ ἦν, εἶδεν τὸν ἀεὶ ὄντα.
ταῦτα^ κοινῶν λογισμῶν ἀκολουθίαν ἔχει.
ταῦτα κοινῶν λογισμῶν ἀκολουθίαν ἔχει.
εἰ μὴ ἔχει τὸ ὁμότι_μον, εἰ μὴ ἔχει τὸ συ^ναΐδιον, εἰ μὴ ἔχει τὸ ἀ^ληθῶς ἐκ πατρι^κῆς ἐκλάμψαι φύ^σεως, πῶς ὁ ἑωρα_κὼς ἐμὲ ἑώρα_κε τὸν πα^τέρα^ μου;
εἰ μὴ ἔχει τὸ ὁμότιμον, εἰ μὴ ἔχει τὸ συναΐδιον, εἰ μὴ ἔχει τὸ ἀληθῶς ἐκ πατρικῆς ἐκλάμψαι φύσεως, πῶς ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα μου;
ἐγέννησεν ἀδὰμ κα^τὰ^ τὴν ἰδέαν αὐτοῦ καὶ κα^τὰ^ τὴν εἰκόνα^ αὐτοῦ.
ἐγέννησεν ἀδὰμ κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ.
τίκτεται ὁ σὴθ καὶ σῴζει τοῦ ἀδὰμ τὸν χαρακτῆρα^.
τίκτεται ὁ σὴθ καὶ σῴζει τοῦ ἀδὰμ τὸν χαρακτῆρα.
οὗτος γεννᾷ υἱὸν ὀνόμα^τι^ ἐνώς, περὶ^ οὗ φησι^ν ἡ γρα^φή·
οὗτος γεννᾷ υἱὸν ὀνόματι ἐνώς, περὶ οὗ φησιν ἡ γραφή·
οὗτος ἤλπι^σεν ἐπι^καλεῖσθαι τῷ ὀνόμα^τι^ κυ_ρί^ου.
οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τῷ ὀνόματι κυρίου.
φιλοθέους ἡμᾶς ὄντα^ς, καὶ φιλολόγους εἶναι δεῖ, λόγον φιλοῦντα^ς οὐ τὸν ἔξω, ἀλλὰ^ τὸν θεῖον τὸν παιδευτὴν τῶν ψυ_χῶν, τὸν φωστῆρα^ πά_σης δι^α^νοία_ς.
φιλοθέους ἡμᾶς ὄντας, καὶ φιλολόγους εἶναι δεῖ, λόγον φιλοῦντας οὐ τὸν ἔξω, ἀλλὰ τὸν θεῖον τὸν παιδευτὴν τῶν ψυχῶν, τὸν φωστῆρα πάσης διανοίας.
τί^ ἐστι^ν;
τί ἐστιν;
ἐμαρτυρήθη ἐνὼς ὅτι^ οὗτος ἤλπι^σεν ἐπι^καλεῖσθαι τῷ ὀνόμα^τι^ κυ_ρί^ου.
ἐμαρτυρήθη ἐνὼς ὅτι οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τῷ ὀνόματι κυρίου.
ἄβελ οὐκ ἐπεκαλέσα^το ὄνομα^ κυ_ρί^ου;
ἄβελ οὐκ ἐπεκαλέσατο ὄνομα κυρίου;
εἰ μὴ ἐπεκαλέσα^το, πῶς τὰ^ δῶρα^ προσέφερεν;
εἰ μὴ ἐπεκαλέσατο, πῶς τὰ δῶρα προσέφερεν;
ἀδὰμ οὐκ ἐπεκαλέσα^το τὸ ὄνομα^ κυ_ρί^ου;
ἀδὰμ οὐκ ἐπεκαλέσατο τὸ ὄνομα κυρίου;
δι^ὰ^ τί^ οὐκ ἐμαρτυρήθη περὶ^ ἄλλου;
διὰ τί οὐκ ἐμαρτυρήθη περὶ ἄλλου;
λέγω τοίνυ^ν ῥῆμα^ ξένον μὲν τοῖς ἀ^κούουσι^ν, ἀ^ληθὲς δὲ καὶ ἀκύνδινον, ἐπειδὴ μάρτυρα^ ἔχει τὴν γραφήν.
λέγω τοίνυν ῥῆμα ξένον μὲν τοῖς ἀκούουσιν, ἀληθὲς δὲ καὶ ἀκύνδινον, ἐπειδὴ μάρτυρα ἔχει τὴν γραφήν.
ὁ ἐνὼς ἤλπι^σεν ἐπι^καλεῖσθαι τῷ ὀνόμα^τι^ κυ_ρί^ου τὸν τρόπον τοῦτον·
ὁ ἐνὼς ἤλπισεν ἐπικαλεῖσθαι τῷ ὀνόματι κυρίου τὸν τρόπον τοῦτον·
πά^νυ^ δί^καιος γενόμενος καὶ τῇ εὐσεβείᾳ συ^νάψα_ς ἑαυτὸν τῷ θεῷ ἐπι^καλεῖσθαι τῷ ὀνόμα^τι^ κυ_ρί^ου τοῦ θεοῦ.
πάνυ δίκαιος γενόμενος καὶ τῇ εὐσεβείᾳ συνάψας ἑαυτὸν τῷ θεῷ ἐπικαλεῖσθαι τῷ ὀνόματι κυρίου τοῦ θεοῦ.
τί^, φησί^ν, κωλύ_ει οὕτω με τὸν θεὸν ἀγα^πήσα^ντα^ κ ἀμὲ θεὸν κα^λεῖσθαι, οὐ κα^τὰ^ τυραννίδα, ἀλλὰ^ κα^τὰ^ ἀγάπην;
τί, φησίν, κωλύει οὕτω με τὸν θεὸν ἀγαπήσαντα κ ἀμὲ θεὸν καλεῖσθαι, οὐ κατὰ τυραννίδα, ἀλλὰ κατὰ ἀγάπην;
ἤλπισεν ἐπι^καλεῖσθαι τῷ ὀνόμα^τι^ κυ_ρί^ου, οὐ κα^λεῖσθαι, ἀλλ' ἐπι^καλεῖσθαι τῷ ὀνόμα^τι^, ἵ^να_ καὶ ἐνὼς λέγηται καὶ θεός.
ἤλπισεν ἐπικαλεῖσθαι τῷ ὀνόματι κυρίου, οὐ καλεῖσθαι, ἀλλ' ἐπικαλεῖσθαι τῷ ὀνόματι, ἵνα καὶ ἐνὼς λέγηται καὶ θεός.
ἐνὼς δέ ἐστι^ν ἄνθρωπος.
ἐνὼς δέ ἐστιν ἄνθρωπος.
τοῦτο καὶ καὶ ἑρμηνεύει ὅτι^ ἐνὼς ἄνθρωπος ἑρμηνεύεται.
τοῦτο καὶ καὶ ἑρμηνεύει ὅτι ἐνὼς ἄνθρωπος ἑρμηνεύεται.
ἤλπισεν οὖν καὶ ἄνθρωπος εἶναι δι^ὰ^ τὴν φύ^σι^ν καὶ θεὸς δι^ὰ^ τὴν χά^ρι^ν.
ἤλπισεν οὖν καὶ ἄνθρωπος εἶναι διὰ τὴν φύσιν καὶ θεὸς διὰ τὴν χάριν.
ἐκλήθη τοίνυ^ν οὗτος ὁ ἐνὼς θεός.
ἐκλήθη τοίνυν οὗτος ὁ ἐνὼς θεός.
πάντες ἑώρων αὐτὸν οἱ τότε καὶ ἔλεγον·
πάντες ἑώρων αὐτὸν οἱ τότε καὶ ἔλεγον·
ἀ^ληθῶς ἄ^ξι^ος θεοῦ, ἀληθῶς αὕτη ἡ μορφὴ θεοῦ.
ἀληθῶς ἄξιος θεοῦ, ἀληθῶς αὕτη ἡ μορφὴ θεοῦ.
οἱ ἐκ τούτου λοιπὸν γεννώμενοι ἐκα^λοῦντο υἱοὶ θεοῦ.
οἱ ἐκ τούτου λοιπὸν γεννώμενοι ἐκαλοῦντο υἱοὶ θεοῦ.
οἱ ἐκ τούτου λοιπὸν τοῦ σπέρμα^τος ἐνὼς φυλάττοντες τὴν εὐσέβεια^ν ἐκα^λοῦντο υἱοὶ θεοῦ τοῦ μὴ ἀχθομένου, ἀλλὰ^ χαίροντος ἐπὶ^ τῇ ἰδιότητι^ καὶ ἀσπαζομένου τὴν οἰκειότητα^ τῶν εὐσεβῶν.
οἱ ἐκ τούτου λοιπὸν τοῦ σπέρματος ἐνὼς φυλάττοντες τὴν εὐσέβειαν ἐκαλοῦντο υἱοὶ θεοῦ τοῦ μὴ ἀχθομένου, ἀλλὰ χαίροντος ἐπὶ τῇ ἰδιότητι καὶ ἀσπαζομένου τὴν οἰκειότητα τῶν εὐσεβῶν.
ἐγὼ δὲ εἶπον·
ἐγὼ δὲ εἶπον·
θεοί ἐστὲ καὶ υἱοὶ ὑψίστου πάντες.
θεοί ἐστὲ καὶ υἱοὶ ὑψίστου πάντες.
ἀφ' οὗ δὲ τὴν κα^τάρα_ν ἐδέξατο ὁ κάϊν, ἐμερί^σθησα^ν αἱ δύ^ο φυλαί, ἥ τε τοῦ σὴθ καὶ ἡ τοῦ κάϊν.
ἀφ' οὗ δὲ τὴν κατάραν ἐδέξατο ὁ κάϊν, ἐμερίσθησαν αἱ δύο φυλαί, ἥ τε τοῦ σὴθ καὶ ἡ τοῦ κάϊν.
καὶ οἱ μὲν τοῦ κάϊν υἱοὶ καὶ ἀπόγονοι ἐλέγοντο υἱοὶ ἀνθρώπων, οἱ δὲ τοῦ σὴθ υἱοὶ καὶ ἀπόγονοι ἐλέγοντο υἱοὶ θεοῦ.
καὶ οἱ μὲν τοῦ κάϊν υἱοὶ καὶ ἀπόγονοι ἐλέγοντο υἱοὶ ἀνθρώπων, οἱ δὲ τοῦ σὴθ υἱοὶ καὶ ἀπόγονοι ἐλέγοντο υἱοὶ θεοῦ.
ἐβούλετο δὲ ὁ θεὸς τὸ γένος τοῦτο τὸ δί^καιον τοῦ σήθ, ὃ ἤγειρεν ἀντὶ^ ἄβελ, μὴ ἐπι^γαμβρεύειν τῷ σπέρ ματι^ τοῦ κάϊν ὥσπερ ἐκέλευσεν ἰουδαίοις μὴ δοῦναι τὰ_ς θυ^γα^τέρα^ς αὐτῶν ἀλλοφύ_λοις μη δὲ λα^βεῖν ἐκ τῶν θυ^γα^τέρων τῶν ἀλλοφύ_λων.
ἐβούλετο δὲ ὁ θεὸς τὸ γένος τοῦτο τὸ δίκαιον τοῦ σήθ, ὃ ἤγειρεν ἀντὶ ἄβελ, μὴ ἐπιγαμβρεύειν τῷ σπέρ ματι τοῦ κάϊν ὥσπερ ἐκέλευσεν ἰουδαίοις μὴ δοῦναι τὰς θυγατέρας αὐτῶν ἀλλοφύλοις μη δὲ λαβεῖν ἐκ τῶν θυγατέρων τῶν ἀλλοφύλων.
ἐβούλετο οὖν χωρισθῆναι αὐτούς·
ἐβούλετο οὖν χωρισθῆναι αὐτούς·
κα^τὰ^ μέρος γὰ^ρ ὁ θεὸς τὴν γενεὰν τοῦ κάϊν ἀ^νήλι^σκεν.
κατὰ μέρος γὰρ ὁ θεὸς τὴν γενεὰν τοῦ κάϊν ἀνήλισκεν.
πρόσεχε λοιπόν, πα^ρα^κα^λῶ.
πρόσεχε λοιπόν, παρακαλῶ.
φαίνεται ὁ κάϊν μόλι^ς ἑπτὰ^ δι^α^δόχους ἐσχηκώς τουτ έστι^ν ἑπτὰ^ γενεά_ς, καὶ ἀ^να_λωθεὶς μετὰ^ ταῦτα^, ὡς ἐνέλιπε τὸ γένος.
φαίνεται ὁ κάϊν μόλις ἑπτὰ διαδόχους ἐσχηκώς τουτ έστιν ἑπτὰ γενεάς, καὶ ἀναλωθεὶς μετὰ ταῦτα, ὡς ἐνέλιπε τὸ γένος.
ἐτίκτοντο τῷ γένει τοῦ κάϊν θυ^γα^τέρες μόναι, ἐπλεόναζεν δὲ ἡ τῶν ἀρρένων φύ^σι^ς τοῖς υἱοῖς τοῦ θεοῦ.
ἐτίκτοντο τῷ γένει τοῦ κάϊν θυγατέρες μόναι, ἐπλεόναζεν δὲ ἡ τῶν ἀρρένων φύσις τοῖς υἱοῖς τοῦ θεοῦ.
θέλων δὲ ὁ θεὸς ἐκνευρίσαι τοῦ πονηροῦ καὶ ἀνόμου τὴν μνήμην κα^τὰ^ μέρος τὴν τῶν ἀρρένων ἡλι^κί^α_ν ἐξέκοψεν, καὶ περιελείφθησα^ν ἐν αὐτοῖς γυ^ναῖκες ὀλί^γαι, ἃ_ς ᾔδει ὁ θεὸς δυ^να^μένα_ς τοῦ ἄρχεσθαι καὶ μὴ ἄρχειν.
θέλων δὲ ὁ θεὸς ἐκνευρίσαι τοῦ πονηροῦ καὶ ἀνόμου τὴν μνήμην κατὰ μέρος τὴν τῶν ἀρρένων ἡλικίαν ἐξέκοψεν, καὶ περιελείφθησαν ἐν αὐτοῖς γυναῖκες ὀλίγαι, ἃς ᾔδει ὁ θεὸς δυναμένας τοῦ ἄρχεσθαι καὶ μὴ ἄρχειν.
ὃ καὶ ἐπὶ^ τῶν μαδιανειτῶν ἐποίησεν.
ὃ καὶ ἐπὶ τῶν μαδιανειτῶν ἐποίησεν.
κελεύσα_ς γὰ^ρ ὁ θεὸς δι^ὰ^ μωσέως ἀχθῆναι πά^ντα^ς τοὺς μαδιανείτας λέγει·
κελεύσας γὰρ ὁ θεὸς διὰ μωσέως ἀχθῆναι πάντας τοὺς μαδιανείτας λέγει·
πλὴν τὰ_ς παρθένους θυ^γα^τέρα^ς αὐτῶν τηρήσα^τε, ἐπειδὴ οὐδὲν ἔβλαπτεν εἰς ἀσέβεια^ν ἡ γυ^νή.
πλὴν τὰς παρθένους θυγατέρας αὐτῶν τηρήσατε, ἐπειδὴ οὐδὲν ἔβλαπτεν εἰς ἀσέβειαν ἡ γυνή.
ἔμελεν γὰ^ρ ἄρχεσθαι καὶ οὐκ ἄρχειν.
ἔμελεν γὰρ ἄρχεσθαι καὶ οὐκ ἄρχειν.
ὥσπερ οὖν τότε ἐκέλευσεν φυ^λα^χθῆναι γυ^ναῖκα^ς, ἀ^ναιρεθῆναι δὲ ἄ^νδρα^ς, οὕτως ἀπεφήνατο κα^τὰ^ τῆς τῶν ἀνδρῶν γενεᾶς τοῦ κάϊν τὴν διαδοχήν.
ὥσπερ οὖν τότε ἐκέλευσεν φυλαχθῆναι γυναῖκας, ἀναιρεθῆναι δὲ ἄνδρας, οὕτως ἀπεφήνατο κατὰ τῆς τῶν ἀνδρῶν γενεᾶς τοῦ κάϊν τὴν διαδοχήν.
ἐπειδὴ γὰ^ρ κα^τὰ^ τοῦ δι^καίου προσώπου τοῦ ἄβελ ἠνδρίσατο, ἐξέκοψεν ὁ θεὸς τὸ φρόνημα^ τὸ ἀνδρεῖον καὶ εἰς γυ^ναῖκα^ς ἀσθενεῖς καὶ εὐτελεῖς περι^έστησεν.
ἐπειδὴ γὰρ κατὰ τοῦ δικαίου προσώπου τοῦ ἄβελ ἠνδρίσατο, ἐξέκοψεν ὁ θεὸς τὸ φρόνημα τὸ ἀνδρεῖον καὶ εἰς γυναῖκας ἀσθενεῖς καὶ εὐτελεῖς περιέστησεν.
ἰδόντες δέ, φησί^ν, υἱοὶ τοῦ θεοῦ τὰ_ς θυ^γα^τέρα^ς τῶν ἀνθρώπων ὅτι^ κα^λαί εἰσι^ν, ἀντὶ^ τοῦ·
ἰδόντες δέ, φησίν, υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἀντὶ τοῦ·
οἱ κωλυθέντες μὴ ἔχειν ἐμί_γησα^ν μετ' αὐτῶν.
οἱ κωλυθέντες μὴ ἔχειν ἐμίγησαν μετ' αὐτῶν.
ἐξελέξαντο γά^ρ φησι^ν, καὶ ἔλα^βον ἑαυτοῖς γυ^ναῖκα^ς, οὐ τῷ νόμῳ ἀκολουθήσαντες.
ἐξελέξαντο γάρ φησιν, καὶ ἔλαβον ἑαυτοῖς γυναῖκας, οὐ τῷ νόμῳ ἀκολουθήσαντες.
οὐ μέμφεται ὁ θεός, ὅτι^ ἔλα^βον γυ^ναῖκα^ς, ἀλλ' ὅτι^ ἑαυτοῖς ἔλα^βον.
οὐ μέμφεται ὁ θεός, ὅτι ἔλαβον γυναῖκας, ἀλλ' ὅτι ἑαυτοῖς ἔλαβον.
ἔλα^βον, γά^ρ φησι^ν, ἐκ πα_σῶν ὧν ἐξελέξαντο.
ἔλαβον, γάρ φησιν, ἐκ πασῶν ὧν ἐξελέξαντο.
λοιπὸν μὴ ὄντων ἀνδρῶν ὡς αἰχμα^λώτους λα^βόντες διεμερίζοντο, οὐ νόμῳ γά^μου, ἀλλὰ^ ἀδιαφορίᾳ ἀσελγεία_ς.
λοιπὸν μὴ ὄντων ἀνδρῶν ὡς αἰχμαλώτους λαβόντες διεμερίζοντο, οὐ νόμῳ γάμου, ἀλλὰ ἀδιαφορίᾳ ἀσελγείας.
πρόσεχε λοιπόν.
πρόσεχε λοιπόν.
οὕτω καὶ ἡ γρα^φὴ λέγει·
οὕτω καὶ ἡ γραφὴ λέγει·
ἐγένετο δέ, ἡνί^κα^ ἐγένοντο οἱ υἱοὶ τῶν ἀνθρώπων πολλοὶ καὶ θυ^γα^τέρες ἐγενήθησα^ν αὐτοῖς, ἀντὶ^ τοῦ·
ἐγένετο δέ, ἡνίκα ἐγένοντο οἱ υἱοὶ τῶν ἀνθρώπων πολλοὶ καὶ θυγατέρες ἐγενήθησαν αὐτοῖς, ἀντὶ τοῦ·
ἐξεκόπη αὐτοῖς ἡ τῶν ἀρρένων διαδοχὴ καὶ ἔμεινεν παρ' αὐτοῖς τὸ θῆλυ^.
ἐξεκόπη αὐτοῖς ἡ τῶν ἀρρένων διαδοχὴ καὶ ἔμεινεν παρ' αὐτοῖς τὸ θῆλυ.
εἶτα ἐπά^γει·
εἶτα ἐπάγει·
ἰδόντες δὲ οἱ υἱοὶ τοῦ θεοῦ τὰ_ς θυ^γα^τέρα^ς τῶν ἀνθρώπων ἔλαβον ἑαυτοῖς ἀ^πὸ πα_σῶν ὧν ἐξελέξαντο.
ἰδόντες δὲ οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ἔλαβον ἑαυτοῖς ἀπὸ πασῶν ὧν ἐξελέξαντο.
ταῦτα^ δὲ οὐχ ἁπλῶς δι^είλαμεν.
ταῦτα δὲ οὐχ ἁπλῶς διείλαμεν.
τινὲς γὰ^ρ ἐνόμι^σα^ν υἱοὺς θεοῦ τοὺς ἀγγέλους εἶναι·
τινὲς γὰρ ἐνόμισαν υἱοὺς θεοῦ τοὺς ἀγγέλους εἶναι·