macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ὅτι^ ἄγγελοί φησι^ κα^τελθόντες συνεμίγησα^ν γυ^ναιξί^ν, ἐξ ὧν ἐτέχθησα^ν οἱ γίγαντες. | ὅτι ἄγγελοί φησι κατελθόντες συνεμίγησαν γυναιξίν, ἐξ ὧν ἐτέχθησαν οἱ γίγαντες. |
ψεῦδος τοῦτο ὅλον. | ψεῦδος τοῦτο ὅλον. |
μῦθός ἐστι^ν, μᾶλλον δὲ ἀσθένεια^. | μῦθός ἐστιν, μᾶλλον δὲ ἀσθένεια. |
πῶς γὰ^ρ οἷόν τε ἦν τὸν ἀσώμα^τον ἄγγελον σώμα^τι^ μι_γῆναι οὔ τε μελῶν τῶν αὐτῶν ἐπικειμένων οὔ τε ἐπι^θυ_μί^α_ς οὔσης τῆς αὐτῆς; | πῶς γὰρ οἷόν τε ἦν τὸν ἀσώματον ἄγγελον σώματι μιγῆναι οὔ τε μελῶν τῶν αὐτῶν ἐπικειμένων οὔ τε ἐπιθυμίας οὔσης τῆς αὐτῆς; |
δεδόσθω δὲ κα^τὰ^ τὸν μῦθον ἀγγέλους εἶναι. | δεδόσθω δὲ κατὰ τὸν μῦθον ἀγγέλους εἶναι. |
ἄγγελοι πνεύμα^τά^ εἰσι^ν καὶ πῦρ, ἰσχυ_ροὶ καὶ ἀκαταμάχητοι δυ^νά^μει. | ἄγγελοι πνεύματά εἰσιν καὶ πῦρ, ἰσχυροὶ καὶ ἀκαταμάχητοι δυνάμει. |
ὑπέστησαν βίαν αἱ γυ^ναῖκες παρ' ἀγγέλων. | ὑπέστησαν βίαν αἱ γυναῖκες παρ' ἀγγέλων. |
ὁ κατακλυσμὸς ἐλθών, δι^ὰ^ τί^ ἄ^νδρα^ς ἀπέκτεινεν καὶ οὐκ ἀγγέλους; | ὁ κατακλυσμὸς ἐλθών, διὰ τί ἄνδρας ἀπέκτεινεν καὶ οὐκ ἀγγέλους; |
ἄλλοι ἥμαρτον καὶ ἄλλοι καταδικάζονται; | ἄλλοι ἥμαρτον καὶ ἄλλοι καταδικάζονται; |
καὶ μὴν ἐχρῆν ἐλεηθῆναι τὰ_ς βιασθείσας, κολασθῆναι δὲ τοὺς ἀσεβήσαντα^ς. | καὶ μὴν ἐχρῆν ἐλεηθῆναι τὰς βιασθείσας, κολασθῆναι δὲ τοὺς ἀσεβήσαντας. |
εἶτα τοῦ κατακλυσμοῦ γενομένου τὸ ὕ^δωρ τί^ ἠδί^κησε τοὺς ἀγγέλους; | εἶτα τοῦ κατακλυσμοῦ γενομένου τὸ ὕδωρ τί ἠδίκησε τοὺς ἀγγέλους; |
πνεύματα ἐν ὕ^δα^σι^ν οὐ πνί_γονται. | πνεύματα ἐν ὕδασιν οὐ πνίγονται. |
ἀλλ' ἐπνί^γησα^ν ἄνθρωποι οἱ βίαν ὑπομείναντες, καὶ ἐσώθησα^ν ἄγγελοι οἱ βιασάμενοι. | ἀλλ' ἐπνίγησαν ἄνθρωποι οἱ βίαν ὑπομείναντες, καὶ ἐσώθησαν ἄγγελοι οἱ βιασάμενοι. |
αὕτη ἡ ἀκολουθία οὐ δείκνυ_σι^ τῆς βί^α_ς τὴν τάξι^ν, ἀλλ' ὑ^πενόησα^ν κα^κῶς οἱ ὑπονοήσαντες. | αὕτη ἡ ἀκολουθία οὐ δείκνυσι τῆς βίας τὴν τάξιν, ἀλλ' ὑπενόησαν κακῶς οἱ ὑπονοήσαντες. |
ἴδωμεν τί^ λέγει ὁ δι^καστής. | ἴδωμεν τί λέγει ὁ δικαστής. |
εἶδεν, φησί^ν, ὁ θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη, ὅτι^ κατέφθειρεν πᾶσα^ σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ^ τῆς γῆς. | εἶδεν, φησίν, ὁ θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρεν πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς. |
τί^ οὖν πρὸς ἀγγέλους; | τί οὖν πρὸς ἀγγέλους; |
οὐ μὴ καταμείνῃ τὸ πνεῦμά^ μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα^ δι^ὰ^ τὸ εἶναι αὐτοὺς σά^ρκα^ς. | οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας. |
εἰ ἄγγελοι ἥμαρτον, ἀνθρώπους δι^ὰ^ τί^ αἰτι^ᾶται; | εἰ ἄγγελοι ἥμαρτον, ἀνθρώπους διὰ τί αἰτιᾶται; |
ἀλλὰ^ πλα^νᾷ τι^να^ς τὸ τῶν γιγάντων ὄνομα^. | ἀλλὰ πλανᾷ τινας τὸ τῶν γιγάντων ὄνομα. |
εἰ μὴ ἦσα^ν, φησί^ν, ἄγγελοι οἱ μετὰ^ τῶν γυ^ναικῶν γενόμενοι, πόθεν οἱ γίγαντες; | εἰ μὴ ἦσαν, φησίν, ἄγγελοι οἱ μετὰ τῶν γυναικῶν γενόμενοι, πόθεν οἱ γίγαντες; |
γίγαντα^ς κα^λεῖ ἡ γρα^φὴ οὐ ξένην πλάσιν οὐ δὲ ξένην μορφήν, ἀλλὰ^ τοὺς ἥρωα^ς, τοὺς πολεμι^κούς, τοὺς ἰσχυ_ρούς, αὐτοὺς κα^λεῖ γίγαντα^ς. | γίγαντας καλεῖ ἡ γραφὴ οὐ ξένην πλάσιν οὐ δὲ ξένην μορφήν, ἀλλὰ τοὺς ἥρωας, τοὺς πολεμικούς, τοὺς ἰσχυρούς, αὐτοὺς καλεῖ γίγαντας. |
μα^ρτυ^ρεῖ ἡ γρα^φή· | μαρτυρεῖ ἡ γραφή· |
ἰδού, γά^ρ φησι^ν, ἀφελεῖ κύ_ρι^ος ἀ^πὸ τῆς ἰουδαίας καὶ ἀ^πὸ ἱερουσαλὴμ ἰσχύ_οντα^ καὶ ἰσχύ_ουσα^ν, ἰσχὺ^ν ἄρτου καὶ ἰσχὺ^ν ὕ^δα^τος, γίγαντα^ καὶ ἰσχύ_οντα^. | ἰδού, γάρ φησιν, ἀφελεῖ κύριος ἀπὸ τῆς ἰουδαίας καὶ ἀπὸ ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα. |
τί^ ἐποίει γίγας εἰς ἱερουσαλήμ; | τί ἐποίει γίγας εἰς ἱερουσαλήμ; |
ὅτι^ γὰ^ρ ἐξ ἀνθρώπων ἄνθρωποί εἰσι^ν οἱ γίγαντες καὶ οὐχ ἑλληνι^κὸν πλάσμα^ οὐ δὲ μυθι^κὸν δρᾶμα^, πά^λι^ν ἡ γρα^φὴ μαρτυρεῖ. | ὅτι γὰρ ἐξ ἀνθρώπων ἄνθρωποί εἰσιν οἱ γίγαντες καὶ οὐχ ἑλληνικὸν πλάσμα οὐ δὲ μυθικὸν δρᾶμα, πάλιν ἡ γραφὴ μαρτυρεῖ. |
νῶε, φησί^ν, ἔσχεν τρεῖς υἱούς, τὸν σήμ, τὸν χάμ, τὸν ἰάφεθ. | νῶε, φησίν, ἔσχεν τρεῖς υἱούς, τὸν σήμ, τὸν χάμ, τὸν ἰάφεθ. |
χὰμ ἐγέννησε τὸν χαναάν. | χὰμ ἐγέννησε τὸν χαναάν. |
χαναὰν ἐγέννησε τὸν νεβρώδ. | χαναὰν ἐγέννησε τὸν νεβρώδ. |
οὗτος ἦν γίγας κυνηγὸς ἔναντι^ κυ_ρί^ου. | οὗτος ἦν γίγας κυνηγὸς ἔναντι κυρίου. |
ἰδοὺ καὶ ὁ πα^τὴρ ἄνθρωπος καὶ ὁ πάππος ἄνθρωπος καὶ γίγας ὁ γεννηθείς. | ἰδοὺ καὶ ὁ πατὴρ ἄνθρωπος καὶ ὁ πάππος ἄνθρωπος καὶ γίγας ὁ γεννηθείς. |
εἶτα καὶ ἐν τῇ πα^λαιᾷ οἱ κα^τάσκοποι τῷ μωϋσῇ φησι^ν· | εἶτα καὶ ἐν τῇ παλαιᾷ οἱ κατάσκοποι τῷ μωϋσῇ φησιν· |
εἰσήλθαμεν εἰς τὴν γῆν καὶ ἦμεν ἐνώπι^ον αὐτῶν ὡσεὶ ἀ^κρί^δες καὶ γίγαντα^ς εἴδομεν. | εἰσήλθαμεν εἰς τὴν γῆν καὶ ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες καὶ γίγαντας εἴδομεν. |
καὶ τί^νες ἦσα^ν οἱ γίγαντες λέγουσι^ν· | καὶ τίνες ἦσαν οἱ γίγαντες λέγουσιν· |
εἴδαμεν τὴν γενεὰν τοῦ ἐνάκ. | εἴδαμεν τὴν γενεὰν τοῦ ἐνάκ. |
ὅπερ καὶ ἐν τῇ συ^νηθείᾳ λέγομεν τῇ κοινῇ· | ὅπερ καὶ ἐν τῇ συνηθείᾳ λέγομεν τῇ κοινῇ· |
ἥρως ἄνθρωπος, ξένος ἄνθρωπος, γίγας ἄνθρωπος, οὐ ξένην ἡμῶν φύ^σι^ν λεγόντων, ἀλλά^ τι^ ἀνδρεῖον καὶ ἡρωϊ^κὸν τῆς ψυ_χῆς πα^ριστώντων. | ἥρως ἄνθρωπος, ξένος ἄνθρωπος, γίγας ἄνθρωπος, οὐ ξένην ἡμῶν φύσιν λεγόντων, ἀλλά τι ἀνδρεῖον καὶ ἡρωϊκὸν τῆς ψυχῆς παριστώντων. |
οὕτως δὲ οὐκ ἔστι^ν θεομαχία_ς ὑπόθεσι^ς ἡ τῶν γιγάντων ἱ^στορί^α_, ἀλλὰ^ γίγαντας ἐκά^λεσεν τοὺς ἥρωα^ς τοὺς εὐμήκεις. | οὕτως δὲ οὐκ ἔστιν θεομαχίας ὑπόθεσις ἡ τῶν γιγάντων ἱστορία, ἀλλὰ γίγαντας ἐκάλεσεν τοὺς ἥρωας τοὺς εὐμήκεις. |
τοιούτους γὰ^ρ ἐποίησεν ὁ θεὸς τοὺς υἱοὺς τοῦ σὴθ ὑψηλούς, τοὺς δὲ τοῦ κάϊν τα^πεινοὺς καὶ εὐτελεῖς, ἵ^να_ καὶ ἀ^πὸ τῆς ὄψεως φαίνηται ἡ διαφορά_, πῶς οἱ μὲν ηὐλογημένοι εἰς ὕψος ἐπαίρονται, οἱ δὲ κα^τηραμένοι τεταπείνωνται. | τοιούτους γὰρ ἐποίησεν ὁ θεὸς τοὺς υἱοὺς τοῦ σὴθ ὑψηλούς, τοὺς δὲ τοῦ κάϊν ταπεινοὺς καὶ εὐτελεῖς, ἵνα καὶ ἀπὸ τῆς ὄψεως φαίνηται ἡ διαφορά, πῶς οἱ μὲν ηὐλογημένοι εἰς ὕψος ἐπαίρονται, οἱ δὲ κατηραμένοι τεταπείνωνται. |
ἵ^να_ τοίνυ^ν δειχθῇ πά^λι^ν ὅτι^ γίγαντες οὔκ εἰσι^ν ἀ^σεβεία_ς δρᾶμα^ ἢ μυ_θολογί^α_ς, λέγει ὁ προφήτης δαυὶδ περὶ^ τοῦ ἡλί^ου· | ἵνα τοίνυν δειχθῇ πάλιν ὅτι γίγαντες οὔκ εἰσιν ἀσεβείας δρᾶμα ἢ μυθολογίας, λέγει ὁ προφήτης δαυὶδ περὶ τοῦ ἡλίου· |
ἀπ' ἄκρου τοῦ οὐρα^νοῦ ἡ ἔξοδος αὐτοῦ καὶ τὸ κατάντημα^ αὐτοῦ ἕως ἄκρου τοῦ οὐρα^νοῦ. | ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ. |
ἀγαλλιάσεται ὡς γίγας δρα^μεῖν ὁδόν. | ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν. |
οὐ τοίνυ^ν ἀ^πὸ τῶν ἀγγέλων ἐγεννήθησα^ν οἱ γίγαντες, ἀλλ' ἐξ ἀνθρώπων· | οὐ τοίνυν ἀπὸ τῶν ἀγγέλων ἐγεννήθησαν οἱ γίγαντες, ἀλλ' ἐξ ἀνθρώπων· |
καὶ ἦσα^ν ἄνθρωποι εὐμήκεις, ὡραῖοι σώμα^τι^ καὶ κάλλει μεμα^ρτυ^ρημένοι. | καὶ ἦσαν ἄνθρωποι εὐμήκεις, ὡραῖοι σώματι καὶ κάλλει μεμαρτυρημένοι. |
οἵτινες καταλιπόντες τὴν τῶν τα^γμά^των τάξι^ν ἀταξίᾳ τὰ_ς γυ^ναῖκα^ς δι^είλα^ντο. | οἵτινες καταλιπόντες τὴν τῶν ταγμάτων τάξιν ἀταξίᾳ τὰς γυναῖκας διείλαντο. |
αἰτι^ᾶται ὁ θεὸς καὶ λέγει· | αἰτιᾶται ὁ θεὸς καὶ λέγει· |
οὐ μὴ καταμείνῃ τὸ πνεῦμά^ μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα^ δι^ὰ^ τὸ εἶναι αὐτοὺς σά^ρκα^ς. | οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας. |
μανιχαῖοι ἐπι^λα^μβά^νονται τοῦ ῥητοῦ. | μανιχαῖοι ἐπιλαμβάνονται τοῦ ῥητοῦ. |
ὁρᾷς, φησί^ν, ὅπου σὰρξ ἡ ἀ^πὸ τῆς ὕ_λης, οὐκ ἀναπαύεται ὁ θεός. | ὁρᾷς, φησίν, ὅπου σὰρξ ἡ ἀπὸ τῆς ὕλης, οὐκ ἀναπαύεται ὁ θεός. |
οὐκοῦν ἐν οὐδενὶ^ θεὸς ἐπαναπαύεται. | οὐκοῦν ἐν οὐδενὶ θεὸς ἐπαναπαύεται. |
πάντες γὰ^ρ σάρκα^ ἔχομεν. | πάντες γὰρ σάρκα ἔχομεν. |
εἶτα τὸ οὐ μὴ καταμείνῃ τὸ πνεῦμά^ μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα^ δι^ὰ^ τὸ εἶναι αὐτοὺς σάρκα^ μισοῦντός ἐστι^ν τὴν σάρκα^, πῶς οὖν ἀλλαχοῦ λέγει ἡ γρα^φή· | εἶτα τὸ οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκα μισοῦντός ἐστιν τὴν σάρκα, πῶς οὖν ἀλλαχοῦ λέγει ἡ γραφή· |
ἐκχεῶ ἀ^πὸ τοῦ πνεύμα^τός μου ἐπὶ^ πᾶσα^ σάρκα^; | ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσα σάρκα; |
σάρκα^ κα^λεῖ ἡ γρα^φὴ οὐ τὸ σῶ^μα^ τὸ φαινόμενον, ἀλλὰ^ κα^λεῖ σάρκα^ τὸν ἀμέτρως διακείμενον περὶ^ τῷ σώμα^τι^, τῆς δὲ ψυ_χῆς ἀμελοῦντα^. | σάρκα καλεῖ ἡ γραφὴ οὐ τὸ σῶμα τὸ φαινόμενον, ἀλλὰ καλεῖ σάρκα τὸν ἀμέτρως διακείμενον περὶ τῷ σώματι, τῆς δὲ ψυχῆς ἀμελοῦντα. |
ὥσπερ ἐπὶ^ τοῦ σοφοῦ λέγομεν· | ὥσπερ ἐπὶ τοῦ σοφοῦ λέγομεν· |
ὅλος νοῦς ἐστι^ν, οὐχ ὅτι^ οὐκ ἔχει σῶ^μα^, ἀλλ' ὅτι^ περὶ^ σοφί^α_ν ἠσχόληται, οὕτως τὸν ἀ^εὶ προσέχοντα^ τῷ σώμα^τι^ καὶ μηδὲν τῆς ψυ_χῆς φροντίζοντα^ σάρκα^ κα^λεῖ, οὐχ ὅτι^ οὐκ ὤφειλε σάρκα^ ἔχειν, ἀλλ' ὅτι^ οὐκ ὤφειλεν ἀεὶ τὴν σάρκα^ θερα^πεύειν καὶ ψυ_χῆς ἀμελεῖν. | ὅλος νοῦς ἐστιν, οὐχ ὅτι οὐκ ἔχει σῶμα, ἀλλ' ὅτι περὶ σοφίαν ἠσχόληται, οὕτως τὸν ἀεὶ προσέχοντα τῷ σώματι καὶ μηδὲν τῆς ψυχῆς φροντίζοντα σάρκα καλεῖ, οὐχ ὅτι οὐκ ὤφειλε σάρκα ἔχειν, ἀλλ' ὅτι οὐκ ὤφειλεν ἀεὶ τὴν σάρκα θεραπεύειν καὶ ψυχῆς ἀμελεῖν. |
ζητεῖται γὰ^ρ ἡ κρί^σι^ς, πόσον δεῖ θερα^πεύειν τὴν ψυ_χήν, πόσον δεῖ θερα^πεύειν τὸ σῶ^μα^. | ζητεῖται γὰρ ἡ κρίσις, πόσον δεῖ θεραπεύειν τὴν ψυχήν, πόσον δεῖ θεραπεύειν τὸ σῶμα. |
μὴ γὰ^ρ ὁ θεὸς βούλεται μὴ θερα^πεύειν ἡμᾶς τὸ σῶ^μα^, ἀλλὰ^ μὴ προφά^σει τῆς τῶν σωμά^των θερα^πεία_ς ἀμελεῖν τῆς ψυ_χῆς καὶ μὴ θερα^πεύειν αὐτήν; | μὴ γὰρ ὁ θεὸς βούλεται μὴ θεραπεύειν ἡμᾶς τὸ σῶμα, ἀλλὰ μὴ προφάσει τῆς τῶν σωμάτων θεραπείας ἀμελεῖν τῆς ψυχῆς καὶ μὴ θεραπεύειν αὐτήν; |
πρόσεχε καὶ τῇ κοινῇ συ^νηθείᾳ. | πρόσεχε καὶ τῇ κοινῇ συνηθείᾳ. |
οἶδα ὅτι^ πολλοὶ καὶ μά^λι^στα^ οἱ μέμφεσθαι φιλονεικοῦντες ἐπι^λα^μβά^νονται τῶν ὑποδειγμά^των ὡς τα^πεινῶν. | οἶδα ὅτι πολλοὶ καὶ μάλιστα οἱ μέμφεσθαι φιλονεικοῦντες ἐπιλαμβάνονται τῶν ὑποδειγμάτων ὡς ταπεινῶν. |
ἐμοὶ δὲ σκοπὸς στῆσαι τὴν εἰκόνα^. | ἐμοὶ δὲ σκοπὸς στῆσαι τὴν εἰκόνα. |
κ ἂ_ν γὰ^ρ τοῖς τυ^χοῦσι^ χρήσωμαι ὑποδείγμασι^ν, ἡ ἀ^λήθειά^ ἐστι^ν ἡ ζητουμένη. | κ ἂν γὰρ τοῖς τυχοῦσι χρήσωμαι ὑποδείγμασιν, ἡ ἀλήθειά ἐστιν ἡ ζητουμένη. |
πολλάκις ἡμεῖς ἐν τοῖς ἑστιάσεσι^ κιρνῶμεν ἑαυτοῖς οἶνον. | πολλάκις ἡμεῖς ἐν τοῖς ἑστιάσεσι κιρνῶμεν ἑαυτοῖς οἶνον. |
κ ἂ_ν μὴ λά^βῃ τοσοῦτον ὕ^δωρ ὅσον χρῄζει, εὐθέως λέγομεν· | κ ἂν μὴ λάβῃ τοσοῦτον ὕδωρ ὅσον χρῄζει, εὐθέως λέγομεν· |
ὅλον ἄ^κρα_τόν ἐστι^ν, οὐ τῷ μὴ ἔχειν ὕ^δωρ, ἀλλὰ^ τῷ μὴ ἔχειν ὅσον ὤφειλεν. | ὅλον ἄκρατόν ἐστιν, οὐ τῷ μὴ ἔχειν ὕδωρ, ἀλλὰ τῷ μὴ ἔχειν ὅσον ὤφειλεν. |
ἄλλος ἔβα^λε πολὺ^ ὕ^δωρ, ὀλί^γον δὲ οἶνον. | ἄλλος ἔβαλε πολὺ ὕδωρ, ὀλίγον δὲ οἶνον. |
καὶ εὐθέως λέγομεν· | καὶ εὐθέως λέγομεν· |
ὅλον ὕ^δωρ ἐστί^ν, οὐ τῷ μὴ ἔχειν οἶνον, ἀλλὰ^ τῷ μὴ ἔχειν σύμμετρον. | ὅλον ὕδωρ ἐστίν, οὐ τῷ μὴ ἔχειν οἶνον, ἀλλὰ τῷ μὴ ἔχειν σύμμετρον. |
οὕτως ὅτα^ν εἴπῃ ἡ γρα^φὴ περί^ τι^νος· | οὕτως ὅταν εἴπῃ ἡ γραφὴ περί τινος· |
ὅλον πνεῦμά^ ἐστι^ν, οὐχ ὅτι^ οὐκ ἔχει σάρκα^, ἀλλ' ὅτι^ οὐκ ὑπερβά^λλει ἐν αὐτῷ ἡ τοῦ πνεύμα^τος χά^ρι^ς. | ὅλον πνεῦμά ἐστιν, οὐχ ὅτι οὐκ ἔχει σάρκα, ἀλλ' ὅτι οὐκ ὑπερβάλλει ἐν αὐτῷ ἡ τοῦ πνεύματος χάρις. |
πάλιν, ὅτα^ν εἴπῃ ἡ γρα^φὴ περί^ τι^νος· | πάλιν, ὅταν εἴπῃ ἡ γραφὴ περί τινος· |
ὅτι^ ὅλος σάρξ ἐστι^ν, οὐχ ὅτι^ πνεῦμα^ οὐκ ἔχει, ἀλλ' ὅτι^ τὸ πλέον ἔδωκε τῇ σαρκί^. | ὅτι ὅλος σάρξ ἐστιν, οὐχ ὅτι πνεῦμα οὐκ ἔχει, ἀλλ' ὅτι τὸ πλέον ἔδωκε τῇ σαρκί. |
διὰ τί, ἀ^δελφοί, τοὺς πόρνους καὶ φιλογυναίους κα^λοῦσι^ν αἱ γρα^φαί; | διὰ τί, ἀδελφοί, τοὺς πόρνους καὶ φιλογυναίους καλοῦσιν αἱ γραφαί; |
καὶ ἦν, φησί^ν, σολομὼν φι^λογύναιος. | καὶ ἦν, φησίν, σολομὼν φιλογύναιος. |
ὁ γὰ^ρ σώφρων τὴν ἑαυτοῦ γυ^ναῖκα^ φι^λεῖ. | ὁ γὰρ σώφρων τὴν ἑαυτοῦ γυναῖκα φιλεῖ. |
διὰ τί οὖν ὁ τῆς ἰ^δί^α_ς γυ^ναικὸς οὐ κα^λεῖται φι^λογύναιος, καίτοι φι^λῶν τὴν ἑαυτοῦ γυ^ναῖκα^; | διὰ τί οὖν ὁ τῆς ἰδίας γυναικὸς οὐ καλεῖται φιλογύναιος, καίτοι φιλῶν τὴν ἑαυτοῦ γυναῖκα; |
ἀλλ' ὅπου νόμος, ὅπου μέτρον, ὅπου συ^ζυ^γί^α_, ἐκβάλλεται τὸ περιττόν, καὶ κα^λεῖται σώφρων, καίτοι ἔχων γυ^ναῖκα^. | ἀλλ' ὅπου νόμος, ὅπου μέτρον, ὅπου συζυγία, ἐκβάλλεται τὸ περιττόν, καὶ καλεῖται σώφρων, καίτοι ἔχων γυναῖκα. |
ἡ οὖν ἀμετρία μι_σεῖται, τὸ δὲ μέτρον τι_μᾶται. | ἡ οὖν ἀμετρία μισεῖται, τὸ δὲ μέτρον τιμᾶται. |
βούλεται δὲ θεὸς πλεονεκτεῖσθαι τὸ σῶ^μα^ πα^ρὰ^ τὴν ψυ_χήν; | βούλεται δὲ θεὸς πλεονεκτεῖσθαι τὸ σῶμα παρὰ τὴν ψυχήν; |
ἐὰ^ν τι^ς εἴπῃ περί^ τι^νος· | ἐὰν τις εἴπῃ περί τινος· |
ὅλος ἐστὶ^ν πνεῦμα^, ἐγκώμιον τοῦ ἀνδρός· | ὅλος ἐστὶν πνεῦμα, ἐγκώμιον τοῦ ἀνδρός· |
ἐὰ^ν δὲ ἀ^κούσῃς ὅτι^ ὅλος εστί σάρξ, ψόγος τοῦ κατηγορουμένῳ. | ἐὰν δὲ ἀκούσῃς ὅτι ὅλος εστί σάρξ, ψόγος τοῦ κατηγορουμένῳ. |
παῦλος λέγει τοῖς μα^θηταῖς, ἐπειδὴ τῷ πνεύμα^τι^ προσανέκειντο· | παῦλος λέγει τοῖς μαθηταῖς, ἐπειδὴ τῷ πνεύματι προσανέκειντο· |
ὑμεῖς, φησί^ν, οὔκ ἐστε ἐν σαρκί^, ἀλλ' ἐν πνεύμα^τι^. | ὑμεῖς, φησίν, οὔκ ἐστε ἐν σαρκί, ἀλλ' ἐν πνεύματι. |
ἆρα οὖν ἄσα^ρκοι ἦσα^ν; | ἆρα οὖν ἄσαρκοι ἦσαν; |
οὔ· | οὔ· |
ἀλλ' ἐπειδὴ ἐφόρουν σάρκα, ἔλαττον δὲ αὐτῆς ἐφρόντιζον, τοῦ δὲ πνεύμα^τος πλέον, κα^λεῖ αὐτοὺς μὴ ὄντα^ς ἐν σαρκί^. | ἀλλ' ἐπειδὴ ἐφόρουν σάρκα, ἔλαττον δὲ αὐτῆς ἐφρόντιζον, τοῦ δὲ πνεύματος πλέον, καλεῖ αὐτοὺς μὴ ὄντας ἐν σαρκί. |
καὶ σήμερον, ἐὰ^ν ἴ^δω τι^νὰ^ ἐπι^ταγέντα^ πρᾶγμα^ καὶ ῥᾳθυμήσαντα^, λέγω εὐθέως· | καὶ σήμερον, ἐὰν ἴδω τινὰ ἐπιταγέντα πρᾶγμα καὶ ῥᾳθυμήσαντα, λέγω εὐθέως· |
σὺ^ ἐμοὶ ὧδε οὐκ εἶ, οὐ τῷ μὴ εἶναι, ἀλλὰ^ τῷ μὴ πα^ρεῖναι τῇ προθυ_μίᾳ. | σὺ ἐμοὶ ὧδε οὐκ εἶ, οὐ τῷ μὴ εἶναι, ἀλλὰ τῷ μὴ παρεῖναι τῇ προθυμίᾳ. |
ὄντως βλέπει ὁ θεὸς πλεονεκτοῦσα^ν τὴν ἀδικίαν. | ὄντως βλέπει ὁ θεὸς πλεονεκτοῦσαν τὴν ἀδικίαν. |
δεῖ δὲ εἰδέναι ὅτι^ οὐ δὲ κα^κί^α_ οὐ δὲ ἀ^δι^κί^α_ οὔ τε πᾶν ὃ νομίζεται ἢ φημίζεται κα^κόν, ἔχει στά^σι^ν ἡ φύ^σι^ν, ἀλλὰ^ παρατροπή ἐστι^ν τοῦ κα^λοῦ, ὥσπερ ὄξους οὐκ ἔστι^ν ἰδιάζουσα^ φύ^σι^ς. | δεῖ δὲ εἰδέναι ὅτι οὐ δὲ κακία οὐ δὲ ἀδικία οὔ τε πᾶν ὃ νομίζεται ἢ φημίζεται κακόν, ἔχει στάσιν ἡ φύσιν, ἀλλὰ παρατροπή ἐστιν τοῦ καλοῦ, ὥσπερ ὄξους οὐκ ἔστιν ἰδιάζουσα φύσις. |
οὐ γά^ρ ἐστι^ φυ^τὸν οἴνου καὶ φυ^τὸν ὄξους, ἀλλὰ^ παρατροπὴ οἴνου ἐστὶ^ν τὸ ὄξος. | οὐ γάρ ἐστι φυτὸν οἴνου καὶ φυτὸν ὄξους, ἀλλὰ παρατροπὴ οἴνου ἐστὶν τὸ ὄξος. |
οὕτω γά^μου παρατροπὴ μοιχεία. | οὕτω γάμου παρατροπὴ μοιχεία. |
ἴσμεν γά^ρ, ἀ^δελφοί, ὅτι^ τὸ ὄξος τὴν εἰκόνα^ τοῦ οἴνου οὐκ ἀ^πόλλυσι^ν, ἀλλὰ^ τὴν ὄψι^ν ἔχει τοῦ οἴνου, τὴν δὲ ποιότητα^ ἀ^πόλλυ_σι^ μόνην. | ἴσμεν γάρ, ἀδελφοί, ὅτι τὸ ὄξος τὴν εἰκόνα τοῦ οἴνου οὐκ ἀπόλλυσιν, ἀλλὰ τὴν ὄψιν ἔχει τοῦ οἴνου, τὴν δὲ ποιότητα ἀπόλλυσι μόνην. |
ἐπεὶ κ ἂ_ν ἀ^πὸ ξανθοῦ οἴνου, κ ἂ_ν ἀ^πὸ μέλα^νος γένηται, τὸ χρῶμα^ φυλά^ττει. | ἐπεὶ κ ἂν ἀπὸ ξανθοῦ οἴνου, κ ἂν ἀπὸ μέλανος γένηται, τὸ χρῶμα φυλάττει. |
οὕτω καὶ ἡ μοιχεία καὶ ἡ πορνεία_ τὴν τοῦ σώφρονος ὄψι^ν οὐκ ἀφα^νί^ζει, ἀλλ' ἔχει πρόσωπον μὲν σωφροσύνης, ἔργα^ δὲ πα^ρα^νομί^α_ς. | οὕτω καὶ ἡ μοιχεία καὶ ἡ πορνεία τὴν τοῦ σώφρονος ὄψιν οὐκ ἀφανίζει, ἀλλ' ἔχει πρόσωπον μὲν σωφροσύνης, ἔργα δὲ παρανομίας. |
ὅμοιός ἐστι^ν τῇ παρατροπῇ τοῦ οἴνου. | ὅμοιός ἐστιν τῇ παρατροπῇ τοῦ οἴνου. |
καὶ ἵ^να_ μά^θῃς ὅτι^ οὐχ ἁπλῶς ἐχρησά^μεθα^ τῇ εἰκόνι^, ἀλλὰ^ τῆς ἀ^ληθι^νῆς ἐστι^ν ἀμπέλου παρατροπὴ τὸ κα^κόν, λέγει ὁ θεὸς διὰ ἱερεμίου τοῦ προφήτου τῷ λα_ῷ· | καὶ ἵνα μάθῃς ὅτι οὐχ ἁπλῶς ἐχρησάμεθα τῇ εἰκόνι, ἀλλὰ τῆς ἀληθινῆς ἐστιν ἀμπέλου παρατροπὴ τὸ κακόν, λέγει ὁ θεὸς διὰ ἱερεμίου τοῦ προφήτου τῷ λαῷ· |
τά^δε λέγει κύ_ρι^ος· | τάδε λέγει κύριος· |
ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσα^ν ἀ^ληθι^νήν. | ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.