macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
εἰ κα^τὰ^ θεόν, δι^ὰ^ τί^ ἰ^δί^α_ς δημιουργία_ς τοὺς ὅρους ἠγνόησεν; | εἰ κατὰ θεόν, διὰ τί ἰδίας δημιουργίας τοὺς ὅρους ἠγνόησεν; |
ὡς ἂ_ν θέλῃς ἐξετάσαι τὸ ῥῆμα^, ἤτοι κα^τὰ^ τὴν ἀνθρωπότητα^ ἢ τὴν θεότητα^, οὐχ ἥρμοσται τῷ σωτῆρι^. | ὡς ἂν θέλῃς ἐξετάσαι τὸ ῥῆμα, ἤτοι κατὰ τὴν ἀνθρωπότητα ἢ τὴν θεότητα, οὐχ ἥρμοσται τῷ σωτῆρι. |
οὔτε ἄνθρωπος συ^νετὸς πα^ρὰ^ τὸν καιρὸν ἀ^παιτεῖ καρποὺς πα^ρὰ^ τῶν φυ^τῶν, ἄλλως τε οὐ δ' ἂ^ν ἀ^παιτήσαιεν ἀπ' ἀρχῆς. | οὔτε ἄνθρωπος συνετὸς παρὰ τὸν καιρὸν ἀπαιτεῖ καρποὺς παρὰ τῶν φυτῶν, ἄλλως τε οὐ δ' ἂν ἀπαιτήσαιεν ἀπ' ἀρχῆς. |
οὔτε δὲ αὐτὸς ὁ θεὸς ὁ τάξι^ν καὶ καιρὸν καὶ νόμους τεθεικὼς ἑκάστῳ καὶ φυτῷ καὶ καρπῷ, ἀ^πῄτησεν ἂv^ πα^ρὰ^ τοὺς ἰ^δί^ους ὅρους. | οὔτε δὲ αὐτὸς ὁ θεὸς ὁ τάξιν καὶ καιρὸν καὶ νόμους τεθεικὼς ἑκάστῳ καὶ φυτῷ καὶ καρπῷ, ἀπῄτησεν ἂv παρὰ τοὺς ἰδίους ὅρους. |
εἰ γὰ^ρ σὺ^ ἐνομοθέτησα^ς τῇ συκῇ τὸν πρέποντα^ καιρὸν μὴ ἐνεγκούσῃ· | εἰ γὰρ σὺ ἐνομοθέτησας τῇ συκῇ τὸν πρέποντα καιρὸν μὴ ἐνεγκούσῃ· |
εἰ δὲ καὶ ἦν ὁ καιρός, μὴ ἤνεγκε δὲ καρπόν, τοῦτο τῆς γνώμης ἦν τοῦ θεοῦ τοῦ μὴ ἐνισχύσαντος τὸ φυ^τόν. | εἰ δὲ καὶ ἦν ὁ καιρός, μὴ ἤνεγκε δὲ καρπόν, τοῦτο τῆς γνώμης ἦν τοῦ θεοῦ τοῦ μὴ ἐνισχύσαντος τὸ φυτόν. |
ὥστε, ἀ^δελφοί, οἰκονομί^α_ μᾶλλόν ἐστι^ν ἢ χρεία_. | ὥστε, ἀδελφοί, οἰκονομία μᾶλλόν ἐστιν ἢ χρεία. |
οὐκ ἔστι^ χρεία_ χριστοῦ, ἀλλ' οἰκονομί^α_· | οὐκ ἔστι χρεία χριστοῦ, ἀλλ' οἰκονομία· |
ἐβουλήθη προοικονομῆσαι τοῦ πά^θους ἀσφάλεια^ν τοῖς μα^θηταῖς. | ἐβουλήθη προοικονομῆσαι τοῦ πάθους ἀσφάλειαν τοῖς μαθηταῖς. |
ἐπειδὴ ἔμελλε μετὰ^ ταύτην τὴν πραγματείαν εὐθέως εἰσιὼν εἰς ἱεροσόλυμα ὑπομένειν τὸ πά^θος· | ἐπειδὴ ἔμελλε μετὰ ταύτην τὴν πραγματείαν εὐθέως εἰσιὼν εἰς ἱεροσόλυμα ὑπομένειν τὸ πάθος· |
τῷ γὰ^ρ ἀ^κρι_βῶς ἀναγινώσκοντι^ εὑρεθήσεται ταύτῃ τῇ ἱ^στορί^ᾳ ἀκολουθοῦσα^ ἡ τοῦ σταυροῦ δύ^να^μι^ς· | τῷ γὰρ ἀκριβῶς ἀναγινώσκοντι εὑρεθήσεται ταύτῃ τῇ ἱστορίᾳ ἀκολουθοῦσα ἡ τοῦ σταυροῦ δύναμις· |
ἐπειδὴ ἔμελλεν εἰσιέναι εἰς ἱεροσόλυμα καὶ πάσχειν, οἱ δὲ μα^θηταὶ ἐσκανδαλίζοντο τῷ πά^θει, ἵ^να_ μή τι^ς αὐτὸν ὑπονοήσῃ δι' ἀσθένεια^ν πάσχειν, δί^δωσι^ν ἐναργεῖς μα^ρτυ^ρί^α_ς, ὅτι^ ἠδύνατο τοὺς ἀντιλέγοντα^ς ξηρᾶναι, ὡς τὴν συκῆν· | ἐπειδὴ ἔμελλεν εἰσιέναι εἰς ἱεροσόλυμα καὶ πάσχειν, οἱ δὲ μαθηταὶ ἐσκανδαλίζοντο τῷ πάθει, ἵνα μή τις αὐτὸν ὑπονοήσῃ δι' ἀσθένειαν πάσχειν, δίδωσιν ἐναργεῖς μαρτυρίας, ὅτι ἠδύνατο τοὺς ἀντιλέγοντας ξηρᾶναι, ὡς τὴν συκῆν· |
ἵ^να_ τὴν μὲν δύ^να^μι^ν ἐν τῇ συκῇ τῇ ἀψύ^χῳ ἐνδείξηται, τὴν δὲ μακροθυμίαν ἐν τοῖς λογι^κοῖς ἀνθρώποις· | ἵνα τὴν μὲν δύναμιν ἐν τῇ συκῇ τῇ ἀψύχῳ ἐνδείξηται, τὴν δὲ μακροθυμίαν ἐν τοῖς λογικοῖς ἀνθρώποις· |
ἵ^να_ πρόσφατον ἔχοντες τὴν μνήμην τοῦ θαύμα^τος, ἐννοήσωσι^ν ὅτι^ θέλων ὑπέμεινεν ὁ λόγῳ ξηραίνων. | ἵνα πρόσφατον ἔχοντες τὴν μνήμην τοῦ θαύματος, ἐννοήσωσιν ὅτι θέλων ὑπέμεινεν ὁ λόγῳ ξηραίνων. |
ὅτι^ δέ, ἀ^δελφοί, ἀ^ληθὴς ὁ λόγος, καὶ δι^ὰ^ τοῦτο ταῦτα^ πά^ντα^ οἰκονομεῖ, ἵ^να_ τὴν δύ^να^μι^ν δείξῃ, ἐκ τῶν ἑπομένων ἔστι^ νοῆσαι· | ὅτι δέ, ἀδελφοί, ἀληθὴς ὁ λόγος, καὶ διὰ τοῦτο ταῦτα πάντα οἰκονομεῖ, ἵνα τὴν δύναμιν δείξῃ, ἐκ τῶν ἑπομένων ἔστι νοῆσαι· |
πολλοῖς γὰ^ρ πά^ρεστι^ νοῆσαι καὶ θεωρῆσαι· | πολλοῖς γὰρ πάρεστι νοῆσαι καὶ θεωρῆσαι· |
ἡ συκῆ φησι^ν ἡ συ^ναγωγὴ τῶν ἰουδαίων. | ἡ συκῆ φησιν ἡ συναγωγὴ τῶν ἰουδαίων. |
καὶ ἠπείλησε τῇ συ^ναγωγῇ· | καὶ ἠπείλησε τῇ συναγωγῇ· |
μηκέτι^ ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα^. | μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. |
οὕτω τι^νὲς ἠθέλησα^ν θεωρῆσαι· | οὕτω τινὲς ἠθέλησαν θεωρῆσαι· |
εὑρίσκεται δὲ μὴ συνᾴδοντα^ τὰ^ πρά_γμα^τα^ τῇ προρρήσει· | εὑρίσκεται δὲ μὴ συνᾴδοντα τὰ πράγματα τῇ προρρήσει· |
μετὰ^ γὰ^ρ τὸν σταυρόν, μετὰ^ τὴν ἀ^πόφα^σι^ν ταύτην, μυ_ρι^ά^δες ἐπί^στευσα^ν ἀ^πὸ ἰουδαίων· | μετὰ γὰρ τὸν σταυρόν, μετὰ τὴν ἀπόφασιν ταύτην, μυριάδες ἐπίστευσαν ἀπὸ ἰουδαίων· |
καὶ οὐχ ἥρμοσται τῷ οὐκ ἔτι^ ἐκ σοῦ καρπὸς, τὸ τοσούτους πιστεῦσαι. | καὶ οὐχ ἥρμοσται τῷ οὐκ ἔτι ἐκ σοῦ καρπὸς, τὸ τοσούτους πιστεῦσαι. |
ἐπανάλαβε τὸ ῥῆμα^. | ἐπανάλαβε τὸ ῥῆμα. |
εἰ κα^τὰ^ ἰουδαίων ἀπεφήνατο καὶ κα^τὰ^ τῆς συ^ναγωγῆς, ὥστε μηκέτι^ καρπὸν ἐνεγκεῖν, καρποὶ δὲ τῆς συ^ναγωγῆς αἱ ἐκκλησί^αι, ἐχρῆν μετὰ^ ταύτην τὴν ἀ^πόφα^σι^ν μηδένα^ πιστεῦσαι ἰουδαίων· | εἰ κατὰ ἰουδαίων ἀπεφήνατο καὶ κατὰ τῆς συναγωγῆς, ὥστε μηκέτι καρπὸν ἐνεγκεῖν, καρποὶ δὲ τῆς συναγωγῆς αἱ ἐκκλησίαι, ἐχρῆν μετὰ ταύτην τὴν ἀπόφασιν μηδένα πιστεῦσαι ἰουδαίων· |
ὅτι^ δὲ πολλοὶ ἐπί^στευσα^ν, ἄ^κουε τῆς γρα^φῆς. | ὅτι δὲ πολλοὶ ἐπίστευσαν, ἄκουε τῆς γραφῆς. |
μία πέτρου δημηγορία τρι^σχι_λί^ους ἐσαγήνευσεν, ἄλλη αὐτοῦ δι^δα^σκα^λί^α_ τετρα^κι^σχι_λί^ους, καὶ ἦσα^ν ψυ_χαὶ ὡς ἑπτάκις χί_λιαι. | μία πέτρου δημηγορία τρισχιλίους ἐσαγήνευσεν, ἄλλη αὐτοῦ διδασκαλία τετρακισχιλίους, καὶ ἦσαν ψυχαὶ ὡς ἑπτάκις χίλιαι. |
ἀλλαχοῦ δέ, ὡς προέκοψεν ὁ λόγος, πολὺ^ς ὄχλος τῶν ἰουδαίων ὑ^πήκουσε τῇ πίστει. | ἀλλαχοῦ δέ, ὡς προέκοψεν ὁ λόγος, πολὺς ὄχλος τῶν ἰουδαίων ὑπήκουσε τῇ πίστει. |
εἰ καὶ ἰουδαῖοι ὑ^πήκουσα^ν πολλοὶ καὶ χι_λι^ά^δες πολλαί, ἐπὶ^ τέλει δὲ εἰς τοσοῦτον πα^ρῆλθεν ὁ λόγος πα^ρὰ^ ἰουδαίους, ὡς εἰπεῖν τοὺς ἀ^ποστόλους τῷ παύλῳ· | εἰ καὶ ἰουδαῖοι ὑπήκουσαν πολλοὶ καὶ χιλιάδες πολλαί, ἐπὶ τέλει δὲ εἰς τοσοῦτον παρῆλθεν ὁ λόγος παρὰ ἰουδαίους, ὡς εἰπεῖν τοὺς ἀποστόλους τῷ παύλῳ· |
θεωρεῖς, ἀ^δελφέ, πόσαι μυ_ρι^ά^δες εἰσὶ^ τῶν πιστευσάντων ἰουδαίων. | θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶ τῶν πιστευσάντων ἰουδαίων. |
εἰ οὖν μυ_ρι^ά^δες εἰσὶ^ τῶν πιστευσάντων ἰουδαίων, εἰ οὖν μυ_ρι^ά^δες ἐπί^στευσα^ν, πῶς συ^νᾴδει τῇ ἀ^ποφά^σει ἡ ἀ^πόφα^σι^ς μηκέτι ἐκ σοῦ καρπὸς γένηται; | εἰ οὖν μυριάδες εἰσὶ τῶν πιστευσάντων ἰουδαίων, εἰ οὖν μυριάδες ἐπίστευσαν, πῶς συνᾴδει τῇ ἀποφάσει ἡ ἀπόφασις μηκέτι ἐκ σοῦ καρπὸς γένηται; |
μετὰ^ γὰ^ρ τὴν ἀ^πόφα^σι^ν μυ_ρι^ά^δες ἤνθησα^ν καρπῶν. | μετὰ γὰρ τὴν ἀπόφασιν μυριάδες ἤνθησαν καρπῶν. |
ἀλλὰ^ τὸ πρᾶγμα^ ταύτην ἔχει τὴν ἀκολουθίαν. | ἀλλὰ τὸ πρᾶγμα ταύτην ἔχει τὴν ἀκολουθίαν. |
φεῦγε τὰ_ς βεβι^α^σμένα_ς ἀ^λληγορί^α_ς· | φεῦγε τὰς βεβιασμένας ἀλληγορίας· |
ἔστι^ν ὅτε αὐτὴ ἡ γρα^φὴ δί^δωσι^ν ὀφθαλμοὺς εἰς θεωρί^α_ν· | ἔστιν ὅτε αὐτὴ ἡ γραφὴ δίδωσιν ὀφθαλμοὺς εἰς θεωρίαν· |
ἔστι^ν ὅτε αὐτὴ τροπολογεῖν δι^δά^σκει. | ἔστιν ὅτε αὐτὴ τροπολογεῖν διδάσκει. |
ὅτα^ν μέντοι γυμνὴ ἢ θεωρί^α_ ἢ ἱ^στορί^α_ προκέηται, μὴ βι^ά^ζου τὰ^ ἀ^νέφικτα^, ἀλλὰ^ λά^μβα^νε τὴν ἀκρόασι^ν ἀ^κόλουθον. | ὅταν μέντοι γυμνὴ ἢ θεωρία ἢ ἱστορία προκέηται, μὴ βιάζου τὰ ἀνέφικτα, ἀλλὰ λάμβανε τὴν ἀκρόασιν ἀκόλουθον. |
σταυρὸς ἦν· | σταυρὸς ἦν· |
τὸ πά^θος ἔμελλεν ἐκφαίνειν. | τὸ πάθος ἔμελλεν ἐκφαίνειν. |
ἵ^να_ μὴ ἀσθενείᾳ ἐπιγρά^ψωσι^ν τὴν οἰκονομίαν, ἐνδείκνυται τὴν δύ^να^μι^ν εἰς τὴν ἄψυ_χον, καὶ φυλά^ττει τὴν μακροθυμίαν τοῖς μέλλουσι^ν ἔχειν ἐλπί^δα^ σωτηρί^α_ς. | ἵνα μὴ ἀσθενείᾳ ἐπιγράψωσιν τὴν οἰκονομίαν, ἐνδείκνυται τὴν δύναμιν εἰς τὴν ἄψυχον, καὶ φυλάττει τὴν μακροθυμίαν τοῖς μέλλουσιν ἔχειν ἐλπίδα σωτηρίας. |
ἤιδει γὰ^ρ ὁ σωτὴρ ὅτι^ ὁ σταυρὸς σωτηρί^α_ τῶν ἀνθρώπων καὶ τὸ ὑψωθῆναι αὐτὸν ἐπὶ^ ξύ^λου, τοῦτο τὴν οἰκουμένην ὅλην ἐσαγήνευσε. | ἤιδει γὰρ ὁ σωτὴρ ὅτι ὁ σταυρὸς σωτηρία τῶν ἀνθρώπων καὶ τὸ ὑψωθῆναι αὐτὸν ἐπὶ ξύλου, τοῦτο τὴν οἰκουμένην ὅλην ἐσαγήνευσε. |
ἐγὼ ἐὰ^ν ὑψωθῶ τουτ έστι^ν, ἐὰ^ν σταυρωθῶ πά^ντα^ς ἑλκύ^σω πρὸς ἐμαυτόν. | ἐγὼ ἐὰν ὑψωθῶ τουτ έστιν, ἐὰν σταυρωθῶ πάντας ἑλκύσω πρὸς ἐμαυτόν. |
πρόσεχε, πα^ρα^κα^λῶ, τὸ ὑψωθῶ τί^ ἐστι^ν; | πρόσεχε, παρακαλῶ, τὸ ὑψωθῶ τί ἐστιν; |
ἐὰ^ν μὴ αὐτὸς ἑρμηνεύσῃ τὸ ῥῆμα^, οὐ δύ^να^μαι στῆσαι τὸ νόημα^. | ἐὰν μὴ αὐτὸς ἑρμηνεύσῃ τὸ ῥῆμα, οὐ δύναμαι στῆσαι τὸ νόημα. |
καὶ κα^θὼς μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵ^να_ πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀ^πόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνι^ον. | καὶ καθὼς μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. |
καὶ κα^θὼς μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου. | καὶ καθὼς μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου. |
τί^ βούλεται τὸ αἴνιγμα^; | τί βούλεται τὸ αἴνιγμα; |
ἐν τῇ ἐρήμῳ ποτὲ ὁ λα_ὸς τῶν ἰουδαίων ἐγόγγυζεν ἐπὶ^ τῇ τροφῇ τοῦ μάννα^ καὶ τὴν τροφὴν ταύτην τὴν ἐξ οὐρα^νοῦ δεδομένην πα^τήσα_ς, ἐπεθύ_μησε τραπέζης αἰγυπτιακῆς, καὶ ἔλεγεν· | ἐν τῇ ἐρήμῳ ποτὲ ὁ λαὸς τῶν ἰουδαίων ἐγόγγυζεν ἐπὶ τῇ τροφῇ τοῦ μάννα καὶ τὴν τροφὴν ταύτην τὴν ἐξ οὐρανοῦ δεδομένην πατήσας, ἐπεθύμησε τραπέζης αἰγυπτιακῆς, καὶ ἔλεγεν· |
ἐμνήσθην τῶν λεβήτων τῶν κρεῶν, ὧν ἠσθί^ομεν ἐν αἰγύπτῳ. | ἐμνήσθην τῶν λεβήτων τῶν κρεῶν, ὧν ἠσθίομεν ἐν αἰγύπτῳ. |
καὶ προετιμήθησα^ν λέβητες αἰγυπτιακοὶ τοῦ μάννα^ τοῦ οὐρα^νί^ου. | καὶ προετιμήθησαν λέβητες αἰγυπτιακοὶ τοῦ μάννα τοῦ οὐρανίου. |
τί^ οὖν ὁ θεός; | τί οὖν ὁ θεός; |
ἐπειδὴ ὁ ἄρτος ὁ ἐξ οὐρα^νοῦ κα^τεφρονήθη, ἀποστέλλει ἐπὶ^ τὸν λα_ὸν ὄφεις θανατοῦντα^ς. | ἐπειδὴ ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ κατεφρονήθη, ἀποστέλλει ἐπὶ τὸν λαὸν ὄφεις θανατοῦντας. |
ἐξῆλθον ὄφεις δάκνοντες καὶ θά^να^τον ταῖς δήξεσι^ν ἐπάγοντες. | ἐξῆλθον ὄφεις δάκνοντες καὶ θάνατον ταῖς δήξεσιν ἐπάγοντες. |
καὶ εἰκότως οὐκ ἄλλο θηρί^ον ἀπεστά^λη, οὐ λέων, οὐκ ἄρκτος, ἀλλ' ὄφεις. | καὶ εἰκότως οὐκ ἄλλο θηρίον ἀπεστάλη, οὐ λέων, οὐκ ἄρκτος, ἀλλ' ὄφεις. |
ἐπειδὴ γὰ^ρ ἐξ ἀρχῆς τῷ ὄφει εἶπεν ὁ θεός γῆν φά^γῃ πά_σα_ς τὰ_ς ἡμέρα_ς, ἀπέστειλε θηρί^ον τοιοῦτον. | ἐπειδὴ γὰρ ἐξ ἀρχῆς τῷ ὄφει εἶπεν ὁ θεός γῆν φάγῃ πάσας τὰς ἡμέρας, ἀπέστειλε θηρίον τοιοῦτον. |
κα^τὰ^ τῶν ἐσθι^όντων καὶ γογγυζόντων τὸν ἐσθίοντα^ καὶ μὴ γογγύζοντα^ ἀ^πέστειλεν ὄφιν δάκνοντα^. | κατὰ τῶν ἐσθιόντων καὶ γογγυζόντων τὸν ἐσθίοντα καὶ μὴ γογγύζοντα ἀπέστειλεν ὄφιν δάκνοντα. |
θάνατος τοῖς δήγμα^σι^ν ἠκολούθει. | θάνατος τοῖς δήγμασιν ἠκολούθει. |
προσπίπτουσι τῷ μωϋσῇ· | προσπίπτουσι τῷ μωϋσῇ· |
προσπίπτει θεῷ μωϋσῆς. | προσπίπτει θεῷ μωϋσῆς. |
ὑποβάλλει θεὸς φάρμα^κον τοῖς τραύμα^σι^, καίτοι ἠδύνατο ἀ^πελάσαι τοὺς ὄφεις πα^ρα^κα^λούμενος, ἀλλὰ^ καὶ τὴν πληγὴν καταλιμπά^νει καὶ τὸ φάρμα^κον δί^δωσι^. | ὑποβάλλει θεὸς φάρμακον τοῖς τραύμασι, καίτοι ἠδύνατο ἀπελάσαι τοὺς ὄφεις παρακαλούμενος, ἀλλὰ καὶ τὴν πληγὴν καταλιμπάνει καὶ τὸ φάρμακον δίδωσι. |
ποίησόν μοι ὄφιν χαλκοῦν καὶ πῆξον αὐτὸν ἐπὶ^ ξύ^λου ἐπὶ^ τῆς θύ^ρα_ς τῆς σκηνῆς τοῦ μαρτυρί^ου καὶ κήρυξον τοὺς υἱοὺς ἰσραὴλ καὶ εἰπέ· | ποίησόν μοι ὄφιν χαλκοῦν καὶ πῆξον αὐτὸν ἐπὶ ξύλου ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ κήρυξον τοὺς υἱοὺς ἰσραὴλ καὶ εἰπέ· |
ἐάν τι^ς δηχθῇ ὑ^πὸ ὄφεως, ἔλθῃ καὶ πρόσχῃ τῷ ὄφει τούτῳ τῷ πεπηγμένῳ ἐν τῷ ξύλῳ καὶ πι^στεύσα_ς ζήσεται. | ἐάν τις δηχθῇ ὑπὸ ὄφεως, ἔλθῃ καὶ πρόσχῃ τῷ ὄφει τούτῳ τῷ πεπηγμένῳ ἐν τῷ ξύλῳ καὶ πιστεύσας ζήσεται. |
ἆρα οὐκ ἦν δυ^να^τὸν φυγαδεῦσαι τοὺς ὄφεις; | ἆρα οὐκ ἦν δυνατὸν φυγαδεῦσαι τοὺς ὄφεις; |
οὐκ ἦν δυ^να^τὸν ἀ^πολέσθαι; | οὐκ ἦν δυνατὸν ἀπολέσθαι; |
οὐκ ἦν δυ^να^τὸν λόγῳ θερα^πεῦσαι; | οὐκ ἦν δυνατὸν λόγῳ θεραπεῦσαι; |
ἀλλ' ὥσπερ ἐδύ^να^το λόγος θεοῦ ἐκ πέτρα_ς ἐκβα^λεῖν ὕ^δωρ, ἕως δὲ εἶδεν ἡ πέτρα_ τὸ σύμβολον τοῦ σταυροῦ, οὐχ ὑ^πήκουσεν. | ἀλλ' ὥσπερ ἐδύνατο λόγος θεοῦ ἐκ πέτρας ἐκβαλεῖν ὕδωρ, ἕως δὲ εἶδεν ἡ πέτρα τὸ σύμβολον τοῦ σταυροῦ, οὐχ ὑπήκουσεν. |
οὕτω καὶ ἐνταῦθα^. | οὕτω καὶ ἐνταῦθα. |
ἠδύνατο τοὺς ὄφεις φυγαδεῦσαι, ἀλλ' ἕως εἶδον οἱ ὄφεις τὴν εἰκόνα^ τοῦ σταυροῦ τὴν νεκροῦσα^ν τῶν δαιμόνων τὰ^ δήγμα^τα^, οὐκ ἠμβλύνθησα^ν. | ἠδύνατο τοὺς ὄφεις φυγαδεῦσαι, ἀλλ' ἕως εἶδον οἱ ὄφεις τὴν εἰκόνα τοῦ σταυροῦ τὴν νεκροῦσαν τῶν δαιμόνων τὰ δήγματα, οὐκ ἠμβλύνθησαν. |
δι^ὰ^ τί^ δὲ τοῦ σωτῆρος εἰκόνα^ τὸν ὄφιν ἐποίησε; | διὰ τί δὲ τοῦ σωτῆρος εἰκόνα τὸν ὄφιν ἐποίησε; |
τί^ ὅμοιον εἰκὼν καὶ ὄφις; | τί ὅμοιον εἰκὼν καὶ ὄφις; |
ἵ^να_ μνημονεύσῃς, ἐπειδὰ^ν πρὸς ἰουδαίους ἔχῃς ἢ πρός τι^να^ς ἐχθροὺς ἀ^πὸ τῆς γρα^φῆς ὁρμωμένους καὶ κα^τὰ^ τῆς γρα^φῆς στρα^τευομένους, πῶς ἀ^πὸ τοῦ ἐσταυρωμένου σωτηρί^α_ν ἐκδέχῃ καὶ εὐλογίαν. | ἵνα μνημονεύσῃς, ἐπειδὰν πρὸς ἰουδαίους ἔχῃς ἢ πρός τινας ἐχθροὺς ἀπὸ τῆς γραφῆς ὁρμωμένους καὶ κατὰ τῆς γραφῆς στρατευομένους, πῶς ἀπὸ τοῦ ἐσταυρωμένου σωτηρίαν ἐκδέχῃ καὶ εὐλογίαν. |
ἐπι^κατάρα_τος πᾶς ὁ κρεμά^μενος ἐπὶ^ ξύ^λου. | ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. |
πρόσεχε ἀ^κρι_βῶς. | πρόσεχε ἀκριβῶς. |
ἐὰ^ν εἴπῃ ἰουδαῖος ἢ ἕτερος ἑχθρὸς τῆς ἐκκλησί^α_ς, ἁρπάζων ἀ^πὸ τῆς γρα^φῆς ῥήμα^τα^ καὶ κα^τὰ^ τῆς γρα^φῆς ὁπλίζων· | ἐὰν εἴπῃ ἰουδαῖος ἢ ἕτερος ἑχθρὸς τῆς ἐκκλησίας, ἁρπάζων ἀπὸ τῆς γραφῆς ῥήματα καὶ κατὰ τῆς γραφῆς ὁπλίζων· |
πῶς πα^ρὰ^ τοῦ κυ_ρί^ου τοῦ ἐσταυρωμένου εὐλογίαν θέλετε, γράφοντος μωϋσέως φα^νερῶς ὅτι^ ἐπι^κατάρα_τος πᾶς ὁ κρεμά^μενος ἐπὶ^ ξύ^λου; | πῶς παρὰ τοῦ κυρίου τοῦ ἐσταυρωμένου εὐλογίαν θέλετε, γράφοντος μωϋσέως φανερῶς ὅτι ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου; |
, εἰπὲ αὐτῷ· | , εἰπὲ αὐτῷ· |
εἰ ἀ^νέγνως τὴν γραφήν, ἐπίγνωθι^. | εἰ ἀνέγνως τὴν γραφήν, ἐπίγνωθι. |
οὐ γὰ^ρ ἡ ἀνάγνωσι^ς ζητεῖται, ἀλλὰ^ ἡ γνῶσι^ς, ἆρά γε γι^νώσκεις ἃ^ ἀναγινώσκεις; | οὐ γὰρ ἡ ἀνάγνωσις ζητεῖται, ἀλλὰ ἡ γνῶσις, ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; |
καὶ πῶς ὁ εὐγνωμων; | καὶ πῶς ὁ εὐγνωμων; |
πῶς ἄ_ν, κύ_ρι^ε, ἐὰν μή τι^ς με ὁδηγήσῃ; | πῶς ἄν, κύριε, ἐὰν μή τις με ὁδηγήσῃ; |
ἐὰν εἴπῃ· | ἐὰν εἴπῃ· |
πῶς πα^ρὰ^ τοῦ ἐσταυρωμένου εὐλογίαν ἐκδέχῃ; | πῶς παρὰ τοῦ ἐσταυρωμένου εὐλογίαν ἐκδέχῃ; |
γέγραπται γά^ρ· | γέγραπται γάρ· |
ἐπι^κατάρα_τος πᾶς ὁ κρεμά^μενος ἐπὶ^ ξύ^λου, εἰπὲ αὐτῷ· | ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, εἰπὲ αὐτῷ· |
πῶς οἱ υἱοὶ ἰσραὴλ ἐν τῇ ἐρήμῳ πα^ρὰ^ τοῦ ὄφεως εὐλογίαν ἐδέξαντο, ἐπικατάρατος σὺ^ ἀ^πὸ πάντων τῶν θηρί^ων τῆς γῆς; | πῶς οἱ υἱοὶ ἰσραὴλ ἐν τῇ ἐρήμῳ παρὰ τοῦ ὄφεως εὐλογίαν ἐδέξαντο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς; |
καὶ ὁ ὄφις ἐπικατάρατος καὶ ἐπικατάρατος πᾶς ὁ κρεμά^μενος ἐπὶ^ ξύ^λου. | καὶ ὁ ὄφις ἐπικατάρατος καὶ ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. |
μὴ πρόσχῃς τὴν τῶν ῥημά^των οἰκονομίαν, ἀλλὰ^ μά^θε τὴν διαφοράν. | μὴ πρόσχῃς τὴν τῶν ῥημάτων οἰκονομίαν, ἀλλὰ μάθε τὴν διαφοράν. |
ἐπειδὴ ὁ σωτὴρ ἔμελλε τὴν ἀποκειμένην τῷ κόσμῳ κα^τάρα_ν εἰς ἑαυτὸν ἀ^να^λα^μβά^νειν, κα^τὰ^ δὲ ἦν ἡ πρώτη· | ἐπειδὴ ὁ σωτὴρ ἔμελλε τὴν ἀποκειμένην τῷ κόσμῳ κατάραν εἰς ἑαυτὸν ἀναλαμβάνειν, κατὰ δὲ ἦν ἡ πρώτη· |
γῆ εἶ καὶ εἰς γῆν ἀ^πελεύσῃ, ἀ^νέλα^βε ταύτην τὴν ἀ^πόφα^σι^ν εἰς αὑτόν ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κα^τάρα_ς τοῦ νόμου, γενόμενος ὑ^πὲρ ἡμῶν κα^τά^ρα^. | γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, ἀνέλαβε ταύτην τὴν ἀπόφασιν εἰς αὑτόν ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. |
προλαβὼν εἰκόνα^ τί^θησι^ν ἐν τῷ ὄφει, καὶ εἰκότως ἐν τῷ ὄφει. | προλαβὼν εἰκόνα τίθησιν ἐν τῷ ὄφει, καὶ εἰκότως ἐν τῷ ὄφει. |
ὥσπερ γὰ^ρ ὁ χαλκοῦς ἐκεῖνος ὄφις ὄψι^ν μὲν καὶ τύ^πον καὶ εἰκόνα^ ὄφεως εἶχεν, ἰ^ὸν δὲ καὶ πονηρίαν ὄφεως οὐκ εἶχεν, οὕτω καὶ ὁ σωτὴρ φαίνεται ἐν σαρκὶ^ τῷ προσχήμα^τι^ τῆς ἁ^μαρτί^α_ς. | ὥσπερ γὰρ ὁ χαλκοῦς ἐκεῖνος ὄφις ὄψιν μὲν καὶ τύπον καὶ εἰκόνα ὄφεως εἶχεν, ἰὸν δὲ καὶ πονηρίαν ὄφεως οὐκ εἶχεν, οὕτω καὶ ὁ σωτὴρ φαίνεται ἐν σαρκὶ τῷ προσχήματι τῆς ἁμαρτίας. |
ἡ γὰ^ρ σὰρξ αὕτη ἁμαρτωλὸς ἐγένετο πρὸ τούτου. | ἡ γὰρ σὰρξ αὕτη ἁμαρτωλὸς ἐγένετο πρὸ τούτου. |
ἀ^να^λα^μβά^νει οὖν τὴν ἁμαρτωλὸν σάρκα^ καὶ οὐκ αὐτὸς ἁ^μα^ρτήσα_ς, ἀλλὰ^ τοῦ κόσμου τὴν ἁ^μαρτί^α_ν λα^βών· | ἀναλαμβάνει οὖν τὴν ἁμαρτωλὸν σάρκα καὶ οὐκ αὐτὸς ἁμαρτήσας, ἀλλὰ τοῦ κόσμου τὴν ἁμαρτίαν λαβών· |
ἴδε γὰ^ρ ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁ^μαρτί^α_ν τοῦ κόσμου. | ἴδε γὰρ ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. |
οὕτω καὶ ὁ σωτὴρ ἀ^νέλα^βε σάρκα^, εἰκόνα^ μὲν σαρκὸς καὶ ἀ^ληθι^νὴν ἔχουσα^ν, ἁ^μαρτί^α_ν δὲ σαρκὸς οὐκ ἔχουσα^ν· | οὕτω καὶ ὁ σωτὴρ ἀνέλαβε σάρκα, εἰκόνα μὲν σαρκὸς καὶ ἀληθινὴν ἔχουσαν, ἁμαρτίαν δὲ σαρκὸς οὐκ ἔχουσαν· |
ἁμαρτίαν γὰ^ρ οὐκ ἐποίησε, φησὶ^ν ἡσαΐας, οὐ δὲ δόλος εὑρέθη ἐν τῷ στόμα^τι^ αὐτοῦ. | ἁμαρτίαν γὰρ οὐκ ἐποίησε, φησὶν ἡσαΐας, οὐ δὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ. |
ὃ γά^ρ ἐστι^ν ἰ^ὸς ἐν τῷ ὄφει, τοῦτο δόλος ἐν ἀνθρώπῳ· | ὃ γάρ ἐστιν ἰὸς ἐν τῷ ὄφει, τοῦτο δόλος ἐν ἀνθρώπῳ· |
εἰς ὅν φησι^ν ἡ γρα^φὴ περὶ^ τῶν πονηρῶν· | εἰς ὅν φησιν ἡ γραφὴ περὶ τῶν πονηρῶν· |
ἰὸς ἀ^σπί^δων ὑ^πὸ τὰ^ χείλη αὐτῶν· | ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· |
ὧν τὸ στόμα^ ἀρᾶ_ς καὶ πικρία_ς γέμει, καὶ· | ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει, καὶ· |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.