macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
αὕτη μηδέπω θεα_σα^μένη ἐκδέχεται.
αὕτη μηδέπω θεασαμένη ἐκδέχεται.
ὡς εἶδεν ὁ χριστὸς ἁπλῆν τὴν δι^ά^νοια^ν, λέγει·
ὡς εἶδεν ὁ χριστὸς ἁπλῆν τὴν διάνοιαν, λέγει·
ἐγώ εἰμι^ ὁ λα^λῶν σοι.
ἐγώ εἰμι ὁ λαλῶν σοι.
πόσα ἠρώτησαν οἱ ἰουδαῖοι καὶ ἐβασανίσθησα^ν;
πόσα ἠρώτησαν οἱ ἰουδαῖοι καὶ ἐβασανίσθησαν;
ἕως πότε τὴν ψυ_χὴν ἡμῶν αἴρεις;
ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις;
, καὶ οὐκ ἀ^πεκρί^θη.
, καὶ οὐκ ἀπεκρίθη.
αὕτη ἐν τῇ φωνῇ εἶπεν ὅτι^ ἔρχεται καὶ ἑαυτὸν ἔδειξεν ὁ κηρυχθείς.
αὕτη ἐν τῇ φωνῇ εἶπεν ὅτι ἔρχεται καὶ ἑαυτὸν ἔδειξεν ὁ κηρυχθείς.
τοῦτό ἐστι^ τὸ εἰρημένον·
τοῦτό ἐστι τὸ εἰρημένον·
σκολιοὶ λογισμοὶ χωρί^ζουσι^ν ἀ^πὸ θεοῦ·
σκολιοὶ λογισμοὶ χωρίζουσιν ἀπὸ θεοῦ·
ἐμφανίζεται δὲ τοῖς μὴ ἀ^πι^στοῦσι^ν αὐτῷ.
ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ.
ἐπεὶ τοίνυ^ν ἐδί^δα^ξεν ἡμᾶς ἡ πηγὴ τῆς σοφί^α_ς ἀντερωτήσεσι^ λύ_ειν τὰ_ς ἀτόπους ἐρωτήσεις, ἐρωτῶ τὸν αἱρετι^κόν·
ἐπεὶ τοίνυν ἐδίδαξεν ἡμᾶς ἡ πηγὴ τῆς σοφίας ἀντερωτήσεσι λύειν τὰς ἀτόπους ἐρωτήσεις, ἐρωτῶ τὸν αἱρετικόν·
τί^ ἐστι^ τοῦτο τὸ ὄνομα^ τὸ ὑ^πὲρ πᾶν ὄνομα^;
τί ἐστι τοῦτο τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα;
ὡς θέλεις αὐτὸ εἰπέ.
ὡς θέλεις αὐτὸ εἰπέ.
τί^ ἐστι^ τὸ ὄνομα^;
τί ἐστι τὸ ὄνομα;
ὅτι^ ἰησοῦς λέγεται;
ὅτι ἰησοῦς λέγεται;
ὅτι^ χριστός;
ὅτι χριστός;
ὅτι^ σωτήρ;
ὅτι σωτήρ;
εἰπέ μοι τὸ ὄνομα^.
εἰπέ μοι τὸ ὄνομα.
στῆσον πρῶτον, ἵν' ὅταν τὴν μαρτυρίαν ἀ^γά^γω τὴν ἔνθεον, προφητῶν δόξα^ν, ἀ^ποστόλων κήρυγμα^, μὴ παραγράψῃ τὴν μαρτυρίαν.
στῆσον πρῶτον, ἵν' ὅταν τὴν μαρτυρίαν ἀγάγω τὴν ἔνθεον, προφητῶν δόξαν, ἀποστόλων κήρυγμα, μὴ παραγράψῃ τὴν μαρτυρίαν.
ἀλλὰ^ πρῶτον στῆσόν σου τὴν ἔννοια^ν.
ἀλλὰ πρῶτον στῆσόν σου τὴν ἔννοιαν.
εἰπέ μοι ποῖον φρονεῖς ὄνομα^ τὸ ὑ^πὲρ πᾶν.
εἰπέ μοι ποῖον φρονεῖς ὄνομα τὸ ὑπὲρ πᾶν.
ἀλλὰ^ τί ποιήσω;
ἀλλὰ τί ποιήσω;
ἐν μέσῳ πιστῶν εἰμι^ καὶ οὐ θέλω προφά^σει τῶν ἐχθρῶν κρεμά^σαι τοὺς υἱοὺς τῆς ἐκκλησί^α_ς.
ἐν μέσῳ πιστῶν εἰμι καὶ οὐ θέλω προφάσει τῶν ἐχθρῶν κρεμάσαι τοὺς υἱοὺς τῆς ἐκκλησίας.
ἀναπτύξωμεν τοίνυ^ν καὶ εἴ τι^ς πά^ρεστι^ν ἐχθρός, εὐεργετείσθω καὶ γενέσθω φί^λος ἀντ' ἐχθροῦ καὶ γενέσθω σύμφωνος ἀντ' ἐνα^ντί^ου.
ἀναπτύξωμεν τοίνυν καὶ εἴ τις πάρεστιν ἐχθρός, εὐεργετείσθω καὶ γενέσθω φίλος ἀντ' ἐχθροῦ καὶ γενέσθω σύμφωνος ἀντ' ἐναντίου.
μὴ ἧττα^ν νομι^σά^σθω τὸ ἡττᾶσθαι τῇ ἀ^ληθείᾳ.
μὴ ἧτταν νομισάσθω τὸ ἡττᾶσθαι τῇ ἀληθείᾳ.
μὴ σπουδα^σά^τω νι_κῆσαι τὴν κα^κὴν νί_κην, ἀλλ' ἡττηθῆναι τὴν κα^λὴν ἧττα^ν.
μὴ σπουδασάτω νικῆσαι τὴν κακὴν νίκην, ἀλλ' ἡττηθῆναι τὴν καλὴν ἧτταν.
ἀναπτύξωμεν ἡμεῖς τὸν λόγον, κα^θὼς οἴονται·
ἀναπτύξωμεν ἡμεῖς τὸν λόγον, καθὼς οἴονται·
ποῖον λέγεις ὄνομα^ αὐτῷ κεχα^ρί^σθαι τὸ ὑ^πὲρ πᾶν ὄνομα^;
ποῖον λέγεις ὄνομα αὐτῷ κεχαρίσθαι τὸ ὑπὲρ πᾶν ὄνομα;
ὅτι^ ἰησοῦς ἐκλήθη;
ὅτι ἰησοῦς ἐκλήθη;
ἐκληθη πρὸ αὐτοῦ ἰησοῦς ὁ τοῦ ναυή.
ἐκληθη πρὸ αὐτοῦ ἰησοῦς ὁ τοῦ ναυή.
ὅτι^ χριστὸς ἐκλήθη;
ὅτι χριστὸς ἐκλήθη;
πᾶς βα^σι^λεὺς καὶ προφήτης χριστός.
πᾶς βασιλεὺς καὶ προφήτης χριστός.
οὕτω λέγει δαυὶδ περὶ^ σαοὺλ τοῦ βα^σι^λέως, καίτοι πονηροῦ ὄντος, ἀλλ' ὅμως χρίσμα^ εἶχε βα^σι^λι^κόν.
οὕτω λέγει δαυὶδ περὶ σαοὺλ τοῦ βασιλέως, καίτοι πονηροῦ ὄντος, ἀλλ' ὅμως χρίσμα εἶχε βασιλικόν.
συμβουλευόμενος πα^ρά^ τι^νων τῶν αὐτοῦ δορυ^φόρων·
συμβουλευόμενος παρά τινων τῶν αὐτοῦ δορυφόρων·
ἰδοὺ ἡμέρα_ ᾗ εἶπε κύ_ρι^ος πα^ρα^δοῦναι τὸν ἐχθρόν σου εἰς τὰ_ς χεῖρά^ς σου, πά^τα^ξον αὐτόν.
ἰδοὺ ἡμέρα ᾗ εἶπε κύριος παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου, πάταξον αὐτόν.
λέγει δαυίδ·
λέγει δαυίδ·
ζῇ κύ_ρι^ος, οὐ μὴ ἐπα^γά^γω τὴν χεῖρά^ μου ἐπ' αὐτόν, ὅτι^ χριστὸς κυ_ρί^ου ἐστί^.
ζῇ κύριος, οὐ μὴ ἐπαγάγω τὴν χεῖρά μου ἐπ' αὐτόν, ὅτι χριστὸς κυρίου ἐστί.
καὶ οὐχ εἷς μόνος χριστός, ἀλλὰ^ καὶ πολλοί·
καὶ οὐχ εἷς μόνος χριστός, ἀλλὰ καὶ πολλοί·
μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.
μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.
καὶ ὁ ἀμβακούμ·
καὶ ὁ ἀμβακούμ·
ἐξῆλθες εἰς σωτηρί^α_ν λα_οῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου.
ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου.
πῶς οὖν ὑ^πὲρ πᾶν ὄνομα^;
πῶς οὖν ὑπὲρ πᾶν ὄνομα;
εἰ γὰ^ρ πρὸ αὐτοῦ ἄλλοι εἶχον τὸ ὄνομα^, πῶς ὑ^πὲρ πᾶν ὄνομα^ ἔδωκεν αὐτῷ ὄνομα^ ὁ πα^τὴρ ἢ ποῖον ὄνομα^;
εἰ γὰρ πρὸ αὐτοῦ ἄλλοι εἶχον τὸ ὄνομα, πῶς ὑπὲρ πᾶν ὄνομα ἔδωκεν αὐτῷ ὄνομα ὁ πατὴρ ἢ ποῖον ὄνομα;
ὅτι^ σωτὴρ ἐκλήθη;
ὅτι σωτὴρ ἐκλήθη;
ἐκλήθησαν σωτῆρες πολλοί.
ἐκλήθησαν σωτῆρες πολλοί.
μνήσθητι τῶν προειρημένων.
μνήσθητι τῶν προειρημένων.
ποῖον τὸ ὑ^πὲρ πᾶν ὄνομα^;
ποῖον τὸ ὑπὲρ πᾶν ὄνομα;
ἀλλ' ἐπειδὴ οὐκ ἔχεις καιρὸν ἀ^ποκρί_να^σθαι ἢ εἰδὼς κακουργεῖς καὶ θέλων κρύπτεις, μά^νθα^νε·
ἀλλ' ἐπειδὴ οὐκ ἔχεις καιρὸν ἀποκρίνασθαι ἢ εἰδὼς κακουργεῖς καὶ θέλων κρύπτεις, μάνθανε·
ὄνομα^ κα^λεῖ ἡ γρα^φὴ πολλά^κι^ς θεοῦ οὐ προσηγορίαν, ἀλλὰ^ τὴν δόξα^ν.
ὄνομα καλεῖ ἡ γραφὴ πολλάκις θεοῦ οὐ προσηγορίαν, ἀλλὰ τὴν δόξαν.
ὄνομα^ λέγεται θεοῦ ἡ δόξα_ τοῦ θεοῦ, οἷον·
ὄνομα λέγεται θεοῦ ἡ δόξα τοῦ θεοῦ, οἷον·
ὅταν ποιήσῃ θαυμάσια^, ὄνομα^ γί_νεται αὐτῷ ἀ^πὸ τοῦ θαύμα^τος, κα^θὼς λέγει ὁ μα^κά^ριος προφήτης·
ὅταν ποιήσῃ θαυμάσια, ὄνομα γίνεται αὐτῷ ἀπὸ τοῦ θαύματος, καθὼς λέγει ὁ μακάριος προφήτης·
ποῦ ἐστι^ν ὁ ἀ^να^γα^γὼν τῇ δεξι^ᾷ τὸν μωϋσῆν;
ποῦ ἐστιν ὁ ἀναγαγὼν τῇ δεξιᾷ τὸν μωϋσῆν;
κατίσχυσεν ὕ^δωρ πρὸ προσώπου αὐτοῦ καὶ ἐξήγα^γε τὸν λα_ὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ καὶ ἐποίησεν αὐτῷ ὄνομα^, ἀντὶ^ τοῦ φήμην, τουτ έστι^ν ὀνομαστός, ἐγένου.
κατίσχυσεν ὕδωρ πρὸ προσώπου αὐτοῦ καὶ ἐξήγαγε τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ καὶ ἐποίησεν αὐτῷ ὄνομα, ἀντὶ τοῦ φήμην, τουτ έστιν ὀνομαστός, ἐγένου.
καὶ ἐφ' ἡμῶν λέγεται τοῦτο·
καὶ ἐφ' ἡμῶν λέγεται τοῦτο·
ὀνομαστὸς ἄνθρωπος, οὐκ ἀ^πὸ τοῦ ὄνομα^ ἔχειν πάντες γὰ^ρ ἔχουσι^ν ὀνόμα^τα^.
ὀνομαστὸς ἄνθρωπος, οὐκ ἀπὸ τοῦ ὄνομα ἔχειν πάντες γὰρ ἔχουσιν ὀνόματα.
, ἀλλ' ἀ^πὸ τὸ ὀνομάζεσθαι παντα^χοῦ.
, ἀλλ' ἀπὸ τὸ ὀνομάζεσθαι πανταχοῦ.
ὄνομα^ κα^λεῖ τὴν δόξα^ν καὶ τὴν φήμην τὴν λαλουμένην παντα^χοῦ.
ὄνομα καλεῖ τὴν δόξαν καὶ τὴν φήμην τὴν λαλουμένην πανταχοῦ.
οὕτω λέγει τῷ σολομῶντι ὁ θεός·
οὕτω λέγει τῷ σολομῶντι ὁ θεός·
καὶ ἐποίησά^ σοι ὄνομα^, κα^θὼς τὸ ὄνομα^ τῶν ἀρχαίων τῶν βα^σι^λέων.
καὶ ἐποίησά σοι ὄνομα, καθὼς τὸ ὄνομα τῶν ἀρχαίων τῶν βασιλέων.
ἀλλ' οὐ τὸ ὄνομα^ αὐτοῦ ἤλλαξεν.
ἀλλ' οὐ τὸ ὄνομα αὐτοῦ ἤλλαξεν.
οὐ σολομὼν ἐλέγετο, ἀλλὰ^ ἐποίησά^ σοι ὄνομα^, τουτ έστι^ν φήμην, δόξα^ν.
οὐ σολομὼν ἐλέγετο, ἀλλὰ ἐποίησά σοι ὄνομα, τουτ έστιν φήμην, δόξαν.
οὕτω καὶ ἐνταῦθα^ λέγει·
οὕτω καὶ ἐνταῦθα λέγει·
ἔδωκεν αὐτῷ ὄνομα^, τουτ έστι^ν δόξα^ν.
ἔδωκεν αὐτῷ ὄνομα, τουτ έστιν δόξαν.
καὶ τίς ἡ δόξα_;
καὶ τίς ἡ δόξα;
ἵ^να_ μὴ ἐγὼ ἑρμηνεύσω, ἄ^κουε ἵ^να_ ἐν τῷ ὀνόμα^τι^ ἰησοῦ πᾶν γόνυ^ κάμψῃ ἐπουρα^νί^ων καὶ ἐπι^γείων καὶ καταχθονί^ων καὶ πᾶσα^ γλῶσσα^ ἐξομολογήσηται ὅτι^ κύ_ρι^ος ἰησοῦς χριστός.
ἵνα μὴ ἐγὼ ἑρμηνεύσω, ἄκουε ἵνα ἐν τῷ ὀνόματι ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος ἰησοῦς χριστός.
ὁρᾷς ὅτι^ ὄνομα^ τὴν δόξα^ν εἶπε, τὴν προσκύνησι^ν τῆς οἰκουμένης, τὸ παντα^χοῦ αὐτὸν δοξάζεσθαι καὶ ἐν πά^σῃ τῇ οἰκουμένῃ περι^αγγέλλεσθαι.
ὁρᾷς ὅτι ὄνομα τὴν δόξαν εἶπε, τὴν προσκύνησιν τῆς οἰκουμένης, τὸ πανταχοῦ αὐτὸν δοξάζεσθαι καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ περιαγγέλλεσθαι.
ναί, φησί^ν, ἐδεξά^μην τὴν ἑρμηνείαν, ἀλλ' ἐκείνου οὐκ ἀφί^στα^μαι, ὅτι^ ὁ πα^τὴρ αὐτῷ ἔδωκε τὸ ὄνομα^.
ναί, φησίν, ἐδεξάμην τὴν ἑρμηνείαν, ἀλλ' ἐκείνου οὐκ ἀφίσταμαι, ὅτι ὁ πατὴρ αὐτῷ ἔδωκε τὸ ὄνομα.
θέλεις, φησί^, τὸ ὄνομα^ νοῆσαι προσηγορίαν;
θέλεις, φησί, τὸ ὄνομα νοῆσαι προσηγορίαν;
θέλεις νοῆσαι τὸ ὄνομα^ δόξα^ν;
θέλεις νοῆσαι τὸ ὄνομα δόξαν;
θέλεις φήμην εἰπεῖν;
θέλεις φήμην εἰπεῖν;
θέλεις εὔκλεια^ν;
θέλεις εὔκλειαν;
ἐγὼ τέως ἐκείνου οὐκ ἀφί^στα^μαι.
ἐγὼ τέως ἐκείνου οὐκ ἀφίσταμαι.
ἔδωκεν αὐτῷ ὁ θεὸς ὄνομα^, δι^ὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν.
ἔδωκεν αὐτῷ ὁ θεὸς ὄνομα, διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν.
ἀναγκαῖον τοίνυ^ν ζητῆσαι.
ἀναγκαῖον τοίνυν ζητῆσαι.
εὑρίσκεται γὰ^ρ τὸ ῥῆμα^, ὥσπερ μισθὸς δοθεὶς τῷ σωτῆρι^.
εὑρίσκεται γὰρ τὸ ῥῆμα, ὥσπερ μισθὸς δοθεὶς τῷ σωτῆρι.
τοῦτο φρονείσθω ἐν ὑ_μῖν, ὃ καὶ ἐν χριστῷ ἰησοῦ·
τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν χριστῷ ἰησοῦ·
ὃς ἐν μορφῇ θεοῦ ὑ^πά^ρχων, οὐχ ἁρπαγμὸν ἡγήσα^το τὸ εἶναι ἴ_σα_ θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λα^βών, ἐν ὁμοιώμα^τι^ ἀνθρώπου γενόμενος καὶ σχήμα^τι^ εὑρεθεὶς ὡς ἄνθρωπος·
ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος·
ἐταπείνωσεν ἑαυτὸν μέχρι^ θα^νά^του, θα^νά^του δὲ σταυροῦ.
ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
δι^ὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχα^ρί^σα^το αὐτῷ ὄνομα^ τὸ ὑ^πὲρ πᾶν ὄνομα^.
διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα.
δείκνυται ἐνταῦθα^ ὅτι^ ἐπειδὴ ἔπα^θε, μισθὸν ἔλα^βε τοῦ πά^θους.
δείκνυται ἐνταῦθα ὅτι ἐπειδὴ ἔπαθε, μισθὸν ἔλαβε τοῦ πάθους.
ἐπειδὴ ἐταπείνωσεν ἑαυτὸν μέχρι^ θα^νά^του, διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσε.
ἐπειδὴ ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσε.
τὸ γὰ^ρ διὸ αἰτί^α_ν λέγει, δι' ἣν ἐπά^γει αὐτῷ τὴν δόξα^ν.
τὸ γὰρ διὸ αἰτίαν λέγει, δι' ἣν ἐπάγει αὐτῷ τὴν δόξαν.
ἡ δόξα_ αὕτη καὶ ἡ ὕψωσι^ς μισθὸς τοῦ πά^θους.
ἡ δόξα αὕτη καὶ ἡ ὕψωσις μισθὸς τοῦ πάθους.
τίς τοίνυ^ν ὁ πα^θών;
τίς τοίνυν ὁ παθών;
τίς ὁ λα^βὼν τὸν μισθόν;
τίς ὁ λαβὼν τὸν μισθόν;
μὴ συγχωρήσῃ σοι παῦλος ἁπλῶς κα^τὰ^ τῆς θεότητος μαίνεσθαι, καὶ ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑ^πήκοος μέχρι^ θα^νά^του, ἐν ὁμοιώμα^τι^ ἀνθρώπου γενόμενος καὶ σχήμα^τι^ εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν.
μὴ συγχωρήσῃ σοι παῦλος ἁπλῶς κατὰ τῆς θεότητος μαίνεσθαι, καὶ ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν.
πρόσεχε ἀ^κρι_βῶς.
πρόσεχε ἀκριβῶς.
πρῶτον εἶπε μορφὴν θεοῦ, ὅτι^ ἐν μορφῇ θεοῦ ὑ^πά^ρχων.
πρῶτον εἶπε μορφὴν θεοῦ, ὅτι ἐν μορφῇ θεοῦ ὑπάρχων.
εἶτα ἔδειξε μορφὴν δούλου·
εἶτα ἔδειξε μορφὴν δούλου·
μορφὴν δούλου λα^βών, ἐν ὁμοιώμα^τι^ ἀνθρώπου γενόμενος καὶ σχήμα^τι^ εὑρεθεὶς ὡς ἄνθρωπος, ἵ^να_ δείξῃ τὴν τοῦ δούλου μορφήν, τὸν ἄνθρωπον, λα^μβά^νοντα^ μισθὸν καὶ τὸ ὄνομα^.
μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἵνα δείξῃ τὴν τοῦ δούλου μορφήν, τὸν ἄνθρωπον, λαμβάνοντα μισθὸν καὶ τὸ ὄνομα.
δύ^ο γά^ρ εστιν.
δύο γάρ εστιν.
ἐπειδὴ ὁ σωτὴρ τὴν ἑαυτοῦ ψυ_χὴν ἔθηκε ψυχὴν γὰ^ρ εἶχεν, ἐπειδὴ ὁλόκληρον ἄνθρωπον ἀ^νέλα^βε.
ἐπειδὴ ὁ σωτὴρ τὴν ἑαυτοῦ ψυχὴν ἔθηκε ψυχὴν γὰρ εἶχεν, ἐπειδὴ ὁλόκληρον ἄνθρωπον ἀνέλαβε.
, λα^μβά^νει μισθὸν αὐτὴ ἡ σὰρξ ἡ τῷ σωτῆρι^ λόγῳ διακονησα^μένη τὸ ὑ^πὲρ πᾶν ὄνομα^ διακονηθῆναι καὶ ἵ^να_ πᾶν γόνυ^ κάμψῃ τῷ χριστῷ ἐπουρα^νί^ων καὶ ἐπι^γείων καὶ καταχθονί^ων.
, λαμβάνει μισθὸν αὐτὴ ἡ σὰρξ ἡ τῷ σωτῆρι λόγῳ διακονησαμένη τὸ ὑπὲρ πᾶν ὄνομα διακονηθῆναι καὶ ἵνα πᾶν γόνυ κάμψῃ τῷ χριστῷ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων.
ἕτερον δὲ σύντομον ἐρῶ.
ἕτερον δὲ σύντομον ἐρῶ.
εἰ μετὰ^ τὸν σταυρὸν ἔλα^βε ταῦτα^ καὶ εἰ, ἐπειδὴ ἐταπείνωσεν ἑαυτὸν μέχρι^ θα^νά^του, ἀ^μειβόμενος αὐτὸν ὁ θεὸς ἔδωκεν αὐτῷ ὄνομα^, εἰ φαίνεται τοῦτο τὸ ὄνομα μὴ ἔχων πρὸ τοῦ σταυροῦ, κα^τὰ^ χά^ρι^ν ἔλα^βε τὴν δόξα^ν.
εἰ μετὰ τὸν σταυρὸν ἔλαβε ταῦτα καὶ εἰ, ἐπειδὴ ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, ἀμειβόμενος αὐτὸν ὁ θεὸς ἔδωκεν αὐτῷ ὄνομα, εἰ φαίνεται τοῦτο τὸ ὄνομα μὴ ἔχων πρὸ τοῦ σταυροῦ, κατὰ χάριν ἔλαβε τὴν δόξαν.
συναγωνίσασθέ μοι.
συναγωνίσασθέ μοι.
τὸ γὰ^ρ νόημα^ λεπτὸν καὶ βαθύ.
τὸ γὰρ νόημα λεπτὸν καὶ βαθύ.
λέγουσιν ὅτι^ ἐπειδὴ ἔπα^θεν ὁ χριστός, ἀναγινώσκουσι^ τὸν ἀ^πόστολον μὴ νοοῦντες τὸ ἀποστολι^κόν, ὅτι^ ἐπειδὴ ἔπα^θε, διὰ τοῦτο αὐτὸν ὁ θεὸς ὑπερύψωσεν καὶ ἐχα^ρί^σα^το αὐτῷ ὄνομα τὸ ὑ^πὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόμα^τι^ ἰησοῦ πᾶν γόνυ^ κάμψῃ ἐπουρα^νί^ων καὶ ἐπι^γείων καὶ καταχθονί^ων.
λέγουσιν ὅτι ἐπειδὴ ἔπαθεν ὁ χριστός, ἀναγινώσκουσι τὸν ἀπόστολον μὴ νοοῦντες τὸ ἀποστολικόν, ὅτι ἐπειδὴ ἔπαθε, διὰ τοῦτο αὐτὸν ὁ θεὸς ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων.
πρὸ τοῦ σταυροῦ μισθὸν ἔλα^βεν.
πρὸ τοῦ σταυροῦ μισθὸν ἔλαβεν.
εἰ γὰ^ρ πρὸ τοῦ σταυροῦ οὐ φαίνεται προσκυ^νούμενος ὁ μονογενὴς καὶ οὐ φαίνεται πᾶν γόνυ^ κάμπτον τῷ μονογενεῖ, ἀ^ληθῶς μισθὸν ἔλα^βε, ἣν οὐκ εἶχε, χά^ρι^ν ἐδέξα^το.
εἰ γὰρ πρὸ τοῦ σταυροῦ οὐ φαίνεται προσκυνούμενος ὁ μονογενὴς καὶ οὐ φαίνεται πᾶν γόνυ κάμπτον τῷ μονογενεῖ, ἀληθῶς μισθὸν ἔλαβε, ἣν οὐκ εἶχε, χάριν ἐδέξατο.