macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
εἰ δὲ εὑρίσκεται καὶ πρὸ τοῦ σταυροῦ καὶ πρὶ^ν πά^θῃ καὶ πρὶ^ν ὑψωθῇ, ἡ οἰκονομί^α_ ὑ^πὸ πά_σης τῆς κτίσεως προσκυ^νουμένη, ποία_ν ἔχει χώρα_ν ἡ μα^ταιολογί^α_;
εἰ δὲ εὑρίσκεται καὶ πρὸ τοῦ σταυροῦ καὶ πρὶν πάθῃ καὶ πρὶν ὑψωθῇ, ἡ οἰκονομία ὑπὸ πάσης τῆς κτίσεως προσκυνουμένη, ποίαν ἔχει χώραν ἡ ματαιολογία;
διὰ τί, ἄθλι^ε, οὐ γνωρίζεις, τί μὲν τὸ προαιώνιον ἀξί^ωμα^, τί δὲ τὸ τῆς ἐνσάρκου οἰκονομί^α_ς σχῆμα^;
διὰ τί, ἄθλιε, οὐ γνωρίζεις, τί μὲν τὸ προαιώνιον ἀξίωμα, τί δὲ τὸ τῆς ἐνσάρκου οἰκονομίας σχῆμα;
νόησον μορφὴν θεοῦ καὶ μορφὴν δούλου, τὴν μὲν λα^μβά^νουσα^ν, τὴν δὲ ἀναληφθεῖσα^ν.
νόησον μορφὴν θεοῦ καὶ μορφὴν δούλου, τὴν μὲν λαμβάνουσαν, τὴν δὲ ἀναληφθεῖσαν.
μὴ συγχέῃς τὴν τάξι^ν·
μὴ συγχέῃς τὴν τάξιν·
μὴ ἀφα^νί^σῃς τὴν ἀ^λήθεια^ν.
μὴ ἀφανίσῃς τὴν ἀλήθειαν.
μᾶλλον δὲ μὴ ἀφα^νί^ζου ὑ^πὸ τῆς ἀ^ληθεία_ς.
μᾶλλον δὲ μὴ ἀφανίζου ὑπὸ τῆς ἀληθείας.
δείξωμεν τοίνυ^ν, εἰ πᾶν γόνυ^ κάμπτει καὶ πρὸ τῆς οἰκονομί^α_ς προσκυ^νητός ἐστι^ν ὁ μονογενής, οὐκ ἀ^πὸ τοῦ σταυροῦ λα^βὼν τὸ προσκυ^νεῖσθαι, ἀλλὰ καὶ πρὸ τοῦ σταυροῦ καὶ πρὸ τῶν αἰώνων ἔχων τὴν προσκύνησι^ν.
δείξωμεν τοίνυν, εἰ πᾶν γόνυ κάμπτει καὶ πρὸ τῆς οἰκονομίας προσκυνητός ἐστιν ὁ μονογενής, οὐκ ἀπὸ τοῦ σταυροῦ λαβὼν τὸ προσκυνεῖσθαι, ἀλλὰ καὶ πρὸ τοῦ σταυροῦ καὶ πρὸ τῶν αἰώνων ἔχων τὴν προσκύνησιν.
τί γά^ρ φησι^ν, ἄκουε.
τί γάρ φησιν, ἄκουε.
τάδε λέγει κύ_ρι^ος·
τάδε λέγει κύριος·
ἐγώ εἰμι^ κύ_ρι^ος ὁ θεὸς καὶ οὐκ ἔστι^ν ἄλλος δί^καιος καὶ σωτήρ, οὐκ ἔστι^ πα^ρὲξ ἐμοῦ.
ἐγώ εἰμι κύριος ὁ θεὸς καὶ οὐκ ἔστιν ἄλλος δίκαιος καὶ σωτήρ, οὐκ ἔστι παρὲξ ἐμοῦ.
ἐπιστράφητε πρός με καὶ σωθήσεσθε πάντες οἱ ἀπ' ἐσχά^του τῆς γῆς.
ἐπιστράφητε πρός με καὶ σωθήσεσθε πάντες οἱ ἀπ' ἐσχάτου τῆς γῆς.
ἐγὼ θεὸς καὶ οὐκ ἔστι^ν ἄλλος.
ἐγὼ θεὸς καὶ οὐκ ἔστιν ἄλλος.
ἡ αὐτὴ ἀκολουθία·
ἡ αὐτὴ ἀκολουθία·
κατ' ἐμαυτοῦ ὀμνύ^ω, εἰ μὲν ἐξελεύσεται ἐκ τοῦ στόμα^τός μου δι^καιοσύ^νη.
κατ' ἐμαυτοῦ ὀμνύω, εἰ μὲν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη.
ἐγὼ θεός, οὐκ ἔστι^ν ἄλλος·
ἐγὼ θεός, οὐκ ἔστιν ἄλλος·
δί^καιος καὶ σωτὴρ πα^ρὲξ ἐμοῦ οὐκ ἔστι^ν.
δίκαιος καὶ σωτὴρ παρὲξ ἐμοῦ οὐκ ἔστιν.
ἐγὼ θεὸς καὶ πά^λι^ν οὐκ ἔστι^ν ἄλλος.
ἐγὼ θεὸς καὶ πάλιν οὐκ ἔστιν ἄλλος.
τρίτον ἀναλαμβάνει καὶ λέγει·
τρίτον ἀναλαμβάνει καὶ λέγει·
ἐπιστράφητε πρός με·
ἐπιστράφητε πρός με·
κατ' ἐμαυτοῦ ὀμνύ^ω, εἰ μὲν ἐξελεύσεται ἐκ τοῦ στόμα^τός μου δι^καιοσύ^νη.
κατ' ἐμαυτοῦ ὀμνύω, εἰ μὲν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη.
οἱ λόγοι μου οὐκ ἀποστραφήσονται, ἀντὶ^ τοῦ διὰ κενῆς οὐ προσέρχεται λόγος μου.
οἱ λόγοι μου οὐκ ἀποστραφήσονται, ἀντὶ τοῦ διὰ κενῆς οὐ προσέρχεται λόγος μου.
ὅτι^ ἐμοὶ κάμψει πᾶν γόνυ^ καὶ πᾶσα^ γλῶσσα^ ὀμεῖται τὸν θεὸν τὸν ἀ^ληθι^νόν.
ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ὀμεῖται τὸν θεὸν τὸν ἀληθινόν.
πᾶν γόνυ^, πᾶσα^ γλῶσσα^.
πᾶν γόνυ, πᾶσα γλῶσσα.
τίς ὁ τοῦτο εἰρηκώς;
τίς ὁ τοῦτο εἰρηκώς;
ὁ πα^τήρ.
ὁ πατήρ.
τοῦτο γὰ^ρ θέλει ὁ αἱρετι^κός, οὐχ ἵνα τὸν πα^τέρα^ τι_μήσῃ, ἀλλ' ἵνα τὸν υἱὸν τῆς δόξης τῆς οἰκεία_ς στερήσῃ.
τοῦτο γὰρ θέλει ὁ αἱρετικός, οὐχ ἵνα τὸν πατέρα τιμήσῃ, ἀλλ' ἵνα τὸν υἱὸν τῆς δόξης τῆς οἰκείας στερήσῃ.
παρ' ἐμοὶ δὲ τῷ πιστῷ καὶ τῇ ἐκκλησί^ᾳ καὶ πα^τὴρ νοεῖται ταῦτα^ εἰρηκὼς καὶ υἱὸς ταῦτα^ λέγων νοεῖται καὶ πνεῦμα^ ἅ^γι^ον κηρύττεται.
παρ' ἐμοὶ δὲ τῷ πιστῷ καὶ τῇ ἐκκλησίᾳ καὶ πατὴρ νοεῖται ταῦτα εἰρηκὼς καὶ υἱὸς ταῦτα λέγων νοεῖται καὶ πνεῦμα ἅγιον κηρύττεται.
ταῦτα^ ἐθεολόγουν καὶ οὐκ ἔστι διαφορά_.
ταῦτα ἐθεολόγουν καὶ οὐκ ἔστι διαφορά.
παρέστησε γὰ^ρ ὅτι^ ἐγώ εἰμι^ δί^καιος καὶ οὐκ ἔστι^ν ἄλλος.
παρέστησε γὰρ ὅτι ἐγώ εἰμι δίκαιος καὶ οὐκ ἔστιν ἄλλος.
τίς οὖν ἐστι^ν ὁ ταῦτα^ λέγων, τέως ἐρωτηθῶσι^ν.
τίς οὖν ἐστιν ὁ ταῦτα λέγων, τέως ἐρωτηθῶσιν.
ἀλλ' ἐπειδὴ συμβαίνει αὐτοὺς κα^τὰ^ τοὺς φαρισαίους εἰπεῖν ἐν ἑαυτοῖς·
ἀλλ' ἐπειδὴ συμβαίνει αὐτοὺς κατὰ τοὺς φαρισαίους εἰπεῖν ἐν ἑαυτοῖς·
ἐὰν εἴπωμεν τόδε, τόδε ἀ^ποκρί_νεται ἡμῖν, ἐπιτρέψω ἁπλῶς φθέγγεσθαι, ἐξ αὐτῆς πα^ρα^στήσω τῆς προφητεία_ς ταύτης παῦλον μάρτυρα^.
ἐὰν εἴπωμεν τόδε, τόδε ἀποκρίνεται ἡμῖν, ἐπιτρέψω ἁπλῶς φθέγγεσθαι, ἐξ αὐτῆς παραστήσω τῆς προφητείας ταύτης παῦλον μάρτυρα.
ἴδωμεν παῦλον ταύτην τὴν προφητείαν τὴν ζῶ ἐγώ, κατ' ἐμαυτοῦ ὀμνύ^ω, ὅτι^ ἐμοὶ κάμψει πᾶν γόνυ^ καὶ πᾶσα^ γλῶσσα^.
ἴδωμεν παῦλον ταύτην τὴν προφητείαν τὴν ζῶ ἐγώ, κατ' ἐμαυτοῦ ὀμνύω, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα.
ἴδωμεν παῦλος ποῦ ἐξέβα^λεν.
ἴδωμεν παῦλος ποῦ ἐξέβαλεν.
ἐπέστειλέ πότε ῥωμαίοις.
ἐπέστειλέ πότε ῥωμαίοις.
διαφοράν εἶχον πρὸς ἀλλήλους οἱ πιστεύσαντες οἱ ἀ^πὸ ἰουδαίων καὶ ἀ^πὸ ἑλλήνων γενόμενοι χριστιανοί.
διαφοράν εἶχον πρὸς ἀλλήλους οἱ πιστεύσαντες οἱ ἀπὸ ἰουδαίων καὶ ἀπὸ ἑλλήνων γενόμενοι χριστιανοί.
καὶ οἱ μὲν ἀ^πὸ ἑλλήνων γενόμενοι χριστιανοὶ μετελάμβα^νον πάντων τῶν βρωμά^των ἀ^δι^α^φόρως.
καὶ οἱ μὲν ἀπὸ ἑλλήνων γενόμενοι χριστιανοὶ μετελάμβανον πάντων τῶν βρωμάτων ἀδιαφόρως.
οἱ δὲ ἀ^πὸ ἰουδαίων καὶ χριστὸν ἐβούλοντο προσκυ^νεῖν καὶ ἰουδαϊκὰ παρατηρεῖσθαι βρώμα^τα^.
οἱ δὲ ἀπὸ ἰουδαίων καὶ χριστὸν ἐβούλοντο προσκυνεῖν καὶ ἰουδαϊκὰ παρατηρεῖσθαι βρώματα.
ὠνείδιζε τὸ ἕτερον μέρος τῷ ἑτέρῳ.
ὠνείδιζε τὸ ἕτερον μέρος τῷ ἑτέρῳ.
οἱ ἀ^πὸ ἰουδαίων ὠνείδιζον τοῖς ἐξ ἐθνῶν, ὡς μὴ φυλάττουσι^ τὸν νόμον.
οἱ ἀπὸ ἰουδαίων ὠνείδιζον τοῖς ἐξ ἐθνῶν, ὡς μὴ φυλάττουσι τὸν νόμον.
οἱ ἀ^πὸ τῶν ἑλλήνων ὠνείδιζον τοῖς ἀ^πὸ ἰουδαίων, ὡς μὴ στοιχοῦσι^ τῇ χάριτι^ τοῦ εὐαγγελί^ου.
οἱ ἀπὸ τῶν ἑλλήνων ὠνείδιζον τοῖς ἀπὸ ἰουδαίων, ὡς μὴ στοιχοῦσι τῇ χάριτι τοῦ εὐαγγελίου.
ἐκεῖνοι οἱ ἀ^πὸ ἑλλήνων ἔλεγον τοῖς ἰουδαίοις·
ἐκεῖνοι οἱ ἀπὸ ἑλλήνων ἔλεγον τοῖς ἰουδαίοις·
εἰ ὁ νόμος ὁ δι^καιῶν, χριστὸς τί ἦλθεν;
εἰ ὁ νόμος ὁ δικαιῶν, χριστὸς τί ἦλθεν;
εἰ δὲ χριστὸς ἦλθε, τί καταλιπόντες τὸν νόμον τοῦ χριστοῦ ἰουδαϊκοῖς ἔθεσι^ ἀκολουθεῖτε;
εἰ δὲ χριστὸς ἦλθε, τί καταλιπόντες τὸν νόμον τοῦ χριστοῦ ἰουδαϊκοῖς ἔθεσι ἀκολουθεῖτε;
πεφωτισμένοι ἦσα^ν τῇ παύλου δι^δα^σκα^λί^ᾳ ῥωμαῖοι τοῦ λέγοντος·
πεφωτισμένοι ἦσαν τῇ παύλου διδασκαλίᾳ ῥωμαῖοι τοῦ λέγοντος·
εἰ γὰ^ρ ἐν νόμῳ δι^καιοσύ^νη, ἄ^ρα^ χριστὸς δωρεὰν ἀπέθα^νε.
εἰ γὰρ ἐν νόμῳ δικαιοσύνη, ἄρα χριστὸς δωρεὰν ἀπέθανε.
πεπεισμένοι οὖν ἦσα^ν οἱ ἐξ ἐθνῶν, ὅτι^ ἄ^νευ χριστοῦ οὐκ ἔστι^ν ἄλλως σωθῆναι καὶ οὐ δεῖ ἰουδαϊκοὺς τύ^πους φυλά^ττειν.
πεπεισμένοι οὖν ἦσαν οἱ ἐξ ἐθνῶν, ὅτι ἄνευ χριστοῦ οὐκ ἔστιν ἄλλως σωθῆναι καὶ οὐ δεῖ ἰουδαϊκοὺς τύπους φυλάττειν.
εὗρε παῦλος μά^χην, εὑρίσκει τὴν στά^σι^ν.
εὗρε παῦλος μάχην, εὑρίσκει τὴν στάσιν.
μέσον ἑαυτὸν ἐμβάλλει τῶν μαχομένων καὶ δι^α^λύ_ει τὰ^ δύο μέρη.
μέσον ἑαυτὸν ἐμβάλλει τῶν μαχομένων καὶ διαλύει τὰ δύο μέρη.
καὶ σκόπει.
καὶ σκόπει.
πρῶτον παῦλος οὐ τὸ ἀ^κρι_βὲς ἀ^παιτεῖται πα^ρὰ^ πάντων, ἀλλὰ τὸ ἀ^σφα^λὲς ἐνενόησεν.
πρῶτον παῦλος οὐ τὸ ἀκριβὲς ἀπαιτεῖται παρὰ πάντων, ἀλλὰ τὸ ἀσφαλὲς ἐνενόησεν.
ὅτι ἡ πρόληψι^ς δύσλυ^τός ἐστι^ καὶ ἡ συνήθεια^ μόλι^ς χρόνῳ ἀφα^νί^ζεται.
ὅτι ἡ πρόληψις δύσλυτός ἐστι καὶ ἡ συνήθεια μόλις χρόνῳ ἀφανίζεται.
οὐκ ἠθέλησε προφά^σει τοῦ ἀ^να^γκά^ζειν ἰουδαίους τρώγειν βρώμα^τα^ ἀποτρέπειν αὐτοὺς ἐκ τῆς πίστεως, ἀλλὰ πρῶτον ἤθελε ῥιζωθῆναι τὴν πίστι^ν τοῦ χριστοῦ ἐν αὐτοῖς.
οὐκ ἠθέλησε προφάσει τοῦ ἀναγκάζειν ἰουδαίους τρώγειν βρώματα ἀποτρέπειν αὐτοὺς ἐκ τῆς πίστεως, ἀλλὰ πρῶτον ἤθελε ῥιζωθῆναι τὴν πίστιν τοῦ χριστοῦ ἐν αὐτοῖς.
τί οὖν οἱ ἀ^πὸ ἰουδαίων γενόμενοι χριστιανοί;
τί οὖν οἱ ἀπὸ ἰουδαίων γενόμενοι χριστιανοί;
ὡς ἔβλεπον ἑαυτοὺς ἐλεγχομένους, ὅτι οὐδέπω ἐπί^στευσα^ν εἰς χριστὸν παρατηρούμενοι βρώμα^τα^ ἰουδαϊκὰ καὶ βουλόμενοι ἀ^πέχεσθαι κρεῶν χοιρείων, θέλοντες σκεπάσαι τὴν νόσον αὐτῶν, προσεποιήθησα^ν μη δὲ ὅλως ἐσθί^ειν κρέα_, ἀλλ' ἤσθι^ον λά^χα^να^, ἵνα τῷ μὴ τρώγειν ὅλως κρέα_ κρυβῇ ὁ ἔλεγχος τῆς ἀρχαία_ς συ^νηθεία_ς.
ὡς ἔβλεπον ἑαυτοὺς ἐλεγχομένους, ὅτι οὐδέπω ἐπίστευσαν εἰς χριστὸν παρατηρούμενοι βρώματα ἰουδαϊκὰ καὶ βουλόμενοι ἀπέχεσθαι κρεῶν χοιρείων, θέλοντες σκεπάσαι τὴν νόσον αὐτῶν, προσεποιήθησαν μη δὲ ὅλως ἐσθίειν κρέα, ἀλλ' ἤσθιον λάχανα, ἵνα τῷ μὴ τρώγειν ὅλως κρέα κρυβῇ ὁ ἔλεγχος τῆς ἀρχαίας συνηθείας.
εἰσελθὼν ὁ παῦλος λύ_ει τὴν μά^χην καὶ δείκνυ_σι^ τί^νες μὲν κα^λῶς φρονοῦσι^, τί^νες δὲ ἀσθενοῦσι^ καὶ λέγει·
εἰσελθὼν ὁ παῦλος λύει τὴν μάχην καὶ δείκνυσι τίνες μὲν καλῶς φρονοῦσι, τίνες δὲ ἀσθενοῦσι καὶ λέγει·
ἀδελφοί, ὃς μὲν πιστεύει φα^γεῖν πά^ντα^, ὡς χριστια_νός, ὡς πιστός·
ἀδελφοί, ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὡς χριστιανός, ὡς πιστός·
ὁ δὲ ἀσθενῶν λά^χα^να^ ἐσθί^ει.
ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.
ὃς μὲν πιστεύει φα^γεῖν πά^ντα^, εἰδὼς ὅτι πά^ντα^ τῇ πίστει κα^θαίρεται.
ὃς μὲν πιστεύει φαγεῖν πάντα, εἰδὼς ὅτι πάντα τῇ πίστει καθαίρεται.
ὅτι πᾶν κτίσμα^ θεοῦ κα^λόν, φησὶ^ν ὁ ἀ^πόστολος, καὶ οὐδὲν ἀπόβλητον μετὰ^ εὐχα^ρι^στί^α_ς λαμ βανόμενον·
ὅτι πᾶν κτίσμα θεοῦ καλόν, φησὶν ὁ ἀπόστολος, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμ βανόμενον·
ἁγιάζεται γὰ^ρ διὰ λόγου θεοῦ.
ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ.
ὁ δὲ ἀσθενῶν·
ὁ δὲ ἀσθενῶν·
ἀσθένειαν κα^λεῖ τὸ ἔτι^ τῇ ἰουδαϊκῇ συ^νηθείᾳ ἀκολουθεῖν.
ἀσθένειαν καλεῖ τὸ ἔτι τῇ ἰουδαϊκῇ συνηθείᾳ ἀκολουθεῖν.
ὁ δὲ ἀσθενῶν λά^χα^να^ ἐσθί^ει.
ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.
ἐνόμισαν πολλοὶ τὰ^ ῥήμα^τα^ ταῦτα περὶ^ ἀσκητῶν εἰρῆσθαι καὶ περὶ^ τῶν ἀ^δι^α^φόρως ἐσθι^όντων.
ἐνόμισαν πολλοὶ τὰ ῥήματα ταῦτα περὶ ἀσκητῶν εἰρῆσθαι καὶ περὶ τῶν ἀδιαφόρως ἐσθιόντων.
οὐκ ἂ^ν δὲ εἰς τοσαύτην ἐξωλίσθησεν ἡ ἁγί^α_ γλῶσσα^ ἄ^τοπον ἀκολουθίαν, ὥστε ἀσθενεῖς κα^λεῖν τοὺς ἀσκητά_ς, πιστοὺς δὲ τοὺς ἐσθίοντα^ς πά^ντα^.
οὐκ ἂν δὲ εἰς τοσαύτην ἐξωλίσθησεν ἡ ἁγία γλῶσσα ἄτοπον ἀκολουθίαν, ὥστε ἀσθενεῖς καλεῖν τοὺς ἀσκητάς, πιστοὺς δὲ τοὺς ἐσθίοντας πάντα.
ἀλλὰ πρὸς δι^α^φορὰ_ν τῶν παραιτουμένων τὰ^ βρώμα^τα^ τὰ^ ἰουδαϊκὰ καὶ πρὸς τὴν ἀδιαφορίαν τῶν ἀδιακρίτως πά^ντα^ μετα^λαμβα^νόντων λέγει·
ἀλλὰ πρὸς διαφορὰν τῶν παραιτουμένων τὰ βρώματα τὰ ἰουδαϊκὰ καὶ πρὸς τὴν ἀδιαφορίαν τῶν ἀδιακρίτως πάντα μεταλαμβανόντων λέγει·
ὃς μὲν πιστεύει φα^γεῖν πά^ντα^ ὡς χριστιανός, ὁ δὲ ἀσθενῶν λά^χα^να^ ἐσθί^ει.
ὃς μὲν πιστεύει φαγεῖν πάντα ὡς χριστιανός, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.
πλὴν καταστέλλει τὴν μά^χην.
πλὴν καταστέλλει τὴν μάχην.
ἔδειξε τὴν διαφοράν, ὅτι τοῦτο πίστεως, ἐκεῖνο δὲ ἀσθενεία_ς.
ἔδειξε τὴν διαφοράν, ὅτι τοῦτο πίστεως, ἐκεῖνο δὲ ἀσθενείας.
ὅτε δὲ ἤλεγξε, συ^νήγα^γεν εἰς φι^λί^α_ν.
ὅτε δὲ ἤλεγξε, συνήγαγεν εἰς φιλίαν.
πλὴν ὁ μὴ ἐσθί^ων τὸν ἐσθίοντα^ μὴ κρι_νέτω, ἀντὶ^ τοῦ ὁ ἀ^πὸ ἰουδαίων μὴ κρι_νέτω τὸν ἀ^πὸ ἑλλήνων, ὅτι τρώγει πα^ρὰ^ τὸν νόμον μωϋσέως.
πλὴν ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω, ἀντὶ τοῦ ὁ ἀπὸ ἰουδαίων μὴ κρινέτω τὸν ἀπὸ ἑλλήνων, ὅτι τρώγει παρὰ τὸν νόμον μωϋσέως.
καὶ ὁ ἐσθί^ων τὸν μὴ ἐσθίοντα^ μὴ ἐξουθενείτω.
καὶ ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω.
ἐξουθένουν γὰ^ρ αὐτούς.
ἐξουθένουν γὰρ αὐτούς.
οὐκ ἐγένεσθε χριστιανοί, οὐδέπω ἐπι^στεύσα^τε.
οὐκ ἐγένεσθε χριστιανοί, οὐδέπω ἐπιστεύσατε.
ὁ ἐσθί^ων τὸν μὴ ἐσθίοντα^ μὴ ἐξουθενείτω.
ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω.
ὁ θεὸς γὰ^ρ αὐτὸν προσελά^βετο.
ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο.
σὺ^ τι^ς εἶ ὁ κρί^νων ἀ^λλότρι^ον οἰκέτην;
σὺ τις εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην;
ὅρα τὸ θαυμαστόν, πῶς ἐν τῷ αὐτῷ καὶ ἐπιστομίζει τὴν μά^χην καὶ δείκνυ_σι^ν ἰουδαίοις ὅτι χρεία_ν ἔχουσι^ δι^ορθώσεως.
ὅρα τὸ θαυμαστόν, πῶς ἐν τῷ αὐτῷ καὶ ἐπιστομίζει τὴν μάχην καὶ δείκνυσιν ἰουδαίοις ὅτι χρείαν ἔχουσι διορθώσεως.
σὺ τι^ς εἶ ὁ κρί^νων ἀ^λλότρι^ον οἰκέτην;
σὺ τις εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην;
ταῦτα λέγει τῷ ἀ^πὸ ἐθνῶν γενομένῳ χριστιανῷ·
ταῦτα λέγει τῷ ἀπὸ ἐθνῶν γενομένῳ χριστιανῷ·
σὺ τι^ς εἶ ὁ κρί^νων ἀ^λλότρι^ον οἰκέτην;
σὺ τις εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην;
ἀ^λλότρι^ον λέγει, ἐπειδὴ ὑ^πὸ τὸν νόμον ἐδόκει εἶναι.
ἀλλότριον λέγει, ἐπειδὴ ὑπὸ τὸν νόμον ἐδόκει εἶναι.
τῷ ἰ^δί^ῳ κυ_ρί^ῳ στήκει ἢ πίπτει·
τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει·
στα^θήσεται δέ·
σταθήσεται δέ·
δυ^να^τὸς ὁ κύ_ρι^ος στῆσαι αὐτόν.
δυνατὸς ὁ κύριος στῆσαι αὐτόν.
οὕτω περὶ^ τῶν ἰουδαϊζόντων·
οὕτω περὶ τῶν ἰουδαϊζόντων·
στα^θήσεται δέ·
σταθήσεται δέ·
δυ^να^τὸς ὁ κύ_ρι^ος στῆσαι αὐτόν.
δυνατὸς ὁ κύριος στῆσαι αὐτόν.
ἔπαυσε τὴν μά^χην καὶ πά^λι^ν εἰσάγει τὴν εἰρήνην, ὥστε σὺ τι^ς εἶ ὁ κρί^νων ἀ^λλότρι^ον οἰκέτην;
ἔπαυσε τὴν μάχην καὶ πάλιν εἰσάγει τὴν εἰρήνην, ὥστε σὺ τις εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην;
τῷ ἰ^δί^ῳ κυ_ρί^ῳ στήκει ἢ πίπτει·
τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει·
σταθήσεται δέ·
σταθήσεται δέ·
δυ^να^τὸς ὁ κύ_ρι^ος στῆσαι αὐτόν.
δυνατὸς ὁ κύριος στῆσαι αὐτόν.
ὥστε ὃς μὲν κρί_νει ἡμέρα_ν παρ' ἡμέρα_ν, ὃς δὲ κρί_νει πᾶσα^ν ἡμέρα_ν.
ὥστε ὃς μὲν κρίνει ἡμέραν παρ' ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν.
τί ἐστι^ν ὃς μὲν κρί_νει ἡμέρα_ν παρ' ἡμέρα_ν;
τί ἐστιν ὃς μὲν κρίνει ἡμέραν παρ' ἡμέραν;
ἐπειδὴ καὶ ἐν τοῖς ἰουδαΐζουσιν οἱ μὲν κα^θόλου ἀ^πέχονται βρωμά^των, φέρε εἰπεῖν χοιρείων, οἱ δὲ κατὰ φανερὰ_ς ἡμέρα_ς τὸ σάββατον μόνον τι_μῶσι^, λέγει·
ἐπειδὴ καὶ ἐν τοῖς ἰουδαΐζουσιν οἱ μὲν καθόλου ἀπέχονται βρωμάτων, φέρε εἰπεῖν χοιρείων, οἱ δὲ κατὰ φανερὰς ἡμέρας τὸ σάββατον μόνον τιμῶσι, λέγει·
ὃς μὲν κρί_νει ἡμέρα_ν παρ' ἡμέρα_ν, ὃς δὲ κρί_νει πᾶσα^ν ἡμέρα_ν.
ὃς μὲν κρίνει ἡμέραν παρ' ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν.
εἶτα·
εἶτα·
ὁ φρονῶν τὴν ἡμέρα_ν, κυ_ρί^ῳ φρονεῖ·
ὁ φρονῶν τὴν ἡμέραν, κυρίῳ φρονεῖ·
καὶ ὁ μὴ φρονῶν τὴν ἡμέρα_ν, κυ_ρί^ῳ οὐ φρονεῖ.
καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν, κυρίῳ οὐ φρονεῖ.