macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
καὶ οἱ ἔξω τῆς πίστεως φι^λόσοφοι τὴν τῶν κυ^νῶν προσηγορίαν ἠσπά^σα^ντο δι^ὰ^ τὸ εὐνοϊ^κὸν τοῦ ζῴου καὶ οὐκ ᾐδέσθησα^ν τὸ ὄνομα^, ἀλλ' ἀπέβλεψα^ν εἰς τὴν εὔνοια^ν τῆς φύ^σεως.
καὶ οἱ ἔξω τῆς πίστεως φιλόσοφοι τὴν τῶν κυνῶν προσηγορίαν ἠσπάσαντο διὰ τὸ εὐνοϊκὸν τοῦ ζῴου καὶ οὐκ ᾐδέσθησαν τὸ ὄνομα, ἀλλ' ἀπέβλεψαν εἰς τὴν εὔνοιαν τῆς φύσεως.
ὅτι^ δὲ ἀποδέχεται ὁ θεὸς τὸν ὑλακτοῦντα^ ὑ^πὲρ τῆς εὐσεβεία_ς, καὶ μέμφεται τῷ σιωπῶντι^ καὶ μὴ ὑλακτοῦντι^ ὑ^πὲρ τῆς ἀ^ληθεία_ς λέγει περὶ^ τῶν ἰσραηλιτῶν·
ὅτι δὲ ἀποδέχεται ὁ θεὸς τὸν ὑλακτοῦντα ὑπὲρ τῆς εὐσεβείας, καὶ μέμφεται τῷ σιωπῶντι καὶ μὴ ὑλακτοῦντι ὑπὲρ τῆς ἀληθείας λέγει περὶ τῶν ἰσραηλιτῶν·
πάντες κύ^νες ἐνεοί, οὐ δυ^νά^μενοι ὑ^λακτεῖν.
πάντες κύνες ἐνεοί, οὐ δυνάμενοι ὑλακτεῖν.
κύων κα^λεῖται ψυ_χὴ εὐνοοῦσα^ τῷ δεσπότῃ, καὶ ὑ^πὲρ τοῦ δεσπότου ὑ^λακτοῦσα^, οὐχ ὑβριζομένη.
κύων καλεῖται ψυχὴ εὐνοοῦσα τῷ δεσπότῃ, καὶ ὑπὲρ τοῦ δεσπότου ὑλακτοῦσα, οὐχ ὑβριζομένη.
κύων ὅτα^ν μα^νῇ, τοῦτο μόνον ἔχει σημεῖον τῆς μανία_ς, ὅτα^ν κα^τὰ^ τοῦ δεσπότου τοὺς ὀδόντα^ς ἐπάρῃ.
κύων ὅταν μανῇ, τοῦτο μόνον ἔχει σημεῖον τῆς μανίας, ὅταν κατὰ τοῦ δεσπότου τοὺς ὀδόντας ἐπάρῃ.
οὐδέποτε γὰ^ρ σωφρονῶν κύων κα^τὰ^ τοῦ δεσπότου μαίνεται.
οὐδέποτε γὰρ σωφρονῶν κύων κατὰ τοῦ δεσπότου μαίνεται.
οὐδὲν ἕτερον ἐλέγχει τὴν ἰουδαίων μανίαν ἢ τὸ κα^τὰ^ τοῦ σωτῆρος ὑ^λακτεῖν.
οὐδὲν ἕτερον ἐλέγχει τὴν ἰουδαίων μανίαν ἢ τὸ κατὰ τοῦ σωτῆρος ὑλακτεῖν.
ὅτι^ θεὸν ὃν ἐχρῆν γνωρί^σαι ὡς δεσπότην, τοῦτον ἀπεσείσαντο ὡς ἀ^λλότρι^ον.
ὅτι θεὸν ὃν ἐχρῆν γνωρίσαι ὡς δεσπότην, τοῦτον ἀπεσείσαντο ὡς ἀλλότριον.
ὅθεν κα^τηγορεῖ αὐτῶν λεγων·
ὅθεν κατηγορεῖ αὐτῶν λεγων·
περιεκύκλωσάν με κύ^νες πολλοί.
περιεκύκλωσάν με κύνες πολλοί.
καὶ τί^νες οἱ κύ^νες;
καὶ τίνες οἱ κύνες;
συναγωγὴ πονηρευομένων περι^έσχον με.
συναγωγὴ πονηρευομένων περιέσχον με.
οὐκ ἀ^ποπέμπεται τοίνυ^ν ἡ χαναναία τὴν ὕβρι^ν, ἀλλὰ^ δέχεται μετ' εὐχα^ρι^στί^α_ς.
οὐκ ἀποπέμπεται τοίνυν ἡ χαναναία τὴν ὕβριν, ἀλλὰ δέχεται μετ' εὐχαριστίας.
οὐκ ἔστι^ κα^λὸν λα^βεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βα^λεῖν τοῖς κυναρί^οις.
οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.
ἡ δὲ ἀ^πὸ τῆς ὕβρεως τὴν φιλανθρωπίαν κα^τα^σκευά^ζουσα^ λέγει·
ἡ δὲ ἀπὸ τῆς ὕβρεως τὴν φιλανθρωπίαν κατασκευάζουσα λέγει·
ναί, κύριε, καὶ γὰ^ρ τὰ^ κυνάρια^ ἐσθί^ει ἀ^πὸ τῶν ψιχίων τῶν πιπτόντων ἀ^πὸ τῆς τραπέζης τῶν κυρί^ων αὐτῶν, μὴ οἰκτηρείσῃς με ὡς τέκνον, ἀλλ' ἐλεησον με ὡς κύ^να^·
ναί, κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν, μὴ οἰκτηρείσῃς με ὡς τέκνον, ἀλλ' ἐλεησον με ὡς κύνα·
δέχομαι τὴν ὕβρι^ν σου, δέσποτα^.
δέχομαι τὴν ὕβριν σου, δέσποτα.
πά_σης γὰ^ρ τι_μῆς ἐστι^ κρείττων ἡ πα^ρὰ^ σοῦ ὕ^βρις, πάσης δόξης ἀνωτέρα.
πάσης γὰρ τιμῆς ἐστι κρείττων ἡ παρὰ σοῦ ὕβρις, πάσης δόξης ἀνωτέρα.
ἵ^να_ τοίνυ^ν ὁ σωτὴρ ἐπὶ^ τέλει δείξῃ ὅτι^ οὐχ ὑβρίζων ἐκά^λεσε κύνα ὅτε αὐτῆς ἐγύμνωσε τὴν εὐχαριστίαν, τότε λέγει·
ἵνα τοίνυν ὁ σωτὴρ ἐπὶ τέλει δείξῃ ὅτι οὐχ ὑβρίζων ἐκάλεσε κύνα ὅτε αὐτῆς ἐγύμνωσε τὴν εὐχαριστίαν, τότε λέγει·
ὦ γύναι, μεγά^λη σου ἡ πί^στι_ς·
ὦ γύναι, μεγάλη σου ἡ πίστις·
γενηθήτω σοι ὡς θέλεις.
γενηθήτω σοι ὡς θέλεις.
ἐγὼ οὐκ οἶδα^ πῶς ἐπαινέσω τὴν πίστι^ν, ἣν ὁ σωτὴρ μεγά^λην ἐκά^λεσε.
ἐγὼ οὐκ οἶδα πῶς ἐπαινέσω τὴν πίστιν, ἣν ὁ σωτὴρ μεγάλην ἐκάλεσε.
ποίαν γὰ^ρ αὐτὴ δύ^να^μαι ἐπι^νοῆσαι κρείττονα^ εὐφημίαν τῆς ἀ^πὸ τοῦ σωτῆρος ἀποδοθείσης;
ποίαν γὰρ αὐτὴ δύναμαι ἐπινοῆσαι κρείττονα εὐφημίαν τῆς ἀπὸ τοῦ σωτῆρος ἀποδοθείσης;
ἐάσωμεν τὴν φωνὴν ἀκέραιον·
ἐάσωμεν τὴν φωνὴν ἀκέραιον·
μὴ ὑβρί^σωμεν αὐτὴν ταῖς ἡμετέραις εὐφημίαις·
μὴ ὑβρίσωμεν αὐτὴν ταῖς ἡμετέραις εὐφημίαις·
μὴ ποιήσωμεν τὸ μέγα^ μικρόν.
μὴ ποιήσωμεν τὸ μέγα μικρόν.
ἀνθρωπίνη γὰ^ρ εὐφημία μειοῖ τὰ^ πρά_γμα^τα^·
ἀνθρωπίνη γὰρ εὐφημία μειοῖ τὰ πράγματα·
θεοῦ δὲ φωνὴ μα^ρτυ^ρεῖ τοῖς πρά_γμα^σι^ν.
θεοῦ δὲ φωνὴ μαρτυρεῖ τοῖς πράγμασιν.
ὧν ὁ ἔπαινός φησι^ν οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ θεοῦ.
ὧν ὁ ἔπαινός φησιν οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ θεοῦ.
δι^ὰ^ τί^ δὲ ὅλως οἱ δαιμονιῶντες τὸν σωτῆρα^ ἐκά^λουν εἰς βοήθεια^ν;
διὰ τί δὲ ὅλως οἱ δαιμονιῶντες τὸν σωτῆρα ἐκάλουν εἰς βοήθειαν;
υἱὲ δαυίδ, ἐλεησόν με.
υἱὲ δαυίδ, ἐλεησόν με.
μὴ γὰ^ρ ἡ τοῦ δαυὶδ συγγένεια^ τὴν κα^τὰ^ τῶν δαιμόνων ἐξουσί^α_ν ἔχει;
μὴ γὰρ ἡ τοῦ δαυὶδ συγγένεια τὴν κατὰ τῶν δαιμόνων ἐξουσίαν ἔχει;
πόθεν ὅλως τῷ προφητεύοντι^ τὸ βοᾶν λέγοντι^·
πόθεν ὅλως τῷ προφητεύοντι τὸ βοᾶν λέγοντι·
υἱὲ δαυίδ, ἐλεησόν με;
υἱὲ δαυίδ, ἐλεησόν με;
καὶ τὴν χαναναίαν προσάγουσα^ν τὴν θυ^γα^τέρα^ δαιμονιζομένην εἰπεῖν·
καὶ τὴν χαναναίαν προσάγουσαν τὴν θυγατέρα δαιμονιζομένην εἰπεῖν·
υἱὲ δαυίδ, ἐλεησόν με;
υἱὲ δαυίδ, ἐλεησόν με;
παρεδώθη τὰ^ τῆς ἱ^στορί^α_ς, ὅτι^ δαυὶδ τῇ ἀκολουθίᾳ τὴν ἁγί^α_ν ἀνακρουόμενος λύραν ἀ^πήλαυνε τοῦ σαοὺλ τὸν δαίμονα^.
παρεδώθη τὰ τῆς ἱστορίας, ὅτι δαυὶδ τῇ ἀκολουθίᾳ τὴν ἁγίαν ἀνακρουόμενος λύραν ἀπήλαυνε τοῦ σαοὺλ τὸν δαίμονα.
ἐπεὶ οὖν καὶ δαυὶδ ἤλαυνε τοὺς δαιμόνας δι^ὰ^ μουσι^κῆς ἐνεργεία_ς, μουσι^κῆς οὐκ ἀ^νθρωπί^νης, ἀλλὰ^ θεία_ς, καὶ ἀ^πὸ ἁ^γί^ου πνεύμα^τος ἀνακρουόμενος, ἀ^πὸ τῆς συγγενεία_ς εὐφημίαν λα^βόντες λέγουσι^ν·
ἐπεὶ οὖν καὶ δαυὶδ ἤλαυνε τοὺς δαιμόνας διὰ μουσικῆς ἐνεργείας, μουσικῆς οὐκ ἀνθρωπίνης, ἀλλὰ θείας, καὶ ἀπὸ ἁγίου πνεύματος ἀνακρουόμενος, ἀπὸ τῆς συγγενείας εὐφημίαν λαβόντες λέγουσιν·
υἱὲ δαυίδ, ἐλέησόν με.
υἱὲ δαυίδ, ἐλέησόν με.
πλὴν οὐ δεῖ στοιχεῖν ταύτῃ τῇ φωνῇ, ἀλλ' ἐπ' ἐκείνην μὲν ὁδηγεῖσθαι, ἀ^νά^γεσθαι δὲ ἐπὶ^ τὴν ἀ^ξί^α_ν.
πλὴν οὐ δεῖ στοιχεῖν ταύτῃ τῇ φωνῇ, ἀλλ' ἐπ' ἐκείνην μὲν ὁδηγεῖσθαι, ἀνάγεσθαι δὲ ἐπὶ τὴν ἀξίαν.
ἰάθη ὁ παῖς αὐτῆς ἀ^πὸ τῆς ὥρα_ς ἐκείνης.
ἰάθη ὁ παῖς αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
θεοῦ γὰ^ρ φωνὴ προσελθοῦσα^ τὴν παῖδα^ ἰά_σα^το·
θεοῦ γὰρ φωνὴ προσελθοῦσα τὴν παῖδα ἰάσατο·
ἐξορίζει δαίμονα^ς, ἐλαύνει ἡ τοῦ σωτῆρος φωνὴ πᾶσα^ν ἐνα^ντί^α_ν κατάστασι^ν.
ἐξορίζει δαίμονας, ἐλαύνει ἡ τοῦ σωτῆρος φωνὴ πᾶσαν ἐναντίαν κατάστασιν.
ἀλλὰ^ ταῦτα^ μὲν εἰς τὴν εὐαγγελικὴν χά^ρι^ν, οὐχ ὅσον εἰπεῖν ἐχρῆν, ἀλλ' ὅσον εἰπεῖν ἰσχύ_ομεν.
ἀλλὰ ταῦτα μὲν εἰς τὴν εὐαγγελικὴν χάριν, οὐχ ὅσον εἰπεῖν ἐχρῆν, ἀλλ' ὅσον εἰπεῖν ἰσχύομεν.
ἐπεὶ δὲ ὅσον ὀφείλομεν οὐκ ἀρκοῦμεν, ἐπὶ^ τὴν ἐπαγγελίαν ἔλθωμεν ἵ^να_ μὴ ἡμέρα_ν ἐξ ἡμέρα_ς ἀναβαλλόμενοι τῶν ἐπι^ποθούντων τὴν ἀκρόασι^ν ἀμβλύνωμεν τὸν πόθον.
ἐπεὶ δὲ ὅσον ὀφείλομεν οὐκ ἀρκοῦμεν, ἐπὶ τὴν ἐπαγγελίαν ἔλθωμεν ἵνα μὴ ἡμέραν ἐξ ἡμέρας ἀναβαλλόμενοι τῶν ἐπιποθούντων τὴν ἀκρόασιν ἀμβλύνωμεν τὸν πόθον.
καιρὸς οὖν κ ἀμοὶ ἅψασθαι τῆς ὑποσχέσεως καὶ ὑ_μῖν πα^ρα^δοῦναι τὸ ὀφεῖλον τῆς ἀκροάσεως.
καιρὸς οὖν κ ἀμοὶ ἅψασθαι τῆς ὑποσχέσεως καὶ ὑμῖν παραδοῦναι τὸ ὀφεῖλον τῆς ἀκροάσεως.
περὶ^ τοῦ φαραὼ ἐκι_νεῖτο λόγος·
περὶ τοῦ φαραὼ ἐκινεῖτο λόγος·
πῶς ἐσκλήρυνεν ὁ θεὸς τὴν καρδί^α_ν φαραὼ καὶ περὶ^ τῆς φωνῆς τῆς λεγούσης ἐκείνης·
πῶς ἐσκλήρυνεν ὁ θεὸς τὴν καρδίαν φαραὼ καὶ περὶ τῆς φωνῆς τῆς λεγούσης ἐκείνης·
ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύ^νει.
ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει.
ἐρεῖς οὖν μοι·
ἐρεῖς οὖν μοι·
τί^ ἔτι^ μέμφεται;
τί ἔτι μέμφεται;
φησὶ·
φησὶ·
τῷ γὰ^ρ βουλήμα^τι^ αὐτοῦ τί^ς ἀνθέστηκε;
τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε;
δεῖ δὲ τοὺς ἁπτομένους τῶν θείων νοημά^των καὶ τοὺς ἀ^κούοντα^ς μὴ εὐθέως ἐπ' αὐτὴν ἐξελθεῖν τὴν ἑρμηνείαν, ἵ^να_ μὴ δόξῃ βεβι^α^σμένη εἶναι ἡ ἔννοια^, ἀλλ' ἄ^νωθεν τὴν ὑ^πόθεσι^ν τῆς εὐαγγελικῆς χά^ρι^τος ἐκλαβόντα^.
δεῖ δὲ τοὺς ἁπτομένους τῶν θείων νοημάτων καὶ τοὺς ἀκούοντας μὴ εὐθέως ἐπ' αὐτὴν ἐξελθεῖν τὴν ἑρμηνείαν, ἵνα μὴ δόξῃ βεβιασμένη εἶναι ἡ ἔννοια, ἀλλ' ἄνωθεν τὴν ὑπόθεσιν τῆς εὐαγγελικῆς χάριτος ἐκλαβόντα.
οὕτως ἀ^πὸ τῆς ἀκολουθία_ς τρανὴν καὶ ἀσύγχυ^τον πα^ρα^δοῦναί με τὴν θεωρί^α_ν ἵ^να_ τοίνυ^ν συντέμω, ταύτην ποιήσομαι τοῦ λόγου τὴν ἀρχήν.
οὕτως ἀπὸ τῆς ἀκολουθίας τρανὴν καὶ ἀσύγχυτον παραδοῦναί με τὴν θεωρίαν ἵνα τοίνυν συντέμω, ταύτην ποιήσομαι τοῦ λόγου τὴν ἀρχήν.
ὁ λόγος.
ὁ λόγος.
ῥωμαίοις δὲ γρά^φει ὁ παῦλος, πολλὰ^ μὲν οὖν καὶ ἕτερα^ πα^ραινῶν, ἐξαιρέτως δὲ πρᾶγμα^ δι^ορθούμενος πολλὴν ἔχον ταραχὴν καὶ πολλὴν ἔχον τὴν ἀκαταστασίαν.
ῥωμαίοις δὲ γράφει ὁ παῦλος, πολλὰ μὲν οὖν καὶ ἕτερα παραινῶν, ἐξαιρέτως δὲ πρᾶγμα διορθούμενος πολλὴν ἔχον ταραχὴν καὶ πολλὴν ἔχον τὴν ἀκαταστασίαν.
καὶ ὅπως ἄ^κουε.
καὶ ὅπως ἄκουε.
ἐν τῇ ῥώμῃ πολλοί τι^νες ἐγένοντο ἀ^πὸ ἰουδαίων εἰς τὸν σωτῆρα^ πεπιστευκότες·
ἐν τῇ ῥώμῃ πολλοί τινες ἐγένοντο ἀπὸ ἰουδαίων εἰς τὸν σωτῆρα πεπιστευκότες·
πολλοὶ δὲ καὶ ἐξ ἐθνῶν ἐπί^στευσα^ν.
πολλοὶ δὲ καὶ ἐξ ἐθνῶν ἐπίστευσαν.
ἦν δὲ μάχη καὶ θόρυ^βος μετα^ξὺ^ τῶν μερῶν, οὐχ ὑ^πὸ ζήλου εὐσεβεία_ς, ἀλλ' ὑ^πὲρ πρωτείων φιλενεικία_ς.
ἦν δὲ μάχη καὶ θόρυβος μεταξὺ τῶν μερῶν, οὐχ ὑπὸ ζήλου εὐσεβείας, ἀλλ' ὑπὲρ πρωτείων φιλενεικίας.
ἐβούλοντο γὰ^ρ οἱ ἀ^πὸ ἐθνῶν αὐτοὶ δοκεῖν πρωτεύειν·
ἐβούλοντο γὰρ οἱ ἀπὸ ἐθνῶν αὐτοὶ δοκεῖν πρωτεύειν·
ἐβούλοντο καὶ οἱ ἀ^πὸ ἰουδαίων αὐτοὶ εἶναι πρῶτοι.
ἐβούλοντο καὶ οἱ ἀπὸ ἰουδαίων αὐτοὶ εἶναι πρῶτοι.
καὶ προσέφερον οἱ ἀ^πὸ τῶν ἰουδαίων τὴν πατρι^κὴν εὐγένεια^ν καὶ ἔλεγον τοῖς ἀ^πὸ ἐθνῶν ὅτι^ ἡμεῖς ὑ_μῶν τιμιώτεροι.
καὶ προσέφερον οἱ ἀπὸ τῶν ἰουδαίων τὴν πατρικὴν εὐγένειαν καὶ ἔλεγον τοῖς ἀπὸ ἐθνῶν ὅτι ἡμεῖς ὑμῶν τιμιώτεροι.
ἀρχαιοτέρα γὰ^ρ ἡμῶν ἡ εὐσέβεια^ καὶ ἡμῶν οἱ πα^τρι^ά^ρχαι, ἡμέτερος ὁ ἀβραάμ, ἡμέτερος ὁ ἰσαάκ, ἡμέτερος ὁ ἰακώβ, οἱ πα^τρι^ά^ρχαι πάντες καὶ οἱ προφῆται.
ἀρχαιοτέρα γὰρ ἡμῶν ἡ εὐσέβεια καὶ ἡμῶν οἱ πατριάρχαι, ἡμέτερος ὁ ἀβραάμ, ἡμέτερος ὁ ἰσαάκ, ἡμέτερος ὁ ἰακώβ, οἱ πατριάρχαι πάντες καὶ οἱ προφῆται.
καὶ ἡμεῖς μὲν ἀρχαῖα^ν ἔχομεν τὴν εὐγένεια^ν·
καὶ ἡμεῖς μὲν ἀρχαῖαν ἔχομεν τὴν εὐγένειαν·
ὑ_μεῖς δὲ πρόσφα^τον ἐλά^βετε τὴν εὐεργεσίαν.
ὑμεῖς δὲ πρόσφατον ἐλάβετε τὴν εὐεργεσίαν.
οἱ ἐξ ἑλλήνων ἔλεγον·
οἱ ἐξ ἑλλήνων ἔλεγον·
οὐχ οἷόν τε πρωτεύειν τοὺς ἀρνησαμένους τὸν χριστόν.
οὐχ οἷόν τε πρωτεύειν τοὺς ἀρνησαμένους τὸν χριστόν.
οὐχ οἷόν τε ἐν πρώτῃ μερί^δι^ τετάχθαι τοὺς τὸν σταυρὸν πήξαντα^ς καὶ τοὺς θεομαχήσαντα^ς.
οὐχ οἷόν τε ἐν πρώτῃ μερίδι τετάχθαι τοὺς τὸν σταυρὸν πήξαντας καὶ τοὺς θεομαχήσαντας.
ἀπεβλήθητε γὰ^ρ ὑ_μεῖς καὶ ἐκλήθησα^ν πά^ντα^ τὰ^ ἔθνη.
ἀπεβλήθητε γὰρ ὑμεῖς καὶ ἐκλήθησαν πάντα τὰ ἔθνη.
καὶ ἡμεῖς μὲν ἐσμὲν οἱ τὴν εὐεργεσίαν ἁρπάσαντες, ὑ_μεῖς δὲ οἱ τὴν εὐεργεσίαν ὑβρίσαντες.
καὶ ἡμεῖς μὲν ἐσμὲν οἱ τὴν εὐεργεσίαν ἁρπάσαντες, ὑμεῖς δὲ οἱ τὴν εὐεργεσίαν ὑβρίσαντες.
ὁ ἀ^πόστολος θεα_σά^μενος ταραχὴν πολλὴν καὶ θόρυ^βον ἀκμάσαντα^ πολὺ^ν ἐν τῇ ῥώμῃ καὶ ἐννοήσα_ς ὅτι^ κα^κὸν τὸ ἐν τῇ μεγά^λῃ πόλει πλεονάζον·
ὁ ἀπόστολος θεασάμενος ταραχὴν πολλὴν καὶ θόρυβον ἀκμάσαντα πολὺν ἐν τῇ ῥώμῃ καὶ ἐννοήσας ὅτι κακὸν τὸ ἐν τῇ μεγάλῃ πόλει πλεονάζον·
δύ^να^ται γὰ^ρ ἐκχυθῆναι εἰς πᾶσα^ν τὴν ὑπ' οὐρα^νόν, ἀναστέλλει ὡς ἀ^πό τι^νος ῥίζης τὴν φιλονεικίαν, ἵ^να_ μὴ ἐκεῖθεν εἰς πᾶσα^ν τὴν γῆν ἐξέλθῃ ἡ φιλονεικία.
δύναται γὰρ ἐκχυθῆναι εἰς πᾶσαν τὴν ὑπ' οὐρανόν, ἀναστέλλει ὡς ἀπό τινος ῥίζης τὴν φιλονεικίαν, ἵνα μὴ ἐκεῖθεν εἰς πᾶσαν τὴν γῆν ἐξέλθῃ ἡ φιλονεικία.
καὶ μέσον ἑαυτὸν πα^ρενθείς, ποιεῖ πρᾶγμα^ οὐ δικάζοντος, ἀλλ' εἰρηνεύοντος, εἰδὼς ὅτι^ ἡ φιλονεικία εὐσέβεια^ν οὐχ ἵ^στησι^ν·
καὶ μέσον ἑαυτὸν παρενθείς, ποιεῖ πρᾶγμα οὐ δικάζοντος, ἀλλ' εἰρηνεύοντος, εἰδὼς ὅτι ἡ φιλονεικία εὐσέβειαν οὐχ ἵστησιν·
εὐσέβεια^ δὲ πᾶσα^ν δι^α^λύ_ει φιλονεικίαν.
εὐσέβεια δὲ πᾶσαν διαλύει φιλονεικίαν.
καὶ ὥσπερ οἱ βουλόμενοι καταστέλλειν μά^χην καὶ θόρυ^βον, οὐχ ἑνὶ^ μέρει ἐπι^τι_μῶσι^ν, ἵ^να_ μὴ τὸ ἕτερον πλέον ἐξά^ψωσι^ν·
καὶ ὥσπερ οἱ βουλόμενοι καταστέλλειν μάχην καὶ θόρυβον, οὐχ ἑνὶ μέρει ἐπιτιμῶσιν, ἵνα μὴ τὸ ἕτερον πλέον ἐξάψωσιν·
ἀλλὰ^ καὶ τούτῳ ἐπι^τι_μῶσι^ κ ἀκείνῳ, ἵ^να_ δι^ὰ^ τῆς ἐπιτιμία_ς εὐπαράδεκτον ἕξωσι^ τὴν συμβουλίαν ἀ^περγαζομένην.
ἀλλὰ καὶ τούτῳ ἐπιτιμῶσι κ ἀκείνῳ, ἵνα διὰ τῆς ἐπιτιμίας εὐπαράδεκτον ἕξωσι τὴν συμβουλίαν ἀπεργαζομένην.
οὕτως ὁ θεῖος ἀ^πόστολος μέσον ἑαυτὸν πα^ρενθεὶς τῶν μαχομένων, καταστέλλει καὶ τὸν ἰουδαϊκὸν θρύλλον καὶ τὸν ἐξ ἐθνῶν.
οὕτως ὁ θεῖος ἀπόστολος μέσον ἑαυτὸν παρενθεὶς τῶν μαχομένων, καταστέλλει καὶ τὸν ἰουδαϊκὸν θρύλλον καὶ τὸν ἐξ ἐθνῶν.
κα^θά^πτεται δὲ πρῶτον τοῦ ἀ^ναιδεστέρου μέρους, λέγω δὴ τῶν ἰουδαίων.
καθάπτεται δὲ πρῶτον τοῦ ἀναιδεστέρου μέρους, λέγω δὴ τῶν ἰουδαίων.
πάντες γὰ^ρ κύ^νες ἀ^ναιδεῖς, οὐ δυ^νά^μενοι ὑ^λακτεῖν.
πάντες γὰρ κύνες ἀναιδεῖς, οὐ δυνάμενοι ὑλακτεῖν.
ἀναιδὲς τὸ γένος, οὐ δι^ὰ^ τὸ γένος λέγω, ἀλλὰ^ δι^ὰ^ τὸ ἦθος.
ἀναιδὲς τὸ γένος, οὐ διὰ τὸ γένος λέγω, ἀλλὰ διὰ τὸ ἦθος.
οὐ γὰ^ρ τὸ ἀγενές ἐστι^ν ἀ^ναιδές, ἀλλ' ὁ τρόπος ἀγενής.
οὐ γὰρ τὸ ἀγενές ἐστιν ἀναιδές, ἀλλ' ὁ τρόπος ἀγενής.
διαβάλλει τοίνυ^ν τὸ μέρος τοῦτο, μᾶλλον δὲ καθάπτεται τούτου πρώτου, τοῦ μέρους τοῦ ἀ^ναιδοῦς, ὁ τρά^χηλός σου σι^δηροῦς καὶ τὸ μέτωπόν σου χαλκοῦν.
διαβάλλει τοίνυν τὸ μέρος τοῦτο, μᾶλλον δὲ καθάπτεται τούτου πρώτου, τοῦ μέρους τοῦ ἀναιδοῦς, ὁ τράχηλός σου σιδηροῦς καὶ τὸ μέτωπόν σου χαλκοῦν.
οὕτως ἀ^ναίσχυντον ᾔδει.
οὕτως ἀναίσχυντον ᾔδει.
ὄψις πόρνης ἐγένετό σοι, ἰσραήλ·
ὄψις πόρνης ἐγένετό σοι, ἰσραήλ·
ἀπῃσχύντησας πρὸς πά^ντα^ς.
ἀπῃσχύντησας πρὸς πάντας.
καθάπτεται τοίνυ^ν ὁ θεῖος ἀ^πόστολος πρῶτον τοῦ ἀ^ναιδοῦς μέρους, λέγω δὴ τοῦ ἰουδαϊκοῦ μέρους·
καθάπτεται τοίνυν ὁ θεῖος ἀπόστολος πρῶτον τοῦ ἀναιδοῦς μέρους, λέγω δὴ τοῦ ἰουδαϊκοῦ μέρους·
καὶ ἐπειδὴ προσέφερον τὴν ἀρχαιότητα^ τῶν πα^τέρων ἀβραάμ, ἰσαάκ, ἰακώβ, δείκνυ_σι^ν αὐτοῖς ὅτι^ οὐ δεῖ σεμνύνεσθαι γένει, ἀλλὰ^ τρόπῳ.
καὶ ἐπειδὴ προσέφερον τὴν ἀρχαιότητα τῶν πατέρων ἀβραάμ, ἰσαάκ, ἰακώβ, δείκνυσιν αὐτοῖς ὅτι οὐ δεῖ σεμνύνεσθαι γένει, ἀλλὰ τρόπῳ.
ὅθεν ἀρχόμενος τούτου τοῦ λόγου ἔλεγεν·
ὅθεν ἀρχόμενος τούτου τοῦ λόγου ἔλεγεν·
οὐ πάντες οἱ ἐξ ἰσραὴλ οὗτοι ἰσραήλ.
οὐ πάντες οἱ ἐξ ἰσραὴλ οὗτοι ἰσραήλ.
ἐπειδὴ γένος προφέρεις, τὸν τρόπον οὐ δεικνύ^ων, οὐ πάντες οἱ ἐξ ἰσραὴλ οὗτοι ἰσραήλ.
ἐπειδὴ γένος προφέρεις, τὸν τρόπον οὐ δεικνύων, οὐ πάντες οἱ ἐξ ἰσραὴλ οὗτοι ἰσραήλ.
ταῦτα^ πρὸς τοὺς ἰουδαίους.
ταῦτα πρὸς τοὺς ἰουδαίους.
ἀλλ' οὐ δὲ ὅτι^ εἰσὶ^ σπέρμα^ ἀβραάμ, πάντες τέκνα^.
ἀλλ' οὐ δὲ ὅτι εἰσὶ σπέρμα ἀβραάμ, πάντες τέκνα.
ἐν ἰσαὰκ κληθήσεταί σοι σπέρμα^.
ἐν ἰσαὰκ κληθήσεταί σοι σπέρμα.
εἰ τὸ γένος ποιεῖ τὴν εὐσέβεια^ν, οὐδὲν ἐκώλυ_ε τὸν ἰσραὴλ προτιμᾶσθαι τοῦ ἰσαάκ.
εἰ τὸ γένος ποιεῖ τὴν εὐσέβειαν, οὐδὲν ἐκώλυε τὸν ἰσραὴλ προτιμᾶσθαι τοῦ ἰσαάκ.
υἱὸς γὰ^ρ ἦν τοῦ ἰσαάκ.
υἱὸς γὰρ ἦν τοῦ ἰσαάκ.
υἱὸς γὰ^ρ ἦν τοῦ ἀβραάμ, καὶ υἱὸς πρεσβύ^τερος.
υἱὸς γὰρ ἦν τοῦ ἀβραάμ, καὶ υἱὸς πρεσβύτερος.
οὐ πάντες οὖν οἱ ἐξ ἰσραὴλ οὗτοι ἰσραήλ, οὐ δὲ ὅτι^ εἰσὶ^ σπέρμα^ ἀβραάμ, πάντες τέκνα^ ἀβραάμ·
οὐ πάντες οὖν οἱ ἐξ ἰσραὴλ οὗτοι ἰσραήλ, οὐ δὲ ὅτι εἰσὶ σπέρμα ἀβραάμ, πάντες τέκνα ἀβραάμ·
ἀλλ' ἐν ἰσαὰκ κληθήσεταί σοι σπέρμα^.
ἀλλ' ἐν ἰσαὰκ κληθήσεταί σοι σπέρμα.