macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
οὐ τὰ^ τέκνα^ τῆς σαρκὸς λογίζεται εἰς πίστι^ν, ἀλλὰ^ τὰ^ τέκνα^ τῆς ἐπαγγελία_ς, ταῦτα^ τέκνα^ τοῦ θεοῦ. | οὐ τὰ τέκνα τῆς σαρκὸς λογίζεται εἰς πίστιν, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα τέκνα τοῦ θεοῦ. |
ἀλλ' ἐπειδὴ ἐνδέχεται ἰουδαῖον ἀντικροῦσαι πρὸς τὸ ῥῆμα^ καὶ εἰσαγαγεῖν ἑτέρα_ν ἀναισχυντίαν κα^τὰ^ τοῦ θείου κηρύγμα^τος καὶ εἰπεῖν ὅτι^ ἰσμαὴλ ἀπεδοκιμάσθη δι^ὰ^ τὸ ἐκ παιδίσκης εἶναι, ἰσαὰκ δὲ προετιμήθη δι^ὰ^ τὸ ἐξ ἐλευθέρα_ς φέρειν τὴν εὐγένεια^ν, ἀντεισά^γει δὲ ὕστερον ὁ ἰσμαὴλ εἰκόνα^ καί φησι^ν· | ἀλλ' ἐπειδὴ ἐνδέχεται ἰουδαῖον ἀντικροῦσαι πρὸς τὸ ῥῆμα καὶ εἰσαγαγεῖν ἑτέραν ἀναισχυντίαν κατὰ τοῦ θείου κηρύγματος καὶ εἰπεῖν ὅτι ἰσμαὴλ ἀπεδοκιμάσθη διὰ τὸ ἐκ παιδίσκης εἶναι, ἰσαὰκ δὲ προετιμήθη διὰ τὸ ἐξ ἐλευθέρας φέρειν τὴν εὐγένειαν, ἀντεισάγει δὲ ὕστερον ὁ ἰσμαὴλ εἰκόνα καί φησιν· |
οὐ μόνον ὁ ἰσαάκ, ἀλλὰ^ καὶ ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἕξουσα^ τοῦ πατρὸς ἡμῶν. | οὐ μόνον ὁ ἰσαάκ, ἀλλὰ καὶ ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἕξουσα τοῦ πατρὸς ἡμῶν. |
μήπω γὰ^ρ γεννηθέντων αὐτῶν ἢ πραξάντων τι^ ἀ^γα^θὸν ἢ κα^κόν, ἵ^να_ ἡ κατ' ἐκλογὴν πρόθεσι^ς τοῦ θεοῦ μένῃ, οὐκ ἐξ ἔργων, ἀλλ' ἐκ τοῦ καλοῦντος, ἐρρέθη αὐτῇ ὅτι^ ὁ μείζων δουλεύσει τῷ ἐλά^σσονι^. | μήπω γὰρ γεννηθέντων αὐτῶν ἢ πραξάντων τι ἀγαθὸν ἢ κακόν, ἵνα ἡ κατ' ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ, οὐκ ἐξ ἔργων, ἀλλ' ἐκ τοῦ καλοῦντος, ἐρρέθη αὐτῇ ὅτι ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. |
ἐπειδὴ ἐκεῖ τὴν ἀγένεια^ν τῆς σαρκὸς προσφέρεις εἰς φιλονεικίαν, δείκνυ_μί^ σοι ἐκ μιᾶ_ς ῥίζης δύ^ο κλά^δους ἀποσχισθέντας, δείκνυ_μί^ σοι τὸν ἀ^πι^στούμενον δεχθέντα^, τὸν δὲ πιστευόμενον ἄδεκτον. | ἐπειδὴ ἐκεῖ τὴν ἀγένειαν τῆς σαρκὸς προσφέρεις εἰς φιλονεικίαν, δείκνυμί σοι ἐκ μιᾶς ῥίζης δύο κλάδους ἀποσχισθέντας, δείκνυμί σοι τὸν ἀπιστούμενον δεχθέντα, τὸν δὲ πιστευόμενον ἄδεκτον. |
οὐ γὰ^ρ ὑβρίζει φύ^σι^ς, ὃν μὴ ὑβρίζει πρόθεσι^ς, ἵ^να_ μά^θῃς ὅτι^ ἐρρήθη ὅτι^ ὁ μείζων δουλεύσει τῷ ἐλά^σσονι^, κα^θὼς γέγραπται· | οὐ γὰρ ὑβρίζει φύσις, ὃν μὴ ὑβρίζει πρόθεσις, ἵνα μάθῃς ὅτι ἐρρήθη ὅτι ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι, καθὼς γέγραπται· |
τὸν ἰακὼβ ἠγάπησα^, τὸν δὲ ἠσαῦ ἐμίσησα^. | τὸν ἰακὼβ ἠγάπησα, τὸν δὲ ἠσαῦ ἐμίσησα. |
ταῦτα^ ἐκ θεία_ς φωνῆς προφέρει παῦλος. | ταῦτα ἐκ θείας φωνῆς προφέρει παῦλος. |
οὐκ ἀ^δελφὸς ἦν ἠσαῦ τῷ ἰακώβ; | οὐκ ἀδελφὸς ἦν ἠσαῦ τῷ ἰακώβ; |
τὸν γὰ^ρ ἰακὼβ ἠγάπησα^, τὸν δὲ ἠσαῦ ἐμίσησα^. | τὸν γὰρ ἰακὼβ ἠγάπησα, τὸν δὲ ἠσαῦ ἐμίσησα. |
ἐπειδὴ φύ^σι^ν προφέρεις, φησί^, τι^ ὤνησε τὸν ἠσαῦ ἡ φύ^σι^ς; | ἐπειδὴ φύσιν προφέρεις, φησί, τι ὤνησε τὸν ἠσαῦ ἡ φύσις; |
ἐπειδὴ ἡ τῶν πα^τέρων εὐγένεια^ σεμνύ^νει, τί^ πλέον ἀπηνέγκατο ἀ^πὸ τῆς εὐγενεία_ς τοῦ πατρὸς ὁ ἠσαῦ; | ἐπειδὴ ἡ τῶν πατέρων εὐγένεια σεμνύνει, τί πλέον ἀπηνέγκατο ἀπὸ τῆς εὐγενείας τοῦ πατρὸς ὁ ἠσαῦ; |
οὐκ ἔκγονος ἦν τοῦ ἀβραάμ; | οὐκ ἔκγονος ἦν τοῦ ἀβραάμ; |
οὐχὶ^ υἱὸς ἦν τοῦ ἰσαάκ; | οὐχὶ υἱὸς ἦν τοῦ ἰσαάκ; |
οὐκ ἐκ τῆς αὐτῆς μητρός; | οὐκ ἐκ τῆς αὐτῆς μητρός; |
οὐκ ἐκ τῆς αὐτῆς ἐλευθερί^α_ς; | οὐκ ἐκ τῆς αὐτῆς ἐλευθερίας; |
μὴ ὤνησεν αὐτὸν τὸ γένος, ἐπειδὴ ἐξέβα^λεν αὐτὸν τὸ ἦθος; | μὴ ὤνησεν αὐτὸν τὸ γένος, ἐπειδὴ ἐξέβαλεν αὐτὸν τὸ ἦθος; |
τί^ οὖν ἐροῦμεν; | τί οὖν ἐροῦμεν; |
μὴ ἀ^δι^κί^α_ πα^ρὰ^ τῷ θεῷ; | μὴ ἀδικία παρὰ τῷ θεῷ; |
μὴ γένοιτο. | μὴ γένοιτο. |
τῆς μὲν ἱ^στορί^α_ς ἥψα^το μέχρι^ τούτου· | τῆς μὲν ἱστορίας ἥψατο μέχρι τούτου· |
λοιπὸν δὲ πρὸς τὴν ἀνακύπτουσα^ν ἀντιλογίαν ὁπλίζεται. | λοιπὸν δὲ πρὸς τὴν ἀνακύπτουσαν ἀντιλογίαν ὁπλίζεται. |
ἐπειδὴ γὰ^ρ πολλοί, ἑτέρα_ς θεωρί^α_ς ἐξεταζομένης, τὰ^ παρεντιθέμενα^ λα^μβά^νουσι^ν εἰς διαβολήν, οὐκ ἀπέβλεψε μόνον ὁ ἀ^πόστολος εἰς τὴν φιλονεικίαν τῶν τότε μαχομένων, ἀλλὰ^ καὶ εἰς τὴν ἔριν τῶν μετὰ^ ταῦτα^ ἀνακυπτόντων, ἢ δι^ὰ^ μανιχαίους ἢ δι^ὰ^ αἱρετι^κοὺς ἢ δι' ἕλληνας μέλλοντα^ς ὁπλίζεσθαι κα^τὰ^ τῆς λέξεως τ... | ἐπειδὴ γὰρ πολλοί, ἑτέρας θεωρίας ἐξεταζομένης, τὰ παρεντιθέμενα λαμβάνουσιν εἰς διαβολήν, οὐκ ἀπέβλεψε μόνον ὁ ἀπόστολος εἰς τὴν φιλονεικίαν τῶν τότε μαχομένων, ἀλλὰ καὶ εἰς τὴν ἔριν τῶν μετὰ ταῦτα ἀνακυπτόντων, ἢ διὰ μανιχαίους ἢ διὰ αἱρετικοὺς ἢ δι' ἕλληνας μέλλοντας ὁπλίζεσθαι κατὰ τῆς λέξεως ταύτης. |
καὶ προλαβὼν κα^τα^σκευά^ζεται τὰ^ βέλη, ἵ^να_ σοι ἀποθῆται σκεύη εἰς τὴν ἀκμὴν τοῦ πολέμου. | καὶ προλαβὼν κατασκευάζεται τὰ βέλη, ἵνα σοι ἀποθῆται σκεύη εἰς τὴν ἀκμὴν τοῦ πολέμου. |
οὐ γὰ^ρ βλέπει ὁ θεὸς μόνον τὰ^ πα^ρόντα^, ἀλλὰ^ πολλῷ μᾶλλον προβλέπει τὰ^ μέλλοντα^. | οὐ γὰρ βλέπει ὁ θεὸς μόνον τὰ παρόντα, ἀλλὰ πολλῷ μᾶλλον προβλέπει τὰ μέλλοντα. |
δι^ὰ^ τοῦτο ὁ λόγος τοῦ θεοῦ κα^λεῖται βέλος καὶ μάχαιρα^. | διὰ τοῦτο ὁ λόγος τοῦ θεοῦ καλεῖται βέλος καὶ μάχαιρα. |
ἔθηκέ με ὡς μάχαιρα^ν ὀξεῖα^ν καὶ τῇ χειρὶ^ ἔκρυψεν· | ἔθηκέ με ὡς μάχαιραν ὀξεῖαν καὶ τῇ χειρὶ ἔκρυψεν· |
ἔθηκέ με ὡς βέλος ἐκλεκτόν· | ἔθηκέ με ὡς βέλος ἐκλεκτόν· |
ἐν τῇ φα^ρέτρᾳ αὐτοῦ ἐσκέπασέ με. | ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέ με. |
δι^ὰ^ τί^ μάχαιρα^ν καὶ βέλος; | διὰ τί μάχαιραν καὶ βέλος; |
ἡ μάχαιρα^ πρὸς τοὺς πλησί^ον ἑστῶτα^ς ὁπλίζεται, τὸ δὲ βέλος καὶ πρὸς τοὺς μα^κρὰ_ν ἑστῶτα^ς πέμπεται. | ἡ μάχαιρα πρὸς τοὺς πλησίον ἑστῶτας ὁπλίζεται, τὸ δὲ βέλος καὶ πρὸς τοὺς μακρὰν ἑστῶτας πέμπεται. |
ἐπεὶ οὖν ὁ τοῦ θεοῦ λόγος καὶ τὰ_ς τότε φιλονεικία_ς κα^θῄρει καὶ τὰ_ς μελλούσα_ς ἀνακύ^πτειν ἐρεσχελία_ς ἀνέκοπτε, καλεῖται μάχαιρα^ τοῖς πλησί^ον ἀγωνι^ζομένη καὶ βέλος κα^τὰ^ τῶν ἐνα^ντί^ων καὶ μα^κρὰ_ν ἑστώτων πεμπόμενον. | ἐπεὶ οὖν ὁ τοῦ θεοῦ λόγος καὶ τὰς τότε φιλονεικίας καθῄρει καὶ τὰς μελλούσας ἀνακύπτειν ἐρεσχελίας ἀνέκοπτε, καλεῖται μάχαιρα τοῖς πλησίον ἀγωνιζομένη καὶ βέλος κατὰ τῶν ἐναντίων καὶ μακρὰν ἑστώτων πεμπόμενον. |
ἀλλ' ἵ^να_ μὴ ἐκκόψωμεν τὴν ἀκολουθίαν τῆς ὑ^ποθέσεως, πρῶτον εἴπωμεν ἐκεῖνα^ καὶ ἐλευσόμεθα^ ἐπὶ^ ταῦτα^. | ἀλλ' ἵνα μὴ ἐκκόψωμεν τὴν ἀκολουθίαν τῆς ὑποθέσεως, πρῶτον εἴπωμεν ἐκεῖνα καὶ ἐλευσόμεθα ἐπὶ ταῦτα. |
ὅτε κατέστειλεν ἰουδαίους μὴ μέγα^ φρονεῖν ἐπὶ^ τῷ γένει, ἅπτεται εὐθὺ^ς καὶ τῶν ἀ^πὸ ἑλλήνων ἐλθόντων καὶ λέγει αὐτοῖς· | ὅτε κατέστειλεν ἰουδαίους μὴ μέγα φρονεῖν ἐπὶ τῷ γένει, ἅπτεται εὐθὺς καὶ τῶν ἀπὸ ἑλλήνων ἐλθόντων καὶ λέγει αὐτοῖς· |
μὴ κατακαυχῶ τῆς ῥίζης. | μὴ κατακαυχῶ τῆς ῥίζης. |
σὺ^ γὰ^ρ ἀ^γρι^έλαιος ὢν ἐξεκόπης ἐκ τῆς κα^τὰ^ φύ^σι^ν ἀγριελαία_ς καὶ ἐνεκεντρίσθης εἰς καλλι^έλαιον. | σὺ γὰρ ἀγριέλαιος ὢν ἐξεκόπης ἐκ τῆς κατὰ φύσιν ἀγριελαίας καὶ ἐνεκεντρίσθης εἰς καλλιέλαιον. |
ὁ γὰ^ρ τὴν ἐπιστολὴν μετ' ἀκρι_βεία_ς ἀναγινώσκων, εὑρίσκει πολλὴν τὴν λύσιν. | ὁ γὰρ τὴν ἐπιστολὴν μετ' ἀκριβείας ἀναγινώσκων, εὑρίσκει πολλὴν τὴν λύσιν. |
ἡμεῖς δὲ ἐπὶ^ τὰ^ σύντομα^ χωρήσωμεν. | ἡμεῖς δὲ ἐπὶ τὰ σύντομα χωρήσωμεν. |
καλεῖ τὸ ἰσραηλιτικὸν γένος καλλι^έλαιον, τοὺς δὲ τῶν ἐθνῶν ἐκκοπέντας ἐκ τῆς ἀ^γρι^ελαίου καὶ ἐγκεντρισθέντας εἰς καλλι^έλαιον ἀναστέλλει. | καλεῖ τὸ ἰσραηλιτικὸν γένος καλλιέλαιον, τοὺς δὲ τῶν ἐθνῶν ἐκκοπέντας ἐκ τῆς ἀγριελαίου καὶ ἐγκεντρισθέντας εἰς καλλιέλαιον ἀναστέλλει. |
καλεῖ τὸ γένος τοῦ ἀβραὰμ καλλι^έλαιον καὶ τοὺς ἀ^πὸ ἐθνῶν ἐλθόντα^ς καὶ τῆς γλυκύτητος γευσαμένους τοῦ ἀβραὰμ καὶ τῶν προφητῶν ἀναστέλλει μὴ ὑψηλὰ^ φρονεῖν. | καλεῖ τὸ γένος τοῦ ἀβραὰμ καλλιέλαιον καὶ τοὺς ἀπὸ ἐθνῶν ἐλθόντας καὶ τῆς γλυκύτητος γευσαμένους τοῦ ἀβραὰμ καὶ τῶν προφητῶν ἀναστέλλει μὴ ὑψηλὰ φρονεῖν. |
μὴ γὰ^ρ ὁ ἰσραήλ φησι^ν ἐν σοὶ ἐνεκεντρίσθη; | μὴ γὰρ ὁ ἰσραήλ φησιν ἐν σοὶ ἐνεκεντρίσθη; |
μὴ σὺ^ ἐδέξω τὸν ἰσραήλ; | μὴ σὺ ἐδέξω τὸν ἰσραήλ; |
οὐκ αὐτός σε ἐδέξα^το; | οὐκ αὐτός σε ἐδέξατο; |
οἱ δὲ ἀ^πόστολοι μὴ ἐκ σοῦ; | οἱ δὲ ἀπόστολοι μὴ ἐκ σοῦ; |
ἐκ τῶν ἰουδαίων ὁ σωτήρ, μὴ ἀπ' ἐθνῶν. | ἐκ τῶν ἰουδαίων ὁ σωτήρ, μὴ ἀπ' ἐθνῶν. |
ἀ^πὸ τῶν ἰουδαίων. | ἀπὸ τῶν ἰουδαίων. |
δι^ὰ^ τί^ οὖν ἀγνοεῖς τὴν ῥίζαν τῶν ἀ^γα^θῶν καὶ σεμνύνῃ; | διὰ τί οὖν ἀγνοεῖς τὴν ῥίζαν τῶν ἀγαθῶν καὶ σεμνύνῃ; |
οὐκ οἶδα^ς ὅτι^ ἐγριέλαιος ὢν ἐνεκεντρίσθης εἰς καλλιέλαιον; | οὐκ οἶδας ὅτι ἐγριέλαιος ὢν ἐνεκεντρίσθης εἰς καλλιέλαιον; |
ἀλλ' ἐρεῖς μοι πάντως· | ἀλλ' ἐρεῖς μοι πάντως· |
ἀναλαμβάνεις πά^λι^ν τὴν μά^χην τοῦ ἀνθισταμένου, ὅτι^ οὗτοι τῇ ἀ^πι^στί^ᾳ ἐξεκλάσθηα^ν· | ἀναλαμβάνεις πάλιν τὴν μάχην τοῦ ἀνθισταμένου, ὅτι οὗτοι τῇ ἀπιστίᾳ ἐξεκλάσθηαν· |
ἐγὼ δὲ τῇ πίστει ἐνεκεντρίσθην. | ἐγὼ δὲ τῇ πίστει ἐνεκεντρίσθην. |
κα^λῶς. | καλῶς. |
μὴ ὑψηλὰ^ φρόνει, ἀλλὰ^ φοβοῦ. | μὴ ὑψηλὰ φρόνει, ἀλλὰ φοβοῦ. |
εἰ γὰ^ρ ὁ θεὸς τῶν κα^τὰ^ φύ^σι^ν κλά^δων οὐκ ἐφείσα^το, μήπως οὐ δὲ σοῦ φείσηται. | εἰ γὰρ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, μήπως οὐ δὲ σοῦ φείσηται. |
βλέπε ἀποστολι^κὴν φωνήν· | βλέπε ἀποστολικὴν φωνήν· |
βλέπε ἀποστολι^κὴν νευράν· | βλέπε ἀποστολικὴν νευράν· |
βλέπε πῶς ἐκκόπτει πρόρριζον τὴν φιλονεικίαν, κ ἀκείνους ἐπιστομίζων καὶ τούτους δυσωπῶν. | βλέπε πῶς ἐκκόπτει πρόρριζον τὴν φιλονεικίαν, κ ἀκείνους ἐπιστομίζων καὶ τούτους δυσωπῶν. |
μὴ ἐπαίρου. | μὴ ἐπαίρου. |
εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ^ τὴν ῥίζαν βαστάζεις, ἀλλ' ἡ ῥί^ζα_ σέ. | εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ' ἡ ῥίζα σέ. |
ἐπειδὴ οἱ ἐξ ἐθνῶν κατεκαυχῶντο τοῦ ἰσραήλ, ὡς ἐκείνων μὲν δι^ὰ^ τὴν εἰς χριστὸν θεομαχίαν ἐκκοπέντων, αὐτῶν δὲ δι^ὰ^ τὴν γνῶσι^ν ἀνακληθέντων, λέγει πρὸς αὐτοὺς τοσοῦτον θρασυνομένους· | ἐπειδὴ οἱ ἐξ ἐθνῶν κατεκαυχῶντο τοῦ ἰσραήλ, ὡς ἐκείνων μὲν διὰ τὴν εἰς χριστὸν θεομαχίαν ἐκκοπέντων, αὐτῶν δὲ διὰ τὴν γνῶσιν ἀνακληθέντων, λέγει πρὸς αὐτοὺς τοσοῦτον θρασυνομένους· |
οὐ σὺ^ τὴν ῥίζαν βαστάζεις, ἀλλ' ἡ ῥί^ζα_ σέ. | οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ' ἡ ῥίζα σέ. |
ἀλλ' ἐρεῖς ἐξεκλάσθησα^ν, ἵ^να_ ἐγὼ ἐγκεντρισθῶ. | ἀλλ' ἐρεῖς ἐξεκλάσθησαν, ἵνα ἐγὼ ἐγκεντρισθῶ. |
εὐγνωμοσύνῃ συ^ντί^θεμαί σου τῇ φωνῇ· | εὐγνωμοσύνῃ συντίθεμαί σου τῇ φωνῇ· |
δέχομαί σου τὴν εὐγνώμονα^ ἀπόκρισι^ν. | δέχομαί σου τὴν εὐγνώμονα ἀπόκρισιν. |
καλῶς. | καλῶς. |
ἀλλὰ^ μὴ ὑψηλὰ^ φρόνει, ἀλλὰ^ φοβοῦ. | ἀλλὰ μὴ ὑψηλὰ φρόνει, ἀλλὰ φοβοῦ. |
εἰ γὰ^ρ ὁ θεὸς τῶν κα^τὰ^ φύ^σι^ν κλά^δων οὐκ ἐφείσα^το, μήπως οὐ δὲ σοῦ φείσηται. | εἰ γὰρ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, μήπως οὐ δὲ σοῦ φείσηται. |
τὸν ἐκ φύ^σεως ἔχοντα^ τὴν εὐγένεια^ν δι' ἀ^πιστίαν ἐξέβα^λε, σὲ ἀλαζονευόμενον ἐκβα^λεῖ δι^ὰ^ τὴν αὐτὴν ἀγνωμοσύνην. | τὸν ἐκ φύσεως ἔχοντα τὴν εὐγένειαν δι' ἀπιστίαν ἐξέβαλε, σὲ ἀλαζονευόμενον ἐκβαλεῖ διὰ τὴν αὐτὴν ἀγνωμοσύνην. |
καὶ ὅρα πῶς τὴν φιλονεικίαν ἐκβάλλει δι^ὰ^ τοῦ φόβου. | καὶ ὅρα πῶς τὴν φιλονεικίαν ἐκβάλλει διὰ τοῦ φόβου. |
ἴδε οὖν χρηστότητα^ καὶ ἀποτομίαν θεοῦ. | ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν θεοῦ. |
ἐπὶ^ μὲν τοὺς πεσόντα^ς ἀποτομίαν· | ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομίαν· |
ἐπὶ^ δὲ σὲ χρηστότητα^, ἐὰ^ν ἐμμένῃς τῇ χρηστότητι^. | ἐπὶ δὲ σὲ χρηστότητα, ἐὰν ἐμμένῃς τῇ χρηστότητι. |
ἐπεὶ καὶ σὺ^ ἐκκοπήσῃ. | ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. |
βλέπε πῶς τῷ φόβῳ τὴν φιλονεικίαν ἐκκόπτει καὶ κα^θί^στησι^ν αὐτὸν τὸν πιστόν, οὐκ εἰς τὸ φιλονικεῖν, ἀλλ' εἰς τὸ ἀγωνιᾶν. | βλέπε πῶς τῷ φόβῳ τὴν φιλονεικίαν ἐκκόπτει καὶ καθίστησιν αὐτὸν τὸν πιστόν, οὐκ εἰς τὸ φιλονικεῖν, ἀλλ' εἰς τὸ ἀγωνιᾶν. |
τί^ περι^εργάζῃ ἀ^λλότρι^ον γένος; | τί περιεργάζῃ ἀλλότριον γένος; |
ὑ^πὲρ τῆς σῆς ζωῆς ἀγώνι^σαι· | ὑπὲρ τῆς σῆς ζωῆς ἀγώνισαι· |
σπούδα^σον πῶς ἀ^ρέσεις τῷ εὐεργέτῃ· | σπούδασον πῶς ἀρέσεις τῷ εὐεργέτῃ· |
μὴ ψεύσῃ τὴν εὐγένεια^ν δι^ὰ^ τῶν τρόπων. | μὴ ψεύσῃ τὴν εὐγένειαν διὰ τῶν τρόπων. |
εἶτα λέγει αὐτοῖς τοῖς ἀ^πὸ ἐθνῶν· | εἶτα λέγει αὐτοῖς τοῖς ἀπὸ ἐθνῶν· |
παῦλος ἡμῖν ἀπεστά^λη· | παῦλος ἡμῖν ἀπεστάλη· |
οὐχ ὑ_μῖν τοῖς ἰουδαίοις, ἀλλὰ^ κήρυξ τοῖς ἔθνεσι^. | οὐχ ὑμῖν τοῖς ἰουδαίοις, ἀλλὰ κήρυξ τοῖς ἔθνεσι. |
πρὸς ταύτην τὴν φωνὴν πά^λι^ν ἡσαΐας ἁρμόζει φάρμα^κον σωτήριον εὐσεβεία_ς· | πρὸς ταύτην τὴν φωνὴν πάλιν ἡσαΐας ἁρμόζει φάρμακον σωτήριον εὐσεβείας· |
μὴ ἐπ' ἐμοὶ σεμνύ νεσθε; | μὴ ἐπ' ἐμοὶ σεμνύ νεσθε; |
ναί. | ναί. |
ὑμῶν δι^δά^σκα^λος καὶ οὐχὶ ἰουδαίων. | ὑμῶν διδάσκαλος καὶ οὐχὶ ἰουδαίων. |
ἀλλὰ^ μά^θε τὸ ἀ^κρι_βές. | ἀλλὰ μάθε τὸ ἀκριβές. |
οὐ θέλω γὰ^ρ ὑ_μᾶς ἀγνοεῖν, ἀ^δελφοὶ, ὅτι^ ἐφ' ὅσον εἰμὶ^ ἐθνῶν ἀ^πόστολος, τὴν διακονίαν μου δοξάσω. | οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι ἐφ' ὅσον εἰμὶ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάσω. |
τί^ ἐστι^ δοξάσω; | τί ἐστι δοξάσω; |
συνιστῶ μου τὴν διακονίαν συ^νιστῶν τὰ^ ἔθνη. | συνιστῶ μου τὴν διακονίαν συνιστῶν τὰ ἔθνη. |
δι^ὰ^ τί^ συ^νιστῶν; | διὰ τί συνιστῶν; |
εἰ πῶς παραζηλώσω μου τὴν σάρκα^ καὶ σώσω τι^νὰ^ς ἐξ αὐτῶν. | εἰ πῶς παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν. |
ὑ_μᾶς θαυμάζω, ἵ^να_ ἐκείνους εἰς ζῆλον ἐνέγκω. | ὑμᾶς θαυμάζω, ἵνα ἐκείνους εἰς ζῆλον ἐνέγκω. |
καὶ τοιούτοις χρησά^μενος ῥήμα^σι^ν ὁ παῦλος καταστέλλει κατακαιομένην τὴν φιλονεικίαν καὶ εἰσά^γει λάμπουσα^ν τὴν ἀ^λήθεια^ν. | καὶ τοιούτοις χρησάμενος ῥήμασιν ὁ παῦλος καταστέλλει κατακαιομένην τὴν φιλονεικίαν καὶ εἰσάγει λάμπουσαν τὴν ἀλήθειαν. |
ἐκκόπτει τὰ^ τῆς φιλονεικία_ς καὶ εἰσά^γει τὰ^ τῆς ὁμονοία_ς. | ἐκκόπτει τὰ τῆς φιλονεικίας καὶ εἰσάγει τὰ τῆς ὁμονοίας. |
εἰς δὲ τὸ προκείμενον ἔλθωμεν. | εἰς δὲ τὸ προκείμενον ἔλθωμεν. |
τί^ ἐροῦμεν; | τί ἐροῦμεν; |
μὴ ἀ^δι^κί^α_ πα^ρὰ^ τῷ θεῷ; | μὴ ἀδικία παρὰ τῷ θεῷ; |
μὴ γένοιτο. | μὴ γένοιτο. |
τῷ γὰ^ρ μωϋσῇ λέγει ἐλεήσω ὃν ἂ_ν θέλω καὶ οἰκτειρήσω ὃν ἂ_ν οἰκτείρω. | τῷ γὰρ μωϋσῇ λέγει ἐλεήσω ὃν ἂν θέλω καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. |
τὴν φωνὴν ταύτην παῦλος οὐκ ἐξ οἰκείου προσώπου ποιεῖται. | τὴν φωνὴν ταύτην παῦλος οὐκ ἐξ οἰκείου προσώπου ποιεῖται. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.