macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἀκολουθία γά^ρ ἐστι^ τῆς ἀντιθέσεως. | ἀκολουθία γάρ ἐστι τῆς ἀντιθέσεως. |
σωματοποιεῖ τοίνυ^ν ἀντίθεσι^ν παῦλος ἐκ προσώπου τῶν μαχομένων. | σωματοποιεῖ τοίνυν ἀντίθεσιν παῦλος ἐκ προσώπου τῶν μαχομένων. |
τί^ ἐροῦμεν; | τί ἐροῦμεν; |
μὴ ἀ^δι^κί^α_ πα^ρὰ^ τῷ θεῷ μὴ γένοιτο. | μὴ ἀδικία παρὰ τῷ θεῷ μὴ γένοιτο. |
λέγοντι^ ἐλεήσω ὃν ἂ_ν θέλω καὶ οἰκτειρήσω ὃν ἂ_ν οἰκτείρω; | λέγοντι ἐλεήσω ὃν ἂν θέλω καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω; |
ἡ ἀντίθεσι^ς οὐ πᾶσα^ν ἀκολουθίαν ἔλα^βε. | ἡ ἀντίθεσις οὐ πᾶσαν ἀκολουθίαν ἔλαβε. |
τὸ δὲ μὴ γένοιτο παρένθεσί^ς ἐστι^. | τὸ δὲ μὴ γένοιτο παρένθεσίς ἐστι. |
πρὶ^ν γὰ^ρ λύ_σῃ τὴν φιλονεικίαν, εὐθέως ἀνέστειλε τὴν βλασφημίαν. | πρὶν γὰρ λύσῃ τὴν φιλονεικίαν, εὐθέως ἀνέστειλε τὴν βλασφημίαν. |
ἵ^να_ μή τι^ς, ἐν ὅσῳ ἐξετάσῃ τὸ ὄνομα^, προλαβὼν καταψηφίσηται τοῦ θεοῦ, πα^ρεντίθησι^ν ὡς σοφὸς ἱατρὸς μέσον τὸ μὴ γένοιτο, ἵ^να_ τῇ ἀ^παγορεύσει τοῦ δυσφήμου στήσῃ βλασφημουμένην τὴν ἀ^λήθεια^ν. | ἵνα μή τις, ἐν ὅσῳ ἐξετάσῃ τὸ ὄνομα, προλαβὼν καταψηφίσηται τοῦ θεοῦ, παρεντίθησιν ὡς σοφὸς ἱατρὸς μέσον τὸ μὴ γένοιτο, ἵνα τῇ ἀπαγορεύσει τοῦ δυσφήμου στήσῃ βλασφημουμένην τὴν ἀλήθειαν. |
ὁ ἀ^νθι^στά^μενος τοῦτό φησι^· | ὁ ἀνθιστάμενος τοῦτό φησι· |
περὶ^ τοῦ ἰακὼβ εἶπε· | περὶ τοῦ ἰακὼβ εἶπε· |
τὸν ἰακὼβ ἠγάπησα^· | τὸν ἰακὼβ ἠγάπησα· |
τὸν δὲ ἠσαῦ ἐμίσησα^· | τὸν δὲ ἠσαῦ ἐμίσησα· |
καὶ πρὸς μωϋσῆν εἶπεν ἐλεήσω ὃν ἂ_ν θέλω καὶ οἰκτειρήσω ὃν ἂ_ν οἰκτείρω. | καὶ πρὸς μωϋσῆν εἶπεν ἐλεήσω ὃν ἂν θέλω καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. |
εἰ ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύ^νει, τί^ ἔτι^ μέμφεται; | εἰ ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει, τί ἔτι μέμφεται; |
εἰ γὰ^ρ αὐτὸς τοῦτο ἐργάζεται καὶ αὐτὸς τοῦτο κα^τα^σκευά^ζει, δι^ὰ^ τί^ παρ' ἐμοῦ λόγον ἀ^παιτεῖ, ὧν αὐτὸς ἐργάζεται; | εἰ γὰρ αὐτὸς τοῦτο ἐργάζεται καὶ αὐτὸς τοῦτο κατασκευάζει, διὰ τί παρ' ἐμοῦ λόγον ἀπαιτεῖ, ὧν αὐτὸς ἐργάζεται; |
ταύτην ἔχει τὴν δύ^να^μι^ν πᾶσα^ ἡ ἀντι^λογία_. | ταύτην ἔχει τὴν δύναμιν πᾶσα ἡ ἀντιλογία. |
τῷ γὰ^ρ μωϋσῇ λέγει· | τῷ γὰρ μωϋσῇ λέγει· |
ἐλεήσω ὃν ἂ_ν ἐλεῶ καὶ οἰκτειρήσω ὃν ἂ_ν οἰκτείρω. | ἐλεήσω ὃν ἂν ἐλεῶ καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. |
ἄρα οὖν ὡς ἑτέρου τοῦ ἀνθισταμένου, ὡς ἀ^πὸ συλλογισμοῦ συ^νάγοντα^ ἐπήγαγε· | ἄρα οὖν ὡς ἑτέρου τοῦ ἀνθισταμένου, ὡς ἀπὸ συλλογισμοῦ συνάγοντα ἐπήγαγε· |
τὸν ἰακὼβ ἠγάπησα^· | τὸν ἰακὼβ ἠγάπησα· |
τὸν δὲ ἠσαῦ ἐμίσησα^. | τὸν δὲ ἠσαῦ ἐμίσησα. |
ἐπήγαγε δὲ καὶ ἄλλην φωνήν· | ἐπήγαγε δὲ καὶ ἄλλην φωνήν· |
ὃν θέλει ἐλεεῖ· | ὃν θέλει ἐλεεῖ· |
ὃν δὲ θέλει σκληρύ^νει. | ὃν δὲ θέλει σκληρύνει. |
ὡς οὖν συ^να^γα^γὼν τὸν συλλογιζόμενον ταῦτα λέγει ὁ ἀντι^θέμενος· | ὡς οὖν συναγαγὼν τὸν συλλογιζόμενον ταῦτα λέγει ὁ ἀντιθέμενος· |
ἄρα οὖν οὐ τοῦ θέλοντος, οὐ δὲ τοῦ τρέχοντος, ἀλλὰ^ τοῦ ἐλεοῦντος θεοῦ. | ἄρα οὖν οὐ τοῦ θέλοντος, οὐ δὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. |
εἰ οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύ^νει· | εἰ οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει· |
εἰ ὃν θέλει ἀγαπᾷ, ὃν δὲ θέλει μι_σεῖ, ἐμοὶ τί^ ἐγκαλεῖς; | εἰ ὃν θέλει ἀγαπᾷ, ὃν δὲ θέλει μισεῖ, ἐμοὶ τί ἐγκαλεῖς; |
εἰκῆ λοιπὸν φέρω τὴν εὐσέβεια^ν· | εἰκῆ λοιπὸν φέρω τὴν εὐσέβειαν· |
εἰκῆ τρέχω πρὸς τὴν ἀ^λήθεια^ν. | εἰκῆ τρέχω πρὸς τὴν ἀλήθειαν. |
οὐ γὰ^ρ τοῦ τρέχοντος, οὐ δὲ τοῦ θέλοντος, ἀλλὰ^ τοῦ ἐλεοῦντος θεοῦ. | οὐ γὰρ τοῦ τρέχοντος, οὐ δὲ τοῦ θέλοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. |
ταῦτα πά^ντα^ ἐκ προσώπου τοῦ ἀντιλέγοντος. | ταῦτα πάντα ἐκ προσώπου τοῦ ἀντιλέγοντος. |
καὶ οὐκ ὀκνεῖ λοιπὸν ὁ ἀ^πόστολος ἰσχυ_ρῶς αὐτῷ ἀντιστῆναι, οὐ κυ_ρῶσαι βουλόμενος τὴν ἀντιλογίαν, ἀλλὰ^ λῦσαι πᾶσα^ν τῶν ἐθνῶν τὴν ὑπόνοια^ν. | καὶ οὐκ ὀκνεῖ λοιπὸν ὁ ἀπόστολος ἰσχυρῶς αὐτῷ ἀντιστῆναι, οὐ κυρῶσαι βουλόμενος τὴν ἀντιλογίαν, ἀλλὰ λῦσαι πᾶσαν τῶν ἐθνῶν τὴν ὑπόνοιαν. |
ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύ^νει. | ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. |
ἐρεῖ οὖν μοι· | ἐρεῖ οὖν μοι· |
τί^ ἔτι^ μέμφεται; | τί ἔτι μέμφεται; |
τῷ γὰ^ρ βουλήμα^τι^ αὐτοῦ τί^ς ἀνθέστηκεν; | τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; |
ἀρχὴν λοιπὸν τῆς ἀ^παντήσεως ποιεῖται ὁ παῦλος λέγων· | ἀρχὴν λοιπὸν τῆς ἀπαντήσεως ποιεῖται ὁ παῦλος λέγων· |
μενοῦνγε, ὦ ἄνθρωπε, σὺ^ τί^ς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; | μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; |
ἐνταῦθα^ οὐκ ἔστι^ λύ^σι^ς τῆς ἀντι^λογία_ς, ἀλλὰ^ πρῶτον ἀγα^νάκτησι^ς κα^τὰ^ τῶν τολμώντων συζητεῖν τῷ θεῷ. | ἐνταῦθα οὐκ ἔστι λύσις τῆς ἀντιλογίας, ἀλλὰ πρῶτον ἀγανάκτησις κατὰ τῶν τολμώντων συζητεῖν τῷ θεῷ. |
τὸ γὰ^ρ ἐπιστομίσαι τὸν ἀντιλέγοντα^, οὐκ ἦν λύ_οντος τὸ ζήτημα^, ἀλλ' αὐξάνοντος τὴν ἀ^πορί^α_ν. | τὸ γὰρ ἐπιστομίσαι τὸν ἀντιλέγοντα, οὐκ ἦν λύοντος τὸ ζήτημα, ἀλλ' αὐξάνοντος τὴν ἀπορίαν. |
εἰ ἐπετίμησά^ς μοι τὰ^ δί^καια^ λέγοντι^, σι^ωπῶ καὶ φέρω τὴν αὐθεντίαν. | εἰ ἐπετίμησάς μοι τὰ δίκαια λέγοντι, σιωπῶ καὶ φέρω τὴν αὐθεντίαν. |
δι^ὰ^ τί^ οὖν ἐγκαλεῖς καὶ οὐ πείθῃ; | διὰ τί οὖν ἐγκαλεῖς καὶ οὐ πείθῃ; |
ἀλλὰ^ πρῶτον ἐπιστομίζει τὸ θρά^σος τῆς ἀ^νθρωπί^νης προπετεία_ς καὶ τῆς τολμώσης καὶ ὅλως σπουδαζούσης λόγον πα^τέρα^ θεοῦ λα^μβά^νειν τῶν γιγνομένων· | ἀλλὰ πρῶτον ἐπιστομίζει τὸ θράσος τῆς ἀνθρωπίνης προπετείας καὶ τῆς τολμώσης καὶ ὅλως σπουδαζούσης λόγον πατέρα θεοῦ λαμβάνειν τῶν γιγνομένων· |
μενοῦνγε, ὦ ἄνθρωπε, σὺ^ τί^ς εἶ ὁ ἀνταποκρινστω θεῷ; | μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινστω θεῷ; |
καὶ λα^μβά^νων ὑπόδειγμα^ κοινόν δεῖ γὰ^ρ καὶ ἀ^πὸ τῆς κοινῆς συ^νηθεία_ς ἱστᾶν τὰ^ νοήμα^τα^. | καὶ λαμβάνων ὑπόδειγμα κοινόν δεῖ γὰρ καὶ ἀπὸ τῆς κοινῆς συνηθείας ἱστᾶν τὰ νοήματα. |
, ὡς εἴ τι^ς ἐθεά_σα^το δεσπότην τι^νὰ^ τὸν ἑαυτοῦ οἰκέτην τύπτονα^, πα^ρελθὼν εἰς μέσον ἔλεγε· | , ὡς εἴ τις ἐθεάσατο δεσπότην τινὰ τὸν ἑαυτοῦ οἰκέτην τύπτονα, παρελθὼν εἰς μέσον ἔλεγε· |
δι^ὰ^ τί^ τύπτεις; | διὰ τί τύπτεις; |
ὁ δὲ τὴν δεσποτι^κὴν αὐθεντίαν προτείνας ἔλεγε· | ὁ δὲ τὴν δεσποτικὴν αὐθεντίαν προτείνας ἔλεγε· |
καὶ τί^ πρὸς σέ; | καὶ τί πρὸς σέ; |
οὐκ ἐξουσί^α_ν ἔχω τοῦ ἐμοῦ οἰκέτου; | οὐκ ἐξουσίαν ἔχω τοῦ ἐμοῦ οἰκέτου; |
οὐκ ἔστι^ν ἐμός; | οὐκ ἔστιν ἐμός; |
οὐ τῇ ἐμῇ ἐξουσί^ᾳ ὑ^πόκειται; | οὐ τῇ ἐμῇ ἐξουσίᾳ ὑπόκειται; |
ταῦτα μηνύοντός ἐστι^ τὴν αὐθεντίαν, οὐ δεικνύοντος τὴν ἀκολουθίαν. | ταῦτα μηνύοντός ἐστι τὴν αὐθεντίαν, οὐ δεικνύοντος τὴν ἀκολουθίαν. |
καὶ πρὸς μὲν τὸν ἀ^νθι^στά^μενον εὐθέως ὁ ἀγανακτῶν λέγει· | καὶ πρὸς μὲν τὸν ἀνθιστάμενον εὐθέως ὁ ἀγανακτῶν λέγει· |
τί^ πρὸς σέ; | τί πρὸς σέ; |
ὅτα^ν μέντοι πέψῃ τὸν θυ_μόν καὶ καταστείλῃ τὴν ἑαυτοῦ ἀγανάκτησι^ν, εἰς ἡμερότητα^ ἐλθών, λοιπὸν ἀπολογεῖται πρὸς τὸν ἐγκαλοῦντα^· | ὅταν μέντοι πέψῃ τὸν θυμόν καὶ καταστείλῃ τὴν ἑαυτοῦ ἀγανάκτησιν, εἰς ἡμερότητα ἐλθών, λοιπὸν ἀπολογεῖται πρὸς τὸν ἐγκαλοῦντα· |
ἵ^να_ δέ μου μὴ καταγνῷς, ἄνθρωπε, ὅτι^ ἀκαίρως ἐτύ^πτησα^, μά^θε τὰ^ τετολμημένα^· | ἵνα δέ μου μὴ καταγνῷς, ἄνθρωπε, ὅτι ἀκαίρως ἐτύπτησα, μάθε τὰ τετολμημένα· |
τοῦτο καὶ ἀ^πόστολος ποιεῖ. | τοῦτο καὶ ἀπόστολος ποιεῖ. |
ἀπαιτούμενος γὰ^ρ λόγον πα^ρὰ^ τῶν ἀντιλεγόντων ἐπεὶ ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύ^νει, τί^ οὖν ἔτι^ μέμφεται; | ἀπαιτούμενος γὰρ λόγον παρὰ τῶν ἀντιλεγόντων ἐπεὶ ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει, τί οὖν ἔτι μέμφεται; |
τῷ γὰ^ρ βουλήμα^τι^ αὐτοῦ τί^ς ἀνθέστηκεν; | τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; |
ἐπειδὴ εἶδεν ἀφωσιωμένην τὴν φωνὴν λεγει· | ἐπειδὴ εἶδεν ἀφωσιωμένην τὴν φωνὴν λεγει· |
μενοῦνγε, ὦ ἄνθρωπε, σὺ^ τί^ς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; | μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; |
ὁ πηλὸς νομοθετεῖ τῷ πλάστῃ; | ὁ πηλὸς νομοθετεῖ τῷ πλάστῃ; |
τὸ ποίημα^ περι^εργάζεται τὸν ποιήσα^ντα^; | τὸ ποίημα περιεργάζεται τὸν ποιήσαντα; |
ὁ δοῦλος ἀ^παιτεῖ λόγον πα^ρὰ^ τοῦ δεσπότου; | ὁ δοῦλος ἀπαιτεῖ λόγον παρὰ τοῦ δεσπότου; |
οὐδ' ἐκ τῶν κοινῶν πρα_γμά^των δι^δά^σκῃ ὅτι^ καὶ περὶ^ ἐλευθερί^α_ς ἀγωνι^ζόμενος οἰκέτης, ἐπειδὰ^ν εἰς δουλείαν ἕλκηται, οὐ τολμᾷ οἰκεῖον στῆσαι πρόσωπον, ἀλλ' ἕτερον λα^μβά^νει τὸν συ^ναγωνιζόμενον, ἵ^να_ μὴ ἐξ ἐνα^ντί^α_ς πρόσωπον δούλου ἀντιστήσῃ τῇ δεσποτι^κῇ ὄψει; | οὐδ' ἐκ τῶν κοινῶν πραγμάτων διδάσκῃ ὅτι καὶ περὶ ἐλευθερίας ἀγωνιζόμενος οἰκέτης, ἐπειδὰν εἰς δουλείαν ἕλκηται, οὐ τολμᾷ οἰκεῖον στῆσαι πρόσωπον, ἀλλ' ἕτερον λαμβάνει τὸν συναγωνιζόμενον, ἵνα μὴ ἐξ ἐναντίας πρόσωπον δούλου ἀντιστήσῃ τῇ δεσποτικῇ ὄψει; |
καὶ σὺ^ ἄνθρωπος ὢν θνητός, πρὸς τὴν ἀ_θά^να^τον ὄψι^ν σεαυτὸν ἐξεικάζεις; | καὶ σὺ ἄνθρωπος ὢν θνητός, πρὸς τὴν ἀθάνατον ὄψιν σεαυτὸν ἐξεικάζεις; |
τί^ς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; | τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; |
ὁ πρόσκαιρος πολυπραγμονεῖς τὸν αἰώνι^ον; | ὁ πρόσκαιρος πολυπραγμονεῖς τὸν αἰώνιον; |
ὁ θνητὸς τὸν ἀ_θά^να^τον; | ὁ θνητὸς τὸν ἀθάνατον; |
ὁ εἰς τά^φον λυ_όμενος τὸν ἐν οὐρα^νῷ κα^τοικοῦντα^; | ὁ εἰς τάφον λυόμενος τὸν ἐν οὐρανῷ κατοικοῦντα; |
ὁ ἀ^πὸ γῆς τρεφόμενος καὶ εἰς γῆν ἀποστρέφων τὸν δι^αιωνίζοντα^ ἐν πᾶσι^ τοῖς χρόνοις λόγον ἀ^παιτεῖς; | ὁ ἀπὸ γῆς τρεφόμενος καὶ εἰς γῆν ἀποστρέφων τὸν διαιωνίζοντα ἐν πᾶσι τοῖς χρόνοις λόγον ἀπαιτεῖς; |
μενοῦνγε, ὦ ἄνθρωπε, σὺ^ τί^ς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; | μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; |
οὐκ ἔχει ἐξουσί^α_ν ὁ κερα^μεὺς ἐκ τοῦ αὐτοῦ πηλοῦ ποιῆσαι τὸ μὲν εἰς τι_μὴν σκεῦος, τὸ δὲ εἰς ἀτιμίαν; | οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς ἐκ τοῦ αὐτοῦ πηλοῦ ποιῆσαι τὸ μὲν εἰς τιμὴν σκεῦος, τὸ δὲ εἰς ἀτιμίαν; |
ναί φησι^· | ναί φησι· |
καλῶς ἐπιστομίζεις, τὸ δὲ ζητούμενον οὐ λύ_εις. | καλῶς ἐπιστομίζεις, τὸ δὲ ζητούμενον οὐ λύεις. |
ἐξ ὧν γὰ^ρ ἐπιστομίζεις, πλεονάζεις τὸ ἔγκλημα^. | ἐξ ὧν γὰρ ἐπιστομίζεις, πλεονάζεις τὸ ἔγκλημα. |
εἶπε γὰ^ρ οὐκ ἔχει ἐξουσί^α_ν ὁ κερα^μεὺς ποιῆσαι τὸ μὲν σκεῦος εἰς τιμήν, τὸ δὲ εἰς ἀτιμίαν; | εἶπε γὰρ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς ποιῆσαι τὸ μὲν σκεῦος εἰς τιμήν, τὸ δὲ εἰς ἀτιμίαν; |
οὐκοῦν αὐτός ἐστι^ καὶ ὁ τοὺς ἀτί^μους ποιῶν. | οὐκοῦν αὐτός ἐστι καὶ ὁ τοὺς ἀτίμους ποιῶν. |
καὶ τί^ ἔτι^ μέμφῃ μοι; | καὶ τί ἔτι μέμφῃ μοι; |
τῆς γὰ^ρ φωνῆς σου ταύτης οὐκ ἀ^νέχομαι· | τῆς γὰρ φωνῆς σου ταύτης οὐκ ἀνέχομαι· |
ἐξ ὧν γὰ^ρ οὐ λύ_εις τὸ ἔγκλημα^, πλεονάζεις τὴν ἀ^πορί^α_ν. | ἐξ ὧν γὰρ οὐ λύεις τὸ ἔγκλημα, πλεονάζεις τὴν ἀπορίαν. |
μενοῦνγε, ὦ ἄνθρωπε, σὺ^ τί^ς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; | μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; |
οὐκ ἔχει ἐξουσί^α_ν ὁ κερα^μεὺς ἐκ τοῦ αὐτοῦ πηλοῦ ποιῆσαι σκεύη, τὰ^ μὲν εἰς τιμήν, τὰ^ δὲ εἰς ἀτιμίαν; | οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς ἐκ τοῦ αὐτοῦ πηλοῦ ποιῆσαι σκεύη, τὰ μὲν εἰς τιμήν, τὰ δὲ εἰς ἀτιμίαν; |
ὡς δὲ συνεῖδεν ὅτι^ ἐξ ὧν ἐπιστομίζει, μᾶλλον πλεονάζει τὴν ἀντιλογίαν, εἰ δὲ θέλων ὁ θεὸς ἐπι^δείξα^σθαι τὴν ὀργὴν καὶ γνωρί^σαι τὸ δυ^να^τὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μα^κροθυ_μίᾳ. | ὡς δὲ συνεῖδεν ὅτι ἐξ ὧν ἐπιστομίζει, μᾶλλον πλεονάζει τὴν ἀντιλογίαν, εἰ δὲ θέλων ὁ θεὸς ἐπιδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ. |
κα^τὰ^ μέρος ἐξεταζέσθω τὰ^ ῥήμα^τα^· | κατὰ μέρος ἐξεταζέσθω τὰ ῥήματα· |
οὐ γά^ρ ἐστι^ν ἀ^πὸ ψι_λῶν φωνῶν ἐκλαμβά^νειν τὴν ἀ^λήθεια^ν. | οὐ γάρ ἐστιν ἀπὸ ψιλῶν φωνῶν ἐκλαμβάνειν τὴν ἀλήθειαν. |
ἔδειξε μὲν καὶ ἐπαίδευσεν ὅτι^ οὐ δεῖ πα^ρὰ^ τοῦ θεοῦ λόγον ἀ^παιτεῖν καὶ κατεχρήσατο παῦλος τῇ φωνῇ τοῦ θεοῦ δι^ὰ^ ἡσαΐου λαλούσῃ. | ἔδειξε μὲν καὶ ἐπαίδευσεν ὅτι οὐ δεῖ παρὰ τοῦ θεοῦ λόγον ἀπαιτεῖν καὶ κατεχρήσατο παῦλος τῇ φωνῇ τοῦ θεοῦ διὰ ἡσαΐου λαλούσῃ. |
μὴ ἐρεῖ τὸ πλάσμα^ τῷ πλάσαντι^ τί^ με ἐποίησα^ς; | μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι τί με ἐποίησας; |
μὴ ἀ^ποκρί_νεται ὁ πηλὸς τῷ κεραμεῖ· | μὴ ἀποκρίνεται ὁ πηλὸς τῷ κεραμεῖ· |
τί^ ποιεῖς; | τί ποιεῖς; |
μὴ ἀ^ποκρί_νεται τὸ πλάσμα^ τῷ πλάσαντι^· | μὴ ἀποκρίνεται τὸ πλάσμα τῷ πλάσαντι· |
τί^ με ἐποίησα^ς; | τί με ἐποίησας; |
ὑμεῖς δὲ περὶ τῶν ἔργων μου ἐντέλλεσθέ μοι καὶ τῶν υἱῶν μου. | ὑμεῖς δὲ περὶ τῶν ἔργων μου ἐντέλλεσθέ μοι καὶ τῶν υἱῶν μου. |
τὴν φωνὴν τοῦ ἡσαΐου τὴν ἐπιστομίζουσα^ν παῦλος ἐκλαμβάνων δι^ορθοῦται τὰ_ς ἀπεσφαλμένας γνώμα_ς. | τὴν φωνὴν τοῦ ἡσαΐου τὴν ἐπιστομίζουσαν παῦλος ἐκλαμβάνων διορθοῦται τὰς ἀπεσφαλμένας γνώμας. |
λοιπὸν τὰ^ μὲν τῆς ἐπι^τιμήσεως ἐδείχθη, τὰ^ δὲ τῆς λύσεως ἀκολουείτω, ἵ^να_ μά^θῃς, ἀ^δελφέ, ὅτι^ παῦλος οὐ πρὸς τὴν ἀκρίβεια^ν τῶν ζητουμένων προσήγα^γε τὸ σὺ τί^ς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; | λοιπὸν τὰ μὲν τῆς ἐπιτιμήσεως ἐδείχθη, τὰ δὲ τῆς λύσεως ἀκολουείτω, ἵνα μάθῃς, ἀδελφέ, ὅτι παῦλος οὐ πρὸς τὴν ἀκρίβειαν τῶν ζητουμένων προσήγαγε τὸ σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; |
, ἀλλὰ^ δι' ἀγανάκτησι^ν. | , ἀλλὰ δι' ἀγανάκτησιν. |
ἐνταῦθα^ μὲν γὰ^ρ ἐπιγρά^φει τῷ πλάστῃ τὰ^ πά^ντα^ καὶ λέγει· | ἐνταῦθα μὲν γὰρ ἐπιγράφει τῷ πλάστῃ τὰ πάντα καὶ λέγει· |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.