macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
οὐκ ἔχει ἐξουσί^α_ν ὁ κερα^μεὺς ἐκ τοῦ αὐτοῦ πηλοῦ ποιῆσαι σκεύη, τὰ^ μὲν εἰς τιμήν, τὰ^ δὲ εἰς ἀτιμίαν;
οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς ἐκ τοῦ αὐτοῦ πηλοῦ ποιῆσαι σκεύη, τὰ μὲν εἰς τιμήν, τὰ δὲ εἰς ἀτιμίαν;
ἐνταῦθα πρὸς ἔνστασι^ν λα^λεῖ, οὐ πρὸς τὴν ἀκρίβεια^ν τοῦ δόγμα^τος.
ἐνταῦθα πρὸς ἔνστασιν λαλεῖ, οὐ πρὸς τὴν ἀκρίβειαν τοῦ δόγματος.
ἀλλαχοῦ δὲ βουλόμενος δεῖξαι ὅτι^ σκεῦος τι_μῆς καὶ σκεῦος ἀ^τι_μί^α_ς οὐκ ἀ^πὸ τοῦ θεοῦ κα^τα^σκευά^ζεται, ἀλλ' ἀ^πὸ τῆς τῶν ἐργαζομένων προαιρέσεως ἢ πρὸς τὰ^ φαῦλα^ ῥεπούσης ἢ πρὸς τὴν ἀ^ρετὴν βλεπούσης, λέγει τῷ τιμοθέῳ·
ἀλλαχοῦ δὲ βουλόμενος δεῖξαι ὅτι σκεῦος τιμῆς καὶ σκεῦος ἀτιμίας οὐκ ἀπὸ τοῦ θεοῦ κατασκευάζεται, ἀλλ' ἀπὸ τῆς τῶν ἐργαζομένων προαιρέσεως ἢ πρὸς τὰ φαῦλα ῥεπούσης ἢ πρὸς τὴν ἀρετὴν βλεπούσης, λέγει τῷ τιμοθέῳ·
ταῦτα γρά^φω πρὸς σέ, ἵ^να_ ἴ^δῃς πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι.
ταῦτα γράφω πρὸς σέ, ἵνα ἴδῃς πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι.
ἐν μεγά^λῃ δὲ οἰκί^ᾳ οὐκ ἔστι^ μόνον σκεύη χρυ_σᾶ καὶ ἀ^ργυ^ρᾶ, ἀλλὰ^ καὶ ξύλι^να^ καὶ ὀστράκι^να^.
ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα.
ταῦτα ὁ αὐτὸς παῦλος.
ταῦτα ὁ αὐτὸς παῦλος.
οὐ γὰ^ρ πα^ρά^γω ἀλλαχόθεν μαρτυρίαν, ἵ^να_ μὴ εἴπῃς οὐχ εὑρὼν ἐκ τοῦ ἀποστόλου λύσιν, εἰς ἑτέρα_ν μετεπήδησε γραφήν.
οὐ γὰρ παράγω ἀλλαχόθεν μαρτυρίαν, ἵνα μὴ εἴπῃς οὐχ εὑρὼν ἐκ τοῦ ἀποστόλου λύσιν, εἰς ἑτέραν μετεπήδησε γραφήν.
ὁ αὐτὸς παῦλος ὁ τούτοις ἀγανακτήσα_ς, ὅτε ἐκτὸς ἀγανακτήσεως φθέγγεται, πρὸς ἀκρίβεια^ν δι^α^λέγεται.
ὁ αὐτὸς παῦλος ὁ τούτοις ἀγανακτήσας, ὅτε ἐκτὸς ἀγανακτήσεως φθέγγεται, πρὸς ἀκρίβειαν διαλέγεται.
ἐν μεγά^λῃ δὲ οἰκί^ᾳ οὐκ ἔστι^ μόνον σκεύη χρυ_σᾶ καὶ ἀ^ργυ^ρᾶ, ἀλλὰ^ καὶ ξύλι^να^ καὶ ὀστράκι^να^, καὶ τὰ^ μὲν εἰς τιμήν, τὰ^ δὲ εἰς ἀτιμίαν.
ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ τὰ μὲν εἰς τιμήν, τὰ δὲ εἰς ἀτιμίαν.
ἐὰν οὖν τι^ς ἑαυτὸν ἐκκαθάρῃ, ἔσται σκεῦος εἰς τι_μὴν ἡγι^ασμένον.
ἐὰν οὖν τις ἑαυτὸν ἐκκαθάρῃ, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον.
ὁ ἐνταῦθα τῷ πλάστῃ ἐπιγρά^ψα_ς τὸ σκεῦος τῆς τι_μῆς καὶ τὸ σκεῦος τῆς ἀ^τι_μί^α_ς, ἐν ἑτέρῳ τόπῳ τῇ προαιρέσει τὸ πᾶν ἀποδέδωκεν.
ὁ ἐνταῦθα τῷ πλάστῃ ἐπιγράψας τὸ σκεῦος τῆς τιμῆς καὶ τὸ σκεῦος τῆς ἀτιμίας, ἐν ἑτέρῳ τόπῳ τῇ προαιρέσει τὸ πᾶν ἀποδέδωκεν.
ἐὰν τι^ς ἑαυτὸν ἐκκαθάρῃ, ἔσται σκεῦος εἰς τιμήν, ἡγι^ασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ εἰς πᾶν ἔργον ἀ^γα^θὸν ἐξηρτισμένον.
ἐὰν τις ἑαυτὸν ἐκκαθάρῃ, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ εἰς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένον.
ὅρα ὅτι^ ἑτέρως μὲν ἐπι^τι_μῶν φθέγγεται, ἑτέρως δὲ δι^δά^σκων συ^ντί^θεται.
ὅρα ὅτι ἑτέρως μὲν ἐπιτιμῶν φθέγγεται, ἑτέρως δὲ διδάσκων συντίθεται.
καὶ κα^τὰ^ τὴν προλαβοῦσα^ν εἰκόνα^ τοῦ δεσπότου τοῦ τὸν ἑαυτοῦ οἰκέτην τύπτοντος, πρὸς τὸν ἀ^λλότρι^ον εὐθέως ἀπηνῶς ἐφθέγξα^το, πρὸς δὲ τὴν ἀ^λήθεια^ν ταύτην πα^ρέλκων.
καὶ κατὰ τὴν προλαβοῦσαν εἰκόνα τοῦ δεσπότου τοῦ τὸν ἑαυτοῦ οἰκέτην τύπτοντος, πρὸς τὸν ἀλλότριον εὐθέως ἀπηνῶς ἐφθέγξατο, πρὸς δὲ τὴν ἀλήθειαν ταύτην παρέλκων.
οὕτω καὶ ἐνταῦθα ἔδειξεν ὅτι^ σκεῦος τι_μῆς καὶ σκεῦος ἀ^τι_μί^α_ς θεὸς οὐ ποιεῖ, ἀλλὰ^ κοινὴν ποιεῖται τὴν φύ^σι^ν·
οὕτω καὶ ἐνταῦθα ἔδειξεν ὅτι σκεῦος τιμῆς καὶ σκεῦος ἀτιμίας θεὸς οὐ ποιεῖ, ἀλλὰ κοινὴν ποιεῖται τὴν φύσιν·
ἡ δὲ προαίρεσι^ς σχίζει τὴν δημιουργίαν.
ἡ δὲ προαίρεσις σχίζει τὴν δημιουργίαν.
καὶ ἵ^να_ μά^θῃς ἀ^κρι_βῶς ὅτι^ οὐκ ἐκ φύ^σεως ἐπλάσθημεν σκεύη τι_μῆς καὶ σκεύη ἀ^τι_μί^α_ς, ἡ γρα^φὴ παιδεύει.
καὶ ἵνα μάθῃς ἀκριβῶς ὅτι οὐκ ἐκ φύσεως ἐπλάσθημεν σκεύη τιμῆς καὶ σκεύη ἀτιμίας, ἡ γραφὴ παιδεύει.
εἰ οὕτως ἐπλάσθη σκεῦος ἀ^τι_μί^α_ς, δι^ὰ^ τί^ με ἡ γρα^φὴ δι^δά^σκει εἶναι κα^λόν;
εἰ οὕτως ἐπλάσθη σκεῦος ἀτιμίας, διὰ τί με ἡ γραφὴ διδάσκει εἶναι καλόν;
ὃ γὰ^ρ ἐπλάσθην κα^τὰ^ φύ^σι^ν μετα^τεθῆναι οὐ δύ^να^μαι.
ὃ γὰρ ἐπλάσθην κατὰ φύσιν μετατεθῆναι οὐ δύναμαι.
δι^ὰ^ τί^ παιδεύει εἶναι ἀ^γα^θὸν τὸν κα^τὰ^ φύ^σι^ν ὄντα^ κα^κόν;
διὰ τί παιδεύει εἶναι ἀγαθὸν τὸν κατὰ φύσιν ὄντα κακόν;
ὁ ἑστὼς βλεπέτω μὴ πέσῃ;
ὁ ἑστὼς βλεπέτω μὴ πέσῃ;
εἰ ἐκ φύ^σεως κα^λός, τί^ ἀσφαλί^ζει τὸν ἀ^σφα^λῆ;
εἰ ἐκ φύσεως καλός, τί ἀσφαλίζει τὸν ἀσφαλῆ;
εἶτα καὶ τὸ ἀ^κόλουθον πρὸς τὸ οὐ θέλοντος, οὐ δὲ τοῦ τρέχοντος, εἰ μηδέν ἐστι^ν ἐπ' ἐμοὶ τῷ θέλοντι^, δι^ὰ^ τί^ κηρύττεις;
εἶτα καὶ τὸ ἀκόλουθον πρὸς τὸ οὐ θέλοντος, οὐ δὲ τοῦ τρέχοντος, εἰ μηδέν ἐστιν ἐπ' ἐμοὶ τῷ θέλοντι, διὰ τί κηρύττεις;
εἰ μηδὲν ἐπὶ^ τῷ τρέχοντι^, δι^ὰ^ τί^ κάμνεις;
εἰ μηδὲν ἐπὶ τῷ τρέχοντι, διὰ τί κάμνεις;
εἰ μηδὲν ἐπὶ^ τῷ τρέχοντι^, δι^ὰ^ τί^ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ^ ἀ^γα^θὰ^ τῆς γῆς φά^γεσθε;
εἰ μηδὲν ἐπὶ τῷ τρέχοντι, διὰ τί ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε;
εἰ μηδὲν ἐπὶ^ τῷ θέλοντι^, δι^ὰ^ τί^ ποσάκις ἠθέλησα^ ἐπι^συνάξαι τὰ^ τέκνα^ σου καὶ οὐ ἠθελήσα^τε;
εἰ μηδὲν ἐπὶ τῷ θέλοντι, διὰ τί ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου καὶ οὐ ἠθελήσατε;
οὐ θέλοντος, οὐ δὲ τοῦ τρέχοντος.
οὐ θέλοντος, οὐ δὲ τοῦ τρέχοντος.
εἰ μηδέν ἐστι^ν ἐπὶ τῷ τρέχοντι^, δι^ὰ^ τί^ ἐτρέχετε καλῶς·
εἰ μηδέν ἐστιν ἐπὶ τῷ τρέχοντι, διὰ τί ἐτρέχετε καλῶς·
τίς ὑμᾶς ἐνέκοψεν;
τίς ὑμᾶς ἐνέκοψεν;
εἰ μὴ τοῦ θέλοντός ἐστι^, μη δὲ τοῦ τρέχοντος, δι^ὰ^ τί^ οὕτω τρέχω, ὡς οὐκ ἀ^δήλως;
εἰ μὴ τοῦ θέλοντός ἐστι, μη δὲ τοῦ τρέχοντος, διὰ τί οὕτω τρέχω, ὡς οὐκ ἀδήλως;
τῶν ὄπισθεν ἐπιλανθάνομαι, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κα^τὰ^ σκοπὸν δι^ώκω.
τῶν ὄπισθεν ἐπιλανθάνομαι, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω.
τί^ κάμνεις ἢ τί^ τρέχεις;
τί κάμνεις ἢ τί τρέχεις;
σὺ εἶπα^ς οὐ τοῦ θέλοντος, οὐ δὲ τοῦ τρέχοντος.
σὺ εἶπας οὐ τοῦ θέλοντος, οὐ δὲ τοῦ τρέχοντος.
ἀλλ' ἡ γρα^φὴ λύ_ει τὴν ἀμφιβολίαν.
ἀλλ' ἡ γραφὴ λύει τὴν ἀμφιβολίαν.
οὐ τοῦ θέλοντος τοῦ ἰσαάκ ἤθελε γὰ^ρ εὐλογῆσαι τὸν πρωτότοκον.
οὐ τοῦ θέλοντος τοῦ ἰσαάκ ἤθελε γὰρ εὐλογῆσαι τὸν πρωτότοκον.
οὐ δὲ τοῦ τρέχοντος τοῦ ἠσαῦ εἰς τὸ πεδί^ον, ἀλλὰ^ τοῦ ἐλεοῦντος θεοῦ τὸν ἰακώβ.
οὐ δὲ τοῦ τρέχοντος τοῦ ἠσαῦ εἰς τὸ πεδίον, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ τὸν ἰακώβ.
οὐ τοῦ θέλοντος τοῦ ἠσαῦ, οὐ δὲ τοῦ τρέχοντος τοῦ ἰσαάκ, ἀλλὰ^ τοῦ ἐλεοῦντος θεοῦ τὸν ἰακώβ.
οὐ τοῦ θέλοντος τοῦ ἠσαῦ, οὐ δὲ τοῦ τρέχοντος τοῦ ἰσαάκ, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ τὸν ἰακώβ.
ἀλλ' ἐλύ^θη μὲν τὸ οὐ τοῦ θέλοντος οὕτω.
ἀλλ' ἐλύθη μὲν τὸ οὐ τοῦ θέλοντος οὕτω.
διὰ τί δὲ ὅλως τοῦ ἐλεοῦντος θεοῦ;
διὰ τί δὲ ὅλως τοῦ ἐλεοῦντος θεοῦ;
μένει γὰ^ρ ἀκμὴν τὸ ζήτημα^·
μένει γὰρ ἀκμὴν τὸ ζήτημα·
ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύ^νει.
ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει.
πρόσεχε ἀ^κρι_βῶς, ἀ^δελφέ.
πρόσεχε ἀκριβῶς, ἀδελφέ.
ὁ θεὸς προγινώσκει μὲν πά^ντα^, προγινώσκει δέ, οὐχ ὡς αὐτὸς τυπῶν τὰ^ μέλλοντα^, ἀλλὰ^ προειδὼς τὰ^ μέλλοντα^ καὶ τὰ^ ἐσόμενα^.
ὁ θεὸς προγινώσκει μὲν πάντα, προγινώσκει δέ, οὐχ ὡς αὐτὸς τυπῶν τὰ μέλλοντα, ἀλλὰ προειδὼς τὰ μέλλοντα καὶ τὰ ἐσόμενα.
ἄλλα^ γά^ρ ἐστι^ν, ἃ^ κατὰ τὴν ἰ^δί^α_ν οἰκονομίαν προορίζει, ἄλλα ἐστί^ν, ἃ^ ἀ^πὸ τῶν ἡμετέρων πράξεων προγινώσκει, ἄλλο προτυπῶσαι, ἄλλο προγνῶναι.
ἄλλα γάρ ἐστιν, ἃ κατὰ τὴν ἰδίαν οἰκονομίαν προορίζει, ἄλλα ἐστίν, ἃ ἀπὸ τῶν ἡμετέρων πράξεων προγινώσκει, ἄλλο προτυπῶσαι, ἄλλο προγνῶναι.
ἐὰν προγνῶ τὸν κα^κὸν ἐσόμενον κα^κόν, οὐχ ἡ πρόγνωσί^ς μου ἐποίησε κα^κὸν αὐτό.
ἐὰν προγνῶ τὸν κακὸν ἐσόμενον κακόν, οὐχ ἡ πρόγνωσίς μου ἐποίησε κακὸν αὐτό.
οἷόν τι^ λέγω·
οἷόν τι λέγω·
ἐὰν ἴ^δω πολλά^κι^ς ἄνδρα^ νέον ὑ^πὸ τῶν πα^τέρων καταλειφθέντα^ κληρονόμον μεγά^λης οὐσί^α_ς, ἴ^δω δὲ αὐτὸν παιδεία_ς ἀ^πέχοντα^, τοῖς τρυφῶσι^ συζῶντα^, περὶ τὰ_ς θέα_ς ἔχοντα^, πρὸς τὰ_ς ἱππομανία_ς σχολάζοντα^, εὐθέως ἀ^φορῶν λέγω·
ἐὰν ἴδω πολλάκις ἄνδρα νέον ὑπὸ τῶν πατέρων καταλειφθέντα κληρονόμον μεγάλης οὐσίας, ἴδω δὲ αὐτὸν παιδείας ἀπέχοντα, τοῖς τρυφῶσι συζῶντα, περὶ τὰς θέας ἔχοντα, πρὸς τὰς ἱππομανίας σχολάζοντα, εὐθέως ἀφορῶν λέγω·
οὗτος εἰς μικρὸν χρόνον σκορπί^σει τὴν οὐσί^α_ν, οὗτος τὴν πατρι^κὴν κληρονομίαν ἀ^πόλλυσι^ν·
οὗτος εἰς μικρὸν χρόνον σκορπίσει τὴν οὐσίαν, οὗτος τὴν πατρικὴν κληρονομίαν ἀπόλλυσιν·
οὐκ ἐπειδὴ προεῖδον, ἐτύπωσα^, ἀλλ' ἀ^πὸ τῶν ἠθῶν ἐτεκμηρά^μην·
οὐκ ἐπειδὴ προεῖδον, ἐτύπωσα, ἀλλ' ἀπὸ τῶν ἠθῶν ἐτεκμηράμην·
καὶ ποιεῖ τὴν ἀπόβασι^ν οὐχ ἡ πρόγνωσι^ς τοῦ θεασαμένου, ἀλλ' ἡ πολι_τεία_ τοῦ κα^κῶς ἀναστρεφομένου.
καὶ ποιεῖ τὴν ἀπόβασιν οὐχ ἡ πρόγνωσις τοῦ θεασαμένου, ἀλλ' ἡ πολιτεία τοῦ κακῶς ἀναστρεφομένου.
πολλάκις οὖν, ἀ^δελφέ, καὶ ἐπ' ἄλλων πρα_γμά^των λέγομεν·
πολλάκις οὖν, ἀδελφέ, καὶ ἐπ' ἄλλων πραγμάτων λέγομεν·
ὁρῶμέν τι^να^ ὁδὸν ὀλι^σθηρὰ_ν ὁδεύοντα^ καὶ βακτηρίαν οὐκ ἔχοντα^, καὶ εὐθέως λέγομεν·
ὁρῶμέν τινα ὁδὸν ὀλισθηρὰν ὁδεύοντα καὶ βακτηρίαν οὐκ ἔχοντα, καὶ εὐθέως λέγομεν·
οὗτος ὀλισθῆσαι ἔχει·
οὗτος ὀλισθῆσαι ἔχει·
ἀγνοεῖ τῶν τόπων τὴν φύ^σι^ν, περι^πεσεῖν ἔχει ὀλισθήμα^σι^ν.
ἀγνοεῖ τῶν τόπων τὴν φύσιν, περιπεσεῖν ἔχει ὀλισθήμασιν.
ἆρ' ἐπειδὴ προλέγεις, αὐτὸς ἐργάζῃ;
ἆρ' ἐπειδὴ προλέγεις, αὐτὸς ἐργάζῃ;
οὐχ ὅτι^ ὁμοία_ μου ἡ πρόγνωσι^ς καὶ ἡ τοῦ θεοῦ, τοῦτο λέγω·
οὐχ ὅτι ὁμοία μου ἡ πρόγνωσις καὶ ἡ τοῦ θεοῦ, τοῦτο λέγω·
ἀλλ' ἀ^πὸ τῶν σῶν τὰ^ ὑπὲρ σὲ δι^δά^σκω.
ἀλλ' ἀπὸ τῶν σῶν τὰ ὑπὲρ σὲ διδάσκω.
καὶ πρόσεχε ἀ^κρι_βῶς, ἵ^να_ μά^θῃς, φα_σί^ν, ὅτι^ ὁ θεὸς δι^καίους ἐργάζεται καὶ πονηρούς, πρὸ τοῦ με πλά^σαι σε ἐν κοιλί^ᾳ ἐπίστα^μαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρα_ς ἡγίακά^ σε.
καὶ πρόσεχε ἀκριβῶς, ἵνα μάθῃς, φασίν, ὅτι ὁ θεὸς δικαίους ἐργάζεται καὶ πονηρούς, πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε.
ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀ^πὸ μήτρα_ς, πρὶ^ν ἐξέλθωσι^ν ἀποπλανήθησα^ν ἀ^πὸ γαστρός, ἐλά^λησα^ν ψεύδη.
ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, πρὶν ἐξέλθωσιν ἀποπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν ψεύδη.
ὁρᾷς ὅτι^ ἀ^πὸ γαστρὸς ἐδείχθη οὗτος δί^καιος καὶ οὗτος πονηρός;
ὁρᾷς ὅτι ἀπὸ γαστρὸς ἐδείχθη οὗτος δίκαιος καὶ οὗτος πονηρός;
ὁρᾷς ὅτι^ καὶ φύ^σεως;
ὁρᾷς ὅτι καὶ φύσεως;
καλῶς ἔλεγε, φησί^ν, ὁ σωτὴρ πρὸς τοὺς ἰουδαίους·
καλῶς ἔλεγε, φησίν, ὁ σωτὴρ πρὸς τοὺς ἰουδαίους·
πλανᾶσθε μὴ εἰδότες τὰ_ς γρα^φά_ς, μη δὲ τὴν δύ^να^μι^ν τοῦ θεοῦ.
πλανᾶσθε μὴ εἰδότες τὰς γραφάς, μη δὲ τὴν δύναμιν τοῦ θεοῦ.
ἀνάγνωθι ὀρθῶς καὶ μὴ λά^λει διεστραμμένως.
ἀνάγνωθι ὀρθῶς καὶ μὴ λάλει διεστραμμένως.
καὶ πρὸ τοῦ με πλά^σαι σε ἐν κοιλί^ᾳ ἐπίστα^μαί σε, καὶ πρὸ τοῦ ἐξελθεῖν ἐκ μήτρα_ς ἡγίακά^ σε.
καὶ πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε.
οὐ πρῶτον ἡγίακά^ σε, ἀλλὰ^ πρῶτον ἐπίστα^μαί σε καὶ τότε ἡγίακά^ σε.
οὐ πρῶτον ἡγίακά σε, ἀλλὰ πρῶτον ἐπίσταμαί σε καὶ τότε ἡγίακά σε.
ἐνταῦθα τὴν πρόγνωσι^ν ἔδειξε, μετὰ^ τὴν πρόγνωσι^ν τότε τὸν ὅρον.
ἐνταῦθα τὴν πρόγνωσιν ἔδειξε, μετὰ τὴν πρόγνωσιν τότε τὸν ὅρον.
καὶ πρὸ τοῦ με πλά^σαι σε ἐπίστα^μαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρα_ς ἡγίακά^ σε.
καὶ πρὸ τοῦ με πλάσαι σε ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε.
ἐπειδὴ ἔγνων σε, ἡγίακά^ σε.
ἐπειδὴ ἔγνων σε, ἡγίακά σε.
διὰ τοῦτο οὓς προέγνω, καὶ προώρισεν.
διὰ τοῦτο οὓς προέγνω, καὶ προώρισεν.
οὐκ εἶπε πρῶτον προώρισεν, ἀλλὰ προέγνω, καὶ τότε προώρισε.
οὐκ εἶπε πρῶτον προώρισεν, ἀλλὰ προέγνω, καὶ τότε προώρισε.
παρακαλῶ, συ^ναγωνίσασθε τῷ λόγῳ κάμνοντι^ διὰ τῆς προθυμία_ς, οὐχ ἵνα βοήσητε οὐ ταῦτα ζητοῦμεν, ὡς ὁ θεὸς μα^ρτυ^ρεῖ.
παρακαλῶ, συναγωνίσασθε τῷ λόγῳ κάμνοντι διὰ τῆς προθυμίας, οὐχ ἵνα βοήσητε οὐ ταῦτα ζητοῦμεν, ὡς ὁ θεὸς μαρτυρεῖ.
, ἀλλὰ ζητοῦμεν τὴν κοινὴν ὠφέλεια^ν.
, ἀλλὰ ζητοῦμεν τὴν κοινὴν ὠφέλειαν.
ἅπλωσόν μοι τὴν ἀκοὴν τῆς δι^α^νοία_ς.
ἅπλωσόν μοι τὴν ἀκοὴν τῆς διανοίας.
τὸ πρὶν ἐξελθεῖν ἐκ μήτρα_ς, ἡγίακά^ σε, κατώτερόν ἐστι^ν εἰρημένον ὑ^πὸ τοῦ ἀποστόλου.
τὸ πρὶν ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε, κατώτερόν ἐστιν εἰρημένον ὑπὸ τοῦ ἀποστόλου.
οὓς προέγνωκε καὶ προεξελέξατο ἡμᾶς πρὸ καταβολῆς κόσμου;
οὓς προέγνωκε καὶ προεξελέξατο ἡμᾶς πρὸ καταβολῆς κόσμου;
τὸν ἱερεμίαν ἀ^πὸ κοιλί^α_ς ἔγνωκε, τοὺς ἀ^ποστόλους πρὸ τοῦ κόσμου παντὸς προέγνω καὶ οὐχ ἁπλῶς προέγνω, ἀλλὰ καὶ προεξελέξατο.
τὸν ἱερεμίαν ἀπὸ κοιλίας ἔγνωκε, τοὺς ἀποστόλους πρὸ τοῦ κόσμου παντὸς προέγνω καὶ οὐχ ἁπλῶς προέγνω, ἀλλὰ καὶ προεξελέξατο.
ἴδωμεν οὖν εἰ ἡ πρόγνωσι^ς φύ^σι^ν ἐποίησεν.
ἴδωμεν οὖν εἰ ἡ πρόγνωσις φύσιν ἐποίησεν.
εἰ τὸ ἐκλεχθῆναι πρὸ καταβολῆς κόσμου τοὺς ἀ^ποστόλους, τοῦτο φύ^σι^ν δι^καιοσύ^νης ποιεῖ καὶ οὐ προαιρέσεως ἀ^ρετήν, διὰ τί οἱ προγνωσθέντες τελῶναι ἐκλήθησα^ν;
εἰ τὸ ἐκλεχθῆναι πρὸ καταβολῆς κόσμου τοὺς ἀποστόλους, τοῦτο φύσιν δικαιοσύνης ποιεῖ καὶ οὐ προαιρέσεως ἀρετήν, διὰ τί οἱ προγνωσθέντες τελῶναι ἐκλήθησαν;
διὰ τί παῦλος δι^ώκει;
διὰ τί παῦλος διώκει;
διὰ τί πόρναι σπεύδουσι^ν εἰς τὴν βα^σι^λεία_ν;
διὰ τί πόρναι σπεύδουσιν εἰς τὴν βασιλείαν;
εἰ γὰ^ρ προεγνώσθη ἡ ἀ^ξί^α_ τῆς βα^σι^λεία_ς πόρνη.
εἰ γὰρ προεγνώσθη ἡ ἀξία τῆς βασιλείας πόρνη.
δι' τί ἐπόρνευσεν;
δι' τί ἐπόρνευσεν;
εἰ προέγνω παῦλον θεός, διὰ τί ἡ πρόγνωσι^ς φύ^σι^ν οὐκ ἐργάζεται;
εἰ προέγνω παῦλον θεός, διὰ τί ἡ πρόγνωσις φύσιν οὐκ ἐργάζεται;
διὰ τί ὁ προγνωσθεὶς πρὸ καταβολῆς κόσμου ἐγένετο βλάσφημος καὶ διώκτης καὶ ὑβριστής;
διὰ τί ὁ προγνωσθεὶς πρὸ καταβολῆς κόσμου ἐγένετο βλάσφημος καὶ διώκτης καὶ ὑβριστής;
ὁρᾷς ὅτι^ ἡ πρόγνωσι^ς οὐ φύ^σι^ν ποιεῖ, ἀλλὰ προαίρεσι^ς προορᾷ;
ὁρᾷς ὅτι ἡ πρόγνωσις οὐ φύσιν ποιεῖ, ἀλλὰ προαίρεσις προορᾷ;
εἰ ἡ πρόγνωσι^ς ἐποίει τὸν ἀ^πόστολον, διὰ τί ματθαῖος τελωνεῖ;
εἰ ἡ πρόγνωσις ἐποίει τὸν ἀπόστολον, διὰ τί ματθαῖος τελωνεῖ;
τὸ δὲ τελωνεῖν ἐστι^ν εἰδωλολατρεῖν.
τὸ δὲ τελωνεῖν ἐστιν εἰδωλολατρεῖν.
ἔσται σοι ὡς ὁ τελώνης ἢ ὡς ὁ ἐθνι^κός.
ἔσται σοι ὡς ὁ τελώνης ἢ ὡς ὁ ἐθνικός.
οὕτως ὁμότι_μον τῆς εἰδωλολατρεία_ς τὴν τελωνείαν ὡρί^σα^το.
οὕτως ὁμότιμον τῆς εἰδωλολατρείας τὴν τελωνείαν ὡρίσατο.
εἰ τοίνυ^ν προεγνώσθη ματθαῖος, διὰ τί ἡ πρόγνωσι^ς αὐτὸν οὐκ ἐποίησεν ἀ^πόστολον, ἀλλ' ἡ προαίρεσι^ς ἔκλι_νεν εἰς ὑ^πακοήν;
εἰ τοίνυν προεγνώσθη ματθαῖος, διὰ τί ἡ πρόγνωσις αὐτὸν οὐκ ἐποίησεν ἀπόστολον, ἀλλ' ἡ προαίρεσις ἔκλινεν εἰς ὑπακοήν;
ἡ ῥαὰβ ἐσώθη καὶ μετὰ^ πιστῶν ἠριθμήθη.
ἡ ῥαὰβ ἐσώθη καὶ μετὰ πιστῶν ἠριθμήθη.
δηλονότι κ ἀκείνην προέγνω ὁ θεός.
δηλονότι κ ἀκείνην προέγνω ὁ θεός.
πῶς οὖν προγνωσθεῖσα^ ἐπόρνευσε;
πῶς οὖν προγνωσθεῖσα ἐπόρνευσε;
διὰ τί ὁ μαργα^ρί_της ὁ προοραθεὶς ἐν βορβόρῳ ἦν;
διὰ τί ὁ μαργαρίτης ὁ προοραθεὶς ἐν βορβόρῳ ἦν;
ταῦτα ὁρᾷς παντα^χοῦ·
ταῦτα ὁρᾷς πανταχοῦ·
τὴν μὲν φύ^σι^ν μέσην, τὴν δὲ προαίρεσι^ν προεγνωσμένην τῷ θεῷ, ἐν δὲ ταῖς οἰκείαις πολι_τείαις φαινομένην.
τὴν μὲν φύσιν μέσην, τὴν δὲ προαίρεσιν προεγνωσμένην τῷ θεῷ, ἐν δὲ ταῖς οἰκείαις πολιτείαις φαινομένην.
προεῖδεν ὁ θεὸς τὸ ἐσόμενον.
προεῖδεν ὁ θεὸς τὸ ἐσόμενον.
ὁ δὲ καρπὸς τῆς πολι_τεία_ς ἐγνωρίσθη.
ὁ δὲ καρπὸς τῆς πολιτείας ἐγνωρίσθη.
ἀπὸ τῆς παύλου φωνῆς λά^βε τὴν λύσιν.
ἀπὸ τῆς παύλου φωνῆς λάβε τὴν λύσιν.