macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
οὓς προέγνω καὶ προώρισε, τούτους καὶ ἐκά^λεσεν· | οὓς προέγνω καὶ προώρισε, τούτους καὶ ἐκάλεσεν· |
οὓς δὲ ἐκά^λεσε, τούτους καὶ ἐδι^καίωσε. | οὓς δὲ ἐκάλεσε, τούτους καὶ ἐδικαίωσε. |
διὰ τί ἰούδας ἐκλήθη καὶ οὐκ ἐδι^καιώθη; | διὰ τί ἰούδας ἐκλήθη καὶ οὐκ ἐδικαιώθη; |
οὓς προέγνω καὶ προώρισε, τούτους καὶ ἐκά^λεσεν. | οὓς προέγνω καὶ προώρισε, τούτους καὶ ἐκάλεσεν. |
οὐ ποιεῖ οὖν πρόκρι^μα^ τὸ ἀπὸ κοιλί^α_ς γνωρισθῆναι τὸν προφήτην, ὅπου γε τοῖς πρὸ αἰῶνος ἐκλεχθεῖσι^ν οὐχ ἡ φύ^σι^ς ἠκολούθησεν, ἀλλ' ἡ προαίρεσι^ς τῇ προγνώσει ἐμα^ρτύ^ρησε. | οὐ ποιεῖ οὖν πρόκριμα τὸ ἀπὸ κοιλίας γνωρισθῆναι τὸν προφήτην, ὅπου γε τοῖς πρὸ αἰῶνος ἐκλεχθεῖσιν οὐχ ἡ φύσις ἠκολούθησεν, ἀλλ' ἡ προαίρεσις τῇ προγνώσει ἐμαρτύρησε. |
δέδεικται τοίνυ^ν ὅτι οὐ ποιεῖ ἡ πρόγνωσι^ς φύ^σι^ν, εἰ μή τι^ς πάντη φιλόνεικος καὶ πρὸς αὐτὴν ἀ^παναισχυντῶν τὴν ἀ^λήθεια^ν. | δέδεικται τοίνυν ὅτι οὐ ποιεῖ ἡ πρόγνωσις φύσιν, εἰ μή τις πάντη φιλόνεικος καὶ πρὸς αὐτὴν ἀπαναισχυντῶν τὴν ἀλήθειαν. |
διὰ τί δὲ ὅλως εἰς τὸν φαραὼ κα^τα^σκευά^ζει ῥῆμα^; | διὰ τί δὲ ὅλως εἰς τὸν φαραὼ κατασκευάζει ῥῆμα; |
ὅτι εἰρηται τῷ φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά^ σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύ^να^μί^ν μου καὶ δι^αγγελῇ τὸ ὄνομά^ μου ἐν πά^σῃ τῇ γῇ. | ὅτι εἰρηται τῷ φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου καὶ διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. |
ἵνα γνωρί^σῃς σου τὴν δύ^να^μι^ν, κολάζεις ἄνθρωπον; | ἵνα γνωρίσῃς σου τὴν δύναμιν, κολάζεις ἄνθρωπον; |
ἵνα γνωρί^σῃς σου τὴν δυνάστεια^ν, κα^θαιρεῖς τὸν ἀ^ναίτι^ον; | ἵνα γνωρίσῃς σου τὴν δυνάστειαν, καθαιρεῖς τὸν ἀναίτιον; |
εἰ μὲν ὑ^παίτι^ον, καὶ μέμφου. | εἰ μὲν ὑπαίτιον, καὶ μέμφου. |
εἰ δὲ ἀ^ναίτι^ον, μὴ ἐκά^λει. | εἰ δὲ ἀναίτιον, μὴ ἐκάλει. |
τί οὖν ἐστι^ τὸ ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν δύ^να^μί^ν μου. | τί οὖν ἐστι τὸ ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου. |
καί μοι πρόσεχε. | καί μοι πρόσεχε. |
χρήσομαι ὑποδείγμα^τί^ τι^νι^ ἀρχαίῳ καὶ ἀ^ληθι^νῷ. | χρήσομαι ὑποδείγματί τινι ἀρχαίῳ καὶ ἀληθινῷ. |
ἡ ἰατρικὴ τέχνη βουληθεῖσα^ ἀπ' ἀρχῆς τὴν φύ^σι^ν τοῦ ἀνθρώπου κα^τα^νοῆσαι καὶ τὰ^ σπλά^γχνα^, ἐχρήσα^το ἀποτομαῖς καὶ ἀνέτεμεν ἀνθρώπους ζῶντα^ς, ἵνα τοῖς ἄλλοις τὴν ἰατρείαν πορίσηται. | ἡ ἰατρικὴ τέχνη βουληθεῖσα ἀπ' ἀρχῆς τὴν φύσιν τοῦ ἀνθρώπου κατανοῆσαι καὶ τὰ σπλάγχνα, ἐχρήσατο ἀποτομαῖς καὶ ἀνέτεμεν ἀνθρώπους ζῶντας, ἵνα τοῖς ἄλλοις τὴν ἰατρείαν πορίσηται. |
ἀλλ' ἦν μὲν καὶ τοῦτο ἄδι^κον διὰ τὴν ἑτέρων σωτηρί^α_ν ἄλλους ζῶντα^ς θύ_εσθαι. | ἀλλ' ἦν μὲν καὶ τοῦτο ἄδικον διὰ τὴν ἑτέρων σωτηρίαν ἄλλους ζῶντας θύεσθαι. |
τί οὖν ἐποίουν οἱ ἀρχαῖοι; | τί οὖν ἐποίουν οἱ ἀρχαῖοι; |
τὸν ἐκδεδομένον θα^νά^τῳ διὰ λῃστείαν ἢ μοιχείαν ἢ φαρμακείαν, τούτους λα^μβά^νοντες ἀνέτεμνον ζῶντα^ς, οὔ τε ἀδικοῦντες τοὺς κολαζομένους καὶ τῇ ἀνθρωπότητι^ βοήθεια^ν ἐφευρίσκοντες. | τὸν ἐκδεδομένον θανάτῳ διὰ λῃστείαν ἢ μοιχείαν ἢ φαρμακείαν, τούτους λαμβάνοντες ἀνέτεμνον ζῶντας, οὔ τε ἀδικοῦντες τοὺς κολαζομένους καὶ τῇ ἀνθρωπότητι βοήθειαν ἐφευρίσκοντες. |
τὸν γὰ^ρ ἅ^παξ ἐκδεδομένον τῇ κολά^σει διὰ πταίσμα^τα^, τοῦτον ἀνέτεμνον ζῶντα^, ἵνα ἔτι^ σπαιρόντων τῶν σπλάγχνων καταμάθωσι^ τὴν ἐνέργεια^ν. | τὸν γὰρ ἅπαξ ἐκδεδομένον τῇ κολάσει διὰ πταίσματα, τοῦτον ἀνέτεμνον ζῶντα, ἵνα ἔτι σπαιρόντων τῶν σπλάγχνων καταμάθωσι τὴν ἐνέργειαν. |
ὁ θεὸς τοίνυ^ν ὡς ἰ_α_τρὸς πάνσοφος ἰατρὸς γά^ρ ἐστι^ν ὁ λέγων οὐκ ἦλθον κα^λέσαι δι^καίους, ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοια^ν καὶ οὐ χρεία_ν ἔχουσι^ν οἱ ἰσχύ_οντες ἰατροῦ, ἀλλ' οἱ κα^κῶς ἔχοντες. | ὁ θεὸς τοίνυν ὡς ἰατρὸς πάνσοφος ἰατρὸς γάρ ἐστιν ὁ λέγων οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν καὶ οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. |
λα^μβά^νει τὸν φαραὼ ἤδη μὲν ὑ^παίτι^ον ὄντα^ κολά^σεσι^ μυ_ρί^αις δι^ὰ^ τὰ^ ἴ^δι^α^ πλημμελήμα^τα^. | λαμβάνει τὸν φαραὼ ἤδη μὲν ὑπαίτιον ὄντα κολάσεσι μυρίαις διὰ τὰ ἴδια πλημμελήματα. |
πολλοῖς γὰ^ρ ἦν ὑ^πεύθυ_νος ἁ^μα^ρτήμα^σι^. | πολλοῖς γὰρ ἦν ὑπεύθυνος ἁμαρτήμασι. |
πρώτη βλα^σφημί^α_ τὸ λέγειν οὐκ οἶδα^ τὸν κύ_ρι^ον. | πρώτη βλασφημία τὸ λέγειν οὐκ οἶδα τὸν κύριον. |
βλασφημία ἦν ἀρχὴ τῶν κα^κῶν. | βλασφημία ἦν ἀρχὴ τῶν κακῶν. |
δευτέρα ἡ ἀγνωμοσύ^νη πρὸς τὸν λαόν, ὅτι^ ἐλεύθερον γένος κατεδίκαζε δουλείᾳ καὶ πλινθοποιίᾳ. | δευτέρα ἡ ἀγνωμοσύνη πρὸς τὸν λαόν, ὅτι ἐλεύθερον γένος κατεδίκαζε δουλείᾳ καὶ πλινθοποιίᾳ. |
τρίτον ὅτι^ ἀ^ναίτι^α^ βρέφη ἔπνι_γεν ἐν τῷ ποτα^μῷ. | τρίτον ὅτι ἀναίτια βρέφη ἔπνιγεν ἐν τῷ ποταμῷ. |
τέταρτον ὅτι^ τὸν κύ_ρι^ον κηρυττόμενον οὐκ ᾐδεῖτο. | τέταρτον ὅτι τὸν κύριον κηρυττόμενον οὐκ ᾐδεῖτο. |
πέμπτον ὅτι^ θαύμα^τα^ βλέπων ἀπηνῃσχύντει πρὸς τὴν εὐσέβεια^ν. | πέμπτον ὅτι θαύματα βλέπων ἀπηνῃσχύντει πρὸς τὴν εὐσέβειαν. |
πολλοῖς ὑ^ποκείμενον αὐτὸν κα^κοῖς λα^βὼν ὁ θεός, ὡς ἰ_α_τρὸς ἄ^ρι^στος τοῖς θαύμα^σι^ν ἀνέτεμνεν, οὐχ ἅ^παξ κολάζων, ἵ^να_ ἀποκτείνῃ. | πολλοῖς ὑποκείμενον αὐτὸν κακοῖς λαβὼν ὁ θεός, ὡς ἰατρὸς ἄριστος τοῖς θαύμασιν ἀνέτεμνεν, οὐχ ἅπαξ κολάζων, ἵνα ἀποκτείνῃ. |
οἱ γὰ^ρ ἀνατέμνοντες ὁμοῦ κολά^ζουσι^ν, ἀλλὰ^ συγχωροῦσι^ κατατέμνοντες τὰ^ μέλη, ἵ^να_ παντα^χόθεν εὕρωσι^ τῆς ἐπιστήμης τὴν ἐνέργεια^ν. | οἱ γὰρ ἀνατέμνοντες ὁμοῦ κολάζουσιν, ἀλλὰ συγχωροῦσι κατατέμνοντες τὰ μέλη, ἵνα πανταχόθεν εὕρωσι τῆς ἐπιστήμης τὴν ἐνέργειαν. |
ὑποβάλλει αὐτὸν βα^τρά^χοις· | ὑποβάλλει αὐτὸν βατράχοις· |
ὁπλίζει κατ' αὐτοῦ λεγεῶνα^ς ξένα_ς, λεγεῶνα^ς βα^τρά^χων, ἀ^κρί^δων, ἵ^να_ δείξῃ τὸ ὑπερβά^λλον τῆς δυ^νά^μεως αὐτοῦ. | ὁπλίζει κατ' αὐτοῦ λεγεῶνας ξένας, λεγεῶνας βατράχων, ἀκρίδων, ἵνα δείξῃ τὸ ὑπερβάλλον τῆς δυνάμεως αὐτοῦ. |
οὐκ ἀ^πέστειλεν ἄγγελον ἐξ οὐρα^νοῦ, οὐ τὰ^ τά^γμα^τα^ τῶν χερουβίμ· | οὐκ ἀπέστειλεν ἄγγελον ἐξ οὐρανοῦ, οὐ τὰ τάγματα τῶν χερουβίμ· |
οὐκ ἀποστέλλει τὰ^ σεραφὶμ κα^τὰ^ τῶν ἀντιλεγόντων, ἀλλὰ^ δεικνὺ_ς τὰ^ τῆς δυ^νά^μεως, παρασκεύαζει λεγεῶνα^ς βα^τρά^χων. | οὐκ ἀποστέλλει τὰ σεραφὶμ κατὰ τῶν ἀντιλεγόντων, ἀλλὰ δεικνὺς τὰ τῆς δυνάμεως, παρασκεύαζει λεγεῶνας βατράχων. |
καὶ ἦσα^ν ἀ^κρί^δων τὰ^ στρα^τεύμα^τα^, οὐδενὸς ταξιαρχοῦντος φαινομένου, τοῦ δὲ θεοῦ κελεύοντος ὡδηγοῦντο. | καὶ ἦσαν ἀκρίδων τὰ στρατεύματα, οὐδενὸς ταξιαρχοῦντος φαινομένου, τοῦ δὲ θεοῦ κελεύοντος ὡδηγοῦντο. |
ἐξῆλθον βά^τρα^χοι ἐκ τοῦ ποτα^μοῦ κα^τὰ^ τοῦ θεομά^χου στρα^τευόμενοι, ἦλθον ἀ^κρί^δες λογισμοῦ μὲν διάκρισι^ν οὐκ ἔχουσαι, τὸ δὲ δεσποτι^κὸν πληροῦσαι πρόσταγμα^. | ἐξῆλθον βάτραχοι ἐκ τοῦ ποταμοῦ κατὰ τοῦ θεομάχου στρατευόμενοι, ἦλθον ἀκρίδες λογισμοῦ μὲν διάκρισιν οὐκ ἔχουσαι, τὸ δὲ δεσποτικὸν πληροῦσαι πρόσταγμα. |
ἐπῆλθον καὶ σκνῖπες καὶ κυνόμυιαι καὶ πολλὰ^ καὶ δι^ά^φορα^ θαύμα^τα^ κατ' αὐτοῦ καινουργεῖ δι^α^φόρως ὁ θεὸς, τὴν ψυ_χὴν ἀνατέμνων καὶ βασανίζων αὐτοῦ, τὴν ἔννοια^ν δι^α^φόρως ἀσεβήσασα^ν δι^α^φόρως κολάζων. | ἐπῆλθον καὶ σκνῖπες καὶ κυνόμυιαι καὶ πολλὰ καὶ διάφορα θαύματα κατ' αὐτοῦ καινουργεῖ διαφόρως ὁ θεὸς, τὴν ψυχὴν ἀνατέμνων καὶ βασανίζων αὐτοῦ, τὴν ἔννοιαν διαφόρως ἀσεβήσασαν διαφόρως κολάζων. |
καὶ ἵ^να_ μά^θῃς ὅτι^ δι^ὰ^ τοῦτο αὐτὸν κα^τὰ^ μέρος κατατέμνει καὶ οὐκ ἀθρόον ἐκόλα^σεν, ἵ^να_ δι' αὐτοῦ τὴν δύ^να^μι^ν ἐνδείξηται, λέγει ἡ πα^νάρετος σοφί^α_· | καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο αὐτὸν κατὰ μέρος κατατέμνει καὶ οὐκ ἀθρόον ἐκόλασεν, ἵνα δι' αὐτοῦ τὴν δύναμιν ἐνδείξηται, λέγει ἡ πανάρετος σοφία· |
οὐ γὰ^ρ ἠπόρει ἡ παντοδύνα^μός σου χεὶρ καὶ κτί^σα_σα^ τὸν κόσμον, καὶ ἀνεξιχνίαστος σοφί^α_ ἐπιρρῆψαι αὐτοῖς ἢ θρα^σεῖς λέοντα^ς ἢ νεοκτίστους θυ_μοῦ πλήρεις θῆρα^ς ἀγνώστους. | οὐ γὰρ ἠπόρει ἡ παντοδύναμός σου χεὶρ καὶ κτίσασα τὸν κόσμον, καὶ ἀνεξιχνίαστος σοφία ἐπιρρῆψαι αὐτοῖς ἢ θρασεῖς λέοντας ἢ νεοκτίστους θυμοῦ πλήρεις θῆρας ἀγνώστους. |
ἀλλὰ^ πά^ντα^ ἐποίησεν ἐνδεικνύμενος ἑαυτοῦ τὴν μακροθυμίαν. | ἀλλὰ πάντα ἐποίησεν ἐνδεικνύμενος ἑαυτοῦ τὴν μακροθυμίαν. |
δι^ὰ^ τοῦτο λέγει ὁ θεός· | διὰ τοῦτο λέγει ὁ θεός· |
ἵ^να_ δι^ηγήσησθε τοῖς τέκνοις τῶν τέκνων ὑ_μῶν, ὅσα^ ἐμπέπαιχα^ τοῖς αἰγυπτίοις. | ἵνα διηγήσησθε τοῖς τέκνοις τῶν τέκνων ὑμῶν, ὅσα ἐμπέπαιχα τοῖς αἰγυπτίοις. |
τὸν οὖν φαραὼ μυ_ρί^ων τι_μωρι^ῶν ἄ^ξι^α^ δρά_σα^ντα^ κολάζει ὁ θεὸς καὶ λέγει πρὸς αὐτόν· | τὸν οὖν φαραὼ μυρίων τιμωριῶν ἄξια δράσαντα κολάζει ὁ θεὸς καὶ λέγει πρὸς αὐτόν· |
εἰς αὐτὸ τοῦτο ἐξήγειρά^ σε, ἵν' ἐνδείξωμαι ἐν σοὶ τὴν δύ^να^μί^ν μου καὶ ἀ^ναγγελῇ τὸ ὄνομά^ μου πά^σῃ τῇ γῇ. | εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ἵν' ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου καὶ ἀναγγελῇ τὸ ὄνομά μου πάσῃ τῇ γῇ. |
ἵ^να_ δι^ὰ^ σοῦ ἄλλους κερδά_νω· | ἵνα διὰ σοῦ ἄλλους κερδάνω· |
ἵ^να_ δι^ὰ^ σοῦ ἄλλους σωφρονίσω· | ἵνα διὰ σοῦ ἄλλους σωφρονίσω· |
ἵ^να_ δι^ὰ^ σοῦ ἄλλους παιδεύσω. | ἵνα διὰ σοῦ ἄλλους παιδεύσω. |
καὶ ἵ^να_ μά^θῃς πῶς ὠφέλησεν ἡ τούτου ἀνατομὴ τοὺς ἄλλους, λά^βε τῆς γρα^φῆς τὴν ἐνέργεια^ν. | καὶ ἵνα μάθῃς πῶς ὠφέλησεν ἡ τούτου ἀνατομὴ τοὺς ἄλλους, λάβε τῆς γραφῆς τὴν ἐνέργειαν. |
ἡρπάγη ποτὲ τοῦ θεοῦ ἡ κι_βωτὸς πα^ρὰ^ τῶν ἀλλοφύ_λων καὶ ἦλθον οἱ μαντεῖς καὶ οἱ ψευδοπροφῆται πάντες καὶ ἔλεγον τοῖς βα^σι^λεῦσι^ τῶν ἀλλοφύ_λων· | ἡρπάγη ποτὲ τοῦ θεοῦ ἡ κιβωτὸς παρὰ τῶν ἀλλοφύλων καὶ ἦλθον οἱ μαντεῖς καὶ οἱ ψευδοπροφῆται πάντες καὶ ἔλεγον τοῖς βασιλεῦσι τῶν ἀλλοφύλων· |
ἐξαποστείλωμεν τὴν κι_βωτὸν τοῦ θεοῦ ἰσραὴλ ἀφ' ἡμῶν, τὴν χεῖρα^ αὐτοῦ τὴν κρα^ταιά_ν. | ἐξαποστείλωμεν τὴν κιβωτὸν τοῦ θεοῦ ἰσραὴλ ἀφ' ἡμῶν, τὴν χεῖρα αὐτοῦ τὴν κραταιάν. |
οὐκ οἴδα^τε πόσα_ ἐποίησεν ὁ κύ_ρι^ος τοῖς αἰγυπτίοις; | οὐκ οἴδατε πόσα ἐποίησεν ὁ κύριος τοῖς αἰγυπτίοις; |
ἵ^να_ τί^ σκληρύνωμεν τὰ_ς κα^ρδί^α_ς ἡμῶν, ὡς ἐσκλήρυνεν φαραώ; | ἵνα τί σκληρύνωμεν τὰς καρδίας ἡμῶν, ὡς ἐσκλήρυνεν φαραώ; |
ὢ τῆς εὐγνωμοσύνης τῶν ἐθνῶν· | ὢ τῆς εὐγνωμοσύνης τῶν ἐθνῶν· |
αἰδέσθητι ὁ ἀντιλέγων τῶν ἀλλοφύ_λων τὰ_ς φωνά_ς. | αἰδέσθητι ὁ ἀντιλέγων τῶν ἀλλοφύλων τὰς φωνάς. |
μή, εἶπον οἱ ἀλλόφυ_λοι, σκληρύνωμεν τὰ_ς κα^ρδί^α_ς ἡμῶν, ὡς ἐσκλήρυνεν ὁ θεὸς τὴν καρδί^α_ν φαραώ. | μή, εἶπον οἱ ἀλλόφυλοι, σκληρύνωμεν τὰς καρδίας ἡμῶν, ὡς ἐσκλήρυνεν ὁ θεὸς τὴν καρδίαν φαραώ. |
αὐτῷ τῷ φαραὼ ἐπέγρα^ψα^ν τὴν ἀναισθησίαν. | αὐτῷ τῷ φαραὼ ἐπέγραψαν τὴν ἀναισθησίαν. |
δι^ὰ^ τί^ σκληρύνωμεν τὰ_ς κα^ρδί^α_ς ἡμῶν, ὡς ἐσκλήρυνε φαραώ; | διὰ τί σκληρύνωμεν τὰς καρδίας ἡμῶν, ὡς ἐσκλήρυνε φαραώ; |
οὐχ ὅτε ἐνέπαιξα^ν αὐτοῖς, τότε ἐξαπέστειλα^ν τὸν λαόν; | οὐχ ὅτε ἐνέπαιξαν αὐτοῖς, τότε ἐξαπέστειλαν τὸν λαόν; |
καὶ νῦν ἐξιλεωσώμεθα^ τὸν θεόν. | καὶ νῦν ἐξιλεωσώμεθα τὸν θεόν. |
καὶ ἐν ἑτέρᾳ πά^λι^ν πα^ρεμβολῇ πολέμου, ὡς εἶδον τὴν κι_βωτὸν οἱ ἀλλόφυ_λοι, λέγουσι^ν· | καὶ ἐν ἑτέρᾳ πάλιν παρεμβολῇ πολέμου, ὡς εἶδον τὴν κιβωτὸν οἱ ἀλλόφυλοι, λέγουσιν· |
οὐαὶ ἡμῖν, οὗτός ἐστι^ν ὁ θεὸς ὁ σκληρός, ὁ πα^τά^ξα_ς τὴν αἴγυπτον. | οὐαὶ ἡμῖν, οὗτός ἐστιν ὁ θεὸς ὁ σκληρός, ὁ πατάξας τὴν αἴγυπτον. |
οὐαὶ ἡμῖν, ἐξελοῦ ἡμᾶς, κύ_ρι^ε. | οὐαὶ ἡμῖν, ἐξελοῦ ἡμᾶς, κύριε. |
πρὸ τῆς πείρα_ς βλέπετε, πῶς ἐσωφρόνισε φαραώ. | πρὸ τῆς πείρας βλέπετε, πῶς ἐσωφρόνισε φαραώ. |
ταῦτα βοῶσι^ν οἱ ἀλλόφυ_λοι. | ταῦτα βοῶσιν οἱ ἀλλόφυλοι. |
καὶ ἑτέρα_ γυ^νὴ ἀλλόφυ_λος ῥαάβ, ποτὲ πόρνη, νῦν δὲ σώφρων, ἐκείνη ἡ μνημονευομένη, λέγει τοῖς κα^τασκόποις· | καὶ ἑτέρα γυνὴ ἀλλόφυλος ῥαάβ, ποτὲ πόρνη, νῦν δὲ σώφρων, ἐκείνη ἡ μνημονευομένη, λέγει τοῖς κατασκόποις· |
ἔγνωμεν, ὅσα^ ἐποίησε κύ_ρι^ος ὁ θεὸς τοῖς αἰγυπτίοις καὶ ἠκούσα^μεν καὶ ἐταπεινώθη ἡμῶν ἡ κα^ρδί^α_ καὶ οὐχ ὑπελείφθη ἐν ἡμῖν πνοή, ὅτι^ ὁ θεὸς ὑ_μῶν μέγα^ς αὐτὸς ἐν τῷ οὐρα^νῷ ἄ^νω καὶ ἐν τῇ γῇ κά^τω. | ἔγνωμεν, ὅσα ἐποίησε κύριος ὁ θεὸς τοῖς αἰγυπτίοις καὶ ἠκούσαμεν καὶ ἐταπεινώθη ἡμῶν ἡ καρδία καὶ οὐχ ὑπελείφθη ἐν ἡμῖν πνοή, ὅτι ὁ θεὸς ὑμῶν μέγας αὐτὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐν τῇ γῇ κάτω. |
ὁρᾷς ὅτι^ οὐ ψεύδεται ὁ θεὸς λέγων· | ὁρᾷς ὅτι οὐ ψεύδεται ὁ θεὸς λέγων· |
εἰς τοῦτο αὐτὸ ἐξήγειρά^ σε, ἵ^να_ ἐνδείξωμαι ἐν σοὶ τὴν δύ^να^μί^ν μου καὶ ἀ^ναγγελῇ τὸ ὄνομά^ μου ἐν πά^σῃ τῇ γῇ; | εἰς τοῦτο αὐτὸ ἐξήγειρά σε, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου καὶ ἀναγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ; |
τὸ δὲ τέλος τῆς ἀποστολι^κῆς δι^δα^σκα^λί^α_ς τέλος γενέσθω τῶν ἡμετέρων λόγων. | τὸ δὲ τέλος τῆς ἀποστολικῆς διδασκαλίας τέλος γενέσθω τῶν ἡμετέρων λόγων. |
εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρί^σαι τὸ δυ^να^τὸν αὐτοῦ, ἤνεγκε τὴν ὀργὴν ἐπὶ^ σκεύη ὀργῆς ἐν πολλῇ μα^κροθυ_μίᾳ. | εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκε τὴν ὀργὴν ἐπὶ σκεύη ὀργῆς ἐν πολλῇ μακροθυμίᾳ. |
οὐχ ἁπλῶς φησι^ν ἐπήγαγε τὴν ὀργήν, ἀλλ' ἐπὶ^ τὸν ἄ^ξι^ον τῆς ὀργῆς. | οὐχ ἁπλῶς φησιν ἐπήγαγε τὴν ὀργήν, ἀλλ' ἐπὶ τὸν ἄξιον τῆς ὀργῆς. |
τί^ γὰ^ρ λέγει; | τί γὰρ λέγει; |
ἤνεγκε ἐν πολλῇ μα^κροθυ_μίᾳ ὀργὴν ἐπὶ^ σκεύη ὀργῆς. | ἤνεγκε ἐν πολλῇ μακροθυμίᾳ ὀργὴν ἐπὶ σκεύη ὀργῆς. |
ὥσπερ γὰ^ρ σὺ^ οἶδα^ς μὲν πρὸς τὰ^ ὄντα^ ὁ ἀ^πόστολος· | ὥσπερ γὰρ σὺ οἶδας μὲν πρὸς τὰ ὄντα ὁ ἀπόστολος· |
τὸ λοιπόν, ἀ^δελφοί, ἰσχύ_ετε, ἐνδυναμοῦσθε, κα^ταρτίζεσθε. | τὸ λοιπόν, ἀδελφοί, ἰσχύετε, ἐνδυναμοῦσθε, καταρτίζεσθε. |
εἰ δὲ κα^τηρτισμένοι ἐκ φύ^σεως, δι^ὰ^ τί μοι λέγεις· | εἰ δὲ κατηρτισμένοι ἐκ φύσεως, διὰ τί μοι λέγεις· |
καταρτίζεσθε; | καταρτίζεσθε; |
τὸ δὲ κα^ταρτίζεσθαι τὸ ἀ^πὸ τῶν τρόπων ἑαυτοὺς ἀ^ξί^ους ἀ^ποτελεῖν. | τὸ δὲ καταρτίζεσθαι τὸ ἀπὸ τῶν τρόπων ἑαυτοὺς ἀξίους ἀποτελεῖν. |
καὶ λά^μβα^νε μαρτυροῦσα^ν τὴν φύ^σι^ν τῶν πρα_γμά^των. | καὶ λάμβανε μαρτυροῦσαν τὴν φύσιν τῶν πραγμάτων. |
τὸ ἔριον ἡ φύ^σι^ς φέρει· | τὸ ἔριον ἡ φύσις φέρει· |
τὸ δὲ κα^τηρτισμένον αἱ γυ^ναῖκες ἐργάζονται. | τὸ δὲ κατηρτισμένον αἱ γυναῖκες ἐργάζονται. |
ἀμέλει γοῦν κατάρτισμα^ κα^λοῦσι^ν αὐτὴν τὴν ὑ^φήν, αὐτὴν τὴν ἐργασίαν. | ἀμέλει γοῦν κατάρτισμα καλοῦσιν αὐτὴν τὴν ὑφήν, αὐτὴν τὴν ἐργασίαν. |
ὥσπερ οὖν ἡ φύ^σι^ς προφέρει τὸ ἔριον, ἡ δὲ σοφί^α_ κα^ταρτί^ζει τὸ πα^ρασχεθὲν ὑ^πὸ τῆς φύ^σεως, οὕτως ὁ θεὸς πλά^σα_ς τὴν φύ^σι^ν, παρέδωκε τῇ προαιρέσει. | ὥσπερ οὖν ἡ φύσις προφέρει τὸ ἔριον, ἡ δὲ σοφία καταρτίζει τὸ παρασχεθὲν ὑπὸ τῆς φύσεως, οὕτως ὁ θεὸς πλάσας τὴν φύσιν, παρέδωκε τῇ προαιρέσει. |
ἔριον ἡμῶν ἡ φύ^σι^ς ἐστὶ^ λοιπόν. | ἔριον ἡμῶν ἡ φύσις ἐστὶ λοιπόν. |
ἐν σοί ἐστι^ τὸ κα^ταρτίσαι ἐξ αὐτοῦ σκεῦος τι_μῆς ἢ κα^ταρτίσαι σκεῦος ἀ^τι_μί^α_ς. | ἐν σοί ἐστι τὸ καταρτίσαι ἐξ αὐτοῦ σκεῦος τιμῆς ἢ καταρτίσαι σκεῦος ἀτιμίας. |
βαφεὺς εἶ· | βαφεὺς εἶ· |
ἔλα^βες πα^ρὰ^ τῆς φύ^σεως ἐρέαν· | ἔλαβες παρὰ τῆς φύσεως ἐρέαν· |
ἔλα^βες τὴν προαίρεσι^ν, ὥσπερ τι^νὰ^ βαφήν. | ἔλαβες τὴν προαίρεσιν, ὥσπερ τινὰ βαφήν. |
θέλεις βάψαι τὴν ἐρέαν πορφύρα_ν βα^σι^λι^κήν; | θέλεις βάψαι τὴν ἐρέαν πορφύραν βασιλικήν; |
γίνῃ υἱὸς βα^σι^λέως. | γίνῃ υἱὸς βασιλέως. |
ἔβαψας αὐτὴν ἔργοις σκοτεινοῖς; | ἔβαψας αὐτὴν ἔργοις σκοτεινοῖς; |
γίνῃ υἱὸς σκότους καὶ νυκτός, οὐ τῆς φύ^σεως τοῦτο ἐργαζομένης, ἀλλὰ^ τῆς προαιρέσεως τὴν δι^α^φορὰ_ν κα^ταρτιζούσης. | γίνῃ υἱὸς σκότους καὶ νυκτός, οὐ τῆς φύσεως τοῦτο ἐργαζομένης, ἀλλὰ τῆς προαιρέσεως τὴν διαφορὰν καταρτιζούσης. |
οὐδὲν τούτων ἐξ ἀ^νάγκης, κ ἂ_ν φιλονεικῶσι^ν οἱ φιλόνεικοι. | οὐδὲν τούτων ἐξ ἀνάγκης, κ ἂν φιλονεικῶσιν οἱ φιλόνεικοι. |
διὰ γὰ^ρ τὴν τοῦ θεοῦ χά^ρι^ν, ὅσον ἧκεν εἰς δύ^να^μι^ν ἡμετέρα_ν, τὴν λύσιν πεποιήκα^μεν, ὥστε τὰ^ ζητούμενα^ λοιπὸν ἐναποτιθέσθω τοῖς νοήμα^σι^. | διὰ γὰρ τὴν τοῦ θεοῦ χάριν, ὅσον ἧκεν εἰς δύναμιν ἡμετέραν, τὴν λύσιν πεποιήκαμεν, ὥστε τὰ ζητούμενα λοιπὸν ἐναποτιθέσθω τοῖς νοήμασι. |
καὶ πρόσεχε ἀ^κρι_βῶς. | καὶ πρόσεχε ἀκριβῶς. |
ἐάν τι^ς ἀντιπέσῃ, οὕτως αὐτῷ ἀ^ντί^στηθι^ ἐν τοῖς οἰκείοις σκεύεσι^ κα^τα^βά^λλειν. | ἐάν τις ἀντιπέσῃ, οὕτως αὐτῷ ἀντίστηθι ἐν τοῖς οἰκείοις σκεύεσι καταβάλλειν. |
καὶ οὐκ ἐπειδὴ πρόκειταί σοι σκεύη ἐν τῇ οἰκί^ᾳ, ἀ^δι^α^φόρως πᾶσι^ κέχρησαι, ἀλλ' οἶδα^ς ποῖον μὲν ἀγγεῖον δέχεται οἶνον, ποῖον δὲ ἀγγεῖον δέχεται ὄξος. | καὶ οὐκ ἐπειδὴ πρόκειταί σοι σκεύη ἐν τῇ οἰκίᾳ, ἀδιαφόρως πᾶσι κέχρησαι, ἀλλ' οἶδας ποῖον μὲν ἀγγεῖον δέχεται οἶνον, ποῖον δὲ ἀγγεῖον δέχεται ὄξος. |
οὕτως οἶδεν ὁ θεὸς ποία_ ψυ_χὴ ἐπι^τηδεία_ πρὸς ἔλεον, ποία_ ψυ_χὴ ἀ^ξί^α_ τι_μωρί^α_ς, οὐκ ἐπειδὴ οὕτω πεποίηται, ἀλλ' ἐπειδὴ οὕτω διὰ τῆς οἰκεία_ς πολι_τεία_ς κα^τεσκεύα^σται. | οὕτως οἶδεν ὁ θεὸς ποία ψυχὴ ἐπιτηδεία πρὸς ἔλεον, ποία ψυχὴ ἀξία τιμωρίας, οὐκ ἐπειδὴ οὕτω πεποίηται, ἀλλ' ἐπειδὴ οὕτω διὰ τῆς οἰκείας πολιτείας κατεσκεύασται. |
διὰ τοῦτο, ἀ^δελφέ, σκεύη κα^λεῖ καὶ τοὺς τι_μωρουμένους, σκεύη καὶ τοὺς ἐλεουμένους. | διὰ τοῦτο, ἀδελφέ, σκεύη καλεῖ καὶ τοὺς τιμωρουμένους, σκεύη καὶ τοὺς ἐλεουμένους. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.