macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρί^σαι τὸ δυ^να^τὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μα^κροθυ_μίᾳ τὴν ὀργὴν ἐπὶ^ σκεύη ὀργῆς κα^τηρτισμένα^ εἰς ἀπώλεια^ν, ἵνα ἐνδείξηται τὸν πλοῦτον τοῦ ἐλέους αὐτοῦ ἐπὶ^ σκεύη ἐλέους. | εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ τὴν ὀργὴν ἐπὶ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, ἵνα ἐνδείξηται τὸν πλοῦτον τοῦ ἐλέους αὐτοῦ ἐπὶ σκεύη ἐλέους. |
κἀκεῖνον ἐποίησε σκεῦος ὀργῆς τὸν τὴν ὀργὴν δεξά^μενον καὶ τοῦτον σκεῦος ἐλέους τὸν τὴν φιλανθρωπίαν δεχόμενον, ἵνα δείξῃ ὅτι^ ἕκαστος ἐφ' ἑαυτὸν προσκα^λεῖται τὴν ὀργὴν καὶ τὸ ἔλεος. | κἀκεῖνον ἐποίησε σκεῦος ὀργῆς τὸν τὴν ὀργὴν δεξάμενον καὶ τοῦτον σκεῦος ἐλέους τὸν τὴν φιλανθρωπίαν δεχόμενον, ἵνα δείξῃ ὅτι ἕκαστος ἐφ' ἑαυτὸν προσκαλεῖται τὴν ὀργὴν καὶ τὸ ἔλεος. |
ἀλλ' ἴ_σως τι^ς ἐπι^λα^μβά^νεται τῆς φωνῆς ταύτης, μᾶλλον δὲ τῆς λέξεως ἐπὶ^ σκεύη ὀργῆς κα^τηρτισμένα^ εἰς ἀπώλεια^ν. | ἀλλ' ἴσως τις ἐπιλαμβάνεται τῆς φωνῆς ταύτης, μᾶλλον δὲ τῆς λέξεως ἐπὶ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν. |
οὕτω φησὶ^ν οὐκ ἐκ πολι_τεία_ς, ἀλλ' αὐτὸς κα^τήρτισε. | οὕτω φησὶν οὐκ ἐκ πολιτείας, ἀλλ' αὐτὸς κατήρτισε. |
δεῖ δὲ εἰδέναι ὅτι^ τὸ κα^ταρτισθῆναι οὐκ ἐκ φύ^σεως, ἀλλ' ἐκ προαιρέσεως. | δεῖ δὲ εἰδέναι ὅτι τὸ καταρτισθῆναι οὐκ ἐκ φύσεως, ἀλλ' ἐκ προαιρέσεως. |
καὶ τούτου δέχου τὴν μαρτυρίαν τὸ κα^ταρτίζεσθαι τὸ ἐν τῇ προαιρέσει ἀ^ποτελεῖν ἄ^ξι^ον τι_μωρί^α_ς ἢ φιλανθρωπία_ς. | καὶ τούτου δέχου τὴν μαρτυρίαν τὸ καταρτίζεσθαι τὸ ἐν τῇ προαιρέσει ἀποτελεῖν ἄξιον τιμωρίας ἢ φιλανθρωπίας. |
λέγει γά^ρ· | λέγει γάρ· |
ναί, οὐκ ἠκρίβωμαι τὰ_ς γρα^φά_ς, ἀλλὰ^ τὸ ζητούμενον, ἵνα σὺ^ θερα^πευθῇς. | ναί, οὐκ ἠκρίβωμαι τὰς γραφάς, ἀλλὰ τὸ ζητούμενον, ἵνα σὺ θεραπευθῇς. |
καὶ γὰ^ρ ὁ θερα^πευόμενος πα^ρὰ^ τῷ ἰ_α_τρῷ οὐ τὴν φύ^σι^ν τῶν φαρμά^κων περι^εργάζεται, ἀλλὰ πῶς θερα^πευθῇ σπουδάζει. | καὶ γὰρ ὁ θεραπευόμενος παρὰ τῷ ἰατρῷ οὐ τὴν φύσιν τῶν φαρμάκων περιεργάζεται, ἀλλὰ πῶς θεραπευθῇ σπουδάζει. |
ἐὰν εἴπῃ σοι ὁ ἀντιλέγων· | ἐὰν εἴπῃ σοι ὁ ἀντιλέγων· |
πῶς ἔμα^θες; | πῶς ἔμαθες; |
πῶς ἐδι^δά^χθης; | πῶς ἐδιδάχθης; |
εἰπέ· | εἰπέ· |
πῶς μὲν ἔμα^θον, οἶδα^· | πῶς μὲν ἔμαθον, οἶδα· |
πῶς δὲ ἀ^πα^γγελῶ, οὐκ οἶδα^. | πῶς δὲ ἀπαγγελῶ, οὐκ οἶδα. |
οὐ γὰ^ρ ἐθερά^πευσα^, ἀλλ' ἐθερα^πεύθην ἀκλινῆ τὴν ψυ_χὴν ἔχειν. | οὐ γὰρ ἐθεράπευσα, ἀλλ' ἐθεραπεύθην ἀκλινῆ τὴν ψυχὴν ἔχειν. |
ἐὰν ἴ^δῃς αὐτὸν ἀντιλέγοντα^, εἰπέ· | ἐὰν ἴδῃς αὐτὸν ἀντιλέγοντα, εἰπέ· |
ἐπειδὴ ἐγὼ οὐκ ἐγενόμην ἰ_α_τρός, οὐ δὲ ἰατρικὴν ἐπιστεύθην, ἐλθὲ πρὸς τοὺς ἰ_α_τροὺς καὶ ἀ^παγγελοῦσί^ σοι τὴν τῶν φαρμά^κων βοήθεια^ν. | ἐπειδὴ ἐγὼ οὐκ ἐγενόμην ἰατρός, οὐ δὲ ἰατρικὴν ἐπιστεύθην, ἐλθὲ πρὸς τοὺς ἰατροὺς καὶ ἀπαγγελοῦσί σοι τὴν τῶν φαρμάκων βοήθειαν. |
γένοιτο δε ἡμᾶς ἰατρευομένους, δόξα^ν ἀναπέμπειν τῷ μόνῳ ἰ_α_τρῷ καὶ σοφῷ θεῷ· | γένοιτο δε ἡμᾶς ἰατρευομένους, δόξαν ἀναπέμπειν τῷ μόνῳ ἰατρῷ καὶ σοφῷ θεῷ· |
αὐτῷ ἡ δόξα_ καὶ τὸ κρά^τος εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων. | αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
ἀμήν. | ἀμήν. |
μέγα^ τῆς ψυ_χῆς ἐφόδιον εἰς σωτηρί^α_ν τὰ^ ἱ^ερὰ^ μαθήμα^τα^. | μέγα τῆς ψυχῆς ἐφόδιον εἰς σωτηρίαν τὰ ἱερὰ μαθήματα. |
σίδηρος μὲν γὰ^ρ σί^δηρον ὀξύ_νει, λόγος δὲ θεῖος ψυ_χὴν ἀκονᾷ· | σίδηρος μὲν γὰρ σίδηρον ὀξύνει, λόγος δὲ θεῖος ψυχὴν ἀκονᾷ· |
καὶ ἄρτῳ μὲν σῶ^μα^ τρέφεται, λόγῳ δὲ θείῳ ψυ_χὴ στηρίζεται· | καὶ ἄρτῳ μὲν σῶμα τρέφεται, λόγῳ δὲ θείῳ ψυχὴ στηρίζεται· |
οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐν παντὶ^ ῥήμα^τι^ ἐκπορευομένῳ δι^ὰ^ στόμα^τος θεοῦ. | οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ. |
τροφὴ τοίνυ^ν ψυ_χῆς λόγος θεοῦ. | τροφὴ τοίνυν ψυχῆς λόγος θεοῦ. |
τῇ γὰ^ρ κατ' εἰκόνα^ τοῦ κοσμοποιοῦ γενομένῃ λόγου, καὶ λόγῳ τετιμημένῃ καὶ λογι^κῆς ἐλευθερί^α_ς ἠξι^ωμένῃ, τί^ ἂ^ν οἰκειότερον γένοιτο λόγου τρέφοντος αὐτὴν καὶ παιδεύοντος καὶ πρὸς τὸ οἰκεῖον ἀξί^ωμα^ τα^χέως ἐπανάγοντος; | τῇ γὰρ κατ' εἰκόνα τοῦ κοσμοποιοῦ γενομένῃ λόγου, καὶ λόγῳ τετιμημένῃ καὶ λογικῆς ἐλευθερίας ἠξιωμένῃ, τί ἂν οἰκειότερον γένοιτο λόγου τρέφοντος αὐτὴν καὶ παιδεύοντος καὶ πρὸς τὸ οἰκεῖον ἀξίωμα ταχέως ἐπανάγοντος; |
λόγον δέ, ἀ^δελφοί, φα^μὲν ἡμεῖς, οὐ τὸν σοφιστικῇ δεινότητι^ κεκομψευμένον εἰς πιθανότητα^, ἀλλὰ^ τὸν ἁπλότητι^ πίστεως μεμα^ρτυ^ρημένον εἰς ἀ^λήθεια^ν. | λόγον δέ, ἀδελφοί, φαμὲν ἡμεῖς, οὐ τὸν σοφιστικῇ δεινότητι κεκομψευμένον εἰς πιθανότητα, ἀλλὰ τὸν ἁπλότητι πίστεως μεμαρτυρημένον εἰς ἀλήθειαν. |
νόθον γὰ^ρ ἡγεῖσθαι δεῖ πᾶσα^ν ἀ^ρετὴν καὶ βί^ου καὶ λόγου, ἥτι^ς μὴ πα^ρὰ^ τοῦ θείου διδασκά^λου τὰ_ς ἀ^παρχὰς ὑπεδέξα^το· | νόθον γὰρ ἡγεῖσθαι δεῖ πᾶσαν ἀρετὴν καὶ βίου καὶ λόγου, ἥτις μὴ παρὰ τοῦ θείου διδασκάλου τὰς ἀπαρχὰς ὑπεδέξατο· |
καθ' ὅσον σκιὰ^ σώμα^τος καὶ ὄνα^ρ τῆς ἀ^ληθεία_ς ἀ^πεσχοίνισται, τοσοῦτον δι^έστηκε τῆς ἀ^ληθι^νῆς τοῦ θεοῦ σοφί^α_ς ἡ νενομισμένη τοῦ κόσμου σοφί^α_. | καθ' ὅσον σκιὰ σώματος καὶ ὄναρ τῆς ἀληθείας ἀπεσχοίνισται, τοσοῦτον διέστηκε τῆς ἀληθινῆς τοῦ θεοῦ σοφίας ἡ νενομισμένη τοῦ κόσμου σοφία. |
ὅθεν καὶ ὁ μα^κά^ριος παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ ποτὲ μὲν ἐξελθὼν κα^κῶς ἐπὶ^ θήρᾳ τῶν ἁ^γί^ων, θηρα_θεὶς δὲ κα^λῶς ἐπὶ^ σωτηρί^ᾳ ἀνθρώπων, δι^αρρήδην πρὸς τὸν νόθον τὸν εὐσεβῆ καὶ ἀ^ληθῆ λόγον ἐπεισάγων σοφί^α_ν δὲ λα^λοῦμεν ἐν τοῖς τελείοις, σοφί^α_ν δὲ οὐ τὴν τοῦ αἰῶ νος τούτου, ἀλλὰ^ θεοῦ σοφίαν ἐν μυστηρίῳ. | ὅθεν καὶ ὁ μακάριος παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ ποτὲ μὲν ἐξελθὼν κακῶς ἐπὶ θήρᾳ τῶν ἁγίων, θηραθεὶς δὲ καλῶς ἐπὶ σωτηρίᾳ ἀνθρώπων, διαρρήδην πρὸς τὸν νόθον τὸν εὐσεβῆ καὶ ἀληθῆ λόγον ἐπεισάγων σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τὴν τοῦ αἰῶ νος τούτου, ἀλλὰ θεοῦ σοφίαν ἐν μυστηρίῳ. |
σοφί^α_ τοίνυ^ν ἡμῖν ἡ προφητι^κὴ γλῶττα^, καὶ ἡ ἀποστολι^κὴ δι^δα^σκα^λί^α_, καὶ τὸ εὐαγγέλιον τῆς βα^σι^λεία_ς, ἡ κορυ^φὴ τῆς λογι^κῆς ἐξουσί^α_ς. | σοφία τοίνυν ἡμῖν ἡ προφητικὴ γλῶττα, καὶ ἡ ἀποστολικὴ διδασκαλία, καὶ τὸ εὐαγγέλιον τῆς βασιλείας, ἡ κορυφὴ τῆς λογικῆς ἐξουσίας. |
εὐαγγέλιον δέ, ἀ^δελφοί, ὅτα^ν ἀ^κούσωμεν, ἀ^ξί^α_ν τῆς προσηγορί^α_ς τὴν ἔννοια^ν ἀ^να^λά^βωμεν. | εὐαγγέλιον δέ, ἀδελφοί, ὅταν ἀκούσωμεν, ἀξίαν τῆς προσηγορίας τὴν ἔννοιαν ἀναλάβωμεν. |
πολλοὶ γὰ^ρ πολλά^κι^ς τῇ συ^νηθείᾳ τῶν ὀνομά^των ἐμμελετήσαντες, τὴν δύ^να^μι^ν αὐτῶν τῶν πρα_γμά^των ἠγνόησα^ν. | πολλοὶ γὰρ πολλάκις τῇ συνηθείᾳ τῶν ὀνομάτων ἐμμελετήσαντες, τὴν δύναμιν αὐτῶν τῶν πραγμάτων ἠγνόησαν. |
ἔστι^ δὲ εὐαγγέλιον ἑρμηνεία_ τοῦ πρά_γμα^τος· | ἔστι δὲ εὐαγγέλιον ἑρμηνεία τοῦ πράγματος· |
εὐαγγελίζεται γὰ^ρ ἡμᾶς τὴν πολυΰμνητον τοῦ σωτῆρος οἰκονομίαν, ὅτι^ ὁ θεὸς ἐν ἀνθρώποις ἐγένετο δι^ὰ^ φιλανθρωπίαν, οὐ τὴν προαιώνιον ἀ^ξί^α_ν προαποθέμενος, ἀλλὰ^ τὴν σωτήριον οἰκονομίαν ἐνδυ_σά^μενος· | εὐαγγελίζεται γὰρ ἡμᾶς τὴν πολυΰμνητον τοῦ σωτῆρος οἰκονομίαν, ὅτι ὁ θεὸς ἐν ἀνθρώποις ἐγένετο διὰ φιλανθρωπίαν, οὐ τὴν προαιώνιον ἀξίαν προαποθέμενος, ἀλλὰ τὴν σωτήριον οἰκονομίαν ἐνδυσάμενος· |
εὐαγγελίζεται ἡμᾶς τὸ εὐαγγέλιον, ὅτι^ τοῖς κά^μνουσι^ν ἰ_α_τρὸς ἐπεδήμησεν, οὐ φαρμά^κοις θερα^πεύων, ἀλλὰ^ νεύματι^ φιλανθρωπία_ς ἰώμενος· | εὐαγγελίζεται ἡμᾶς τὸ εὐαγγέλιον, ὅτι τοῖς κάμνουσιν ἰατρὸς ἐπεδήμησεν, οὐ φαρμάκοις θεραπεύων, ἀλλὰ νεύματι φιλανθρωπίας ἰώμενος· |
εὐαγγελίζεται ἡμᾶς, ὅτι^ τοῖς πεπλανημένοις ὁδὸς ἀνεδείχθη, τοῖς ἐσκοτισμένοις τὸ φῶς ἔλαμψε, τοῖς ἀπεγνωσμένοις ἡ σωτηρί^α_. | εὐαγγελίζεται ἡμᾶς, ὅτι τοῖς πεπλανημένοις ὁδὸς ἀνεδείχθη, τοῖς ἐσκοτισμένοις τὸ φῶς ἔλαμψε, τοῖς ἀπεγνωσμένοις ἡ σωτηρία. |
ἐπειδὴ γὰ^ρ νόμῳ παιδευθέντες οὐκ ἐπεστράφημεν καὶ προφητείαις ὁδηγηθέντες οὐκ ἀνεκλήθημεν πρὸς τὴν ἐπίγνωσι^ν τῆς ἀ^ληθεία_ς καὶ ἐκι^νδυ_νεύετο τῇ ἡμετέρᾳ ἀγνωμοσύ^νῃ φθα^ρῆναι τὰ^ πά^ντα^ καὶ λυ^θῆναι τὰ^ ἀ^νθρώπι^να^, ὡς εἶδεν ἡμᾶς ἡ τοῦ θεοῦ φι^λανθρωπί^α_ καὶ πρὸς τὴν τοῦ νόμου παιδείαν ἀπειρηκότας καὶ πρὸς τὴν τῶ... | ἐπειδὴ γὰρ νόμῳ παιδευθέντες οὐκ ἐπεστράφημεν καὶ προφητείαις ὁδηγηθέντες οὐκ ἀνεκλήθημεν πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας καὶ ἐκινδυνεύετο τῇ ἡμετέρᾳ ἀγνωμοσύνῃ φθαρῆναι τὰ πάντα καὶ λυθῆναι τὰ ἀνθρώπινα, ὡς εἶδεν ἡμᾶς ἡ τοῦ θεοῦ φιλανθρωπία καὶ πρὸς τὴν τοῦ νόμου παιδείαν ἀπειρηκότας καὶ πρὸς τὴν τῶν προφητῶν ὁδηγίαν ... |
προῆλθε γοῦν ἡ σωτήριος χά^ρι^ς δι^α^φόρως πά^ντα^ς εὐεργετοῦσα^, τοὺς δούλους ἐλευθεροῦσα^, τοὺς πτωχοὺς πλουτίζουσα^, τοὺς ἐξορίστους ἀνα^κα^λουμένη, τοὺς αἰχμα^λώτους ἐξαγοράζουσα^, πά^ντα^ τοῖς πᾶσι^ν ἐγένετο, οὐ δι^ὰ^ τὴν ἡμετέρα_ν ἀ^ξί^α_ν, ἀλλὰ^ δι^ὰ^ τὴν αὐτὴν τῷ εὐεργέτῃ πρέπουσα^ν ἀγαθότητα^, ὃς ἁπλοῦς ὢν τὴν... | προῆλθε γοῦν ἡ σωτήριος χάρις διαφόρως πάντας εὐεργετοῦσα, τοὺς δούλους ἐλευθεροῦσα, τοὺς πτωχοὺς πλουτίζουσα, τοὺς ἐξορίστους ἀνακαλουμένη, τοὺς αἰχμαλώτους ἐξαγοράζουσα, πάντα τοῖς πᾶσιν ἐγένετο, οὐ διὰ τὴν ἡμετέραν ἀξίαν, ἀλλὰ διὰ τὴν αὐτὴν τῷ εὐεργέτῃ πρέπουσαν ἀγαθότητα, ὃς ἁπλοῦς ὢν τὴν φύσιν καὶ ἀμέριστος καὶ ἀσ... |
ἐπειδὴ γὰ^ρ πά^ντα^ διέπεσε τὰ^ ἀ^νθρώπι^να^, εἰς ἑαυτὸν ἀ^να^λα^μβά^νει τὰ^ πά^ντα^ οἰκειότητι^, τῇ τὰ^ πά^ντα^ ἀνακαινιζούσῃ χάριτι^ τὰ_ς προσηγορί^α_ς δεχόμενος. | ἐπειδὴ γὰρ πάντα διέπεσε τὰ ἀνθρώπινα, εἰς ἑαυτὸν ἀναλαμβάνει τὰ πάντα οἰκειότητι, τῇ τὰ πάντα ἀνακαινιζούσῃ χάριτι τὰς προσηγορίας δεχόμενος. |
λι_μὸς ἦν πολύ^ς, λι_μὸς θείου λόγου, λιμὸς ὃν ἀποστελῶ αὐτοῖς οὐ λι_μὸν ἄρτου, οὐ δὲ δίψα_ν ὕ^δα^τος, ἀλλὰ^ λι_μὸν τοῦ ἀ^κοῦσαι λόγον κυ_ρί^ου. | λιμὸς ἦν πολύς, λιμὸς θείου λόγου, λιμὸς ὃν ἀποστελῶ αὐτοῖς οὐ λιμὸν ἄρτου, οὐ δὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου. |
ἐπεὶ οὖν ᾔδει πεινῶσα^ν τὴν οἰκουμένην καὶ λι_μῷ φθειρομένην· | ἐπεὶ οὖν ᾔδει πεινῶσαν τὴν οἰκουμένην καὶ λιμῷ φθειρομένην· |
ὃ γά^ρ ἐστι^ν ἀτροφίᾳ τῷ σώμα^τι^, τοῦτο ἀπαιδευσία τῇ ψυ^χῇ· | ὃ γάρ ἐστιν ἀτροφίᾳ τῷ σώματι, τοῦτο ἀπαιδευσία τῇ ψυχῇ· |
βοᾷ δι^ὰ^ τῶν εὐαγγελίων ἡ πηγὴ τῶν ἀ^γα^θῶν· | βοᾷ διὰ τῶν εὐαγγελίων ἡ πηγὴ τῶν ἀγαθῶν· |
ἐγώ εἰμι^ ὁ ἄρτος ὁ ἐξ οὐρα^νοῦ κα^τα^βὰ_ς καὶ ζωὴν δι^δοὺς τῷ κόσμῳ. | ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. |
ὁ μὲν γὰ^ρ αἰσθητὸς ἀ^πὸ γῆς προέρχεται, τοῦ ἐξα^γα^γεῖν ἄρτον ἐκ τῆς γῆς. | ὁ μὲν γὰρ αἰσθητὸς ἀπὸ γῆς προέρχεται, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς. |
ὁ δὲ οὐρά^νι^ος ἐξ οὐρα^νοῦ πηγάζει· | ὁ δὲ οὐράνιος ἐξ οὐρανοῦ πηγάζει· |
ἐγὼ γά^ρ εἰμι^ ὁ ἄρτος ὁ ἐξ οὐρα^νοῦ κα^τα^βά_ς. | ἐγὼ γάρ εἰμι ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβάς. |
ἔρημος ἦν γῆ δι^ψῶσα^ καὶ ἐστερημένη τοῦ θείου λόγου καὶ οὐκ ἔχουσα^ τῆς πνευματικῆς ἀρδεία_ς τὴν ἀπόλαυσι^ν. | ἔρημος ἦν γῆ διψῶσα καὶ ἐστερημένη τοῦ θείου λόγου καὶ οὐκ ἔχουσα τῆς πνευματικῆς ἀρδείας τὴν ἀπόλαυσιν. |
τί^ οὖν; | τί οὖν; |
εἰ τι^ς διψᾷ, ἐρχέσθω πρός με, καὶ πι_νέτω. | εἰ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. |
ἐπειδὴ γὰ^ρ δι^α^φόρως ἐβόων οἱ προφῆται καὶ πᾶς ὁ τῶν ἁ^γί^ων χορὸς ἐδίψα αὐτοῦ τὴν πα^ρουσίαν λέγων· | ἐπειδὴ γὰρ διαφόρως ἐβόων οἱ προφῆται καὶ πᾶς ὁ τῶν ἁγίων χορὸς ἐδίψα αὐτοῦ τὴν παρουσίαν λέγων· |
ὁ θεός, ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω· | ὁ θεός, ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω· |
ἐδίψησεν ἡ ψυ_χή μου πρὸς τὸν θεὸν ζῶντα^, βουλόμενος δεῖξαι, ὅτι^ αὐτός ἐστι^ν ὃν ἐδί^ψησα^ν οἱ προφῆται, εἴ τι^ς διψᾷ, ἐρχέσθω πρός με, καὶ πι_νέτω. | ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν ζῶντα, βουλόμενος δεῖξαι, ὅτι αὐτός ἐστιν ὃν ἐδίψησαν οἱ προφῆται, εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. |
εἴ τι^ς ἐστὶ^ κα^τὰ^ τὸν λέγοντα^· | εἴ τις ἐστὶ κατὰ τὸν λέγοντα· |
ἐδίψησέ σε ἡ ψυ_χή μου, ἐρχέσθω πρός με. | ἐδίψησέ σε ἡ ψυχή μου, ἐρχέσθω πρός με. |
εἶδε πά^λι^ν τὴν οἰκουμένην γυμνήν, οὐ τῷ σώμα^τι^ γυμνὴν ἀλλ' ἀ^ρετῆς γεγυμνωμένην· | εἶδε πάλιν τὴν οἰκουμένην γυμνήν, οὐ τῷ σώματι γυμνὴν ἀλλ' ἀρετῆς γεγυμνωμένην· |
εἶδε τὸ πλάσμα^ ὃ ἔπλα^σεν, καὶ ἠλέησεν ὁ ἐποίησε, καὶ δί^δωσι^ν ἔνδυ_μα^ τοῖς γυμνοῖς αὐτὸς ἑαυτόν, ὅσοι εἰς χριστὸν ἐβαπτίσθητε, χριστὸν ἐνεδύ_σα^σθε. | εἶδε τὸ πλάσμα ὃ ἔπλασεν, καὶ ἠλέησεν ὁ ἐποίησε, καὶ δίδωσιν ἔνδυμα τοῖς γυμνοῖς αὐτὸς ἑαυτόν, ὅσοι εἰς χριστὸν ἐβαπτίσθητε, χριστὸν ἐνεδύσασθε. |
πεπλάνητο ἡ γῆ ὁδὸν ζητοῦσα^ καὶ μὴ εὑρί^σκουσα^· | πεπλάνητο ἡ γῆ ὁδὸν ζητοῦσα καὶ μὴ εὑρίσκουσα· |
πᾶσα^ γὰ^ρ ψυ_χὴ ἔχει ἐν ἑαυτῇ τὸ σπέρμα^ τῆς θεολογί^α_ς, καὶ ἔχουσα^ οὐκ ᾔδει, πῶς δεῖ θηρά_σαι τὸ ποθούμενον. | πᾶσα γὰρ ψυχὴ ἔχει ἐν ἑαυτῇ τὸ σπέρμα τῆς θεολογίας, καὶ ἔχουσα οὐκ ᾔδει, πῶς δεῖ θηράσαι τὸ ποθούμενον. |
ἐπειδὴ οὖν οὐχ εὕρισκον ὁδὸν οἱ πεπλα^νημένοι· | ἐπειδὴ οὖν οὐχ εὕρισκον ὁδὸν οἱ πεπλανημένοι· |
ἐγώ εἰμί^ φησι^ν ἡ ὁδός. | ἐγώ εἰμί φησιν ἡ ὁδός. |
ἀλλὰ^ νεκρὸς εἶ; | ἀλλὰ νεκρὸς εἶ; |
ἐγώ εἰμι^ ἡ ἀνάστα^σι^ς. | ἐγώ εἰμι ἡ ἀνάστασις. |
ἀλλ' ἀσθενὴς εἶ χειραγωγία_ς δεόμενος. | ἀλλ' ἀσθενὴς εἶ χειραγωγίας δεόμενος. |
ἐγώ εἰμι^ ἡ ῥάβδος ἡ ἐκ τῆς ῥίζης ἰεσσαὶ στηρί^ζουσα^ τοὺς ἀσθενοῦντα^ς, ἡ ῥάβδος σου καὶ ἡ βακτηρί^α_ σου αὗταί με πα^ρεκά^λεσα^ν. | ἐγώ εἰμι ἡ ῥάβδος ἡ ἐκ τῆς ῥίζης ἰεσσαὶ στηρίζουσα τοὺς ἀσθενοῦντας, ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου αὗταί με παρεκάλεσαν. |
δι^ὰ^ τί^ ῥάβδος, δι^ὰ^ τί^ βακτηρί^α_; | διὰ τί ῥάβδος, διὰ τί βακτηρία; |
ἐπειδὴ πρὸς πᾶσα^ν ἡλι^κί^α_ν ἁρμόττει· | ἐπειδὴ πρὸς πᾶσαν ἡλικίαν ἁρμόττει· |
νέους παιδαγωγεῖ, γέροντα^ς στηρίζει. | νέους παιδαγωγεῖ, γέροντας στηρίζει. |
ἀλλ', ὦ δέσποτα^, πεινῶντά με ἔθρεψα^ς, διψῶντά^ με ἐπότισα^ς, γυμνὸν ἐνέδυ_σα^ς, πεπλα^νημένον ὡδήγησα^ς, ἀσθενοῦντα^ ἐβακτηρίασα^ς· | ἀλλ', ὦ δέσποτα, πεινῶντά με ἔθρεψας, διψῶντά με ἐπότισας, γυμνὸν ἐνέδυσας, πεπλανημένον ὡδήγησας, ἀσθενοῦντα ἐβακτηρίασας· |
φθά^σα_ς ἐπὶ^ τὴν ὁδόν, κα^τέλα^βον τὰ^ ἴχνη τῆς εὐσεβεία_ς· | φθάσας ἐπὶ τὴν ὁδόν, κατέλαβον τὰ ἴχνη τῆς εὐσεβείας· |
ζητῶ τὴν θύραν τῆς ἀ^ληθεία_ς· | ζητῶ τὴν θύραν τῆς ἀληθείας· |
τί^ς ὁ δεικνύ_ς; | τίς ὁ δεικνύς; |
ἐγώ εἰμι^ ἡ θύ^ρα_, δι' ἐμοῦ πᾶς εἰσέρχεται πρὸς τὸν πα^τέρα^. | ἐγώ εἰμι ἡ θύρα, δι' ἐμοῦ πᾶς εἰσέρχεται πρὸς τὸν πατέρα. |
δι^ὰ^ σοῦ, δι^ὰ^ τί^; | διὰ σοῦ, διὰ τί; |
πύ^λη γά^ρ εἰμι^ σωτηρί^α_ς ἠνεῳγμένη, ἣν ἐπιζητεῖ ὁ μα^κά^ριος δαυὶδ πολλὰ_ς μὲν ἐπι^νοήσα_ς, μί^α^ν δὲ εὑρών. | πύλη γάρ εἰμι σωτηρίας ἠνεῳγμένη, ἣν ἐπιζητεῖ ὁ μακάριος δαυὶδ πολλὰς μὲν ἐπινοήσας, μίαν δὲ εὑρών. |
ἀνοίξατέ μοι πύ^λα_ς δι^καιοσύ^νης· | ἀνοίξατέ μοι πύλας δικαιοσύνης· |
εἰσελθών ἐν αὐταῖς ἐξομολογήσομαι τῷ κυ_ρί^ῳ. | εἰσελθών ἐν αὐταῖς ἐξομολογήσομαι τῷ κυρίῳ. |
ἐπεὶ δὲ ἔτυ^χε τῆς αἰτήσεως, καὶ εὗρεν ὃ μὴ προσεδόκησεν, οὐ πολλά_ς, ἀλλὰ^ μί^α^ν, ἀνα^κα^λεσά^μενος τὴν ἑαυτοῦ φωνήν, αὕτη ἡ πύ^λη τοῦ κυ_ρί^ου, δί^καιοι εἰσελεύσονται ἐν αὐτῇ. | ἐπεὶ δὲ ἔτυχε τῆς αἰτήσεως, καὶ εὗρεν ὃ μὴ προσεδόκησεν, οὐ πολλάς, ἀλλὰ μίαν, ἀνακαλεσάμενος τὴν ἑαυτοῦ φωνήν, αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. |
εἶτα τῇ προφητι^κῇ ὄψει καὶ τῷ πόθῳ τῆς ψυ_χῆς ἔσω πα^ρελθών, καὶ ὥσπερ ἐντὸς τῶν βα^σι^λείων γενόμενος ἐξομολογήσομαί σοί φησι^ν ὅτι^ ἐπήκουσά^ς μου. | εἶτα τῇ προφητικῇ ὄψει καὶ τῷ πόθῳ τῆς ψυχῆς ἔσω παρελθών, καὶ ὥσπερ ἐντὸς τῶν βασιλείων γενόμενος ἐξομολογήσομαί σοί φησιν ὅτι ἐπήκουσάς μου. |
εἰπέ, ὦ προφῆτα^ καὶ θεολόγε, ἐξομολογῇ καὶ εὐχα^ρι^στεῖς τῷ θεῷ; | εἰπέ, ὦ προφῆτα καὶ θεολόγε, ἐξομολογῇ καὶ εὐχαριστεῖς τῷ θεῷ; |
τί^ ἄ^ξι^ον τῆς προσδοκί^α_ς εὑρών; | τί ἄξιον τῆς προσδοκίας εὑρών; |
οἱ γὰ^ρ ἐπιθυμοῦντες πα^ρελθεῖν εἰς οἶκον βα^σι^λεία_ς, ἀναμένουσι^ν ἑστιᾶσαι τὰ_ς ὄψεις τοῖς φαινομένοις, χρυ_σῷ πολλῷ, μαρμά^ροις ἀ^παστράπτουσι^, τοῖς ποικί^λοις ἄ^νθεσι^ τοῦ πλούτου, τῇ δορυ^φορίᾳ τῇ περὶ^ τὸν βα^σι^λέα^, τῷ θρόνῳ τῷ βα^σι^λι^κῷ, ταῖς δωρεαῖς τῶν βα^σι^λέων. | οἱ γὰρ ἐπιθυμοῦντες παρελθεῖν εἰς οἶκον βασιλείας, ἀναμένουσιν ἑστιᾶσαι τὰς ὄψεις τοῖς φαινομένοις, χρυσῷ πολλῷ, μαρμάροις ἀπαστράπτουσι, τοῖς ποικίλοις ἄνθεσι τοῦ πλούτου, τῇ δορυφορίᾳ τῇ περὶ τὸν βασιλέα, τῷ θρόνῳ τῷ βασιλικῷ, ταῖς δωρεαῖς τῶν βασιλέων. |
ταῦτα^ προσδοκῶν ἕκαστος ἰ^δεῖν, διψᾷ τὰ^ βα^σί^λεια^ καὶ πρὸς τὸν πόθον ἐπείγεται. | ταῦτα προσδοκῶν ἕκαστος ἰδεῖν, διψᾷ τὰ βασίλεια καὶ πρὸς τὸν πόθον ἐπείγεται. |
σὺ^ δὲ τί^ ποθεῖς ὧν εὗρες εἰσελθὼν ἔσω τῆς πύλης; | σὺ δὲ τί ποθεῖς ὧν εὗρες εἰσελθὼν ἔσω τῆς πύλης; |
ὑ^πὲρ τί^νος εὐχα^ρι^στεῖς; | ὑπὲρ τίνος εὐχαριστεῖς; |
τί^ μέγα κα^τα^λα^βών, τί^ εὑρὼν τῆς ἐπι^θυ_μί^α_ς ἄ^ξι^ον; | τί μέγα καταλαβών, τί εὑρὼν τῆς ἐπιθυμίας ἄξιον; |
ἑρμήνευσον τὸν πόθον, ἵ^να_ μήποτε ἡ ἰουδαϊκὴ ἀναισχυντία συκοφαντήσῃ τὴν ἀ^λήθεια^ν. | ἑρμήνευσον τὸν πόθον, ἵνα μήποτε ἡ ἰουδαϊκὴ ἀναισχυντία συκοφαντήσῃ τὴν ἀλήθειαν. |
τί^ εὗρες; | τί εὗρες; |
τί^ κηρύττεις; | τί κηρύττεις; |
τί^ θαυμάζεις; | τί θαυμάζεις; |
χριστόν, φησί^ν, εὗρον. | χριστόν, φησίν, εὗρον. |
χριστοῦ τὴν οἰκονομίαν εἶδον, τὴν καινὴν χά^ρι^ν, τὴν ξένην εὐεργεσίαν, τὸ ἔνδοξον πά^θος, τὴν ἀ^πόρρητον μυσταγωγίαν· | χριστοῦ τὴν οἰκονομίαν εἶδον, τὴν καινὴν χάριν, τὴν ξένην εὐεργεσίαν, τὸ ἔνδοξον πάθος, τὴν ἀπόρρητον μυσταγωγίαν· |
ταῦτα^ βλέπω, ταῦτα^ θαυμάζω, ὑ^πὲρ τούτων εὐχα^ρι^στῶν λέγω· | ταῦτα βλέπω, ταῦτα θαυμάζω, ὑπὲρ τούτων εὐχαριστῶν λέγω· |
ἐξομολογήσομαί σοι, ὅτι^ ἐπήκουσά^ς μου, καὶ ἐγένου μοι εἰς σωτηρί^α_ν. | ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μοι εἰς σωτηρίαν. |
οὐ κρύπτω τὴν εὐεργεσίαν, οὐ ταμιεύομαι τὴν σωτηρί^α_ν, ἀλλ' εὐαγγελίζομαι τὴν οἰκονομίαν. | οὐ κρύπτω τὴν εὐεργεσίαν, οὐ ταμιεύομαι τὴν σωτηρίαν, ἀλλ' εὐαγγελίζομαι τὴν οἰκονομίαν. |
λίθον ὃν ἀπεδοκίμασα^ν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφα^λὴν γονία_ς. | λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γονίας. |
ὁρᾷς ὅπως ἡ εὐχα^ρι^στί^α_ τὴν ἱστορίαν ἐγύμνωσεν; | ὁρᾷς ὅπως ἡ εὐχαριστία τὴν ἱστορίαν ἐγύμνωσεν; |
ἐξομολογήσομαί σοι, ὅτι^ ἐπήκουσά^ς μου καὶ ἐγένου μοι εἰς σωτηρί^α_ν. | ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου καὶ ἐγένου μοι εἰς σωτηρίαν. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.