macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
λίθον ὃν ἀπεδοκίμασα^ν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφα^λὴν γονία_ς. | λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γονίας. |
ὁρᾷς ὅπως ἅ^πα_σα^ τῶν προφητῶν ἡ προσδοκί^α_ πρὸς αὐτὴν ἔβλεπε τὴν οἰκονομίαν, καὶ χριστὸν ἐπόθει τὸν ἐν τῇ συ^ναγωγῇ ἐξουθενημένον, ἐν δὲ τοῖς ἔθνεσι^ δοξαζόμενον. | ὁρᾷς ὅπως ἅπασα τῶν προφητῶν ἡ προσδοκία πρὸς αὐτὴν ἔβλεπε τὴν οἰκονομίαν, καὶ χριστὸν ἐπόθει τὸν ἐν τῇ συναγωγῇ ἐξουθενημένον, ἐν δὲ τοῖς ἔθνεσι δοξαζόμενον. |
οὐκοῦν ἵ^να_ εἰς τὸ προκείμενον ἐπανέλθωμεν, κ ἂ_ν τὴν πύλην ζητήσῃς, χριστὸν εὑρήσεις. | οὐκοῦν ἵνα εἰς τὸ προκείμενον ἐπανέλθωμεν, κ ἂν τὴν πύλην ζητήσῃς, χριστὸν εὑρήσεις. |
καὶ ναί φησι^, θύ^ρα_ δι^ὰ^ φιλανθρωπίαν. | καὶ ναί φησι, θύρα διὰ φιλανθρωπίαν. |
ἀλλ' ἐπειδὴ δεῖ πάντως τῷ εἰσελθόντι^ εἰς βα^σι^λεία_ν καὶ να_ὸν θεοῦ ἔχειν τὸν ὁδηγοῦντα^ πρὸς τὴν ἐπι^θυ_μί^αν οὐδεὶς γὰ^ρ καθ' ἑαυτὸν πα^ρα^στῆναι τολμᾷ τῷ θυσιαστηρίῳ, μὴ ἔχων τὸν ἱερατεύοντα^. | ἀλλ' ἐπειδὴ δεῖ πάντως τῷ εἰσελθόντι εἰς βασιλείαν καὶ ναὸν θεοῦ ἔχειν τὸν ὁδηγοῦντα πρὸς τὴν ἐπιθυμίαν οὐδεὶς γὰρ καθ' ἑαυτὸν παραστῆναι τολμᾷ τῷ θυσιαστηρίῳ, μὴ ἔχων τὸν ἱερατεύοντα. |
ὅτα^ν ἔλθῃς ἔσω τῆς πύλης, εὑρίσκεις αὐτὸν ἱερέα^ προσάγοντά^ σε; | ὅταν ἔλθῃς ἔσω τῆς πύλης, εὑρίσκεις αὐτὸν ἱερέα προσάγοντά σε; |
σὺ^ γὰ^ρ εἶ ἱ^ερεὺς εἰς τὸν αἰῶνα^ κα^τὰ^ τὴν τάξι^ν μελχισεδέκ. | σὺ γὰρ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν μελχισεδέκ. |
ἀλλὰ^ χρεία_ τῷ ἱερεῖ καὶ θύμα^τος καὶ ἱερείου πρὸς τὸ τὸν θεὸν ἐξιλεώσασθαι. | ἀλλὰ χρεία τῷ ἱερεῖ καὶ θύματος καὶ ἱερείου πρὸς τὸ τὸν θεὸν ἐξιλεώσασθαι. |
ὁ αὐτός σοι πά^λι^ν γί_νεται· | ὁ αὐτός σοι πάλιν γίνεται· |
ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁ^μαρτί^α_ν τοῦ κόσμου. | ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. |
ἤκουσα^ς ταῦτα^ πά^ντα^ δι^ὰ^ σέ; | ἤκουσας ταῦτα πάντα διὰ σέ; |
ἄ^κουσον τῶν δι' αὐτόν. | ἄκουσον τῶν δι' αὐτόν. |
μὴ γὰ^ρ ἐν τῇ τοῦ ἱερέως τάξει στήσῃς τὴν θεωρί^α_ν, μὴ ἴ^δῃς αὐτὸν ὡς ἱερέα^ πα^ρεστηκότα^, ἀλλὰ^ βλέπε αὐτὸν δι^ὰ^ τὴν αὐτοῦ ἀ^ξί^α_ν τῷ πατρὶ^ συγκαθήμενον. | μὴ γὰρ ἐν τῇ τοῦ ἱερέως τάξει στήσῃς τὴν θεωρίαν, μὴ ἴδῃς αὐτὸν ὡς ἱερέα παρεστηκότα, ἀλλὰ βλέπε αὐτὸν διὰ τὴν αὐτοῦ ἀξίαν τῷ πατρὶ συγκαθήμενον. |
ἀλλὰ^ μὴ ἐχθρὸς ἔστω τι^ς τῆς ἀ^ληθεία_ς, τὰ^ μὲν ἁρπάζων, τὰ^ δὲ κρύπτων. | ἀλλὰ μὴ ἐχθρὸς ἔστω τις τῆς ἀληθείας, τὰ μὲν ἁρπάζων, τὰ δὲ κρύπτων. |
οἶδα ὅτι^ πολλά^κι^ς αἱρετι^κός τι^ς ἐχθρὸς τῆς ἀ^ληθεία_ς ἔστη λέγων· | οἶδα ὅτι πολλάκις αἱρετικός τις ἐχθρὸς τῆς ἀληθείας ἔστη λέγων· |
ὁρᾷς, ὡς οὐκ ἔστι^ προσελθεῖν τῷ πατρὶ^ ἄ^νευ τοῦ υἱοῦ; | ὁρᾷς, ὡς οὐκ ἔστι προσελθεῖν τῷ πατρὶ ἄνευ τοῦ υἱοῦ; |
μεσίτου γά^ρ φησι^ν ἐπέχει τάξι^ν καὶ ὑπηρέτου, προσά^γων τῷ πατρὶ^ τοὺς σωζομένους. | μεσίτου γάρ φησιν ἐπέχει τάξιν καὶ ὑπηρέτου, προσάγων τῷ πατρὶ τοὺς σωζομένους. |
ἐπειδὴ γά^ρ φησι^ν ὅτι^ καινὴ σοφία καινοῖ τὴν ἀ^λήθεια^ν, ἐπειδὴ μὴ ἐχώρει ἡ ἀ^νθρωπί^νη φύ^σι^ς δι' ἑαυτῆς προσελθεῖν τῷ θεῷ, μεθόριον γί_νεται τῆς κτιστῆς καὶ τῆς ἀκτίστου φύ^σεως ὁ υἱὸς προσά^γων τὴν οἰκουμένην. | ἐπειδὴ γάρ φησιν ὅτι καινὴ σοφία καινοῖ τὴν ἀλήθειαν, ἐπειδὴ μὴ ἐχώρει ἡ ἀνθρωπίνη φύσις δι' ἑαυτῆς προσελθεῖν τῷ θεῷ, μεθόριον γίνεται τῆς κτιστῆς καὶ τῆς ἀκτίστου φύσεως ὁ υἱὸς προσάγων τὴν οἰκουμένην. |
ὢ τῆς καινῆς μανία_ς· | ὢ τῆς καινῆς μανίας· |
ὢ τοῦ καινοῦ δράμα^τος· | ὢ τοῦ καινοῦ δράματος· |
ἡ ὑπερβολὴ τῆς τοῦ πατρὸς ἀγαθότητος κι^νδυ_νεύει πα^ρὰ^ τοῖς αἱρετι^κοῖς, ἀμβλύ^νει τὴν ἀ^ξί^α_ν τῆς θεότητος. | ἡ ὑπερβολὴ τῆς τοῦ πατρὸς ἀγαθότητος κινδυνεύει παρὰ τοῖς αἱρετικοῖς, ἀμβλύνει τὴν ἀξίαν τῆς θεότητος. |
ἀλλ' ἡ μὲν αἱρετι^κὴ μα^νία θρασύνεται, ἡ δὲ τοῦ σωτῆρος δύ^να^μι^ς οὐκ ἀμβλύνεται, ἡ δόξα_ οὐ σβέννυ^ται, ἡ χά^ρι^ς οὐ κα^θαιρεῖται. | ἀλλ' ἡ μὲν αἱρετικὴ μανία θρασύνεται, ἡ δὲ τοῦ σωτῆρος δύναμις οὐκ ἀμβλύνεται, ἡ δόξα οὐ σβέννυται, ἡ χάρις οὐ καθαιρεῖται. |
ἐά^ν φησι^ν ἡμεῖς ἀρνησώμεθα^, ἐκεῖνος πιστὸς μένει· | ἐάν φησιν ἡμεῖς ἀρνησώμεθα, ἐκεῖνος πιστὸς μένει· |
ἀρνήσασθαι γὰ^ρ ἑαυτὸν οὐ δύ^να^ται. | ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. |
συγκάθηται μὲν δι^ὰ^ τὴν οἰκεία_ν ἀ^ξί^α_ν, ἔστηκε δὲ ὡς ἱ^ερεὺς δι^ὰ^ τὴν πρέπουσα^ν αὐτῷ φιλανθρωπίαν. | συγκάθηται μὲν διὰ τὴν οἰκείαν ἀξίαν, ἔστηκε δὲ ὡς ἱερεὺς διὰ τὴν πρέπουσαν αὐτῷ φιλανθρωπίαν. |
καὶ ὅρα_ τὸ θαυμαστόν, ἀ^δελφέ. | καὶ ὅρα τὸ θαυμαστόν, ἀδελφέ. |
ἐπειδὴ ἐν ὑπηρέτου τάξει καὶ σχήμα^τι^ διακονοῦντος ἐκλαμβάνουσι^ τὸ ῥῆμα^, ὅτι^· | ἐπειδὴ ἐν ὑπηρέτου τάξει καὶ σχήματι διακονοῦντος ἐκλαμβάνουσι τὸ ῥῆμα, ὅτι· |
οὐδεὶς ἔρχεται πρὸς τὸν πα^τέρα^, εἰ μὴ δι' ἐμοῦ· | οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ δι' ἐμοῦ· |
ἀ^να^γκαῖον πρὸς τοὺς αἱρετι^κοὺς ἀποτεῖναι τὸν ἔλεγχον τῆς ἀ^σεβεία_ς. | ἀναγκαῖον πρὸς τοὺς αἱρετικοὺς ἀποτεῖναι τὸν ἔλεγχον τῆς ἀσεβείας. |
εἰ τὸ προσά^γειν τῷ πατρὶ^ τὸν υἱὸν κα^θαιρεῖ τὴν ἀ^ξί^α_ν τοῦ προσάγοντος, ἐὰ^ν ἴ^δῃς τὸν πα^τέρα^ τῷ υἱῷ προσάγοντα^, ἐκτείνεις ἐκεῖ τὴν ἀσέβεια^ν; | εἰ τὸ προσάγειν τῷ πατρὶ τὸν υἱὸν καθαιρεῖ τὴν ἀξίαν τοῦ προσάγοντος, ἐὰν ἴδῃς τὸν πατέρα τῷ υἱῷ προσάγοντα, ἐκτείνεις ἐκεῖ τὴν ἀσέβειαν; |
μάλιστα μὲν οὖν εἰς υἱὸν ἀσεβῶν, τὸν πα^τέρα^ βλασφημεῖς. | μάλιστα μὲν οὖν εἰς υἱὸν ἀσεβῶν, τὸν πατέρα βλασφημεῖς. |
ἵ^να_ τοίνυ^ν, ἀ^δελφοί, οἱ ἐν τῷ λόγῳ τῆς εὐσεβεία_ς καὶ τῆς ἀ^ληθεία_ς καὶ τὴν κα^κί^α_ν ἐπιστομίσωμεν, καὶ τὴν εὐσεβῆ δόξα^ν γνωρί^σωμεν· | ἵνα τοίνυν, ἀδελφοί, οἱ ἐν τῷ λόγῳ τῆς εὐσεβείας καὶ τῆς ἀληθείας καὶ τὴν κακίαν ἐπιστομίσωμεν, καὶ τὴν εὐσεβῆ δόξαν γνωρίσωμεν· |
ζῶν γὰ^ρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργής, καὶ τομώτερος ὑ^πὲρ πᾶσα^ν μάχαιρα^ν δίστομον. | ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργής, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. |
δίστομον δὲ κα^λεῖ τὴν μάχαιρα^ν, ἐπειδὴ διπλῷ κέχρηται τῷ λόγῳ, τῷ μὲν στηρίζοντι^, τῷ δὲ κα^θαιροῦντι^· | δίστομον δὲ καλεῖ τὴν μάχαιραν, ἐπειδὴ διπλῷ κέχρηται τῷ λόγῳ, τῷ μὲν στηρίζοντι, τῷ δὲ καθαιροῦντι· |
κα^θαιροῦντι^ μὲν τοὺς ἐνα^ντί^ους, στηρίζοντι^ δὲ τοὺς οἰκείους τῆς πίστεως. | καθαιροῦντι μὲν τοὺς ἐναντίους, στηρίζοντι δὲ τοὺς οἰκείους τῆς πίστεως. |
ἄκουε αὐτοῦ τοῦ κυ_ρί^ου λέγοντος· | ἄκουε αὐτοῦ τοῦ κυρίου λέγοντος· |
οὐδεὶς δύ^να^ται ἐλθεῖν πρός με, ἐὰ^ν μὴ ὁ πα^τήρ μου ὁ οὐρά^νι^ος ἑλκύ^σῃ αὐτόν. | οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ πατήρ μου ὁ οὐράνιος ἑλκύσῃ αὐτόν. |
ἀναγκαῖον δέ, ἀ^δελφοί, τὰ^ εἰκότα^ πρὸς τοὺς αἱρετι^κοὺς εἰπεῖν, καὶ τὰ^ περὶ^ τούτου τοῦ νοήμα^τος τοὺς υἱοὺς τῆς πίστεως πληροφορῆσαι. | ἀναγκαῖον δέ, ἀδελφοί, τὰ εἰκότα πρὸς τοὺς αἱρετικοὺς εἰπεῖν, καὶ τὰ περὶ τούτου τοῦ νοήματος τοὺς υἱοὺς τῆς πίστεως πληροφορῆσαι. |
τίνος ἕνεκεν καταδιεῖλεν ὁ μονογενὴς τοῦ θεοῦ λόγος τὴν προσαγωγήν, πῆ μὲν παρ' αὐτοῦ λέγων προσά^γεσθαι τῷ πατρί^, πῆ δὲ πα^ρὰ^ τοῦ πατρὸς πρὸς αὐτόν; | τίνος ἕνεκεν καταδιεῖλεν ὁ μονογενὴς τοῦ θεοῦ λόγος τὴν προσαγωγήν, πῆ μὲν παρ' αὐτοῦ λέγων προσάγεσθαι τῷ πατρί, πῆ δὲ παρὰ τοῦ πατρὸς πρὸς αὐτόν; |
οὐ γὰ^ρ συγκέχυται τὰ^ τῆς θεία_ς φύ^σεως, ἀλλ' εὐκρινής ἐστι^ καὶ εὐδιόριστος ὁ λόγος τῆς ἀ^ληθεία_ς, οὐδὲν σκολι^ὸν ἔχων, οὐδὲν στραγγαλιῶδες· | οὐ γὰρ συγκέχυται τὰ τῆς θείας φύσεως, ἀλλ' εὐκρινής ἐστι καὶ εὐδιόριστος ὁ λόγος τῆς ἀληθείας, οὐδὲν σκολιὸν ἔχων, οὐδὲν στραγγαλιῶδες· |
πᾶσαι γὰ^ρ αἱ ὁδοὶ κυ_ρί^ου εὐθεῖαι. | πᾶσαι γὰρ αἱ ὁδοὶ κυρίου εὐθεῖαι. |
ἆρα γά^ρ, ἀ^δελφοί, ὁ πα^τὴρ ποτὲ μὲν τὴν βα^σι^λι^κὴν προεδρίαν ἐπέχων δέχεται τοὺς προσαγομένους, ποτὲ δὲ τῷ υἱῷ ἐν βα^σι^λι^κῷ σχήμα^τι^ προκαθίσαντι^ δί^δωσι^ τὴν ὀφειλήν καὶ ἐν ὑπηρέτου τάξει πα^ρι^στά^μενος προσά^γει τῷ υἱῷ; | ἆρα γάρ, ἀδελφοί, ὁ πατὴρ ποτὲ μὲν τὴν βασιλικὴν προεδρίαν ἐπέχων δέχεται τοὺς προσαγομένους, ποτὲ δὲ τῷ υἱῷ ἐν βασιλικῷ σχήματι προκαθίσαντι δίδωσι τὴν ὀφειλήν καὶ ἐν ὑπηρέτου τάξει παριστάμενος προσάγει τῷ υἱῷ; |
μὴ γένοιτο. | μὴ γένοιτο. |
ἐπὶ^ γὰ^ρ θεοῦ οὔ τε κα^θέδραν εἰπόντα^ ἔστι^ τι^ ἀ^νθρώπι^νον ἐννοῆσαι, οὐ δὲ στά^σι^ν ἀ^κούσα^ντα^ πά^λι^ν ἔστι^ νοῆσαί τι^ τῶν καθ' ἡμᾶς. | ἐπὶ γὰρ θεοῦ οὔ τε καθέδραν εἰπόντα ἔστι τι ἀνθρώπινον ἐννοῆσαι, οὐ δὲ στάσιν ἀκούσαντα πάλιν ἔστι νοῆσαί τι τῶν καθ' ἡμᾶς. |
ἐὰ^ν ἀ^κούσῃς περὶ^ θεοῦ ὅτι^ ἕστηκεν, τὸ ἀκλινὲς καὶ τὸ ὄρθι^ον νόει τῆς θεία_ς οὐσί^α_ς· | ἐὰν ἀκούσῃς περὶ θεοῦ ὅτι ἕστηκεν, τὸ ἀκλινὲς καὶ τὸ ὄρθιον νόει τῆς θείας οὐσίας· |
κ ἂ_ν πά^λι^ν ἀ^να^γνῷς ἢ ἀ^κούσῃς, ὅτι^ κάθηται, τὸ ἑδραῖον καὶ ἀσά^λευτον ἐκλάμβανε τῆς μακαρία_ς φύ^σεως. | κ ἂν πάλιν ἀναγνῷς ἢ ἀκούσῃς, ὅτι κάθηται, τὸ ἑδραῖον καὶ ἀσάλευτον ἐκλάμβανε τῆς μακαρίας φύσεως. |
αὐτὸς λέγει ἑαυτὸν ἑστά^ναι καὶ καθῆσθαι. | αὐτὸς λέγει ἑαυτὸν ἑστάναι καὶ καθῆσθαι. |
τῷ μωϋσεῖ λέγει· | τῷ μωϋσεῖ λέγει· |
σὺ^ στῆθι^ ὧδε μετ' ἐμοῦ. | σὺ στῆθι ὧδε μετ' ἐμοῦ. |
καὶ ἦν ὁ τόπος, οὗ εἱστήκει ὁ θεὸς ἰσραήλ, ὡς λί^θος σαπφείρου. | καὶ ἦν ὁ τόπος, οὗ εἱστήκει ὁ θεὸς ἰσραήλ, ὡς λίθος σαπφείρου. |
πρόσεχε ἀ^κρι_βῶς· | πρόσεχε ἀκριβῶς· |
ὁ μωϋσῆς ἑστῶτα^ λέγει, καὶ ὁ θεὸς τῷ μωϋσεῖ, ὡς ἱ^στά^μενός φησι^· | ὁ μωϋσῆς ἑστῶτα λέγει, καὶ ὁ θεὸς τῷ μωϋσεῖ, ὡς ἱστάμενός φησι· |
στῆθι μετ' ἐμοῦ. | στῆθι μετ' ἐμοῦ. |
τί^ οὖν ποιοῦμεν σὺ κα^θήμενος εἰς τὸν αἰῶνα^, καὶ ἡμεῖς ἀ^πολλύμενοι εἰς τὸν αἰῶνα^; | τί οὖν ποιοῦμεν σὺ καθήμενος εἰς τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι εἰς τὸν αἰῶνα; |
καθέδρα καὶ στά^σις ἀ^νθρώπι^να^ ῥήμα^τα^, ἀλλὰ^ θεῖα^ νοήμα^τα^. | καθέδρα καὶ στάσις ἀνθρώπινα ῥήματα, ἀλλὰ θεῖα νοήματα. |
δι^ὰ^ τὸν ἄστα^τον καὶ ὧδε κ ἀκεῖσε περι^αγόμενον τὸν ἀ^νθρώπι^νον βί^ον, θεὸς λέγεται ἑστά^ναι, καὶ δι^ὰ^ τὴν ἀστήρικτον καὶ παντα^χόσε περιτρεπομένην τῶν καθ' ἡμᾶς κατάστασι^ν λέγεται καθῆσθαι δι^ὰ^ τὸ ἑδραῖον. | διὰ τὸν ἄστατον καὶ ὧδε κ ἀκεῖσε περιαγόμενον τὸν ἀνθρώπινον βίον, θεὸς λέγεται ἑστάναι, καὶ διὰ τὴν ἀστήρικτον καὶ πανταχόσε περιτρεπομένην τῶν καθ' ἡμᾶς κατάστασιν λέγεται καθῆσθαι διὰ τὸ ἑδραῖον. |
φύγε τὰ^ ἀ^πὸ τῆς λέξεως ὑ^ποβαλλόμενα^ καὶ νόει τὰ^ δι^ὰ^ τῆς πίστεως θεωρούμενα^. | φύγε τὰ ἀπὸ τῆς λέξεως ὑποβαλλόμενα καὶ νόει τὰ διὰ τῆς πίστεως θεωρούμενα. |
πῶς οὖν προσά^γει τῷ πατρὶ^ υἱός; | πῶς οὖν προσάγει τῷ πατρὶ υἱός; |
πῶς πα^τὴρ τῷ υἱῷ; | πῶς πατὴρ τῷ υἱῷ; |
οὐ γὰ^ρ δεῖ καταλιπεῖν τὸν λόγον ἀνεξέταστον. | οὐ γὰρ δεῖ καταλιπεῖν τὸν λόγον ἀνεξέταστον. |
ὁ πα^τὴρ φα^νερούς τι^να^ς καὶ ὁμολογουμένους προσά^γει τῷ υἱῷ· | ὁ πατὴρ φανερούς τινας καὶ ὁμολογουμένους προσάγει τῷ υἱῷ· |
ὁ υἱὸς πά^λι^ν φα^νερούς τι^να^ς καὶ ὁμολογουμένους προσά^γει τῷ πατρί^. | ὁ υἱὸς πάλιν φανερούς τινας καὶ ὁμολογουμένους προσάγει τῷ πατρί. |
μὴ προλαβὼν ἁρπάζῃς τὸ ῥῆμα^ εἰς διαβολήν, ἀλλ' ἀνάμεινον τὸ τέλος καὶ κρῖνον τὸ λεγόμενον. | μὴ προλαβὼν ἁρπάζῃς τὸ ῥῆμα εἰς διαβολήν, ἀλλ' ἀνάμεινον τὸ τέλος καὶ κρῖνον τὸ λεγόμενον. |
μὴ γί_νου δι^καστὴς δυσμενής ἀλλὰ^ συ^ναγωνιστὴς εὐμενής. | μὴ γίνου δικαστὴς δυσμενής ἀλλὰ συναγωνιστὴς εὐμενής. |
ἐν τῷ ἰσραὴλ ἐγνώσθη μὲν ὁ θεὸς καὶ πα^τὴρ, ἠγνοεῖτο δὲ ὁ υἱός. | ἐν τῷ ἰσραὴλ ἐγνώσθη μὲν ὁ θεὸς καὶ πατὴρ, ἠγνοεῖτο δὲ ὁ υἱός. |
ἐν δὲ τοῖς ἔθνεσι^ καὶ ὁ πα^τὴρ ἠγνοεῖτο καὶ ὁ υἱός. | ἐν δὲ τοῖς ἔθνεσι καὶ ὁ πατὴρ ἠγνοεῖτο καὶ ὁ υἱός. |
τῇ γὰ^ρ πολυθέῳ πλά^νῃ δεδούλωτο τὰ^ ἔθνη. | τῇ γὰρ πολυθέῳ πλάνῃ δεδούλωτο τὰ ἔθνη. |
ὅπου οὖν πα^τὴρ μὲν γνωρίζεται, υἱὸς οὐ γνωρίζεται, ἑρμηνεὺς γί_νεται τοῦ ἀγνοουμένου υἱοῦ ὁ πα^τήρ. | ὅπου οὖν πατὴρ μὲν γνωρίζεται, υἱὸς οὐ γνωρίζεται, ἑρμηνεὺς γίνεται τοῦ ἀγνοουμένου υἱοῦ ὁ πατήρ. |
ἐπαναλήψομαι τὸν λόγον, ἵ^να_ στήσω τὸ νόημα^, ὅπου πα^τὴρ γνωρίζεται καὶ υἱὸς ἀμφι^βά^λλεται, ἑρμηνεὺς γί_νεται ὁ γνωριζόμενος τοῦ ἀγνοουμένου. | ἐπαναλήψομαι τὸν λόγον, ἵνα στήσω τὸ νόημα, ὅπου πατὴρ γνωρίζεται καὶ υἱὸς ἀμφιβάλλεται, ἑρμηνεὺς γίνεται ὁ γνωριζόμενος τοῦ ἀγνοουμένου. |
ὅπου πα^τὴρ ἠγνόηται, κήρυξ τοῦ ἀγνοουμένου ὁ υἱὸς γί_νεται. | ὅπου πατὴρ ἠγνόηται, κήρυξ τοῦ ἀγνοουμένου ὁ υἱὸς γίνεται. |
δι^ὰ^ τοῦτο, ἵ^να_ λά^βῃς ἀ^κρι_βῆ τῶν εἰρημένων τὴν ἐξέτασι^ν, ἔγγυόν σοι πα^ρέχω τὸν εὐαγγέλιον. | διὰ τοῦτο, ἵνα λάβῃς ἀκριβῆ τῶν εἰρημένων τὴν ἐξέτασιν, ἔγγυόν σοι παρέχω τὸν εὐαγγέλιον. |
τὸ ὄνομά^ σου ἐφανέρωσα^ τῷ κόσμῳ. | τὸ ὄνομά σου ἐφανέρωσα τῷ κόσμῳ. |
μᾶλλον, ὅτι^ τῷ ἀ^γνοοῦντι^ ἐφανέρωσά^ σου τὸ ὄνομα^ τῷ κόσμῳ. | μᾶλλον, ὅτι τῷ ἀγνοοῦντι ἐφανέρωσά σου τὸ ὄνομα τῷ κόσμῳ. |
ποῖον ὄνομα^ ἐφανέρωσε; | ποῖον ὄνομα ἐφανέρωσε; |
ὅτι^ θεός. | ὅτι θεός. |
ἀλλὰ^ προειλήφει ἡ γνῶσι^ς τὸ ὄνομα^. | ἀλλὰ προειλήφει ἡ γνῶσις τὸ ὄνομα. |
καὶ οἱ πλανώμενοι γὰ^ρ λέγουσι^ θεὸν καὶ οἱ ἀπεσχοινισμένοι τῆς εὐσεβεία_ς οὐκ ἀρνοῦνται τὴν προσηγορίαν. | καὶ οἱ πλανώμενοι γὰρ λέγουσι θεὸν καὶ οἱ ἀπεσχοινισμένοι τῆς εὐσεβείας οὐκ ἀρνοῦνται τὴν προσηγορίαν. |
ποῖον οὖν ὄνομα^ ἐγνώρι^σεν; | ποῖον οὖν ὄνομα ἐγνώρισεν; |
ὅτι^ πα^τὴρ κα^λεῖται. | ὅτι πατὴρ καλεῖται. |
ἐφανέρωσά σου τὸ ὄνομα^ τῷ κόσμῳ. | ἐφανέρωσά σου τὸ ὄνομα τῷ κόσμῳ. |
ὁρᾷς ὅτι^ ὅπου ἠγνόηται ὁ πα^τήρ, ἑρμηνεὺς γί_νεται ὁ υἱός, τῷ εὐαγγελι^κῷ κηρύγμα^τι^ σαφηνίζων τὴν ἀ^λήθεια^ν. | ὁρᾷς ὅτι ὅπου ἠγνόηται ὁ πατήρ, ἑρμηνεὺς γίνεται ὁ υἱός, τῷ εὐαγγελικῷ κηρύγματι σαφηνίζων τὴν ἀλήθειαν. |
ὅπου δὲ ὁ πα^τὴρ ἐνομίζετο γνωρίζεσθαι, ὁ δὲ υἱὸς μὴ γνωρίζεσθαι, ἑρμηνεὺς γί_νεται αὐτὸς τοῦ ἀγνοουμένου. | ὅπου δὲ ὁ πατὴρ ἐνομίζετο γνωρίζεσθαι, ὁ δὲ υἱὸς μὴ γνωρίζεσθαι, ἑρμηνεὺς γίνεται αὐτὸς τοῦ ἀγνοουμένου. |
οἷον, ἵ^να_ ἐπ' αὐτῶν δείξω τῶν πρα_γμά^των τὴν ἀ^λήθεια^ν· | οἷον, ἵνα ἐπ' αὐτῶν δείξω τῶν πραγμάτων τὴν ἀλήθειαν· |
παῦλος ᾔδει τὸν θεόν, οὐκ ᾔδει τὸν υἱόν. | παῦλος ᾔδει τὸν θεόν, οὐκ ᾔδει τὸν υἱόν. |
ἤιδει θεόν, οὐκ ᾔδει δὲ πα^τέρα^ ὄντα^ τοῦ χριστοῦ τὸν θεὸν καὶ ἦν ζηλωτὴς εὐσεβεία_ς ὑ^πὲρ τοῦ νόμου μα^χόμενος. | ἤιδει θεόν, οὐκ ᾔδει δὲ πατέρα ὄντα τοῦ χριστοῦ τὸν θεὸν καὶ ἦν ζηλωτὴς εὐσεβείας ὑπὲρ τοῦ νόμου μαχόμενος. |
ὁ θεὸς ἀπέβλεπεν εἰς τὸν ζῆλον, ἀ^γνοία_ς μὲν πεπληρωμένον, πόθου δὲ γέμοντα^. | ὁ θεὸς ἀπέβλεπεν εἰς τὸν ζῆλον, ἀγνοίας μὲν πεπληρωμένον, πόθου δὲ γέμοντα. |
καὶ τί^ ποιεῖ; | καὶ τί ποιεῖ; |
γνωρίζει τῷ ἀ^γνοοῦντι^ τὸν ἀγνοούμενον. | γνωρίζει τῷ ἀγνοοῦντι τὸν ἀγνοούμενον. |
τί^ς ἡμῖν ταῦτα^ σαφηνί^ζει; | τίς ἡμῖν ταῦτα σαφηνίζει; |
αὐτὸς ὁ ποτὲ ἀγνοήσα_ς καὶ ὕστερον γνωρί^σα_ς· | αὐτὸς ὁ ποτὲ ἀγνοήσας καὶ ὕστερον γνωρίσας· |
αὐτὸς ὁ ποτὲ δι^ώξα_ς καὶ ὕστερον εὐαγγελισά^μενος. | αὐτὸς ὁ ποτὲ διώξας καὶ ὕστερον εὐαγγελισάμενος. |
καὶ ἤμην ζηλωτὴς τοῦ πατρῴου νόμου, καθ' ὑ^περβολὴν δι^ώκων τὴν ἐκκλησί^α_ν τοῦ θεοῦ. | καὶ ἤμην ζηλωτὴς τοῦ πατρῴου νόμου, καθ' ὑπερβολὴν διώκων τὴν ἐκκλησίαν τοῦ θεοῦ. |
ὅτε δὲ ηὐδόκησεν ὁ θεὸς ὁ ἀ^φορί^σα_ς με ἐκ κοιλί^α_ς μητρός μου καὶ κα^λέσα_ς δι^ὰ^ τῆς χά^ρι^τος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, καὶ τὰ^ ἑξῆς. | ὅτε δὲ ηὐδόκησεν ὁ θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, καὶ τὰ ἑξῆς. |
ἡ γὰ^ρ μα^ρτυ^ρί^α_ τὸ δεῖξαι τὸ ζητούμενον, οὐχ ἡ θεωρί^α_ τοῦ νοήμα^τος. | ἡ γὰρ μαρτυρία τὸ δεῖξαι τὸ ζητούμενον, οὐχ ἡ θεωρία τοῦ νοήματος. |
τί^να^ με λέγουσι^ν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; | τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; |
ἐρωτᾷ οὐχ ἵ^να_ μά^θῃ, ἀλλ' ἵ^να_ τὴν ὑπόνοια^ν ἐξορίσας, τὴν ἀ^λήθεια^ν στηρίξῃ. | ἐρωτᾷ οὐχ ἵνα μάθῃ, ἀλλ' ἵνα τὴν ὑπόνοιαν ἐξορίσας, τὴν ἀλήθειαν στηρίξῃ. |
τί^να^ με λέγουσι^ν οἱ ἄνθρωποι; | τίνα με λέγουσιν οἱ ἄνθρωποι; |
οἱ ἀ^πόστολοι πρῶτον τὰ_ς τῶν πολλῶν ὑπονοία_ς ἀντιβάλλουσι^ν. | οἱ ἀπόστολοι πρῶτον τὰς τῶν πολλῶν ὑπονοίας ἀντιβάλλουσιν. |
οἱ μὲν φησι^ν γά^ρ, φα_σὶ^ν ἠλίαν, οἱ δὲ ἱερεμίαν ἢ ἕνα^ τῶν προφητῶν. | οἱ μὲν φησιν γάρ, φασὶν ἠλίαν, οἱ δὲ ἱερεμίαν ἢ ἕνα τῶν προφητῶν. |
τί^ οὖν ὁ σωτήρ; | τί οὖν ὁ σωτήρ; |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.