macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
πρὸς μὲν τὰ_ς ψευδεῖς δόξα_ς οὐδεμί^α^ν ἀπόκρισι^ν ποιεῖται, ἀ^ναξία_ς ἀποκρίσεως κρί^νων τὰ_ς ψευδεῖς ὑπονοία_ς.
πρὸς μὲν τὰς ψευδεῖς δόξας οὐδεμίαν ἀπόκρισιν ποιεῖται, ἀναξίας ἀποκρίσεως κρίνων τὰς ψευδεῖς ὑπονοίας.
ὑ_μεῖς δὲ τίνα με λέγετε εἶναι;
ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;
οὐ τῶν πολλῶν μοι λόγος τῶν πεπλανημένων, ἀλλ' ὑ_μῶν τῶν κηρυττόντων.
οὐ τῶν πολλῶν μοι λόγος τῶν πεπλανημένων, ἀλλ' ὑμῶν τῶν κηρυττόντων.
ἐπειδὴ γὰ^ρ ὑμεῖς ἐστε οἱ μέλλοντες δι^αγγέλλειν τὸν λαμπτῆρα^ τῆς ἀ^ληθεία_ς τὸ κή ρυγμα^ τῆς εὐσεβεία_ς εἰς πᾶσα^ν φέρειν τὴν ὑπ' οὐρα^νόν·
ἐπειδὴ γὰρ ὑμεῖς ἐστε οἱ μέλλοντες διαγγέλλειν τὸν λαμπτῆρα τῆς ἀληθείας τὸ κή ρυγμα τῆς εὐσεβείας εἰς πᾶσαν φέρειν τὴν ὑπ' οὐρανόν·
ἐν ὑ_μῖν σα^λεύει τὰ^ ἀ^νθρώπι^να^·
ἐν ὑμῖν σαλεύει τὰ ἀνθρώπινα·
ἐν ὑ_μῖν κι^νδυ_νεύει τὰ^ τῆς ἀ^ληθεία_ς.
ἐν ὑμῖν κινδυνεύει τὰ τῆς ἀληθείας.
καὶ ὥσπερ ἡ ὑ_μετέρα_ γνῶσι^ς κοινὴ τῶν ἀνθρώπων εὐεργεσί^α_, οὕτως ἡ ὑ_μετέρα_ ἄ^γνοια^ κοινὴ τῆς οἰκουμένης ζημί^α_.
καὶ ὥσπερ ἡ ὑμετέρα γνῶσις κοινὴ τῶν ἀνθρώπων εὐεργεσία, οὕτως ἡ ὑμετέρα ἄγνοια κοινὴ τῆς οἰκουμένης ζημία.
δι^ὰ^ τοῦτο·
διὰ τοῦτο·
ὑμεῖς τίνα με λέγετε;
ὑμεῖς τίνα με λέγετε;
τότε ἀ^ποκρι^θεὶς πέτρος εἶπε·
τότε ἀποκριθεὶς πέτρος εἶπε·
σὺ εἶ ὁ χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος.
σὺ εἶ ὁ χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος.
οὗτος πίστεως ὅρος, οὗτος ἀ^ληθεία_ς λόγος·
οὗτος πίστεως ὅρος, οὗτος ἀληθείας λόγος·
αὕτη τῆς ὀρθῆς δόξης ἡ ὁμολογία_.
αὕτη τῆς ὀρθῆς δόξης ἡ ὁμολογία.
ἀλλ' ἐπειδὴ ἐνεδέχετο καὶ ταύτην τὴν φωνὴν εἰς τὰ_ς ἀλλὰ^ ἰσονοεῖσθαι, τὰ_ς μὲν ἀποκρίσεως οὐκ ἠξί^ου, τῇ δὲ τὴν ψῆφον φέρει.
ἀλλ' ἐπειδὴ ἐνεδέχετο καὶ ταύτην τὴν φωνὴν εἰς τὰς ἀλλὰ ἰσονοεῖσθαι, τὰς μὲν ἀποκρίσεως οὐκ ἠξίου, τῇ δὲ τὴν ψῆφον φέρει.
καὶ τί^ φησι^ν;
καὶ τί φησιν;
ἵ^να_ μὴ καὶ τοῦτο ἐξ ἀ^νθρωπί^νης νομισθῇ ὑπονοία_ς εἶναι τὸ ῥῆμα^, ἐπι^σφραγίσας καὶ σήμαντρον αὐτῷ ἐπι^θεὶς τῆς ἀ^ληθεία_ς, μα^κά^ριος εἶ σίμων βὰρ ἰωνᾶ.
ἵνα μὴ καὶ τοῦτο ἐξ ἀνθρωπίνης νομισθῇ ὑπονοίας εἶναι τὸ ῥῆμα, ἐπισφραγίσας καὶ σήμαντρον αὐτῷ ἐπιθεὶς τῆς ἀληθείας, μακάριος εἶ σίμων βὰρ ἰωνᾶ.
ἐνταῦθα μνημόνευσον ὅτι^ πα^τὴρ καὶ τῷ γινώσκοντι^ αὐτὸν ἀποκαλύ^πτει τὸν ἀγνοούμενον.
ἐνταῦθα μνημόνευσον ὅτι πατὴρ καὶ τῷ γινώσκοντι αὐτὸν ἀποκαλύπτει τὸν ἀγνοούμενον.
μα^κά^ριος εἶ σίμων βὰρ ἰωνᾶ, ὅτι^ σὰρξ καὶ αἷμα^ οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ πα^τήρ μου ὁ ἐν τοῖς οὐρα^νοῖς.
μακάριος εἶ σίμων βὰρ ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.
ὁρᾷς ὅτι^ τῷ μὲν κόσμῳ παντὶ^ ἀ^γνοοῦντι^ τὸν πα^τέρα^, ὁ υἱὸς ἑρμηνεὺς γί_νεται τοῦ ἀγνοουμένου;
ὁρᾷς ὅτι τῷ μὲν κόσμῳ παντὶ ἀγνοοῦντι τὸν πατέρα, ὁ υἱὸς ἑρμηνεὺς γίνεται τοῦ ἀγνοουμένου;
τῇ δὲ συ^ναγωγῇ καὶ τοῖς ἰουδαίοις θεὸν μὲν ὑ^πονοοῦσι^ν εἰδέναι, τὸν δὲ τοῦ θεοῦ θεὸν λόγον οὐκ ἐπι^γινώσκουσι^ν αὐτὸς ὁ πα^τὴρ ἑρμηνεὺς γί_νεται τοῦ ἀμφιβαλλομένου.
τῇ δὲ συναγωγῇ καὶ τοῖς ἰουδαίοις θεὸν μὲν ὑπονοοῦσιν εἰδέναι, τὸν δὲ τοῦ θεοῦ θεὸν λόγον οὐκ ἐπιγινώσκουσιν αὐτὸς ὁ πατὴρ ἑρμηνεὺς γίνεται τοῦ ἀμφιβαλλομένου.
μὴ τοίνυ^ν τὴν ὑπερβάλλουσα^ν φιλανθρωπίαν εἰς ἐφόδιον τάξῃς ἀ^σεβεία_ς, μὴ ἐλαττώσῃς τὴν ἀ^ξί^α_ν δι^ὰ^ τὴν οἰκονομίαν.
μὴ τοίνυν τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν εἰς ἐφόδιον τάξῃς ἀσεβείας, μὴ ἐλαττώσῃς τὴν ἀξίαν διὰ τὴν οἰκονομίαν.
μὴ πολυπραγμόνει φύ^σι^ν ἀμέτρητον, μὴ ἐρεύνα_ οὐσί^α_ν ἀ^κα^τά^ληπτον.
μὴ πολυπραγμόνει φύσιν ἀμέτρητον, μὴ ἐρεύνα οὐσίαν ἀκατάληπτον.
ἡσαΐας σε πεισά^τω τοιαῦτα^ μὴ δι^ερευνᾶν, μη δὲ τοιαῦτα^ πραγματογραφεῖν.
ἡσαΐας σε πεισάτω τοιαῦτα μὴ διερευνᾶν, μη δὲ τοιαῦτα πραγματογραφεῖν.
τὴν γενεὰν αὐτοῦ τίς δι^ηγήσεται;
τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;
ἀλλ' ὢ τῆς ἀ^ναισχύ^ντου τόλμης τῶν πά^ντα^ ῥᾳδί^ως φρονεῖν καὶ λέγειν τολμώντων καὶ οὐ φοβεῖται ὁ ἀ^νόμοιος ὡς θεοῦ φύ^σι^ν δι^ερευνώμενος καὶ τολμῶν λέγειν τὰ^ ἄ^ρρητα^ καὶ δημοσιεύειν τὰ^ ἅγι^α^.
ἀλλ' ὢ τῆς ἀναισχύντου τόλμης τῶν πάντα ῥᾳδίως φρονεῖν καὶ λέγειν τολμώντων καὶ οὐ φοβεῖται ὁ ἀνόμοιος ὡς θεοῦ φύσιν διερευνώμενος καὶ τολμῶν λέγειν τὰ ἄρρητα καὶ δημοσιεύειν τὰ ἅγια.
καὶ εἰκότως.
καὶ εἰκότως.
ἐπειδὴ γὰ^ρ ἀγνοεῖ τὴν ἀ^λήθεια^ν, ἐπαγγέλλεται τὰ^ ἀγνοούμενα^, ἵ^να_ κρύψῃ τὰ^ κηρυττόμενα^.
ἐπειδὴ γὰρ ἀγνοεῖ τὴν ἀλήθειαν, ἐπαγγέλλεται τὰ ἀγνοούμενα, ἵνα κρύψῃ τὰ κηρυττόμενα.
οὐκ ἤκουσε ἃ^ προσετάχθη σοι, ταῦτα^ δι^α^νοοῦ.
οὐκ ἤκουσε ἃ προσετάχθη σοι, ταῦτα διανοοῦ.
οὐ γὰ^ρ χρεία_ σοι τῶν κρυπτῶν.
οὐ γὰρ χρεία σοι τῶν κρυπτῶν.
ὁ μα^κά^ριος θεὸς καὶ μόνος δυ^νά^στης τῶν θαυμασί^ων, ἰὼβ τὸν ἀ^πὸ τῆς ὑπομονῆς λάμψαντα^, βουληθείς ποτε τῇ ἱ^στορί^ᾳ τῆς δημιουργία_ς ἐκπλῆξαι, λέγει αὐτῷ·
ὁ μακάριος θεὸς καὶ μόνος δυνάστης τῶν θαυμασίων, ἰὼβ τὸν ἀπὸ τῆς ὑπομονῆς λάμψαντα, βουληθείς ποτε τῇ ἱστορίᾳ τῆς δημιουργίας ἐκπλῆξαι, λέγει αὐτῷ·
ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν;
ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν;
, ὅτε ἡ θά^λασσα^ ἐγένετο, ἵ^να_ συντέμω, ὅτε τὰ^ ὄρη ἐπλάττετο;
, ὅτε ἡ θάλασσα ἐγένετο, ἵνα συντέμω, ὅτε τὰ ὄρη ἐπλάττετο;
σὺ ἐφύ^λα^ξα^ς τοκετοὺς τρα^γελά^φων;
σὺ ἐφύλαξας τοκετοὺς τραγελάφων;
ἀπάγγειλόν μοι, φησί^, τοῦ κόσμου τὴν διατύπωσι^ν, τὴν τῶν θηρί^ων ὠδῖνα^ καὶ τὴν τροφὴν τῶν κτηνῶν, τὴν κατάστασι^ν πάντων τῶν ἐν τῷ κόσμῳ, τὴν ποικιλίαν.
ἀπάγγειλόν μοι, φησί, τοῦ κόσμου τὴν διατύπωσιν, τὴν τῶν θηρίων ὠδῖνα καὶ τὴν τροφὴν τῶν κτηνῶν, τὴν κατάστασιν πάντων τῶν ἐν τῷ κόσμῳ, τὴν ποικιλίαν.
ταῦτα^ δὲ πρὸς αὐτὸν ἔλεγεν ὅμως παιδεύων αὐτὸν ὅτι^ καὶ τὰ^ ἐν αὐτῇ τῇ κτί^σει φαινόμενα^ τοῖς ἀνθρώποις ἀ^κα^τά^ληπτα^.
ταῦτα δὲ πρὸς αὐτὸν ἔλεγεν ὅμως παιδεύων αὐτὸν ὅτι καὶ τὰ ἐν αὐτῇ τῇ κτίσει φαινόμενα τοῖς ἀνθρώποις ἀκατάληπτα.
κύ_ρι^ε, ἅ^παξ ἐλά^λησα^, ἐπὶ^ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.
κύριε, ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.
εἶτα ἡ ζήτησι^ς τῶν φαινομένων ἐνί_κησε τὸν ἰώβ.
εἶτα ἡ ζήτησις τῶν φαινομένων ἐνίκησε τὸν ἰώβ.
σοῦ δὲ τὴν τόλμαν οὐ δὲ ἡ ἄρρητος τοῦ μονογενοῦς ἐνί_κησε γέννησι^ς;
σοῦ δὲ τὴν τόλμαν οὐ δὲ ἡ ἄρρητος τοῦ μονογενοῦς ἐνίκησε γέννησις;
ἀλλ' ἐπεὶ δι^αγγέλλεις ἃ^ μὴ οἶδα^ς, ἀ^παιτῶ λόγον ὧν πάντες ἴσμεν.
ἀλλ' ἐπεὶ διαγγέλλεις ἃ μὴ οἶδας, ἀπαιτῶ λόγον ὧν πάντες ἴσμεν.
εἰπέ μοι πῶς ἡ γῆ ἐστηρίχθη ἐπὶ^ τῶν ὑ^δά^των;
εἰπέ μοι πῶς ἡ γῆ ἐστηρίχθη ἐπὶ τῶν ὑδάτων;
εἰπὲ πῶς ὁ ἀδὰμ ἐπλάσθη ἀ^πὸ γῆς;
εἰπὲ πῶς ὁ ἀδὰμ ἐπλάσθη ἀπὸ γῆς;
εἰπὲ πῶς τὸ μάννα^ ἐχορηγήθη, πῶς ἡ θά^λασσα^ δι^ῃρέθη καὶ τὰ^ λοιπὰ^ θαύμα^τα^.
εἰπὲ πῶς τὸ μάννα ἐχορηγήθη, πῶς ἡ θάλασσα διῃρέθη καὶ τὰ λοιπὰ θαύματα.
ἵ^να_ μὴ μηκύνω, εἰπέ μοι πῶς ἄγγελοι παρατεθέντα^ αὐτοῖς τὸν μόσχον ὑ^πὸ τοῦ ἀβραὰμ ἔφα^γον;
ἵνα μὴ μηκύνω, εἰπέ μοι πῶς ἄγγελοι παρατεθέντα αὐτοῖς τὸν μόσχον ὑπὸ τοῦ ἀβραὰμ ἔφαγον;
γαστὴρ οὐκ ἦν·
γαστὴρ οὐκ ἦν·
δοχεῖα^ τροφῆς οὐχ ὑ^πῆρχεν ἀγγέλων φύ^σει.
δοχεῖα τροφῆς οὐχ ὑπῆρχεν ἀγγέλων φύσει.
ὁ ποιῶν γὰ^ρ τοὺς ἀγγέλους αὐτοῦ πνεύμα^τα^ καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.
ὁ ποιῶν γὰρ τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.
πῶς ἀ^νηλώθη;
πῶς ἀνηλώθη;
εὐθέως ὁ αἱρετι^κός·
εὐθέως ὁ αἱρετικός·
καὶ τί^ φησι^ν ἀ^δύ^να^τον ζητεῖς;
καὶ τί φησιν ἀδύνατον ζητεῖς;
δυ^νά^μει τῶν ἀγγέλων ἠφα^νί^σθη.
δυνάμει τῶν ἀγγέλων ἠφανίσθη.
καὶ τῇ μὲν δυνάμει τῶν ἀγγέλων πιστεύεις καὶ οὐκ ἐξετάζεις, θεοῦ δὲ γέννησι^ν πολυπραγμονεῖς;
καὶ τῇ μὲν δυνάμει τῶν ἀγγέλων πιστεύεις καὶ οὐκ ἐξετάζεις, θεοῦ δὲ γέννησιν πολυπραγμονεῖς;
πῶς ἐποίησεν ὁ θεὸς τὸν οὐρα^νὸν καὶ τὴν γῆν;
πῶς ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν;
ἀποκρίνεται·
ἀποκρίνεται·
ὡς οἶδεν, ὡς ἠθέλησεν.
ὡς οἶδεν, ὡς ἠθέλησεν.
εἶτα ἡ μὲν δύ^να^μι^ς τοῦ θεοῦ λογισμοῖς οὐχ ὑ^ποβάλλεται, ἀλλὰ^ πίστει πα^ρα^δίδοται·
εἶτα ἡ μὲν δύναμις τοῦ θεοῦ λογισμοῖς οὐχ ὑποβάλλεται, ἀλλὰ πίστει παραδίδοται·
θεία_ δὲ γέννησι^ς τῶν λογισμῶν ἀ^νάγκαις περιστοιχίζεται;
θεία δὲ γέννησις τῶν λογισμῶν ἀνάγκαις περιστοιχίζεται;
οὐκ ἤκουσα^ς τοῦ δαυὶδ λέγοντος;
οὐκ ἤκουσας τοῦ δαυὶδ λέγοντος;
πά^ντα^ ὅσα^ ἠθέλησεν ὁ κύ_ρι^ος, ἐποίησεν;
πάντα ὅσα ἠθέλησεν ὁ κύριος, ἐποίησεν;
τὸ θέλημα^ οὐ πολυπραγμονεῖς καὶ τὴν φύ^σι^ν περι^εργάζῃ;
τὸ θέλημα οὐ πολυπραγμονεῖς καὶ τὴν φύσιν περιεργάζῃ;
καὶ τί^, ἀ^δελφοί;
καὶ τί, ἀδελφοί;
ἃ^ μὲν ἐποίησεν ὁ θεὸς θέλων, ὁρᾶται·
ἃ μὲν ἐποίησεν ὁ θεὸς θέλων, ὁρᾶται·
ὃν δὲ ἐγέννησεν ἐκ τῆς ἰ^δί^α_ς οὐσί^α_ς, ἀόρα_τον.
ὃν δὲ ἐγέννησεν ἐκ τῆς ἰδίας οὐσίας, ἀόρατον.
εἰκὼν δὲ γὰ^ρ θεοῦ ἀορά^του τὰ^ φαινόμενα^ ποιήμα^τα^.
εἰκὼν δὲ γὰρ θεοῦ ἀοράτου τὰ φαινόμενα ποιήματα.
νῦν ἐν τῷ λογισμῷ ἡ ἀόρα_τος γέννησι^ς τοῖς λογισμοῖς δουλεύει;
νῦν ἐν τῷ λογισμῷ ἡ ἀόρατος γέννησις τοῖς λογισμοῖς δουλεύει;
ἃ^ θελήσα_ς ἐποίησεν, οὐκ ἀ^να^κρί_νεται.
ἃ θελήσας ἐποίησεν, οὐκ ἀνακρίνεται.
ὃ κα^τὰ^ τὴν θεία_ν καὶ ἄχραντον φύ^σι^ν ὑπήνεγκε, πολυπραγμονεῖς;
ὃ κατὰ τὴν θείαν καὶ ἄχραντον φύσιν ὑπήνεγκε, πολυπραγμονεῖς;
ὢ καινῆς τόλμης.
ὢ καινῆς τόλμης.
ὢ ξένης ἐπιχειρήσεως.
ὢ ξένης ἐπιχειρήσεως.
ὢ βουλήμα^τος τιμωμένου καὶ φύ^σεως ὑβριζομένης.
ὢ βουλήματος τιμωμένου καὶ φύσεως ὑβριζομένης.
υἱοὶ ἀνθρώπων, ἕως πότε βα^ρυ^κάρδιοι;
υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι;
ἵ^να_ τί^ ἀγαπᾶτε ματαιότητα^ καὶ ζητεῖτε ψεῦδος;
ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος;
πᾶν γὰ^ρ ἀ^λλότρι^ον τῆς χριστοῦ δι^δα^σκα^λί^α_ς καὶ ψεῦσμα^ καὶ μά^ταιον.
πᾶν γὰρ ἀλλότριον τῆς χριστοῦ διδασκαλίας καὶ ψεῦσμα καὶ μάταιον.
εἰ γὰ^ρ ἀληθεύει λέγων·
εἰ γὰρ ἀληθεύει λέγων·
ἐγώ εἰμι^ ἡ ἀ^λήθεια^, ὅσα^ ἐκτὸς τῆς χριστοῦ δι^δα^σκα^λί^α_ς εἰς ψεῦδος φέρει.
ἐγώ εἰμι ἡ ἀλήθεια, ὅσα ἐκτὸς τῆς χριστοῦ διδασκαλίας εἰς ψεῦδος φέρει.
ἀνάγαγέ σου τὴν ψυ_χὴν ἀ^πὸ τῶν χα^μαὶ κειμένων ζητημά^των καὶ τῶν μα^ταίων λογισμῶν ἐπὶ^ τὸ ὕψος τῆς θεολογί^α_ς καὶ κα^τά^λειπε τὴν πτωχὴν τῶν λογισμῶν ἔρευνα^ν.
ἀνάγαγέ σου τὴν ψυχὴν ἀπὸ τῶν χαμαὶ κειμένων ζητημάτων καὶ τῶν ματαίων λογισμῶν ἐπὶ τὸ ὕψος τῆς θεολογίας καὶ κατάλειπε τὴν πτωχὴν τῶν λογισμῶν ἔρευναν.
λάβε τὸν θησαυρὸν τῆς ἀ^ληθεία_ς.
λάβε τὸν θησαυρὸν τῆς ἀληθείας.
ὁμοία ἐστὶ^ν ἡ βα^σι^λεία_ τῶν οὐρα^νῶν θησαυρῷ κεκρυμμένῳ.
ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ.
δι^ὰ^ τί^ θησαυρὸς ὀνομάζεται ὁ σωτήρ;
διὰ τί θησαυρὸς ὀνομάζεται ὁ σωτήρ;
ἐνταῦθα πρόσεχε ἀ^κρι_βῶς.
ἐνταῦθα πρόσεχε ἀκριβῶς.
ὥσπερ ὁ θησαυρὸς οὐχ ὅτε εὑρίσκεται, τότε συ^νίστα^ται, ἀλλ' ἔστι^ πα^λαιὸς τῇ θέσει, νέος δὲ τῇ εὑρέσει, οὕτω καὶ ὁ σωτήριος λόγος πα^λαιὸς μέν ἐστι^ τὴν ἀ^ξί^α_ν καὶ ἀρχὴ τῶν ἁ^πά^ντων, ἐπειδὴ ἐν ἀρχῇ ἦν ὁ λόγος·
ὥσπερ ὁ θησαυρὸς οὐχ ὅτε εὑρίσκεται, τότε συνίσταται, ἀλλ' ἔστι παλαιὸς τῇ θέσει, νέος δὲ τῇ εὑρέσει, οὕτω καὶ ὁ σωτήριος λόγος παλαιὸς μέν ἐστι τὴν ἀξίαν καὶ ἀρχὴ τῶν ἁπάντων, ἐπειδὴ ἐν ἀρχῇ ἦν ὁ λόγος·
νέον δὲ τὸ κήρυγμα^ δι^ὰ^ τὴν τῆς σαρκὸς οἰκονομίαν.
νέον δὲ τὸ κήρυγμα διὰ τὴν τῆς σαρκὸς οἰκονομίαν.
ἀμέλει οὖν ἀ^δελφέ, ἵ^να_ μά^θῃς ὅτι^ δί^κην θησαυροῦ τοῖς ποθοῦσι^ν ἐκλάμπει καὶ οἱ εὑρίσκοντες οὕτως ἐπιτρέχουσι^ν ὡς θησαυρῷ εὑρημένῳ.
ἀμέλει οὖν ἀδελφέ, ἵνα μάθῃς ὅτι δίκην θησαυροῦ τοῖς ποθοῦσιν ἐκλάμπει καὶ οἱ εὑρίσκοντες οὕτως ἐπιτρέχουσιν ὡς θησαυρῷ εὑρημένῳ.
ὃν ἔγραψε μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκα^μεν τὸν χριστόν.
ὃν ἔγραψε μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν τὸν χριστόν.
μωϋσῆς γὰ^ρ καὶ οἱ προφῆται ἐν ταῖς ἁγί^αις βίβλοις ὡς ἐν θησαυροῖς ἀπέθεντο τὸ κήρυγμα^.
μωϋσῆς γὰρ καὶ οἱ προφῆται ἐν ταῖς ἁγίαις βίβλοις ὡς ἐν θησαυροῖς ἀπέθεντο τὸ κήρυγμα.
ἀλλ' ὥσπερ οἱ κρυπτὸν θησαυρὸν ἀποθέμενοι, αὐτοὶ μὲν ὁρῶσι^ν ἃ^ κα^τα^βά^λλονται, σκέπουσι^ δὲ τῇ ὄψει, μὴ εὐδιάρπαστος γένηται τοῖς ἀ^λλοτρί^οις, οὕτω καὶ οἱ προφῆται χριστὸν κηρύξαντες τῇ ἀσαφείᾳ τῶν λέξεων ἔκρυ^ψα^ν τὸν θησαυρόν.
ἀλλ' ὥσπερ οἱ κρυπτὸν θησαυρὸν ἀποθέμενοι, αὐτοὶ μὲν ὁρῶσιν ἃ καταβάλλονται, σκέπουσι δὲ τῇ ὄψει, μὴ εὐδιάρπαστος γένηται τοῖς ἀλλοτρίοις, οὕτω καὶ οἱ προφῆται χριστὸν κηρύξαντες τῇ ἀσαφείᾳ τῶν λέξεων ἔκρυψαν τὸν θησαυρόν.
δι^ὰ^ τί^;
διὰ τί;
εἰ γὰ^ρ σα^φῶς εἶπον, οὐκ ἦν προφητεία_, ἀλλὰ^ κήρυγμα^ καὶ προελάμβανεν ἡ ἀωρία τῆς ἐκφράσεως τὴν εὐκαιρίαν τοῦ κηρύγμα^τος.
εἰ γὰρ σαφῶς εἶπον, οὐκ ἦν προφητεία, ἀλλὰ κήρυγμα καὶ προελάμβανεν ἡ ἀωρία τῆς ἐκφράσεως τὴν εὐκαιρίαν τοῦ κηρύγματος.
τί^ οὖν ποιοῦσι^;
τί οὖν ποιοῦσι;
καὶ ἑρμηνεύουσι^ καὶ κρύ^πτουσι^.
καὶ ἑρμηνεύουσι καὶ κρύπτουσι.
τίς ταῦτα^ λέγει;
τίς ταῦτα λέγει;
καὶ ἔσται τοῦτο τὸ βιβλί^ον ὡς βιβλί^ον ἐσφραγισμένον·
καὶ ἔσται τοῦτο τὸ βιβλίον ὡς βιβλίον ἐσφραγισμένον·
ὃ ἐὰ^ν δοθῇ ἀνθρώπῳ ἐπι^στα^μένῳ γρά^μμα^τα^, ἐρεῖ·
ὃ ἐὰν δοθῇ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα, ἐρεῖ·
οὐ δύ^να^μαι ἀ^να^γνῶναι.
οὐ δύναμαι ἀναγνῶναι.
ἐσφράγισται γά^ρ.
ἐσφράγισται γάρ.
καὶ ἐὰ^ν δοθῇ τῷ μὴ εἰδότι^ γρά^μμα^τα^, ἐρεῖ·
καὶ ἐὰν δοθῇ τῷ μὴ εἰδότι γράμματα, ἐρεῖ·
οὐ δύ^να^μαι ἀ^να^γνῶναι.
οὐ δύναμαι ἀναγνῶναι.
οὐ γὰ^ρ ἔμα^θον γρά^μμα^τα^.
οὐ γὰρ ἔμαθον γράμματα.
τί^ οὖν βούλεται τοῦτο τὸ αἴνιγμα^;
τί οὖν βούλεται τοῦτο τὸ αἴνιγμα;
ἡ περὶ^ χριστοῦ προφητεία_, φησί^, καὶ ἰουδαίοις καὶ ἕλλησιν ἠγνοεῖτο·
ἡ περὶ χριστοῦ προφητεία, φησί, καὶ ἰουδαίοις καὶ ἕλλησιν ἠγνοεῖτο·
ἰουδαίοις μὲν τοῖς εἰδόσι^ γρά^μμα^τα^, νόμον καὶ προφήτα_ς, ἐπειδὴ ἐσφράγιστο.
ἰουδαίοις μὲν τοῖς εἰδόσι γράμματα, νόμον καὶ προφήτας, ἐπειδὴ ἐσφράγιστο.