macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἰουδαῖοι γρά^μμα^τα^ ᾔδεισαν καὶ ἐπαιδεύθησα^ν.
ἰουδαῖοι γράμματα ᾔδεισαν καὶ ἐπαιδεύθησαν.
οἱ βασταζόμενοι ἐκ κοιλί^α_ς καὶ παιδευόμενοι ἕως γήρους.
οἱ βασταζόμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἕως γήρους.
ἦσαν παιδευόμενοι, ἀλλ' οὐκ ᾔδεισαν, ἐπειδὴ τῇ ἀσαφείᾳ ἐκρύπτετο.
ἦσαν παιδευόμενοι, ἀλλ' οὐκ ᾔδεισαν, ἐπειδὴ τῇ ἀσαφείᾳ ἐκρύπτετο.
τοῖς δὲ ἕλλησιν ἠγνοεῖτο, οὐ δι^ὰ^ τὴν ἀσάφεια^ν, ἀλλὰ^ διὰ τὸ ὅλως μὴ εἰδέναι γρά^μμα^τα^.
τοῖς δὲ ἕλλησιν ἠγνοεῖτο, οὐ διὰ τὴν ἀσάφειαν, ἀλλὰ διὰ τὸ ὅλως μὴ εἰδέναι γράμματα.
ἐκ βρέφους τὰ^ ἱ^ερὰ^ γρά^μμα^τα^ οἶδα^ς, τὰ^ δυ^νά^μενά^ σε σοφί^σαι εἰς σωτηρί^α_ν.
ἐκ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν.
ἦν οὖν ἡ προφητεία_ τεθησαυρισμένη καὶ ἐν ταῖς ἁγί^αις βίβλοις ἐγκεκρυμμένη.
ἦν οὖν ἡ προφητεία τεθησαυρισμένη καὶ ἐν ταῖς ἁγίαις βίβλοις ἐγκεκρυμμένη.
δεῖ γὰ^ρ μὴ ἀποστῆναι τοῦ κεκρυμμένου.
δεῖ γὰρ μὴ ἀποστῆναι τοῦ κεκρυμμένου.
οὐχ ἡσαΐας δὲ μόνον δείκνυ_σι^ τὰ_ς προφητεία_ς ἐσφραγισμένας, ἀλλὰ^ καὶ δανιήλ.
οὐχ ἡσαΐας δὲ μόνον δείκνυσι τὰς προφητείας ἐσφραγισμένας, ἀλλὰ καὶ δανιήλ.
λέγει γὰ^ρ αὐτῷ ὁ ἄγγελος μετὰ^ τὸ μηνῦσαι αὐτῷ τὴν ἀποκάλυψι^ν τῶν μελλόντων·
λέγει γὰρ αὐτῷ ὁ ἄγγελος μετὰ τὸ μηνῦσαι αὐτῷ τὴν ἀποκάλυψιν τῶν μελλόντων·
καὶ σὺ δανιήλ, σφράγισον τὸ βιβλί^ον τοῦτο τῆς ὁράσεως, ὅτι^ ἡ δήλωσι^ς αὐτοῦ εἰς μα^κρά_ν.
καὶ σὺ δανιήλ, σφράγισον τὸ βιβλίον τοῦτο τῆς ὁράσεως, ὅτι ἡ δήλωσις αὐτοῦ εἰς μακράν.
διὰ τοῦτο ὁ μακάριος δαυὶδ ἀναγινώσκων τὸν νόμον καὶ ἀναγινώσκων τοὺς προφήτα_ς ἐκ προσώπου τοῦ λα_οῦ οὐ γὰ^ρ αὐτὸς ἠγνόει ὁ προφητεύων.
διὰ τοῦτο ὁ μακάριος δαυὶδ ἀναγινώσκων τὸν νόμον καὶ ἀναγινώσκων τοὺς προφήτας ἐκ προσώπου τοῦ λαοῦ οὐ γὰρ αὐτὸς ἠγνόει ὁ προφητεύων.
βουλόμενος δεῖξαι ὅτι^ ἔμφασι^ν μέν τι^να^ δέχεται τῆς τοῦ χριστοῦ οἰκονομί^α_ς, οὐ δύ^να^ται δὲ νοῆσαι διὰ τὴν ἀσάφεια^ν τῶν λέξεων, ἔπασχέ τι^ πα^ρα^πλήσι^ον τοῖς ὁρῶσι^ βαλάντιον ἐσφραγισμένον.
βουλόμενος δεῖξαι ὅτι ἔμφασιν μέν τινα δέχεται τῆς τοῦ χριστοῦ οἰκονομίας, οὐ δύναται δὲ νοῆσαι διὰ τὴν ἀσάφειαν τῶν λέξεων, ἔπασχέ τι παραπλήσιον τοῖς ὁρῶσι βαλάντιον ἐσφραγισμένον.
τί οὖν ποιεῖ βλέπων τὰ^ γρά^μμα^τα^ καὶ μὴ κα^τα^λα^μβά^νων αὐτῶν τὰ^ νοήμα^τα^;
τί οὖν ποιεῖ βλέπων τὰ γράμματα καὶ μὴ καταλαμβάνων αὐτῶν τὰ νοήματα;
λέγει·
λέγει·
ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κα^τα^νοήσω τὰ^ θαυμάσια^ ἐκ τοῦ νόμου σου.
ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.
καὶ πά^λι^ν ὁ αὐτός·
καὶ πάλιν ὁ αὐτός·
εὐλογητὸς εἶ κύριε, δί^δα^ξόν με τὰ^ δι^καιώμα^τά^ σου.
εὐλογητὸς εἶ κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
οὐ γὰ^ρ ἀ^νέγνως πα^ρὰ^ τοῦ νόμου;
οὐ γὰρ ἀνέγνως παρὰ τοῦ νόμου;
οὐκ ἐπαίδευσέ σε ὁ μωϋσῆς τὸν δεκάλογον;
οὐκ ἐπαίδευσέ σε ὁ μωϋσῆς τὸν δεκάλογον;
ἀλλὰ^ τὰ^ σὰ^ βούλομαι μα^θεῖν καὶ τὰ^ πα^ρὰ^ σοῦ τοῦ νομοθέτου, πα^ρὰ^ τῆς πηγῆς τοῦ νόμου βούλομαι μα^θεῖν τοῦ νόμου τὴν ἀ^λήθεια^ν.
ἀλλὰ τὰ σὰ βούλομαι μαθεῖν καὶ τὰ παρὰ σοῦ τοῦ νομοθέτου, παρὰ τῆς πηγῆς τοῦ νόμου βούλομαι μαθεῖν τοῦ νόμου τὴν ἀλήθειαν.
ἀλλ' ἐζήτει μὲν μα^θεῖν, ἡ δὲ χά^ρι^ς ἐταμιεύετο τοῖς μέλλουσι^ λα^μβά^νειν τὴν εὐεργεσίαν.
ἀλλ' ἐζήτει μὲν μαθεῖν, ἡ δὲ χάρις ἐταμιεύετο τοῖς μέλλουσι λαμβάνειν τὴν εὐεργεσίαν.
διὰ τοῦτο ἔλεγεν ὁ σωτὴρ τοῖς μα^θηταῖς·
διὰ τοῦτο ἔλεγεν ὁ σωτὴρ τοῖς μαθηταῖς·
πολλοὶ βα^σι^λεῖς καὶ δί^καιοι ἐπεθύ_μησα^ν ἰ^δεῖν ἃ βλέπετε καὶ οὐκ εἶδον, καὶ ἀ^κοῦσαι ἃ ἀ^κούετε καὶ οὐκ ἤκουσα^ν·
πολλοὶ βασιλεῖς καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν·
ὑ_μῶν δὲ μα^κά^ριοι οἱ ὀφθαλμοί, ὅτι^ βλέπετε.
ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπετε.
ἀλλὰ ζητοῦμεν πότε ὅλως ἡ σφρα_γὶς ἀπεσφραγίσθη, πότε ὁ δεσμὸς τῆς ἀ^γνοία_ς ἐλύ^θη, πότε τὰ^ κεκλεισμένα_ ἀνεῴγει.
ἀλλὰ ζητοῦμεν πότε ὅλως ἡ σφραγὶς ἀπεσφραγίσθη, πότε ὁ δεσμὸς τῆς ἀγνοίας ἐλύθη, πότε τὰ κεκλεισμένα ἀνεῴγει.
ἀπαιτεῖ παρ' ἡμῶν ὁ ἀκροα_τὴς καὶ πα^ρὰ^ τὸν λόγον τὸν τρόπον μοι, φησί^ν, ἐμήνυ_σα^ς τοῦ σφραγίσμα^τος, τὸν καιρόν μοι τῆς ἐπιλύσεως τεν ἐσφραγισμένων οὐ λέγεις;
ἀπαιτεῖ παρ' ἡμῶν ὁ ἀκροατὴς καὶ παρὰ τὸν λόγον τὸν τρόπον μοι, φησίν, ἐμήνυσας τοῦ σφραγίσματος, τὸν καιρόν μοι τῆς ἐπιλύσεως τεν ἐσφραγισμένων οὐ λέγεις;
κεκλεισμένα_ς ἔδειξα^ς τὰ_ς πύ^λα_ς, ἀνεῳγμένας οὐχ ὑ^ποδείξεις;
κεκλεισμένας ἔδειξας τὰς πύλας, ἀνεῳγμένας οὐχ ὑποδείξεις;
τί οὖν;
τί οὖν;
ἀ^πὸ ἑνὸς ῥήμα^τος τὰ^ πολλὰ^ παρωσάμενος, πα^ρα^στήσω τὸ ζητούμενον.
ἀπὸ ἑνὸς ῥήματος τὰ πολλὰ παρωσάμενος, παραστήσω τὸ ζητούμενον.
τί οὖν;
τί οὖν;
μετὰ^ τὴν τοῦ σωτῆρος ἀνάστασι^ν, ἀγνοουμένης τοῖς πολλοῖς τῆς θεία_ς χά^ρι^τος, τι^νές, φησί^, τῶν μα^θητῶν δύ^ο ἔξω εἰς κώμην ἀ^πῄεσα^ν καὶ πρὸς ἀλλήλους οἷα^ φί^λοι ἐν ὁδῷ ἀντέβαλλον περὶ^ τῆς οἰκονομί^α_ς.
μετὰ τὴν τοῦ σωτῆρος ἀνάστασιν, ἀγνοουμένης τοῖς πολλοῖς τῆς θείας χάριτος, τινές, φησί, τῶν μαθητῶν δύο ἔξω εἰς κώμην ἀπῄεσαν καὶ πρὸς ἀλλήλους οἷα φίλοι ἐν ὁδῷ ἀντέβαλλον περὶ τῆς οἰκονομίας.
ὁ σωτὴρ ἀ^μείψα_ς τὸ σχῆμα^ καὶ τὸ ἐκφώνημα^ ὃ γά^ρ ἐστι^ πρόσωπον τοῖς ὁρῶσι^, τοῦτο φωνὴ τοῖς τὸ πρόσωπον οὐχ ὁρῶσι^.
ὁ σωτὴρ ἀμείψας τὸ σχῆμα καὶ τὸ ἐκφώνημα ὃ γάρ ἐστι πρόσωπον τοῖς ὁρῶσι, τοῦτο φωνὴ τοῖς τὸ πρόσωπον οὐχ ὁρῶσι.
κρύπτει καὶ τὴν φωνὴν καὶ τὴν μορφὴν καὶ λέγει αὐτοῖς ὁ τὰ^ πά^ντα^ εἰδώς·
κρύπτει καὶ τὴν φωνὴν καὶ τὴν μορφὴν καὶ λέγει αὐτοῖς ὁ τὰ πάντα εἰδώς·
τίνες οἱ λόγοι οὗτοι, οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους;
τίνες οἱ λόγοι οὗτοι, οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους;
λέγει αὐτῷ τῷ τὰ^ πά^ντα^ εἰδότι^ ὁ παρ' αὐτοῦ τὰ^ πά^ντα^ μα^νθά^νων·
λέγει αὐτῷ τῷ τὰ πάντα εἰδότι ὁ παρ' αὐτοῦ τὰ πάντα μανθάνων·
σὺ μόνος πα^ροικεῖς ἐν ἱερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ^ γενόμενα^ ἐν αὐτῇ;
σὺ μόνος παροικεῖς ἐν ἱερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ;
λέγει·
λέγει·
ποῖα;
ποῖα;
οὗτος ὁ θεὸς ὁ εἰδὼς τὰ^ πά^ντα^ καὶ ἐρωτῶν ὁ υἱός ἐστι^ν ἐκείνου τοῦ λέγοντος τῷ κάϊν·
οὗτος ὁ θεὸς ὁ εἰδὼς τὰ πάντα καὶ ἐρωτῶν ὁ υἱός ἐστιν ἐκείνου τοῦ λέγοντος τῷ κάϊν·
ποῦ ἄβελ ὁ ἀ^δελφός σου;
ποῦ ἄβελ ὁ ἀδελφός σου;
λέγουσι·
λέγουσι·
τὰ^ περὶ^ ἰησοῦ τοῦ ναζωραίου, ὃς ἐγένετο ἀ^νὴρ δυ^να^τὸς λόγῳ καὶ ἔργῳ.
τὰ περὶ ἰησοῦ τοῦ ναζωραίου, ὃς ἐγένετο ἀνὴρ δυνατὸς λόγῳ καὶ ἔργῳ.
ἀκμὴν ἀ^νήρ;
ἀκμὴν ἀνήρ;
μετὰ^ τοσαῦτα^ θαύμα^τα^ ἀ^νήρ;
μετὰ τοσαῦτα θαύματα ἀνήρ;
μετὰ^ τοσαύτα_ς ἐνεργεία_ς, μετὰ τοσαύτην θεία_ς δυ^νά^μεως ἀ^πόδειξι^ν;
μετὰ τοσαύτας ἐνεργείας, μετὰ τοσαύτην θείας δυνάμεως ἀπόδειξιν;
ἡμεῖς δέ, φησί^ν, ἵ^να_ μὴ πάντα ἐξετάζων ὁ λόγος μηκύνῃ.
ἡμεῖς δέ, φησίν, ἵνα μὴ πάντα ἐξετάζων ὁ λόγος μηκύνῃ.
ἡμεῖς δὲ ἠλπίζομεν ὅτι^ αὐτός ἐστι^ν ὁ λυτρούμενος τὸν ἰσραήλ.
ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ λυτρούμενος τὸν ἰσραήλ.
ὅρα_ πῶς ἔσβεστο ἐν αὐτοῖς σχεδὸν ἡ πί^στι_ς καὶ κα^θῄρητο λοιπὸν ἡ ἐλπὶς τῆς οἰκονομί^α_ς.
ὅρα πῶς ἔσβεστο ἐν αὐτοῖς σχεδὸν ἡ πίστις καὶ καθῄρητο λοιπὸν ἡ ἐλπὶς τῆς οἰκονομίας.
ἡμεῖς προσεδοκῶμεν.
ἡμεῖς προσεδοκῶμεν.
οὐ λέγει προσδοκῶμεν, ἀλλὰ προσεδοκῶμεν.
οὐ λέγει προσδοκῶμεν, ἀλλὰ προσεδοκῶμεν.
ἤιδει λοιπὸν ἀσθενοῦσα^ν αὐτῶν τὴν πίστι^ν καὶ κλίνασα^ν αὐτῶν τὴν δι^ά^νοια^ν.
ἤιδει λοιπὸν ἀσθενοῦσαν αὐτῶν τὴν πίστιν καὶ κλίνασαν αὐτῶν τὴν διάνοιαν.
καὶ ἐπέστη ὁ στηρίζων τοὺς καταπεπτωκότας καὶ ἀ^νορθῶν πά^ντα^ς τοὺς κατερραγμένους.
καὶ ἐπέστη ὁ στηρίζων τοὺς καταπεπτωκότας καὶ ἀνορθῶν πάντας τοὺς κατερραγμένους.
καὶ τί πρὸς αὐτοὺς ὁ εὐεργέτης;
καὶ τί πρὸς αὐτοὺς ὁ εὐεργέτης;
ὦ ἀνόητοι καὶ βρα^δεῖς τῇ καρδί^ᾳ, οὐ συ^νί_ετε τὰ_ς γρα^φά_ς;
ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ, οὐ συνίετε τὰς γραφάς;
οὐ ταῦτα ἔδει πα^θεῖν τὸν χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξα^ν αὐτοῦ;
οὐ ταῦτα ἔδει παθεῖν τὸν χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ;
καὶ ἀ^ρξά^μενος ἀ^πὸ τοῦ νόμου καὶ τῶν προφητῶν, διήνοιγεν αὐτοῖς τὰ_ς γρα^φά_ς.
καὶ ἀρξάμενος ἀπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, διήνοιγεν αὐτοῖς τὰς γραφάς.
ὁρᾷς ὅτι^ ἕως ἀπέστη χριστὸς, οὐκ ἀ^νεῴχθη τῆς ἀ^ληθεία_ς ἡ πύλη, οὐ δὲ ἐλύ^θη ὁ δεσμὸς τῆς ἀ^γνοία_ς.
ὁρᾷς ὅτι ἕως ἀπέστη χριστὸς, οὐκ ἀνεῴχθη τῆς ἀληθείας ἡ πύλη, οὐ δὲ ἐλύθη ὁ δεσμὸς τῆς ἀγνοίας.
διήνοιγε τὰ_ς γρα^φὰ_ς οἷά^ τι^να^ς θύ^ρα_ς κεκλεισμένας.
διήνοιγε τὰς γραφὰς οἷά τινας θύρας κεκλεισμένας.
ποίας θύ^ρα_ς;
ποίας θύρας;
ἵ^να_ ὁ θεὸς ἀ^νοίξῃ θύραν τοῖς ἔθνεσι^.
ἵνα ὁ θεὸς ἀνοίξῃ θύραν τοῖς ἔθνεσι.
ἆρά γε καὶ τοῖς ἔθνεσι^ν ἤνοιξεν ὁ θεὸς θύραν μετα^νοία_ς;
ἆρά γε καὶ τοῖς ἔθνεσιν ἤνοιξεν ὁ θεὸς θύραν μετανοίας;
καὶ ὅρα τί οἰκονομεῖ ἡ πηγὴ τῶν ἀ^γα^θῶν.
καὶ ὅρα τί οἰκονομεῖ ἡ πηγὴ τῶν ἀγαθῶν.
ὅτε γὰ^ρ ἐπέστη τῇ κώμῃ τῇ ἐμμαοῦς, κα^θὰ^ καὶ τὴν ὁρμὴν εἶχον οἱ ὁδεύοντες, ἔτι^ ἀγνοούμενος ὑπ' αὐτῶν, ἐφά^νη τῷ ἀμφιβαλλομένῳ.
ὅτε γὰρ ἐπέστη τῇ κώμῃ τῇ ἐμμαοῦς, καθὰ καὶ τὴν ὁρμὴν εἶχον οἱ ὁδεύοντες, ἔτι ἀγνοούμενος ὑπ' αὐτῶν, ἐφάνη τῷ ἀμφιβαλλομένῳ.
ὡς γὰ^ρ κα^τεκλί^θη αὐτοῖς, τὰ^ πρῶτα^ ὡς ξένος φιλοφροσύνης ἀ^ξι^ούμενος μεῖνον γά^ρ φησι^ παρ' ἡμῖν, ὅτι^ ἔκλι_νε ἡ ἡμέρα_.
ὡς γὰρ κατεκλίθη αὐτοῖς, τὰ πρῶτα ὡς ξένος φιλοφροσύνης ἀξιούμενος μεῖνον γάρ φησι παρ' ἡμῖν, ὅτι ἔκλινε ἡ ἡμέρα.
ἵ^να_ μὴ πάντῃ ἡ ἄ^γνοια^ κατακαλύπτῃ τὴν ἀ^ξί^α_ν λα^βὼν ἄρτον ηὐλόγησε καὶ κλά^σα_ς ἐπέδωκε καὶ ἠνοίγησα^ν αὐτῶν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσα^ν αὐτόν.
ἵνα μὴ πάντῃ ἡ ἄγνοια κατακαλύπτῃ τὴν ἀξίαν λαβὼν ἄρτον ηὐλόγησε καὶ κλάσας ἐπέδωκε καὶ ἠνοίγησαν αὐτῶν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν.
διὰ τί πρῶτον ἔδωκε τὸν ἄρτον καὶ τότε ἠνοίγησα^ν αὐτῶν οἱ ὀφθαλμοί;
διὰ τί πρῶτον ἔδωκε τὸν ἄρτον καὶ τότε ἠνοίγησαν αὐτῶν οἱ ὀφθαλμοί;
ἐπειδὴ βρῶσι^ς τοῦ ἀδὰμ τοὺς ὀφθαλμοὺς κα^κῶς ἤνοιξεν, ἀντεισήχθη νῦν βρῶσι^ς τὴν ξένην ἀνάβλεψι^ν ἐργαζομένη.
ἐπειδὴ βρῶσις τοῦ ἀδὰμ τοὺς ὀφθαλμοὺς κακῶς ἤνοιξεν, ἀντεισήχθη νῦν βρῶσις τὴν ξένην ἀνάβλεψιν ἐργαζομένη.
ἀναβλέψωσι καὶ οἱ τῶν αἱρετι^κῶν παῖδες, καὶ ἴ^δωσι^ τὸ φῶς τῆς ἀ^ληθεία_ς, ἴ^δωσι^ τὸν ἐν ἀρχῇ ὄντα^ θεόν, θεὸν ὄντα^ καὶ θεοῦ λόγον ὑ^πά^ρχοντα^·
ἀναβλέψωσι καὶ οἱ τῶν αἱρετικῶν παῖδες, καὶ ἴδωσι τὸ φῶς τῆς ἀληθείας, ἴδωσι τὸν ἐν ἀρχῇ ὄντα θεόν, θεὸν ὄντα καὶ θεοῦ λόγον ὑπάρχοντα·
ἀ^κούσωσι^ πολλά^κι^ς τὸ ἦν, καὶ παύσωνται λέγοντες τὸ οὐκ ἦν.
ἀκούσωσι πολλάκις τὸ ἦν, καὶ παύσωνται λέγοντες τὸ οὐκ ἦν.
ἐν ἀρχῇ ἦν ὁ λόγος.
ἐν ἀρχῇ ἦν ὁ λόγος.
οὐκ εὐθὺ^ς τοῦτο ἐκηρύχθη.
οὐκ εὐθὺς τοῦτο ἐκηρύχθη.
οὐ γὰ^ρ ἐχώρει ὁ κόσμος.
οὐ γὰρ ἐχώρει ὁ κόσμος.
τέσσαρες μέντοι εἰσὶ^ν εὐαγγελισταί, ματθαῖος, μάρκος, λουκᾶς, καὶ ἰωάννης·
τέσσαρες μέντοι εἰσὶν εὐαγγελισταί, ματθαῖος, μάρκος, λουκᾶς, καὶ ἰωάννης·
ὅτε ἤρξαντο τοῦ κηρύγμα^τος, οὐκ εὐθὺ^ς ἐλά^λησα^ν τὰ^ πρέποντα^ τῇ ἀ^ξί^ᾳ, ἀλλὰ τὰ^ ἁρμόζοντα^ τοῖς ἀκροωμένοις.
ὅτε ἤρξαντο τοῦ κηρύγματος, οὐκ εὐθὺς ἐλάλησαν τὰ πρέποντα τῇ ἀξίᾳ, ἀλλὰ τὰ ἁρμόζοντα τοῖς ἀκροωμένοις.
βιβλος γενέσεως ἰησοῦ χριστοῦ υἱοῦ δαυίδ, υἱοῦ ἀβραάμ.
βιβλος γενέσεως ἰησοῦ χριστοῦ υἱοῦ δαυίδ, υἱοῦ ἀβραάμ.
διὰ τί μὴ υἱοῦ θεοῦ;
διὰ τί μὴ υἱοῦ θεοῦ;
διὰ τί πτωχῇ λέξει κρύπτεις τὴν ἀ^ξί^α_ν;
διὰ τί πτωχῇ λέξει κρύπτεις τὴν ἀξίαν;
διὰ τί τοῖς ἀνθρώποις τὰ^ θεῖα^ κα^λύ^πτεις;
διὰ τί τοῖς ἀνθρώποις τὰ θεῖα καλύπτεις;
πα^ρὰ^ ἰουδαίοις, φησί^, κηρύττω, τοῖς μη δὲ ἄνθρωπον δί^καιον εἶναι πιστεύουσι^ τὸν χριστόν.
παρὰ ἰουδαίοις, φησί, κηρύττω, τοῖς μη δὲ ἄνθρωπον δίκαιον εἶναι πιστεύουσι τὸν χριστόν.
υἱὸν ἀβραὰμ οὔπω ἐδέξαντο καὶ υἱὸν θεοῦ κα^ταγγελλόμενον ἀ^νέξονται;
υἱὸν ἀβραὰμ οὔπω ἐδέξαντο καὶ υἱὸν θεοῦ καταγγελλόμενον ἀνέξονται;
καὶ πόθεν τοῦτο;
καὶ πόθεν τοῦτο;
ὅτι^ οὐ δὲ τοῦ γένους αὐτὸν ὡμολόγουν ἀβραάμ.
ὅτι οὐ δὲ τοῦ γένους αὐτὸν ὡμολόγουν ἀβραάμ.
οὐκ ἤκουσας ὡς πολλά^κι^ς βλασφημοῦντες αὐτὸν ἔλεγον·
οὐκ ἤκουσας ὡς πολλάκις βλασφημοῦντες αὐτὸν ἔλεγον·
σαμαρείτης εἶ σὺ καὶ δαιμόνι^ον ἔχεις;
σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις;
οἱ τοῦ γένους αὐτὸν τῶν ἁ^γί^ων ἐκβάλλοντες, τὴν ἀ^ξί^α_ν τὴν ἔνθεον κα^τελά^μβα^νον.
οἱ τοῦ γένους αὐτὸν τῶν ἁγίων ἐκβάλλοντες, τὴν ἀξίαν τὴν ἔνθεον κατελάμβανον.
τί οὖν φησι^;
τί οὖν φησι;
βίβλος γενέσεως ἰησοῦ χριστοῦ υἱοῦ δαυίδ, υἱοῦ ἀβραάμ.
βίβλος γενέσεως ἰησοῦ χριστοῦ υἱοῦ δαυίδ, υἱοῦ ἀβραάμ.
πρῶτον αὐτοὺς ἐνά^γει τοῖς ὀνόμα^σι^ τοῖς φί^λοις, τοῖς πρὸς συγγένεια^ν ἡνωμένοις, ἵν' ἐξ ἐκείνων θηραθέντας κα^τὰ^ μικρὸν εὕρωσι^ τὴν ἀληθείαν, τὴν ἀ^πα^θῆ γέννησι^ν, τὴν ἄχραντον, τὴν θεοπρεπεῖ λόγῳ κηρυττομένην καὶ παντὶ^ παραδιδομένην.
πρῶτον αὐτοὺς ἐνάγει τοῖς ὀνόμασι τοῖς φίλοις, τοῖς πρὸς συγγένειαν ἡνωμένοις, ἵν' ἐξ ἐκείνων θηραθέντας κατὰ μικρὸν εὕρωσι τὴν ἀληθείαν, τὴν ἀπαθῆ γέννησιν, τὴν ἄχραντον, τὴν θεοπρεπεῖ λόγῳ κηρυττομένην καὶ παντὶ παραδιδομένην.
πάλιν ὁ μακάριος μάρκος, κα^θεὶς ἑαυτὸν εἰς τὸ εὐαγγέλιον καὶ θα^ρσήσα_ς τοῖς προγεγυμνασμένοις λέγει μὲν υἱὸν θεοῦ, ἀλλ' εὐθέως συ^νέστειλε τὸν λόγον καὶ ἐκολόβωσε τὴν ἔννοια^ν, ἵ^να_ μα^λά^ξῃ τὸν ἀκροατήν.
πάλιν ὁ μακάριος μάρκος, καθεὶς ἑαυτὸν εἰς τὸ εὐαγγέλιον καὶ θαρσήσας τοῖς προγεγυμνασμένοις λέγει μὲν υἱὸν θεοῦ, ἀλλ' εὐθέως συνέστειλε τὸν λόγον καὶ ἐκολόβωσε τὴν ἔννοιαν, ἵνα μαλάξῃ τὸν ἀκροατήν.
ἀρχὴ τοῦ εὐαγγελί^ου ἰησοῦ χριστοῦ·
ἀρχὴ τοῦ εὐαγγελίου ἰησοῦ χριστοῦ·
κα^θὼς γέγραπται ἐν ἡσαΐᾳ τῷ προφήτῃ·
καθὼς γέγραπται ἐν ἡσαΐᾳ τῷ προφήτῃ·
ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς καὶ κα^τα^σκευά^σει τὴν ὁδόν σου ἔμπροσθέν σου.
ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς καὶ κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
ἔδειξε τὴν λαμπάδα τῆς ἀ^ληθεία_ς καὶ εὐθέως ἀπέκρυψε.
ἔδειξε τὴν λαμπάδα τῆς ἀληθείας καὶ εὐθέως ἀπέκρυψε.
καὶ προφέρει πρῶτον τὸν ὑπηρέτην, ἵ^να_ τῇ φωνῇ περι^ηχθεὶς ὁ ἀκροα_τής, δέξηται λοιπὸν ὑγι^ῶς τὸν παντελῆ τῆς θεογνωσία_ς λόγον.
καὶ προφέρει πρῶτον τὸν ὑπηρέτην, ἵνα τῇ φωνῇ περιηχθεὶς ὁ ἀκροατής, δέξηται λοιπὸν ὑγιῶς τὸν παντελῆ τῆς θεογνωσίας λόγον.
ἐπειδήπερ πολλοὶ ἐπεχείρησα^ν ἀνατάξασθαι δι^ήγησι^ν περὶ^ τῶν πεπληροφορημένων ἐν ἡμῖν πρα_γμά^των, ἔδοξε κ ἀμοὶ πα^ρακολουθηκότι^ τοῖς πᾶσι^ν ἀπ' ἀρχῆς γράψαι, κα^θὼς παρέδωκα^ν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λογου.
ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων, ἔδοξε κ ἀμοὶ παρακολουθηκότι τοῖς πᾶσιν ἀπ' ἀρχῆς γράψαι, καθὼς παρέδωκαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λογου.
ἀλλὰ λόγον μὲν εἶπεν, οὐκ εἶπε δὲ ὅτι^ καὶ θεὸς ἦν ὁ λόγος.
ἀλλὰ λόγον μὲν εἶπεν, οὐκ εἶπε δὲ ὅτι καὶ θεὸς ἦν ὁ λόγος.
τί οὖν καὶ αὐτὸς ποιεῖ;
τί οὖν καὶ αὐτὸς ποιεῖ;
ἁψάμενος τὸ εἶναι καὶ ἐννοήσα_ς ὅτι^ νεκραῖς ἀ^κοαῖς ἐνήχει, κρύπτει τὴν ἀ^ξί^α_ν καὶ προφέρει τὴν οἰκονομίαν.
ἁψάμενος τὸ εἶναι καὶ ἐννοήσας ὅτι νεκραῖς ἀκοαῖς ἐνήχει, κρύπτει τὴν ἀξίαν καὶ προφέρει τὴν οἰκονομίαν.
ἐγένετο ἱ^ερεὺς ζαχαρίας, καὶ τὰ^ ἑξῆς τοῦ εὐαγγελί^ου.
ἐγένετο ἱερεὺς ζαχαρίας, καὶ τὰ ἑξῆς τοῦ εὐαγγελίου.
πάντες οὖν ἐχώρησα^ν εἰς τὴν σαρκὸς οἰκονομίαν καὶ ἠρέμα^ πως διὰ τῶν θαυμά^των ἐγνώριζον τὴν ἀ^ξί^α_ν.
πάντες οὖν ἐχώρησαν εἰς τὴν σαρκὸς οἰκονομίαν καὶ ἠρέμα πως διὰ τῶν θαυμάτων ἐγνώριζον τὴν ἀξίαν.