macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἐκηρύττετο δὲ ἐπὶ^ τοῦ θεοῦ λόγου τὸ ἀξί^ωμα^, ἐκρύπτετο δὲ τὰ^ κα^τὰ^ τῶν αἱρετι^κῶν βέλη καὶ τὸ τῆς ὀρθῆς δόξης ἐπι^τείχισμα^ οὐδέπω τὸ κηρύγμα^τι^ τῆς εὐσεβεία_ς ἐγήγερτο. | ἐκηρύττετο δὲ ἐπὶ τοῦ θεοῦ λόγου τὸ ἀξίωμα, ἐκρύπτετο δὲ τὰ κατὰ τῶν αἱρετικῶν βέλη καὶ τὸ τῆς ὀρθῆς δόξης ἐπιτείχισμα οὐδέπω τὸ κηρύγματι τῆς εὐσεβείας ἐγήγερτο. |
ἰωάννης τοίνυ^ν ὁ υἱὸς τῆς βροντῆς τελευταῖος πα^ρῆλθεν ἐπὶ^ τὴν θεολογίαν μετὰ τοὺς τρεῖς ἐκείνους κήρυ_κα^ς, καὶ εἰκότως ὁ μὲν ἠκολούθησεν, οἱ δὲ προέλαβον, τὰ^ μικρὰ^ τέως ἀστράπτοντες. | ἰωάννης τοίνυν ὁ υἱὸς τῆς βροντῆς τελευταῖος παρῆλθεν ἐπὶ τὴν θεολογίαν μετὰ τοὺς τρεῖς ἐκείνους κήρυκας, καὶ εἰκότως ὁ μὲν ἠκολούθησεν, οἱ δὲ προέλαβον, τὰ μικρὰ τέως ἀστράπτοντες. |
ὥσπερ γὰ^ρ τῆς βροντῆς προηγεῖται ἀστρα^πή, ἵνα μὴ ἀθρόον ἐκείνη ἐκ τῶν νεφῶν ῥα^γεῖσα^ πλήξῃ τὸν ἀ^κούοντα^, οὕτως ἐπειδὴ ἔμελλε βροντᾶν ὁ ἰωάννης, οἱ τρεῖς εὐαγγελισταὶ δί^κην ἀστραπῶν καὶ οἱ μὲν ἤστραψα^ν τὴν οἰκονομίαν, ὁ δὲ βροντᾷ τὴν θεολογίαν βροντὴ δέ, ἀ^δελφοί, μετὰ ὄμβρων, βροντὴ φόβητρον τῶν πονηρῶν. | ὥσπερ γὰρ τῆς βροντῆς προηγεῖται ἀστραπή, ἵνα μὴ ἀθρόον ἐκείνη ἐκ τῶν νεφῶν ῥαγεῖσα πλήξῃ τὸν ἀκούοντα, οὕτως ἐπειδὴ ἔμελλε βροντᾶν ὁ ἰωάννης, οἱ τρεῖς εὐαγγελισταὶ δίκην ἀστραπῶν καὶ οἱ μὲν ἤστραψαν τὴν οἰκονομίαν, ὁ δὲ βροντᾷ τὴν θεολογίαν βροντὴ δέ, ἀδελφοί, μετὰ ὄμβρων, βροντὴ φόβητρον τῶν πονηρῶν. |
καὶ ὥσπερ ἂ^ν σάλπιγγί^ τι^νι^ κεχρημένος τῇ βροντῇ ὁ οὐρα^νὸς κα^λεῖ τὸν ὄμβρον, ἀλλὰ πρῶτον ταῖς ἀστραπαῖς προκα^λεῖ τὸν ὑ_ετόν ἀστραπὰς γὰ^ρ ὁ θεὸς εἰς ὑ_ετὸν ἐποίησεν. | καὶ ὥσπερ ἂν σάλπιγγί τινι κεχρημένος τῇ βροντῇ ὁ οὐρανὸς καλεῖ τὸν ὄμβρον, ἀλλὰ πρῶτον ταῖς ἀστραπαῖς προκαλεῖ τὸν ὑετόν ἀστραπὰς γὰρ ὁ θεὸς εἰς ὑετὸν ἐποίησεν. |
, ἔπειτα^ τῇ βροντῇ κι_νεῖ τὰ_ς νεφέλα_ς. | , ἔπειτα τῇ βροντῇ κινεῖ τὰς νεφέλας. |
τί οὖν; | τί οὖν; |
ἐπειδὴ προηγήσαντο αἱ τοσαῦται ἀστραπαὶ τοῦ λόγου, ἀ^κολουθεῖ τὸ λοιπόν, ὡς ἔφθην εἰπών, ἡ βροντὴ τῆς θεολογί^α_ς, καταπλήττουσα^ μὲν πολλοὺς τῇ ὑπερβολῇ τῆς θεολογί^α_ς, φέρουσα^ δὲ τοὺς ὄμβρους τῆς εὐλογί^α_ς. | ἐπειδὴ προηγήσαντο αἱ τοσαῦται ἀστραπαὶ τοῦ λόγου, ἀκολουθεῖ τὸ λοιπόν, ὡς ἔφθην εἰπών, ἡ βροντὴ τῆς θεολογίας, καταπλήττουσα μὲν πολλοὺς τῇ ὑπερβολῇ τῆς θεολογίας, φέρουσα δὲ τοὺς ὄμβρους τῆς εὐλογίας. |
καὶ ἡμῖν μὲν βροντὴ γί_νεται θεολογί^α_ς, τοῖς δὲ αἱρετι^κοῖς βροντὴ τοὺς κα^κοὺς θῆρα^ς τῇ ὑπερβολῇ τῆς μεγαλοφωνία_ς ἐλαύνουσα^. | καὶ ἡμῖν μὲν βροντὴ γίνεται θεολογίας, τοῖς δὲ αἱρετικοῖς βροντὴ τοὺς κακοὺς θῆρας τῇ ὑπερβολῇ τῆς μεγαλοφωνίας ἐλαύνουσα. |
ἀ^πὸ ἐπι^τιμήσεως φεύξονται, ἀπὸ φωνῆς βροτῆς σου δειλιάσουσι^ν. | ἀπὸ ἐπιτιμήσεως φεύξονται, ἀπὸ φωνῆς βροτῆς σου δειλιάσουσιν. |
ἀναδράμωμεν οὖν πρὸς τὸν ἐν ἀρχῇ θεόν· | ἀναδράμωμεν οὖν πρὸς τὸν ἐν ἀρχῇ θεόν· |
ἀναδράμωμεν πρὸς τὸ ἀίδι^ον φῶς· | ἀναδράμωμεν πρὸς τὸ ἀίδιον φῶς· |
ἀναδράμωμεν πρὸς τὸν τὸν λόγον διὰ σὲ γενόμενον ἄνθρωπον· | ἀναδράμωμεν πρὸς τὸν τὸν λόγον διὰ σὲ γενόμενον ἄνθρωπον· |
γενόμενον δὲ ὅταν εἴπω, οὐ μεταβληθεῖσα^ν λέγω φύ^σι^ν, ἀλλὰ τὴν θεϊ^κὴν ἀ^ξί^α_ν ἀναλαβοῦσα^ν τὰ^ ἡμέτερα^. | γενόμενον δὲ ὅταν εἴπω, οὐ μεταβληθεῖσαν λέγω φύσιν, ἀλλὰ τὴν θεϊκὴν ἀξίαν ἀναλαβοῦσαν τὰ ἡμέτερα. |
τὸ γά^ρ λόγος σὰρξ ἐγένετο οὐ μετάπτωσι^ν τῆς φύ^σεως μηνύ^ει, ἀλλὰ τὴν ἀνάληψι^ν τῆς ἡμετέρα_ς ἀσθενεία_ς. | τὸ γάρ λόγος σὰρξ ἐγένετο οὐ μετάπτωσιν τῆς φύσεως μηνύει, ἀλλὰ τὴν ἀνάληψιν τῆς ἡμετέρας ἀσθενείας. |
εἰ γὰ^ρ τὸ ἐγένετο μετα^βολὴν νομίζεις, ἐὰ^ν ἀ^κούσῃς χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κα^τάρα_ς τοῦ νόμου, γενόμενος ὑ^πὲρ ἡμῶν κα^τά^ρα^, κα^τάρα_ν εἰς φύ^σι^ν καὶ μετατροπὴν κα^τάρα_ς ἐκλαμβά^νεις τὴν λέξι^ν. | εἰ γὰρ τὸ ἐγένετο μεταβολὴν νομίζεις, ἐὰν ἀκούσῃς χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, κατάραν εἰς φύσιν καὶ μετατροπὴν κατάρας ἐκλαμβάνεις τὴν λέξιν. |
ὥσπερ γοὖν τὸ γεγονὼς κα^τάρα_ οὐδὲν ἕτερον σημαίνει ἢ ὅτι^ τὴν καθ' ἡμῶν κα^τάρα_ν εἰς ἑαυτὸν ἀ^νέλα^βεν, οὕτω καὶ τό ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν οὐδὲν ἄλλο πα^ρί^στησι^ν ἢ τῆς σαρκὸς τὴν ἀνάληψι^ν. | ὥσπερ γοὖν τὸ γεγονὼς κατάρα οὐδὲν ἕτερον σημαίνει ἢ ὅτι τὴν καθ' ἡμῶν κατάραν εἰς ἑαυτὸν ἀνέλαβεν, οὕτω καὶ τό ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν οὐδὲν ἄλλο παρίστησιν ἢ τῆς σαρκὸς τὴν ἀνάληψιν. |
ἔχεις εἰκόνα^ πα^ρὰ^ σαυτῷ. | ἔχεις εἰκόνα παρὰ σαυτῷ. |
ὁ λόγος ὁ σὸς παιδεύσει σε περὶ^ τοῦ θεοῦ λόγου, οὐχ ὡς παντελῆ φέρων τὴν ὁμοιότητα^, ἀλλ' ὡς ἴχνος καὶ ἔμφασι^ν τῆς θεία_ς ἀ^ξί^α_ς ὁ λόγος. | ὁ λόγος ὁ σὸς παιδεύσει σε περὶ τοῦ θεοῦ λόγου, οὐχ ὡς παντελῆ φέρων τὴν ὁμοιότητα, ἀλλ' ὡς ἴχνος καὶ ἔμφασιν τῆς θείας ἀξίας ὁ λόγος. |
ἐνταῦθα δέ μοι πρόσεχε τὸν νοῦν ἀ^κρι_βῶς, ἵνα μὴ διὰ κενῆς λέγηται τὰ^ ῥήμα^τα^ καὶ ἀφα^νί^ζηται τὰ^ θεῖα^ νοήμα^τα^. | ἐνταῦθα δέ μοι πρόσεχε τὸν νοῦν ἀκριβῶς, ἵνα μὴ διὰ κενῆς λέγηται τὰ ῥήματα καὶ ἀφανίζηται τὰ θεῖα νοήματα. |
ὁ λόγος ὁ τῶν ἀνθρώπων ἀμυδρὰ δέ ἐστι^ν ἡ εἰκών, οὐχ ὅλον πα^ριστῶσα^ τὸ ἀξί^ωμα^, ἀλλ' ἐκ τῶν καθ' ἡμᾶς τὰ^ ὑ^πὲρ ἡμᾶς δι^δά^σκουσα^. | ὁ λόγος ὁ τῶν ἀνθρώπων ἀμυδρὰ δέ ἐστιν ἡ εἰκών, οὐχ ὅλον παριστῶσα τὸ ἀξίωμα, ἀλλ' ἐκ τῶν καθ' ἡμᾶς τὰ ὑπὲρ ἡμᾶς διδάσκουσα. |
, ὁ λόγος ὁ ἡμέτερος ἀσώμα^τός ἐστι^ν, ἀόρα_τος, ἀκράτητος, ἀκοῇ μόνον παραδεδομένος. | , ὁ λόγος ὁ ἡμέτερος ἀσώματός ἐστιν, ἀόρατος, ἀκράτητος, ἀκοῇ μόνον παραδεδομένος. |
οὐδεὶς οἶδεν ὄψει λόγον· | οὐδεὶς οἶδεν ὄψει λόγον· |
οὐδεὶς κα^τέσχε χειρί^, ἀλλ' ἔστι^ν ἀόρα_τος, ἀκράτητος, ὑ^πὸ μιᾶ_ς αἰσθήσεως κρα^τούμενος τῆς ἀκοῆς καὶ τοῦτο ἀορά_τως. | οὐδεὶς κατέσχε χειρί, ἀλλ' ἔστιν ἀόρατος, ἀκράτητος, ὑπὸ μιᾶς αἰσθήσεως κρατούμενος τῆς ἀκοῆς καὶ τοῦτο ἀοράτως. |
οὐ γὰ^ρ χεῖρα^ς ἐκτείνα_σα^ ἡ ἀκοὴ κα^τέχει, ἀλλ' αὐτὸς ὁ λόγος εἰσελθὼν κρα^τεῖται. | οὐ γὰρ χεῖρας ἐκτείνασα ἡ ἀκοὴ κατέχει, ἀλλ' αὐτὸς ὁ λόγος εἰσελθὼν κρατεῖται. |
ὁ λόγος αὐτὸς γέννημα^ μέν ἐστι^ τοῦ νοῦ· | ὁ λόγος αὐτὸς γέννημα μέν ἐστι τοῦ νοῦ· |
γεννᾶται δὲ οὐ πά^θει, οὐκ ὄψει, οὐ δι^αιρέσει· | γεννᾶται δὲ οὐ πάθει, οὐκ ὄψει, οὐ διαιρέσει· |
οὐ μερίζεται τοῦ νοῦ γεννήσαντος, οὐ χωρίζεται, οὐκ ἀποσχίζεται. | οὐ μερίζεται τοῦ νοῦ γεννήσαντος, οὐ χωρίζεται, οὐκ ἀποσχίζεται. |
ἐνταῦθά μοι χρῆσον τὴν ἀκοήν, αἱρετι^κέ· | ἐνταῦθά μοι χρῆσον τὴν ἀκοήν, αἱρετικέ· |
νόησον πρῶτον τὰ^ σά^, καὶ τότε φαντάζου τὰ ὑπὲρ σέ. | νόησον πρῶτον τὰ σά, καὶ τότε φαντάζου τὰ ὑπὲρ σέ. |
γεννᾷ ὁ νοῦς, προέρχεται ὁ λόγος, προέρχεται ἐκ τοῦ γεννήσαντος, καὶ πά^ντα^ς πληροῖ τοὺς ἀ^κούοντα^ς, καὶ τοῦ γεννήσαντος αὐτὸν οὐκ ἀφί^στα^ται. | γεννᾷ ὁ νοῦς, προέρχεται ὁ λόγος, προέρχεται ἐκ τοῦ γεννήσαντος, καὶ πάντας πληροῖ τοὺς ἀκούοντας, καὶ τοῦ γεννήσαντος αὐτὸν οὐκ ἀφίσταται. |
προέρχεται λόγος εἰς πά^ντα^ς μεριζόμενος καὶ οὐδα^μοῦ σχιζόμενος. | προέρχεται λόγος εἰς πάντας μεριζόμενος καὶ οὐδαμοῦ σχιζόμενος. |
ἕκαστος γὰ^ρ δέχεται ὁλόκληρον τὸν λόγον καὶ ἔστι^ν ἐν ἑκάστῳ; | ἕκαστος γὰρ δέχεται ὁλόκληρον τὸν λόγον καὶ ἔστιν ἐν ἑκάστῳ; |
καὶ ἐν τοσούτοις μεριζόμενος, ἀλλ' ὁλόκληρος εἰσχεόμενος. | καὶ ἐν τοσούτοις μεριζόμενος, ἀλλ' ὁλόκληρος εἰσχεόμενος. |
ὁ οὖν ἡμέτερος λόγος δείκνυ_σι^ ἐν ἑαυτῷ τὸν γεννήσα^ντα^ νοῦν. | ὁ οὖν ἡμέτερος λόγος δείκνυσι ἐν ἑαυτῷ τὸν γεννήσαντα νοῦν. |
ἀπὸ γὰ^ρ τοῦ λόγου κα^τα^λα^μβά^νεται ἡ δι^ά^νοια^. | ἀπὸ γὰρ τοῦ λόγου καταλαμβάνεται ἡ διάνοια. |
σκόπει δέ μοι κ ἀκεῖνο. | σκόπει δέ μοι κ ἀκεῖνο. |
τούτῳ τῷ λόγῳ τῷ ἡμετέρῳ προαναζωγραφῶν τὴν οἰκονομίαν τοῦ θεοῦ λόγου, εἰκόνα^ τι^νὰ^ θαυμαστὴν προανείληπται γηΐ^νοις μὲν ἄ^νθεσι^ν ὡραϊζομένην, πρέπουσα^ν δὲ τῇ τοῦ λόγου προθεωρία. | τούτῳ τῷ λόγῳ τῷ ἡμετέρῳ προαναζωγραφῶν τὴν οἰκονομίαν τοῦ θεοῦ λόγου, εἰκόνα τινὰ θαυμαστὴν προανείληπται γηΐνοις μὲν ἄνθεσιν ὡραϊζομένην, πρέπουσαν δὲ τῇ τοῦ λόγου προθεωρία. |
τί οὖν; | τί οὖν; |
τὸν λόγον τὸν ἡμέτερον ἀόρα_τον ὄντα^ καὶ σῶ^μα^ μὴ ἔχοντα^ καὶ κρα^τεῖσθαι μὴ δυ^νά^μενον, ἑτέρᾳ τι^νι^ σοφί^ᾳ ὁ θεὸς μεταρρυθμίσας καὶ ὁρᾶσθαι πεποίηκε καὶ κρα^τεῖσθαι. | τὸν λόγον τὸν ἡμέτερον ἀόρατον ὄντα καὶ σῶμα μὴ ἔχοντα καὶ κρατεῖσθαι μὴ δυνάμενον, ἑτέρᾳ τινι σοφίᾳ ὁ θεὸς μεταρρυθμίσας καὶ ὁρᾶσθαι πεποίηκε καὶ κρατεῖσθαι. |
τί γὰ^ρ ποιεῖ; | τί γὰρ ποιεῖ; |
ἐπειδὴ οὐχ ἑωρᾶτο ὄψει, ἐνδύ^ει αὐτὸν σῶ^μα^ τὸ γράμμα^ καὶ ὥσπερ τι^νὰ^ σάρκα^ αὐτῷ περι^έθηκε τὴν τῶν γρα^μμά^των ὄψι^ν. | ἐπειδὴ οὐχ ἑωρᾶτο ὄψει, ἐνδύει αὐτὸν σῶμα τὸ γράμμα καὶ ὥσπερ τινὰ σάρκα αὐτῷ περιέθηκε τὴν τῶν γραμμάτων ὄψιν. |
καὶ ὃν ποτὲ ἀ^κούων οὐχ ἑώρα_ς, ἀναγινώσκων ὁρᾷς· | καὶ ὃν ποτὲ ἀκούων οὐχ ἑώρας, ἀναγινώσκων ὁρᾷς· |
ᾧ ἐντυχεῖν οὐκ ἐδύ_νου, διὰ τῆς βίβλου βαστάζεις. | ᾧ ἐντυχεῖν οὐκ ἐδύνου, διὰ τῆς βίβλου βαστάζεις. |
ἀλλὰ σωματοῦται μὲν ὁ λόγος διὰ τοῦ γράμμα^τος, οὐ περικλείεται δὲ τῷ γράμμα^τι^, ἀλλ' ἔστι πα^ρὰ^ τῷ λέγοντι^ καὶ παρὰ τῷ ἀναγινώσκοντι^. | ἀλλὰ σωματοῦται μὲν ὁ λόγος διὰ τοῦ γράμματος, οὐ περικλείεται δὲ τῷ γράμματι, ἀλλ' ἔστι παρὰ τῷ λέγοντι καὶ παρὰ τῷ ἀναγινώσκοντι. |
κ ἄ_ν τι^ς λα^βών, ἀ^δελφοί, βιβλί^ον σχί^σῃ, τὸ σῶ^μα^ τοῦ λόγου ἔσχι^σεν, οὐ τὸν λόγον ἔτεμε. | κ ἄν τις λαβών, ἀδελφοί, βιβλίον σχίσῃ, τὸ σῶμα τοῦ λόγου ἔσχισεν, οὐ τὸν λόγον ἔτεμε. |
καὶ ἵνα μά^θῃς ὅτι^ οὐ συ^ναναλίσκεται γράμμα^τι^ λόγος, λέγει ὁ θεὸς τῷ ἱερεμίᾳ· | καὶ ἵνα μάθῃς ὅτι οὐ συναναλίσκεται γράμματι λόγος, λέγει ὁ θεὸς τῷ ἱερεμίᾳ· |
καθίσας γράψον ἐπὶ^ βιβλί^ου πά^ντα^ς τοὺς λόγους καὶ ἐπί^δος ἰωακεὶμ τῷ βα^σι^λεῖ. | καθίσας γράψον ἐπὶ βιβλίου πάντας τοὺς λόγους καὶ ἐπίδος ἰωακεὶμ τῷ βασιλεῖ. |
ἦν δὲ ὁ λόγος μεστὸς ἐλεγμοῦ. | ἦν δὲ ὁ λόγος μεστὸς ἐλεγμοῦ. |
ἐπεὶ οὖν οἱ δυ^νά^σται τοὺς ἐλέγχους οὐ φέρουσι^ν ἡ γὰ^ρ ἀ^ξί^α_ οὐ ῥᾳδί^ως ὑ^ποτά^σσεται τῷ δι^καίῳ, ἀλλ' ἀμβλύ^νει τὴν ἀ^λήθεια^ν. | ἐπεὶ οὖν οἱ δυνάσται τοὺς ἐλέγχους οὐ φέρουσιν ἡ γὰρ ἀξία οὐ ῥᾳδίως ὑποτάσσεται τῷ δικαίῳ, ἀλλ' ἀμβλύνει τὴν ἀλήθειαν. |
, πληγεὶς τοῖς ἐλέγχοις διαρρήγνυσι^ τὸ βιβλί^ον καὶ τῇ σμίλῃ τοῦ γραμματέως διακόψας ἔλα^βε, φησί^ν, παρὰ τὴν ἐσχάραν τοῦ πυ_ρός. | , πληγεὶς τοῖς ἐλέγχοις διαρρήγνυσι τὸ βιβλίον καὶ τῇ σμίλῃ τοῦ γραμματέως διακόψας ἔλαβε, φησίν, παρὰ τὴν ἐσχάραν τοῦ πυρός. |
τί οὖν ὁ θεὸς πρὸς ἱερεμίαν; | τί οὖν ὁ θεὸς πρὸς ἱερεμίαν; |
καθίσας γράψον τοὺς αὐτοὺς λόγους καὶ δὸς τῷ βα^σι^λεῖ, ἵνα μά^θῃ, ὅτι τὸ γράμμα^ διέκοψε, τὸν δὲ λόγον οὐκ ἔτεμεν. | καθίσας γράψον τοὺς αὐτοὺς λόγους καὶ δὸς τῷ βασιλεῖ, ἵνα μάθῃ, ὅτι τὸ γράμμα διέκοψε, τὸν δὲ λόγον οὐκ ἔτεμεν. |
εἶδες τὴν εἰκόνα^; | εἶδες τὴν εἰκόνα; |
ἀνάγαγέ σου τὸ λοιπὸν ἐπὶ^ τὸ ὕψος τὴν δι^ά^νοια^ν. | ἀνάγαγέ σου τὸ λοιπὸν ἐπὶ τὸ ὕψος τὴν διάνοιαν. |
ὁ τοῦ θεοῦ αὐτὸς θεὸς λόγος ὁ μονογενὴς ἐνδύ^εται σῶ^μα^, ἵνα φα^νῇ ὁ μὴ φαινόμενος. | ὁ τοῦ θεοῦ αὐτὸς θεὸς λόγος ὁ μονογενὴς ἐνδύεται σῶμα, ἵνα φανῇ ὁ μὴ φαινόμενος. |
ἐνδύ^εται σάρκα^, ἵνα κρα^τηθῇ ὁ μὴ κρα^τούμενος. | ἐνδύεται σάρκα, ἵνα κρατηθῇ ὁ μὴ κρατούμενος. |
ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἑωρά_κα^μεν καὶ ἀ^κηκόα^μεν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλά^φησα^ν. | ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν. |
ἐφόρεσε τοίνυ^ν τὴν σάρκα^ ἔνδυ_μα^ τῆς ἀ^ξί^α_ς, ἔνδυ_μα^ εὐπρεπές· | ἐφόρεσε τοίνυν τὴν σάρκα ἔνδυμα τῆς ἀξίας, ἔνδυμα εὐπρεπές· |
ὁ κύ_ρι^ος γὰ^ρ ἐβα^σί^λευσεν, εὐπρέπεια^ν ἐνεδύ_σα^το. | ὁ κύριος γὰρ ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. |
ἰουδαῖοι μά^χονται τῷ φαινομένῳ ἀγνοοῦντες τὸ μὴ φαινόμενον, καὶ σταυροῦσι^ μὲν τὴν σάρκα^, οὐκ ἀ^ναιροῦσι^ δὲ τὴν θεότητα^. | ἰουδαῖοι μάχονται τῷ φαινομένῳ ἀγνοοῦντες τὸ μὴ φαινόμενον, καὶ σταυροῦσι μὲν τὴν σάρκα, οὐκ ἀναιροῦσι δὲ τὴν θεότητα. |
εἰ γὰ^ρ τῷ γράμμα^τι^, ὅ ἐστι^ν ἔνδυ_μα^ λόγου, ὁ ἐμὸς λόγος οὐ συναφανίζεται, ὁ θεὸς λόγος, ἡ πηγὴ τῆς ζωῆς, τῇ σαρκὶ^ συ^ναπέθανε; | εἰ γὰρ τῷ γράμματι, ὅ ἐστιν ἔνδυμα λόγου, ὁ ἐμὸς λόγος οὐ συναφανίζεται, ὁ θεὸς λόγος, ἡ πηγὴ τῆς ζωῆς, τῇ σαρκὶ συναπέθανε; |
τὸ πά^θος περὶ^ τὸ σῶ^μα^, ἡ δὲ ἀ^πά^θεια^ περὶ^ τὴν ἀ^ξί^α_ν. | τὸ πάθος περὶ τὸ σῶμα, ἡ δὲ ἀπάθεια περὶ τὴν ἀξίαν. |
διὰ τι^ οὖν εἰ γὰ^ρ ἔγνωσα^ν οὐκ ἂ^ν τὸν κύ_ρι^ον τῆς δόξης ἐσταύρωσα^ν; | διὰ τι οὖν εἰ γὰρ ἔγνωσαν οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν; |
ἐπειδὴ οἰκειοῦται τὸ πά^θος τῆς σαρκὸς ὁ τὴν σάρκα^ ἐνδυ_σά^μενον. | ἐπειδὴ οἰκειοῦται τὸ πάθος τῆς σαρκὸς ὁ τὴν σάρκα ἐνδυσάμενον. |
ἔνδυμα βα^σι^λι^κὸν ἐὰν ὑβρί^σῃς, οὐ τὸ ἐνδεδυμένον ὑβρίζεις; | ἔνδυμα βασιλικὸν ἐὰν ὑβρίσῃς, οὐ τὸ ἐνδεδυμένον ὑβρίζεις; |
οὐκ οἶδα^ς ὅτι, εἰ εἰκόνα^ βα^σι^λέως τι^ς ὑβρί^σει, εἰς τὸ πρωτότυ^πον τῆς ἀ^ξί^α_ς φέρει τὴν ὕβρι^ν; | οὐκ οἶδας ὅτι, εἰ εἰκόνα βασιλέως τις ὑβρίσει, εἰς τὸ πρωτότυπον τῆς ἀξίας φέρει τὴν ὕβριν; |
οὐκ οἶδα^ς ὅτι, ἐάν τι^ς εἰκόνα^ τὴν ἀπὸ ξύ^λου ἢ ἀνδριά^ντα^ χαλκοῦν κατασύρῃ, οὐχ ὡς ἄψυ_χον ὕ_λην τολμήσα_ς οὕτω κρί_νεται, ἀλλ' ὡς κα^τὰ^ βα^σι^λέως χεῖρα^ς ἐκτείνα_ς ἀφα^νί^ζεται; | οὐκ οἶδας ὅτι, ἐάν τις εἰκόνα τὴν ἀπὸ ξύλου ἢ ἀνδριάντα χαλκοῦν κατασύρῃ, οὐχ ὡς ἄψυχον ὕλην τολμήσας οὕτω κρίνεται, ἀλλ' ὡς κατὰ βασιλέως χεῖρας ἐκτείνας ἀφανίζεται; |
ὕλη ἄψυ_χος τοῦ βα^σι^λέως εἰκόνα^ φέρουσα^ τὴν ἑαυτῆς ὕβρι^ν εἰς βα^σι^λέα^ ἀ^νά^γει· | ὕλη ἄψυχος τοῦ βασιλέως εἰκόνα φέρουσα τὴν ἑαυτῆς ὕβριν εἰς βασιλέα ἀνάγει· |
μορφὴ δὲ ζῶσα^, ἣν ἐνεδύ_σα^το ὁ θεὸς λόγος, ὑβριζομένη οὐκ ἐπὶ^ τὸν ἐνδυ_σά^μενον τὴν ὕβρι^ν ἀ^νήγα^γε; | μορφὴ δὲ ζῶσα, ἣν ἐνεδύσατο ὁ θεὸς λόγος, ὑβριζομένη οὐκ ἐπὶ τὸν ἐνδυσάμενον τὴν ὕβριν ἀνήγαγε; |
νόει τοίνυ^ν τὴν ἀ^ξί^α_ν καὶ μὴ ὕβριζε τὴν οἰκονομίαν. | νόει τοίνυν τὴν ἀξίαν καὶ μὴ ὕβριζε τὴν οἰκονομίαν. |
ἀλλὰ ταῦτα μὲν ἱκανά^. | ἀλλὰ ταῦτα μὲν ἱκανά. |
τὰ δὲ λείποντα^ τῇ θεωρί^ᾳ τοῦ θεοῦ λόγου ἑτέρῳ ταμιευσάμενοι λόγῳ, τάξει τὴν συμμετρίαν τι_μήσωμεν καὶ θεῷ δόξα^ν ἀναπέμψωμεν, τῷ πατρὶ^ καὶ τῷ υἱῷ καὶ τῷ ἁ^γί^ῳ πνεύμα^τι^, νῦν καὶ ἀ^εὶ, καὶ εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων. | τὰ δὲ λείποντα τῇ θεωρίᾳ τοῦ θεοῦ λόγου ἑτέρῳ ταμιευσάμενοι λόγῳ, τάξει τὴν συμμετρίαν τιμήσωμεν καὶ θεῷ δόξαν ἀναπέμψωμεν, τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
ἀμὴν. | ἀμὴν. |
ἔλεον θεοῦ καὶ φιλανθρωπίαν κηρύττει μὲν ἡ κτίσις ἅ^πα_σα^, κηρύττει δὲ καὶ ἡ τῆς κτίσεως οἰκονομί^α_. | ἔλεον θεοῦ καὶ φιλανθρωπίαν κηρύττει μὲν ἡ κτίσις ἅπασα, κηρύττει δὲ καὶ ἡ τῆς κτίσεως οἰκονομία. |
οὐδὲν γά^ρ ἐστι^ τῶν φαινομένων ὃ μὴ τὴν τοῦ θεοῦ κηρύττει ἀγαθότητα^· | οὐδὲν γάρ ἐστι τῶν φαινομένων ὃ μὴ τὴν τοῦ θεοῦ κηρύττει ἀγαθότητα· |
ἀλλὰ^ καὶ οὐρα^νὸς καὶ γῆ καὶ θά^λασσα^ καὶ πά^ντα^ τὰ^ ὁρώμενα^ καὶ τὰ^ μὴ ὁρώμενα^ ἐλέῳ θεοῦ γέγονε καὶ συ^νίστα^ται καὶ φυλάττεται. | ἀλλὰ καὶ οὐρανὸς καὶ γῆ καὶ θάλασσα καὶ πάντα τὰ ὁρώμενα καὶ τὰ μὴ ὁρώμενα ἐλέῳ θεοῦ γέγονε καὶ συνίσταται καὶ φυλάττεται. |
εἰκότως τοίνυ^ν ὁ μα^κά^ριος δαυὶδ κηρύττει ἀ^πὸ τῆς φιλανθρωπία_ς τὸν ἐλεήμονα^ λέγων· | εἰκότως τοίνυν ὁ μακάριος δαυὶδ κηρύττει ἀπὸ τῆς φιλανθρωπίας τὸν ἐλεήμονα λέγων· |
ἐλεήμων ὁ κύ_ρι^ος καὶ δί^καιος καὶ ὁ θεὸς ἡμῶν ἐλεεῖ. | ἐλεήμων ὁ κύριος καὶ δίκαιος καὶ ὁ θεὸς ἡμῶν ἐλεεῖ. |
ἔμιξε τῇ φι^λανθρωπί^ᾳ τὴν δι^καιοσύ^νην καὶ δί^καιον κα^λεῖ καὶ φιλάνθρωπον, ἵν' ὅτα^ν δί^καιον ἀ^κούσῃς, φοβηθῇς τὴν κρί^σιν, ὅτα^ν δὲ φιλάνθρωπον, προσδράμῃς τῇ μετα^νοίᾳ. | ἔμιξε τῇ φιλανθρωπίᾳ τὴν δικαιοσύνην καὶ δίκαιον καλεῖ καὶ φιλάνθρωπον, ἵν' ὅταν δίκαιον ἀκούσῃς, φοβηθῇς τὴν κρίσιν, ὅταν δὲ φιλάνθρωπον, προσδράμῃς τῇ μετανοίᾳ. |
καὶ οὐ κηρύττει τὴν φιλανθρωπίαν ἀπόλυ^τον οὔ τε τὴν δι^καιοσύ^νην γυμνήν. | καὶ οὐ κηρύττει τὴν φιλανθρωπίαν ἀπόλυτον οὔ τε τὴν δικαιοσύνην γυμνήν. |
ἐὰ^ν γὰ^ρ μόνην τὴν δι^καιοσύ^νην κηρύξῃ, ἀ^παγορεύει τοὺς τῷ ἐλέει ἐλπί^ζοντα^ς, καὶ ἐὰ^ν μόνην τὴν φιλανθρωπίαν εἴπῃ, εἰς κα^ταφρόνησι^ν ἄ^γει τοὺς ἀμελεστέρους. | ἐὰν γὰρ μόνην τὴν δικαιοσύνην κηρύξῃ, ἀπαγορεύει τοὺς τῷ ἐλέει ἐλπίζοντας, καὶ ἐὰν μόνην τὴν φιλανθρωπίαν εἴπῃ, εἰς καταφρόνησιν ἄγει τοὺς ἀμελεστέρους. |
ἐλεήμων καὶ οἰκτίρμων καὶ δί^καιος κύ_ρι^ος ὁ θεός. | ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος κύριος ὁ θεός. |
συνῆψε μὲν δι^καιοσύ^νῃ φιλανθρωπίαν, ἀρχὴν δὲ καὶ ἐπισφράγισμα^ τοῦ ῥήμα^τος ἐλεημοσύνην ἔθηκεν. | συνῆψε μὲν δικαιοσύνῃ φιλανθρωπίαν, ἀρχὴν δὲ καὶ ἐπισφράγισμα τοῦ ῥήματος ἐλεημοσύνην ἔθηκεν. |
τὰ^ γὰ^ρ πά^ντα^ ἀ^πὸ φιλανθρωπία_ς καὶ ἤρξα^το καὶ ἔληξεν εἰς φιλανθρωπίαν· | τὰ γὰρ πάντα ἀπὸ φιλανθρωπίας καὶ ἤρξατο καὶ ἔληξεν εἰς φιλανθρωπίαν· |
οὐρα^νὸς δι^ὰ^ φιλανθρωπίαν ἐγένετο, οὐ δι^ὰ^ χρῆσι^ν θεοῦ· | οὐρανὸς διὰ φιλανθρωπίαν ἐγένετο, οὐ διὰ χρῆσιν θεοῦ· |
ἀφ' οὗ γὰ^ρ ὁ οὐρα^νὸς ἐδημιουργήθη, οὐδέπω ἑξακισχίλια^ ἔτη. | ἀφ' οὗ γὰρ ὁ οὐρανὸς ἐδημιουργήθη, οὐδέπω ἑξακισχίλια ἔτη. |
πρὸ δὲ τῶν οὐρα^νῶν καὶ πρὸ τῶν αἰώνων ἐκείνων τῶν ἀ^πείρων καὶ ἀρχὴν οὐκ ἐχόντων ὁ θεός ἐστι^ καὶ ἦν· | πρὸ δὲ τῶν οὐρανῶν καὶ πρὸ τῶν αἰώνων ἐκείνων τῶν ἀπείρων καὶ ἀρχὴν οὐκ ἐχόντων ὁ θεός ἐστι καὶ ἦν· |
καὶ πρὸ πά_σης ἐπι^νοία_ς τὸ ἦν λέλεκται. | καὶ πρὸ πάσης ἐπινοίας τὸ ἦν λέλεκται. |
οὐκ ἐγένετο οὖν ὁ οὐρα^νὸς δι^ὰ^ χρῆσι^ν θεοῦ, ἀλλὰ^ δι^ὰ^ φιλανθρωπίαν. | οὐκ ἐγένετο οὖν ὁ οὐρανὸς διὰ χρῆσιν θεοῦ, ἀλλὰ διὰ φιλανθρωπίαν. |
δι^ὰ^ τοῦτο οἱ οὐρανοὶ δι^ηγοῦνται οὐ χρῆσι^ν θεοῦ, ἀλλὰ^ δόξα^ν θεοῦ λέγεται μὲν γὰ^ρ ὁ θεὸς ἡμῶν ἐν τῷ οὐρα^νῷ ἄ^νω· | διὰ τοῦτο οἱ οὐρανοὶ διηγοῦνται οὐ χρῆσιν θεοῦ, ἀλλὰ δόξαν θεοῦ λέγεται μὲν γὰρ ὁ θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ ἄνω· |
ἀλλὰ^ λέλεκται οὐχ ὡς χρεία_ν αὐτοῦ ἔχοντος τοῦ θεοῦ, ἀλλ' ὡς ἐπαναπαυομένου τοῖς ἐν τῷ οὐρα^νῷ ἀγγέλοις. | ἀλλὰ λέλεκται οὐχ ὡς χρείαν αὐτοῦ ἔχοντος τοῦ θεοῦ, ἀλλ' ὡς ἐπαναπαυομένου τοῖς ἐν τῷ οὐρανῷ ἀγγέλοις. |
οὐρα^νὸν γὰ^ρ πολλά^κι^ς κα^λεῖ ἡ γρα^φὴ τοὺς ἐν οὐρα^νῷ ἀγγέλους, ὥσπερ καὶ γῆν τοὺς ἀ^πὸ γῆς ἀνθρώπους. | οὐρανὸν γὰρ πολλάκις καλεῖ ἡ γραφὴ τοὺς ἐν οὐρανῷ ἀγγέλους, ὥσπερ καὶ γῆν τοὺς ἀπὸ γῆς ἀνθρώπους. |
καθὼς ἡ ἱ^στορί^α_ αἰνιττομένη τὸν καιρὸν τοῦ ἀ^ρί^στου φησί^ν· | καθὼς ἡ ἱστορία αἰνιττομένη τὸν καιρὸν τοῦ ἀρίστου φησίν· |
πᾶσα^ δὲ ἡ γῆ ἠρίστα, ἀντὶ^ τοῦ καιρὸς ἦν ἀ^ρί^στου. | πᾶσα δὲ ἡ γῆ ἠρίστα, ἀντὶ τοῦ καιρὸς ἦν ἀρίστου. |
καλεῖ οὖν γῆν τοὺς ἀ^πὸ γῆς ἀνθρώπους καὶ οὐρα^νὸν τοὺς ἐν οὐρα^νῷ ἀγγέλους. | καλεῖ οὖν γῆν τοὺς ἀπὸ γῆς ἀνθρώπους καὶ οὐρανὸν τοὺς ἐν οὐρανῷ ἀγγέλους. |
καὶ τοῦτο δηλοῖ τό· | καὶ τοῦτο δηλοῖ τό· |
εὐφραινέσθωσα^ν οἱ οὐρανοὶ καὶ ἀγαλλιά_σθω ἡ γῆ. | εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ. |
οὗτοι οἱ ἐν οὐρα^νῷ δι^ὰ^ τί^ εὐφραινέσθωσαν οἱ ἄγγελοι; | οὗτοι οἱ ἐν οὐρανῷ διὰ τί εὐφραινέσθωσαν οἱ ἄγγελοι; |
ἐπὶ^ τῇ τοῦ κόσμου σωτηρί^ᾳ. | ἐπὶ τῇ τοῦ κόσμου σωτηρίᾳ. |
καὶ τί^ς ἐγγυᾶται τὴν φωνὴν ταύτην; | καὶ τίς ἐγγυᾶται τὴν φωνὴν ταύτην; |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.