macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
αὐτὸς ὁ βα^σι^λεὺς τῶν ἀγγέλων λέγων·
αὐτὸς ὁ βασιλεὺς τῶν ἀγγέλων λέγων·
ἀμὴν ἀμὴν λέγω ὑ_μῖν, χα^ρὰ_ γί_νεται ἐνώπι^ον πάντων ἀγγέλων τῶν ἐν οὐρα^νοῖς ἐπὶ^ ἑνὶ^ ἁμαρτωλῷ μετα^νοοῦντι^.
ἀμὴν ἀμὴν λέγω ὑμῖν, χαρὰ γίνεται ἐνώπιον πάντων ἀγγέλων τῶν ἐν οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
ἐγένετο οὐρα^νὸς εἰς δόξα^ν μὲν θεοῦ, εἰς χρῆσι^ν δὲ ἡμετέρα_ν, ἵ^να_ ἥλι^ος μὲν ἡμῖν κα^ταλάμπῃ καὶ σελήνη καὶ πά^ντα^ ἄ^στρα^.
ἐγένετο οὐρανὸς εἰς δόξαν μὲν θεοῦ, εἰς χρῆσιν δὲ ἡμετέραν, ἵνα ἥλιος μὲν ἡμῖν καταλάμπῃ καὶ σελήνη καὶ πάντα ἄστρα.
οὐδὲ γὰ^ρ ἡλί^ου ἔχρηζεν ὁ θεός.
οὐδὲ γὰρ ἡλίου ἔχρηζεν ὁ θεός.
ὁ δημιουργὸς τοῦ φωτὸς οὐκ ἔχρηζεν φωτὸς αἰσθητοῦ ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσι^τον.
ὁ δημιουργὸς τοῦ φωτὸς οὐκ ἔχρηζεν φωτὸς αἰσθητοῦ ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον.
καὶ οὐδὲν θαυμαστὸν εἰ ὁ θεὸς οὐ χρῄζει φωτὸς αἰσθητοῦ·
καὶ οὐδὲν θαυμαστὸν εἰ ὁ θεὸς οὐ χρῄζει φωτὸς αἰσθητοῦ·
οὐ δὲ γὰ^ρ ἄγγελοι φωτὸς χρῄζουσι^ν ἐπι^γείου, ἀλλὰ^ μόνου τοῦ ἐπουρα^νί^ου·
οὐ δὲ γὰρ ἄγγελοι φωτὸς χρῄζουσιν ἐπιγείου, ἀλλὰ μόνου τοῦ ἐπουρανίου·
ἐπουρά^νι^ον δὲ φῶς αὐτὸς ὁ θεός·
ἐπουράνιον δὲ φῶς αὐτὸς ὁ θεός·
οὕτως μα^ρτυ^ρεῖ·
οὕτως μαρτυρεῖ·
κα^τὰ^ δὲ τὴν μέσην νύκτα^ ἄγγελος ἐπέστη τῷ δεσμωτηρίῳ ἐν ᾧ ἦν ὁ πέτρος.
κατὰ δὲ τὴν μέσην νύκτα ἄγγελος ἐπέστη τῷ δεσμωτηρίῳ ἐν ᾧ ἦν ὁ πέτρος.
καὶ τί^ φησι^ν ὁ ἱστοριογρά^φος, μᾶλλον δὲ τὸ πνεῦμα^ τὸ ἅ^γι^ον τὸ δι' ἐκείνου φθεγγόμενον;
καὶ τί φησιν ὁ ἱστοριογράφος, μᾶλλον δὲ τὸ πνεῦμα τὸ ἅγιον τὸ δι' ἐκείνου φθεγγόμενον;
καὶ ἰ^δοὺ ἄγγελος ἐπέστη ἐν τῇ νυκτὶ^ καὶ φῶς ἔλαμψεν ἐν τῇ οἰκήματι^.
καὶ ἰδοὺ ἄγγελος ἐπέστη ἐν τῇ νυκτὶ καὶ φῶς ἔλαμψεν ἐν τῇ οἰκήματι.
εἰ δὲ ἄγγελος οὐ χρῄζει φωτὸς ὁ γενόμενος, ὁ ποιητὴς τῶν ἀγγέλων καὶ πά_σης κτίσεως φωτὸς χρῄζει;
εἰ δὲ ἄγγελος οὐ χρῄζει φωτὸς ὁ γενόμενος, ὁ ποιητὴς τῶν ἀγγέλων καὶ πάσης κτίσεως φωτὸς χρῄζει;
οὐ χρῄζει τοίνυ^ν φωτὸς ἀλλ' ἡμᾶς δι^ὰ^ τοῦ φωτὸς εὐφραίνει, ἡμᾶς ζωοποιεῖ, ἡμᾶς θάλπει.
οὐ χρῄζει τοίνυν φωτὸς ἀλλ' ἡμᾶς διὰ τοῦ φωτὸς εὐφραίνει, ἡμᾶς ζωοποιεῖ, ἡμᾶς θάλπει.
τὰ^ πά^ντα^ γὰ^ρ ἐγένετο δι^ὰ^ δόξα^ν μὲν αὐτοῦ, χρῆσι^ν δὲ ἡμετέρα_ν, ἥλι^ος ἵ^να_ ἀνθρώπους μὲν κα^ταλάμπῃ, νεφέλαι δὲ εἰς τὴν τῶν ὄμβρων διακονίαν καὶ γῆ εἰς τὴν τῶν καρπῶν εὐθηνίαν καὶ θά^λασσα^ εἰς τὴν τῶν ἐμπόρων ἀφθονίαν.
τὰ πάντα γὰρ ἐγένετο διὰ δόξαν μὲν αὐτοῦ, χρῆσιν δὲ ἡμετέραν, ἥλιος ἵνα ἀνθρώπους μὲν καταλάμπῃ, νεφέλαι δὲ εἰς τὴν τῶν ὄμβρων διακονίαν καὶ γῆ εἰς τὴν τῶν καρπῶν εὐθηνίαν καὶ θάλασσα εἰς τὴν τῶν ἐμπόρων ἀφθονίαν.
πά^ντα^ συλλειτουργεῖ τῷ ἀνθρώπῳ, μᾶλλον δὲ τῇ εἰκόνι^ τοῦ θεοῦ.
πάντα συλλειτουργεῖ τῷ ἀνθρώπῳ, μᾶλλον δὲ τῇ εἰκόνι τοῦ θεοῦ.
οὐδὲ γὰ^ρ ὅτα^ν βα^σι^λι^κοὶ χα^ρα^κτῆρες καὶ εἰκόνες εἰς πόλι^ν εἰσφέρωνται καὶ ὑ^παντῶσι^ν ἄρχοντες καὶ δῆμοι μετ' εὐφημία_ς καὶ φόβου, οὐ σανίδα τι_μῶντες ἢ τὴν κηρόχυ^τον γραφὴν τοῦτο ποιοῦσι^ ἀλλὰ^ τὸν χαρακτῆρα^ τοῦ βα^σι^λέως, οὕτω καὶ ἡ κτίσις οὐ τὸ γήϊ^νον σκεῦος τι_μᾷ ἀλλὰ^ τὸν ἐπουρά^νι^ον χαρακτῆρα^ αἰδεῖτα...
οὐδὲ γὰρ ὅταν βασιλικοὶ χαρακτῆρες καὶ εἰκόνες εἰς πόλιν εἰσφέρωνται καὶ ὑπαντῶσιν ἄρχοντες καὶ δῆμοι μετ' εὐφημίας καὶ φόβου, οὐ σανίδα τιμῶντες ἢ τὴν κηρόχυτον γραφὴν τοῦτο ποιοῦσι ἀλλὰ τὸν χαρακτῆρα τοῦ βασιλέως, οὕτω καὶ ἡ κτίσις οὐ τὸ γήϊνον σκεῦος τιμᾷ ἀλλὰ τὸν ἐπουράνιον χαρακτῆρα αἰδεῖται.
πά^ντα^ τοίνυ^ν ἐγένετο οὐ δι^ὰ^ χρεία_ν θεοῦ ἀλλὰ^ δι^ὰ^ χρῆσι^ν ἡμῶν καὶ ἵ^να_ δοξάζωμεν τὴν τοῦ θεοῦ φιλανθρωπίαν.
πάντα τοίνυν ἐγένετο οὐ διὰ χρείαν θεοῦ ἀλλὰ διὰ χρῆσιν ἡμῶν καὶ ἵνα δοξάζωμεν τὴν τοῦ θεοῦ φιλανθρωπίαν.
ὅθεν καὶ ἐπιμαρτυροῦσα^ τῷ τοῦ θεοῦ ἐλέῳ, ἔλεγεν ἡ τοῦ θεοῦ σοφί^α_·
ὅθεν καὶ ἐπιμαρτυροῦσα τῷ τοῦ θεοῦ ἐλέῳ, ἔλεγεν ἡ τοῦ θεοῦ σοφία·
ἐλεεῖς, κύ_ρι^ε, πά^ντα^ς ὅτι^ πάντα δύ^να^σαι.
ἐλεεῖς, κύριε, πάντας ὅτι πάντα δύνασαι.
ἀπ' ἀρχῆς γὰ^ρ ἀ^γα^πῶν ἡμᾶς ἐποίησε καὶ νῦν οἰκονομεῖ ἀγαθότητι^·
ἀπ' ἀρχῆς γὰρ ἀγαπῶν ἡμᾶς ἐποίησε καὶ νῦν οἰκονομεῖ ἀγαθότητι·
οὐ δὲ γὰ^ρ ἂ^ν μι_σῶν τι^ κα^τεσκεύα^σεν·
οὐ δὲ γὰρ ἂν μισῶν τι κατεσκεύασεν·
εἰ ἐμί_σει οὐκ ἂ^ν ἔπλα^σεν, εἰ ἐμί_σει οὐκ ἂ^ν ᾠκονόμησεν.
εἰ ἐμίσει οὐκ ἂν ἔπλασεν, εἰ ἐμίσει οὐκ ἂν ᾠκονόμησεν.
δι^ὰ^ τοῦτό φησι^ν ἡ γρα^φή·
διὰ τοῦτό φησιν ἡ γραφή·
οὐδὲν βδελύσσῃ, κύριε, ὧν ἐποίησα^ς·
οὐδὲν βδελύσσῃ, κύριε, ὧν ἐποίησας·
οὐ δὲ γὰ^ρ μι_σῶν τι^ κα^τεσκεύα^σα^ς.
οὐ δὲ γὰρ μισῶν τι κατεσκεύασας.
οὐδὲν οὖν ἐγένετο τῶν φαινομένων δι^ὰ^ χρεία_ν θεοῦ ἀλλὰ^ δι^ὰ^ δόξα^ν θεοῦ, ἵ^να_ δοξάζηται ὡς φι^λάνθρωπος, οὐδενὸς δεόμενος καὶ πάντα ἐργαζόμενος.
οὐδὲν οὖν ἐγένετο τῶν φαινομένων διὰ χρείαν θεοῦ ἀλλὰ διὰ δόξαν θεοῦ, ἵνα δοξάζηται ὡς φιλάνθρωπος, οὐδενὸς δεόμενος καὶ πάντα ἐργαζόμενος.
κ ἂ_ν γὰ^ρ προσφέρωμεν τῷ θεῷ ὕμνους κ ἂ_ν κτίζωμεν οἴκους, ἑαυτοὺς τι_μῶμεν καὶ δοξάζομεν, ὁ θεὸς μόνον τὴν εὐγνωμοσύνην ἀποδέχεται.
κ ἂν γὰρ προσφέρωμεν τῷ θεῷ ὕμνους κ ἂν κτίζωμεν οἴκους, ἑαυτοὺς τιμῶμεν καὶ δοξάζομεν, ὁ θεὸς μόνον τὴν εὐγνωμοσύνην ἀποδέχεται.
δι^ὰ^ τοῦτο ὁ δαυὶδ εὐγνώμων ὢν καὶ φι^λόθεος καὶ προτιμῶν τὴν εὐγνωμοσύνην ὡμολόγει τοῦ θεοῦ τὸ ἀ^νενδεὲς λέγων·
διὰ τοῦτο ὁ δαυὶδ εὐγνώμων ὢν καὶ φιλόθεος καὶ προτιμῶν τὴν εὐγνωμοσύνην ὡμολόγει τοῦ θεοῦ τὸ ἀνενδεὲς λέγων·
εἶπα τῷ κυ_ρί^ῳ κύ_ρι^ός μου εἶ σύ^, ὅτι^ τῶν ἀ^γα^θῶν μου οὐ χρεία_ν ἔχεις.
εἶπα τῷ κυρίῳ κύριός μου εἶ σύ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις.
οὐδενὸς γὰ^ρ τῶν παρ' ἡμῶν χρῄζει ὁ θεός.
οὐδενὸς γὰρ τῶν παρ' ἡμῶν χρῄζει ὁ θεός.
κηρύττει τοίνυ^ν τὴν ἀγαθότητα^ τοῦ θεοῦ τὰ^ φαινόμενα^, ἀλλ' οὐδὲν οὕτω κηρύττει ὡς ἡ ἐν ἀνθρώποις ἐπι^δημία_ ὥστε τὸν ἐν μορφῇ θεοῦ ὑ^πά^ρχοντα^ ἐν μορφῇ γενέσθαι δούλου, οὐ μετα^βά^λλων τὴν ἀ^ξί^α_ν ἀλλὰ^ σεμνύνων τὴν φιλανθρωπίαν.
κηρύττει τοίνυν τὴν ἀγαθότητα τοῦ θεοῦ τὰ φαινόμενα, ἀλλ' οὐδὲν οὕτω κηρύττει ὡς ἡ ἐν ἀνθρώποις ἐπιδημία ὥστε τὸν ἐν μορφῇ θεοῦ ὑπάρχοντα ἐν μορφῇ γενέσθαι δούλου, οὐ μεταβάλλων τὴν ἀξίαν ἀλλὰ σεμνύνων τὴν φιλανθρωπίαν.
εἰς ταύτην δὲ τοῦ λόγου ἄ^γει ἡμᾶς τὴν ἀκολουθίαν τὸ ἐν τῇ σήμερον γενόμενον φρικῶδες μυστήριον.
εἰς ταύτην δὲ τοῦ λόγου ἄγει ἡμᾶς τὴν ἀκολουθίαν τὸ ἐν τῇ σήμερον γενόμενον φρικῶδες μυστήριον.
τί^ δὲ ἐν τῇ σήμερον ἡμέρᾳ γέγονεν;
τί δὲ ἐν τῇ σήμερον ἡμέρᾳ γέγονεν;
ὁ σωτὴρ τῶν μα^θητῶν νίπτει τοὺς πόδα^ς.
ὁ σωτὴρ τῶν μαθητῶν νίπτει τοὺς πόδας.
ἐπ' ἀ^ληθεία_ς εἰπεῖν φρικτὸν καὶ σι^ωπῆσαι φοβερόν·
ἐπ' ἀληθείας εἰπεῖν φρικτὸν καὶ σιωπῆσαι φοβερόν·
φοβούμεθα^ δὲ κηρύττοντες, ἐπειδὴ ἐννοοῦμεν τὸ μέγεθος τῆς ἀ^ξί^α_ς, φοβούμεθα^ μήπως σιωπῶντες εἰς κίνδυ_νον ἀγνωμοσύνης ἐμπέσωμεν·
φοβούμεθα δὲ κηρύττοντες, ἐπειδὴ ἐννοοῦμεν τὸ μέγεθος τῆς ἀξίας, φοβούμεθα μήπως σιωπῶντες εἰς κίνδυνον ἀγνωμοσύνης ἐμπέσωμεν·
ταῦτα^ καὶ λαλούμενα^ φόβον ἔχει καὶ σιωπώμενα^, λαλούμενα^ μὲν δι^ὰ^ τὸ μέγεθος, σιωπώμενα^ δὲ διὰ τὴν ἀγνωμοσύνην·
ταῦτα καὶ λαλούμενα φόβον ἔχει καὶ σιωπώμενα, λαλούμενα μὲν διὰ τὸ μέγεθος, σιωπώμενα δὲ διὰ τὴν ἀγνωμοσύνην·
εἴπωμεν τοίνυ^ν τὰ^ φοβερά^, ἐπειδὴ αὐτὸς ποιῆσαι τὰ^ φρικτὰ^ οὐ πα^ρῃτήσα^το.
εἴπωμεν τοίνυν τὰ φοβερά, ἐπειδὴ αὐτὸς ποιῆσαι τὰ φρικτὰ οὐ παρῃτήσατο.
ἄνθρωπος ἐπὶ^ γῆς ὤφθη ἀνθρώπων ποιητής, ἐν δούλοις ὁ δεσπότης, ὁ ποιητὴς μετὰ^ τῶν ποιημά^των, ἐν δούλου μορφῇ ἡ τοῦ θεοῦ μορφή, περὶ^ οὗ φησι^ν ὁ παῦλος·
ἄνθρωπος ἐπὶ γῆς ὤφθη ἀνθρώπων ποιητής, ἐν δούλοις ὁ δεσπότης, ὁ ποιητὴς μετὰ τῶν ποιημάτων, ἐν δούλου μορφῇ ἡ τοῦ θεοῦ μορφή, περὶ οὗ φησιν ὁ παῦλος·
ὃς ἐν μορφῇ θεοῦ ὑ^πά^ρχων οὐχ ἁρπαγμὸν ἡγήσα^το τὸ εἶναι ἴ_σα_ θεῷ ἀλλὰ^ ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λα^βών.
ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ ἀλλὰ ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών.
δι' ὅλου τοίνυ^ν τοῦ χαρακτῆρος τοῦ ἀ^νθρωπί^νου τὴν τοῦ δούλου μορφὴν ἐδύ_σα^το ὁ πάντων δεσπότης, ἐξαιρέτως δὲ ἐπὶ^ τῆς οἰκονομί^α_ς ταύτης τὴν τοῦ δούλου μορφὴν ἐδύ_σα^το ὅτε ἀ^να^στὰ_ς ἐκ τοῦ δείπνου, ὁ τρέφων πᾶσα^ν τὴν ὑπ' οὐρα^νόν, ὅτε συνανέκειτο μετὰ^ τῶν ἀ^ποστόλων, ὁ δεσπότης μετὰ^ τῶν δούλων, ἡ πηγὴ τῆς σοφ...
δι' ὅλου τοίνυν τοῦ χαρακτῆρος τοῦ ἀνθρωπίνου τὴν τοῦ δούλου μορφὴν ἐδύσατο ὁ πάντων δεσπότης, ἐξαιρέτως δὲ ἐπὶ τῆς οἰκονομίας ταύτης τὴν τοῦ δούλου μορφὴν ἐδύσατο ὅτε ἀναστὰς ἐκ τοῦ δείπνου, ὁ τρέφων πᾶσαν τὴν ὑπ' οὐρανόν, ὅτε συνανέκειτο μετὰ τῶν ἀποστόλων, ὁ δεσπότης μετὰ τῶν δούλων, ἡ πηγὴ τῆς σοφίας μετὰ τῶν ἰδιωτ...
καὶ οὐκ ἠρκέσθη τῷ μεγά^λῳ τούτῳ χαρίσμα^τι^ ὅτι^ τοῖς ἑαυτοῦ οἰκέταις συνανέκειτο.
καὶ οὐκ ἠρκέσθη τῷ μεγάλῳ τούτῳ χαρίσματι ὅτι τοῖς ἑαυτοῦ οἰκέταις συνανέκειτο.
καὶ πέτρος μὲν καὶ ματθαῖος καὶ φίλιππος συνανέκειντο οἱ ἀ^πὸ γῆς ἄνθρωποι·
καὶ πέτρος μὲν καὶ ματθαῖος καὶ φίλιππος συνανέκειντο οἱ ἀπὸ γῆς ἄνθρωποι·
πα^ρεστήκει δὲ αὐτῷ μιχαὴλ καὶ γαβριὴλ καὶ πᾶσα ἡ στρα^τιὰ τῶν ἀγγέλων.
παρεστήκει δὲ αὐτῷ μιχαὴλ καὶ γαβριὴλ καὶ πᾶσα ἡ στρατιὰ τῶν ἀγγέλων.
ὢ τοῦ θαύμα^τος·
ὢ τοῦ θαύματος·
ᾧ πα^ρειστήκεισα^ν ἄγγελοι μετὰ^ φόβου, τούτῳ συνανέκειντο μετὰ^ πολλῆς πα^ρρησί^α_ς οἱ μα^θηταί.
ᾧ παρειστήκεισαν ἄγγελοι μετὰ φόβου, τούτῳ συνανέκειντο μετὰ πολλῆς παρρησίας οἱ μαθηταί.
καὶ οὐκ ἠρκέσθη τούτῳ τῷ θαύμα^τι^.
καὶ οὐκ ἠρκέσθη τούτῳ τῷ θαύματι.
ἀλλὰ^ καὶ ἀ^να^στὰ_ς ἐκ τοῦ δείπνου, φησί^ν, περι^είλατο τὴν δι^πλοΐδα ὁ ἀ^να^βα^λλόμενος φῶς ὡς ἱ_μά^τι^ον καὶ περι^εζώσατο λέντιον ὁ περι^ζωννύων τὸν οὐρανὸν ἐν νεφέλαις καὶ ἔβα^λεν ὕ^δωρ εἰς νιπτῆρα^ ὁ λίμναις καὶ ποτα^μοῖς τὴν τῶν ὑ^δά^των φύ^σι^ν ἐκχέων.
ἀλλὰ καὶ ἀναστὰς ἐκ τοῦ δείπνου, φησίν, περιείλατο τὴν διπλοΐδα ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον καὶ περιεζώσατο λέντιον ὁ περιζωννύων τὸν οὐρανὸν ἐν νεφέλαις καὶ ἔβαλεν ὕδωρ εἰς νιπτῆρα ὁ λίμναις καὶ ποταμοῖς τὴν τῶν ὑδάτων φύσιν ἐκχέων.
καὶ κάμψα_ς ἐπὶ^ τὰ γόνα^τα^, τῶν μα^θητῶν ἔπλυ_νεν τοὺς πόδα^ς ᾧ κάμπτει πᾶν γόνυ^ ἐπουρα^νί^ων καὶ ἐπι^γείων καὶ καταχθονί^ων.
καὶ κάμψας ἐπὶ τὰ γόνατα, τῶν μαθητῶν ἔπλυνεν τοὺς πόδας ᾧ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων.
νίπτει δὲ τοὺς πόδα^ς τῶν μα^θητῶν πάντων κύ_ρι^ος, οὐχ ὑβρίζων τὴν ἀ^ξί^α_ν, ἀλλὰ^ δεικνὺ_ς τὴν ἄμετρον φιλανθρωπίαν.
νίπτει δὲ τοὺς πόδας τῶν μαθητῶν πάντων κύριος, οὐχ ὑβρίζων τὴν ἀξίαν, ἀλλὰ δεικνὺς τὴν ἄμετρον φιλανθρωπίαν.
πλὴν εἰ καὶ μεγά^λη ἡ φι^λανθρωπί^α_, ἀλλ' ὁ πέτρος οὐκ ἠγνώησεν τὴν ὑπεροχήν.
πλὴν εἰ καὶ μεγάλη ἡ φιλανθρωπία, ἀλλ' ὁ πέτρος οὐκ ἠγνώησεν τὴν ὑπεροχήν.
ὁ γὰ^ρ πάντοτε θερμὸς εἰς τὴν πίστι^ν, θερμὸς εὑρέθη καὶ εἰς τὴν ἐπίγνωσι^ν τῆς ἀ^ληθεία_ς·
ὁ γὰρ πάντοτε θερμὸς εἰς τὴν πίστιν, θερμὸς εὑρέθη καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀληθείας·
καὶ οἱ μὲν ἄλλοι ἐδέξαντο αὐτὸν νίπτοντα^, οὐκ ἀδιαφοροῦντες ἀλλὰ^ τρέμοντες·
καὶ οἱ μὲν ἄλλοι ἐδέξαντο αὐτὸν νίπτοντα, οὐκ ἀδιαφοροῦντες ἀλλὰ τρέμοντες·
ἀντειπεῖν γὰ^ρ οὐκ ἦν δεσπότῃ·
ἀντειπεῖν γὰρ οὐκ ἦν δεσπότῃ·
ὁ δὲ πέτρος οὐκ ἀ^φί_ησι^ν αὐτὸν δι' αἰδῶ, ἀλλὰ^ λέγει·
ὁ δὲ πέτρος οὐκ ἀφίησιν αὐτὸν δι' αἰδῶ, ἀλλὰ λέγει·
κύριε σύ^ μου νίπτεις τοὺς πόδα^ς;
κύριε σύ μου νίπτεις τοὺς πόδας;
οὐ μή μου νίψεις πόδα^ς εἰς τὸν αἰῶνα^.
οὐ μή μου νίψεις πόδας εἰς τὸν αἰῶνα.
καλῶς ἀπότομος ὁ πέτρος, εὐγνώμων ἀλλ' ἀγνοῶν τὴν οἰκονομίαν, πίστει πα^ραιτεῖται καὶ εὐγνωμόνως ὑ^πα^κούει·
καλῶς ἀπότομος ὁ πέτρος, εὐγνώμων ἀλλ' ἀγνοῶν τὴν οἰκονομίαν, πίστει παραιτεῖται καὶ εὐγνωμόνως ὑπακούει·
δεῖ γὰ^ρ τοιοῦτον εἶναι τὸν εὐσεβῆ, μὴ ἄτρεπτον περὶ^ τὰ_ς κρί^σεις, ἀλλ' ἐνδιδόντα^ τῇ τοῦ θεοῦ θελήσει·
δεῖ γὰρ τοιοῦτον εἶναι τὸν εὐσεβῆ, μὴ ἄτρεπτον περὶ τὰς κρίσεις, ἀλλ' ἐνδιδόντα τῇ τοῦ θεοῦ θελήσει·
εἰ γὰ^ρ καὶ ἀπεφήνατο ὡς ἄνθρωπος ἀλλ' ἐμετεμελήθη ὡς φι^λόθεος.
εἰ γὰρ καὶ ἀπεφήνατο ὡς ἄνθρωπος ἀλλ' ἐμετεμελήθη ὡς φιλόθεος.
ὁ δὲ σωτὴρ θεα_σά^μενος αὐτοῦ τὴν ἔνστασι^ν τῆς ψυ_χῆς ἀκαμπῆ καὶ παντὸς ἄκμωνος ἰσχυροτέραν λέγει αὐτῷ·
ὁ δὲ σωτὴρ θεασάμενος αὐτοῦ τὴν ἔνστασιν τῆς ψυχῆς ἀκαμπῆ καὶ παντὸς ἄκμωνος ἰσχυροτέραν λέγει αὐτῷ·
ἀμὴν ἀμὴν λέγω σοι ἐὰν μὴ νίψω σε οὐκ ἔχεις μέρος μετ' ἐμοῦ.
ἀμὴν ἀμὴν λέγω σοι ἐὰν μὴ νίψω σε οὐκ ἔχεις μέρος μετ' ἐμοῦ.
πρόσεχε οἷον φοβερὸν τὸ πρᾶγμα^ καὶ πῶς τὴν ἔνστασι^ν αὐτοῦ ἔλυ_σεν διὰ μείζονος ἀποτομία_ς ἀπότομος κατ' αὐτοῦ ἀποφαίνεται·
πρόσεχε οἷον φοβερὸν τὸ πρᾶγμα καὶ πῶς τὴν ἔνστασιν αὐτοῦ ἔλυσεν διὰ μείζονος ἀποτομίας ἀπότομος κατ' αὐτοῦ ἀποφαίνεται·
ἀ^λλότρι^ον αὐτὸν ποιεῖ τῆς ἑαυτοῦ μερί^δος, ἵ^να_ μὴ νι_κήσῃ ἡ ἀ^νθρωπί^νη ἔνστα^σι^ς ἀλλὰ^ νι_κήσῃ ἡ τοῦ θεοῦ βούλησι^ς.
ἀλλότριον αὐτὸν ποιεῖ τῆς ἑαυτοῦ μερίδος, ἵνα μὴ νικήσῃ ἡ ἀνθρωπίνη ἔνστασις ἀλλὰ νικήσῃ ἡ τοῦ θεοῦ βούλησις.
εἶτα ὁ κα^λὸς καὶ θαυμαστὸς πέτρος ὀξέως ἀποφηνάμενος ὀξέως καὶ μετεμελήθη καὶ ὡς εἶδεν ἀπότομον οὖσα^ν τὴν ἀ^πόφα^σι^ν ἀπότομον ἤνεγκεν τὴν μετάνοια^ν λέγων·
εἶτα ὁ καλὸς καὶ θαυμαστὸς πέτρος ὀξέως ἀποφηνάμενος ὀξέως καὶ μετεμελήθη καὶ ὡς εἶδεν ἀπότομον οὖσαν τὴν ἀπόφασιν ἀπότομον ἤνεγκεν τὴν μετάνοιαν λέγων·
μὴ μόνον τοὺς πόδα^ς ἀλλὰ^ καὶ τὰ_ς χεῖρα^ς καὶ τὴν κεφαλήν, ὅλον με νίψον, ὅλον με πλῦνον, ἵ^να_ εἴπω κ ἀγὼ μετὰ^ τοῦ δαυίδ·
μὴ μόνον τοὺς πόδας ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν, ὅλον με νίψον, ὅλον με πλῦνον, ἵνα εἴπω κ ἀγὼ μετὰ τοῦ δαυίδ·
πλυνεῖς με καὶ ὑ^πὲρ χιόνα λευκανθήσομαι.
πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
ὁ δὲ σωτὴρ εἶπεν πρὸς αὐτόν·
ὁ δὲ σωτὴρ εἶπεν πρὸς αὐτόν·
ὁ λελουμένος οὐ χρεία_ν ἔχει εἰ μὴ τοὺς πόδα^ς νίψασθαι μόνον.
ὁ λελουμένος οὐ χρείαν ἔχει εἰ μὴ τοὺς πόδας νίψασθαι μόνον.
καὶ διὰ τί μόνον τοὺς πόδα^ς νίπτει;
καὶ διὰ τί μόνον τοὺς πόδας νίπτει;
διὰ τὸν δρόμον τῶν ἀ^ποστόλων.
διὰ τὸν δρόμον τῶν ἀποστόλων.
νίπτει δὲ τοὺς πόδα^ς οὐ τὸν ῥύ^πον μόνον κα^θαιρῶν ἀλλὰ^ καὶ δύ^να^μι^ν ἐντι^θεὶς ταῖς πτέρναις τῶν ἁ^γί^ων.
νίπτει δὲ τοὺς πόδας οὐ τὸν ῥύπον μόνον καθαιρῶν ἀλλὰ καὶ δύναμιν ἐντιθεὶς ταῖς πτέρναις τῶν ἁγίων.
ταύτην τὴν κα^λὴν νίψιν τῶν ποδῶν θεα_σά^μενος ἡσαΐας πρὸ μακρῶν ἄ^νωθεν χρόνων καὶ εἰδὼς ὅτι^ οὐκ ἄνθρωπος ἔπλυσεν, ἀλλὰ θεὸς ἔσμηξεν, ἐβόα_ λέγων·
ταύτην τὴν καλὴν νίψιν τῶν ποδῶν θεασάμενος ἡσαΐας πρὸ μακρῶν ἄνωθεν χρόνων καὶ εἰδὼς ὅτι οὐκ ἄνθρωπος ἔπλυσεν, ἀλλὰ θεὸς ἔσμηξεν, ἐβόα λέγων·
ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀ^γα^θά^, τῶν εὐαγγελιζομένων εἰρήνην.
ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά, τῶν εὐαγγελιζομένων εἰρήνην.
ἅπτεται τῶν ποδῶν, ἵ^να_ ἐνισχύσῃ πόδα^ς γηΐ^νους μέλλοντα^ς διατρέχειν πᾶσα^ν τὴν ὑπ' οὐρα^νόν.
ἅπτεται τῶν ποδῶν, ἵνα ἐνισχύσῃ πόδας γηΐνους μέλλοντας διατρέχειν πᾶσαν τὴν ὑπ' οὐρανόν.
καὶ ἄλλο δὲ μυστήριον, ἀ^δελφοί·
καὶ ἄλλο δὲ μυστήριον, ἀδελφοί·
ἐπειδὴ γὰ^ρ ἀπ' ἀρχῆς ἀποφηνάμενος ὁ θεὸς κα^τὰ^ τοῦ ἀδὰμ καὶ τῆς εὔας ἔλεγεν τῷ ὄφει·
ἐπειδὴ γὰρ ἀπ' ἀρχῆς ἀποφηνάμενος ὁ θεὸς κατὰ τοῦ ἀδὰμ καὶ τῆς εὔας ἔλεγεν τῷ ὄφει·
αὐτός σου τηρήσει κεφα^λὴν καὶ σὺ^ τηρήσεις αὐτοῦ πτέρναν, ἅπτεται τοῦ τόπου τῆς πτέρνης καθ' ἧς ἡ ἀ^πόφα^σι^ς, ἵ^να_ τοῦ ἰατροῦ ἐπι^θέντος τὴν χεῖρα^ μηκέτι^ λά^βῃ χώρα_ν ὁ ἰ^ὸς τοῦ ὄφεως καὶ ἵ^να_ μά^θῃς ὅτι^ τὸ νίψαι τοὺς πόδα^ς ἰσχὺ^ν ἐδί^δου λοιπὸν κατὰ δαιμόνων.
αὐτός σου τηρήσει κεφαλὴν καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν, ἅπτεται τοῦ τόπου τῆς πτέρνης καθ' ἧς ἡ ἀπόφασις, ἵνα τοῦ ἰατροῦ ἐπιθέντος τὴν χεῖρα μηκέτι λάβῃ χώραν ὁ ἰὸς τοῦ ὄφεως καὶ ἵνα μάθῃς ὅτι τὸ νίψαι τοὺς πόδας ἰσχὺν ἐδίδου λοιπὸν κατὰ δαιμόνων.
πρὸ τούτου γὰ^ρ ἐκδέδοτο ἡ πτέρνα_ τῷ ὄφει, μετὰ^ δὲ ταῦτα^ μέντοι ἐνδυναμωθεῖσα^ ὑ^πὸ τῆς θεϊ^κῆς χειρὸς ἐπά^τησεν τὸν ἀπατεῶνα^·
πρὸ τούτου γὰρ ἐκδέδοτο ἡ πτέρνα τῷ ὄφει, μετὰ δὲ ταῦτα μέντοι ἐνδυναμωθεῖσα ὑπὸ τῆς θεϊκῆς χειρὸς ἐπάτησεν τὸν ἀπατεῶνα·
ὡς νευρώσα_ς αὐτῶν τοὺς πόδα^ς λέγει·
ὡς νευρώσας αὐτῶν τοὺς πόδας λέγει·
ἰδοὺ δέδωκα^ ὑ_μῖν ἐξουσί^α_ν πα^τεῖν ἐπά^νω ὄφεων καὶ σκορπί^ων καὶ ἐπὶ πᾶσα^ν τὴν δύ^να^μι^ν τοῦ ἐχθροῦ.
ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.
λάμποντος τοίνυ^ν τοῦ σταυροῦ τῆς χά^ρι^τος καὶ πάντων ἡμῶν νίπτοντος τὰ_ς δι^α^νοία_ς τοῦ λόγου τῆς ἀ^ληθεία_ς, κα^θα^ρῶς πολι_τευσώμεθα^, αὐτῷ δόξα^ν ἀναπέμποντες ὡς φιλανθρώπῳ θεῷ ἡμῶν, νῦν καὶ ἀ^εὶ καὶ εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων.
λάμποντος τοίνυν τοῦ σταυροῦ τῆς χάριτος καὶ πάντων ἡμῶν νίπτοντος τὰς διανοίας τοῦ λόγου τῆς ἀληθείας, καθαρῶς πολιτευσώμεθα, αὐτῷ δόξαν ἀναπέμποντες ὡς φιλανθρώπῳ θεῷ ἡμῶν, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ἀμήν.
ἀμήν.
κα^λῶς ἡμῖν καὶ σοφῶς ἡ προηγησαμένη γλῶσσα^ τοῦ σταυροῦ τὰ_ς ἀκτῖνα^ς ἐπέδειξεν.
καλῶς ἡμῖν καὶ σοφῶς ἡ προηγησαμένη γλῶσσα τοῦ σταυροῦ τὰς ἀκτῖνας ἐπέδειξεν.
ἐκήρυξε σταυρόν·
ἐκήρυξε σταυρόν·
τὸν ψι_λὸν μὲν τῇ λέξει, μέγα^ν δὲ τῇ ἐνεργείᾳ.
τὸν ψιλὸν μὲν τῇ λέξει, μέγαν δὲ τῇ ἐνεργείᾳ.
ἐκήρυξε σταυρόν, ὃν γελῶσι^ν ἄπι^στοι καὶ τρέμουσι^ δαίμονες.
ἐκήρυξε σταυρόν, ὃν γελῶσιν ἄπιστοι καὶ τρέμουσι δαίμονες.
ἐκήρυξε σταυρόν, ὃν ἔπηξα^ν οἱ ἰουδαῖοι καὶ ὁ κόσμος προσεκύνησεν.
ἐκήρυξε σταυρόν, ὃν ἔπηξαν οἱ ἰουδαῖοι καὶ ὁ κόσμος προσεκύνησεν.
ἔδειξεν αὐτοῦ καὶ ἀκτῖνα^ς.
ἔδειξεν αὐτοῦ καὶ ἀκτῖνας.
ἀκτῖνας γὰ^ρ τοῦ σταυροῦ ὑποτί^θεται παρθενίαν λάμπουσα^ν·
ἀκτῖνας γὰρ τοῦ σταυροῦ ὑποτίθεται παρθενίαν λάμπουσαν·
καὶ λάμψασα^ν οὐχ ἁπλῶς, ἀλλ' ἐκ προνοία_ς τὸ κάλλος ἐκφήνασα^ν.
καὶ λάμψασαν οὐχ ἁπλῶς, ἀλλ' ἐκ προνοίας τὸ κάλλος ἐκφήνασαν.
καὶ ὅπως ἄ^κουε.
καὶ ὅπως ἄκουε.
πορνεύοντα πα^ρέλα^βεν ὁ σταυρὸς τὸν κόσμον καὶ σωφρονοῦντα^ πᾶσι^ν ἀνέδειξε.
πορνεύοντα παρέλαβεν ὁ σταυρὸς τὸν κόσμον καὶ σωφρονοῦντα πᾶσιν ἀνέδειξε.
τοῦ σταυροῦ αἱ ἀκτῖνες οὐκ ἀ^πὸ τῶν λόγων κηρύττονται, ἀλλὰ^ δι^ὰ^ τῶν ἔργων ἑρμηνεύονται.
τοῦ σταυροῦ αἱ ἀκτῖνες οὐκ ἀπὸ τῶν λόγων κηρύττονται, ἀλλὰ διὰ τῶν ἔργων ἑρμηνεύονται.
οὐ χρεία_ν ἔχει σταυρὸς γλώσσης πειθούσης καὶ λέξεως ἑρμηνευούσης, ἀλλὰ^ ψυ_χῆς εὐγνωμονούσης καὶ ἔργα^ δι^καιοσύ^νης ἐπι^τελούσης.
οὐ χρείαν ἔχει σταυρὸς γλώσσης πειθούσης καὶ λέξεως ἑρμηνευούσης, ἀλλὰ ψυχῆς εὐγνωμονούσης καὶ ἔργα δικαιοσύνης ἐπιτελούσης.
ἀφ' οὗ σταυρὸς ἐπά^γη, οἱ μέθυ^σοι νηστεύουσι^ν·
ἀφ' οὗ σταυρὸς ἐπάγη, οἱ μέθυσοι νηστεύουσιν·
ἀφ' οὗ σταυρὸς ἐπά^γη, οἱ πόρνοι κήρυ_κες τῆς εὐσεβεία_ς καὶ τῆς σωφροσύνης ἐγένοντο·
ἀφ' οὗ σταυρὸς ἐπάγη, οἱ πόρνοι κήρυκες τῆς εὐσεβείας καὶ τῆς σωφροσύνης ἐγένοντο·
ἀφ' οὗ σταυρὸς, τελῶναι εὐαγγελισταί, καὶ διῶκται κήρυ_κες τῆς εὐσεβεία_ς ἐδείχθησα^ν·
ἀφ' οὗ σταυρὸς, τελῶναι εὐαγγελισταί, καὶ διῶκται κήρυκες τῆς εὐσεβείας ἐδείχθησαν·
ἀφ' οὗ σταυρὸς ἐπά^γη, ὁ πα^ρά^δεισος ἠνέῳκται.
ἀφ' οὗ σταυρὸς ἐπάγη, ὁ παράδεισος ἠνέῳκται.