macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἐπήγαγε δὲ καὶ ὁ προφητευσά^μενος λόγος τὴν μνήμην τοῦ σταυροῦ καὶ τὴν ῥίζαν. | ἐπήγαγε δὲ καὶ ὁ προφητευσάμενος λόγος τὴν μνήμην τοῦ σταυροῦ καὶ τὴν ῥίζαν. |
ῥίζα δὲ σταυροῦ ἡ πα^ρθενία_, ἡ τὸν πα^θόντα^ τεκοῦσα^ παρθένος· | ῥίζα δὲ σταυροῦ ἡ παρθενία, ἡ τὸν παθόντα τεκοῦσα παρθένος· |
τί^κτουσα^ οὐ νόμῳ φύ^σεως, ἀλλὰ^ δυ^νά^μει καὶ ἐνεργείᾳ τοῦ τεχνί^του τῆς φύ^σεως. | τίκτουσα οὐ νόμῳ φύσεως, ἀλλὰ δυνάμει καὶ ἐνεργείᾳ τοῦ τεχνίτου τῆς φύσεως. |
μὴ οὖν ἀ^παίτει ἐπὶ^ τῆς παρθένου τὸν ἄνδρα^, ἐπεὶ ἀ^παιτηθήσῃ ἐπὶ^ τοῦ ἀδὰμ τὴν γυ^ναῖκα^. | μὴ οὖν ἀπαίτει ἐπὶ τῆς παρθένου τὸν ἄνδρα, ἐπεὶ ἀπαιτηθήσῃ ἐπὶ τοῦ ἀδὰμ τὴν γυναῖκα. |
ἐὰ^ν γὰ^ρ λέγῃς, πῶς ἐγέννησεν ἡ παρθένος ἄ^νευ ἀνδρός; | ἐὰν γὰρ λέγῃς, πῶς ἐγέννησεν ἡ παρθένος ἄνευ ἀνδρός; |
ἐρῶ σοι κ ἀγώ, πῶς ἡ εὔα προῆλθεν ἐκ τοῦ ἀδὰμ ἄ^νευ γυναικός; | ἐρῶ σοι κ ἀγώ, πῶς ἡ εὔα προῆλθεν ἐκ τοῦ ἀδὰμ ἄνευ γυναικός; |
καὶ τί^ δεῖ σώμα^τι^ σῶ^μα^ πα^ρα^βά^λλειν; | καὶ τί δεῖ σώματι σῶμα παραβάλλειν; |
τί^ς ὁ τοῦτο μα^χόμενος ἰουδαῖος; | τίς ὁ τοῦτο μαχόμενος ἰουδαῖος; |
αἰσχυνέσθω, ὅτι^ ἀναγινώσκων οὐδὲν ἐπι^γινώσκει. | αἰσχυνέσθω, ὅτι ἀναγινώσκων οὐδὲν ἐπιγινώσκει. |
ἀμφιβάλλεις πῶς ἔτεκεν ἡ παρθένος; | ἀμφιβάλλεις πῶς ἔτεκεν ἡ παρθένος; |
ἑρμηνεύσῃ πῶς ἔτεκεν ἡ πέτρα_ τὸ ὕ^δωρ, οὐκ ἔχουσα^ ὑποκειμένην φλέβα, οὐ ποτα^μὸν ὑπεστορεσμένον, οὐ ῥίζαν ὑ^δά^των. | ἑρμηνεύσῃ πῶς ἔτεκεν ἡ πέτρα τὸ ὕδωρ, οὐκ ἔχουσα ὑποκειμένην φλέβα, οὐ ποταμὸν ὑπεστορεσμένον, οὐ ῥίζαν ὑδάτων. |
ἀλλὰ^ τὸ θαυμαστόν. | ἀλλὰ τὸ θαυμαστόν. |
καὶ αὕτη ξηρὰ καὶ ἄγονος, καὶ ἡ ῥάβδος ξηρὰ καὶ ἄγονος. | καὶ αὕτη ξηρὰ καὶ ἄγονος, καὶ ἡ ῥάβδος ξηρὰ καὶ ἄγονος. |
ἄγονος ῥάβδος ἁ^ψα^μένη πέτρα_ς ἀγόνου ἤνεγκεν ὕ^δωρ, δύ^να^μι^ς ὑψίστου ἐπι^σκιάσασα^ τῇ παρθένῳ, αὐτή γε ζῶσα^ τῇ ἀ_θα^νά^τῳ ζωῇ, καὶ ζώσης ἁ^ψα^μένη σαρκός, οὐκ ἤνεγκε καρπόν, ὡς ἡ πέτρα_ ἤνεγκε τὸ ὕ^δωρ; | ἄγονος ῥάβδος ἁψαμένη πέτρας ἀγόνου ἤνεγκεν ὕδωρ, δύναμις ὑψίστου ἐπισκιάσασα τῇ παρθένῳ, αὐτή γε ζῶσα τῇ ἀθανάτῳ ζωῇ, καὶ ζώσης ἁψαμένη σαρκός, οὐκ ἤνεγκε καρπόν, ὡς ἡ πέτρα ἤνεγκε τὸ ὕδωρ; |
ἀλλ' οὔ τε τότε ἡ πέτρα_ ἤνεγκεν ὕ^δωρ, οὔ τε ἡ ῥάβδος ἡ πλήξα_σα^ αὐτήν, ἀλλ' ἡ δύ^να^μι^ς τοῦ θεοῦ, ἡ δι' ἐκείνων θεωρηθεῖσα^. | ἀλλ' οὔ τε τότε ἡ πέτρα ἤνεγκεν ὕδωρ, οὔ τε ἡ ῥάβδος ἡ πλήξασα αὐτήν, ἀλλ' ἡ δύναμις τοῦ θεοῦ, ἡ δι' ἐκείνων θεωρηθεῖσα. |
ἡ πέτρα_ αὐτὸ τὸ φαινόμενον ἦν μόνον. | ἡ πέτρα αὐτὸ τὸ φαινόμενον ἦν μόνον. |
μᾶλλον μὲν οὖν, τὸ φαινόμενον πέτρα_ ἦν, τὸ δὲ νοούμενον χριστός. | μᾶλλον μὲν οὖν, τὸ φαινόμενον πέτρα ἦν, τὸ δὲ νοούμενον χριστός. |
ἑρμηνεύει παῦλος ὅτι^ ἡ πέτρα_ ἐκείνη εἰκὼν ἦν τοῦ χριστοῦ. | ἑρμηνεύει παῦλος ὅτι ἡ πέτρα ἐκείνη εἰκὼν ἦν τοῦ χριστοῦ. |
ἔπινον γά^ρ φησι^ν ἐκ πνευματικῆς ἀκολουθούσης πέτρα_ς· | ἔπινον γάρ φησιν ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· |
ἡ δὲ πέτρα_ ἦν ὁ χριστός. | ἡ δὲ πέτρα ἦν ὁ χριστός. |
ἡ πέτρα_ τύ^πον εἶχε τοῦ δεσπότου, ἡ ῥάβδος τύ^πον εἶχε τοῦ σταυροῦ. | ἡ πέτρα τύπον εἶχε τοῦ δεσπότου, ἡ ῥάβδος τύπον εἶχε τοῦ σταυροῦ. |
καὶ αὕτη ἡ ἱ^στορί^α_ ἑρμηνεύει τοῦ σταυροῦ τὴν δύ^να^μι^ν. | καὶ αὕτη ἡ ἱστορία ἑρμηνεύει τοῦ σταυροῦ τὴν δύναμιν. |
ἐπά^τα^ξε μωσῆς τὴν πέτραν καὶ ἅ^παξ καὶ δίς. | ἐπάταξε μωσῆς τὴν πέτραν καὶ ἅπαξ καὶ δίς. |
εἰ δυ^νά^μει θεοῦ ὑ^πα^κούει, τί^ς χρεία_ δευτέρα_ς πληγῆς; | εἰ δυνάμει θεοῦ ὑπακούει, τίς χρεία δευτέρας πληγῆς; |
εἰ δὲ ἐκτὸς δυ^νά^μεως θεοῦ τύπτει, οὔ τε δευτέρα_, οὔ τε δεκά^τη οὔ τε ἑκατοστὴ πληγὴ δύ^να^ται ἐπι^θεῖναι τῇ ἀγόνῳ φύ^σει γόνι^μον φύ^σι^ν. | εἰ δὲ ἐκτὸς δυνάμεως θεοῦ τύπτει, οὔ τε δευτέρα, οὔ τε δεκάτη οὔ τε ἑκατοστὴ πληγὴ δύναται ἐπιθεῖναι τῇ ἀγόνῳ φύσει γόνιμον φύσιν. |
εἰ μὲν οὖν θεοῦ τὸ ἔργον ἁπλῶς καὶ ἄ^νευ μυστηρί^ου σταυροῦ, ἤρκει καὶ τὸ ἅ^παξ, ἤρκει καὶ νεῦμα^, ἤρκει καὶ λόγος. | εἰ μὲν οὖν θεοῦ τὸ ἔργον ἁπλῶς καὶ ἄνευ μυστηρίου σταυροῦ, ἤρκει καὶ τὸ ἅπαξ, ἤρκει καὶ νεῦμα, ἤρκει καὶ λόγος. |
ἀλλ' ἵ^να_ δείξῃ πῶς δείκνυ^ται σταυροῦ ἡ χά^ρι^ς καὶ ὅτι^ ἄλλως χριστὸς οὐ πηγάζει τὴν εὐεργεσίαν ἢ δι^ὰ^ σταυροῦ θεωρούμενος, ἐπά^τα^ξε μωϋσῆς καὶ ἅ^παξ καὶ δίς, οὐ κα^τὰ^ τοῦ αὐτοῦ σχήμα^τος, ἀλλὰ^ σταυρὸν ὑ^πογρά^φων. | ἀλλ' ἵνα δείξῃ πῶς δείκνυται σταυροῦ ἡ χάρις καὶ ὅτι ἄλλως χριστὸς οὐ πηγάζει τὴν εὐεργεσίαν ἢ διὰ σταυροῦ θεωρούμενος, ἐπάταξε μωϋσῆς καὶ ἅπαξ καὶ δίς, οὐ κατὰ τοῦ αὐτοῦ σχήματος, ἀλλὰ σταυρὸν ὑπογράφων. |
ἅ^παξ καὶ δὶ^ς ἐπά^τα^ξε. | ἅπαξ καὶ δὶς ἐπάταξε. |
δι^ὰ^ τί^ ἅπαξ καὶ δίς; | διὰ τί ἅπαξ καὶ δίς; |
ἵ^να_ καὶ ἡ ἄψυ_χος φύ^σι^ς αἰδεσθῇ τοῦ σταυροῦ τὸ σύμβολον. | ἵνα καὶ ἡ ἄψυχος φύσις αἰδεσθῇ τοῦ σταυροῦ τὸ σύμβολον. |
εἰ γὰ^ρ βα^σι^λέως ἀπόντος εἰκὼν βα^σι^λέως πληροῖ χώρα_ν βα^σι^λέως· | εἰ γὰρ βασιλέως ἀπόντος εἰκὼν βασιλέως πληροῖ χώραν βασιλέως· |
καὶ προσκυ^νοῦσι^ν ἄρχοντες, καὶ ἱεραὶ νεομηνίαι ἐπι^τελοῦνται, καὶ ἄρχοντες ὑ^παντῶσι^, καὶ δῆμοι προσκυ^νοῦσι^ν, οὐ πρὸς τὴν σανίδα βλέποντες, ἀλλὰ^ πρὸς τὸν χαρακ τῆρα^ τοῦ βα^σι^λέως, οὐκ ἐν τῇ φύ^σει θεωρούμενον, ἀλλ' ἐν τῇ γρα^φῇ πα^ρα^διδόμενον. | καὶ προσκυνοῦσιν ἄρχοντες, καὶ ἱεραὶ νεομηνίαι ἐπιτελοῦνται, καὶ ἄρχοντες ὑπαντῶσι, καὶ δῆμοι προσκυνοῦσιν, οὐ πρὸς τὴν σανίδα βλέποντες, ἀλλὰ πρὸς τὸν χαρακ τῆρα τοῦ βασιλέως, οὐκ ἐν τῇ φύσει θεωρούμενον, ἀλλ' ἐν τῇ γραφῇ παραδιδόμενον. |
εἰκὼν τοσοῦτον ἰσχύ_ει βα^σι^λέως θνητοῦ· | εἰκὼν τοσοῦτον ἰσχύει βασιλέως θνητοῦ· |
ἀ_θα^νά^του βα^σι^λέως εἰκὼν ὁ σταυρός, οὐκ ἠδύνατο καὶ φα^νεῖσα^ μόνον, καὶ πέτραν ῥῆξαι, καὶ τὸν οὐρα^νὸν καὶ πᾶσα^ν τὴν οἰκουμένην; | ἀθανάτου βασιλέως εἰκὼν ὁ σταυρός, οὐκ ἠδύνατο καὶ φανεῖσα μόνον, καὶ πέτραν ῥῆξαι, καὶ τὸν οὐρανὸν καὶ πᾶσαν τὴν οἰκουμένην; |
ἢ οὐκ ἤκουσα^ς πῶς ὁ μα^κά^ριος δαυὶδ ἐρωτᾷ τὴν κτίσιν; | ἢ οὐκ ἤκουσας πῶς ὁ μακάριος δαυὶδ ἐρωτᾷ τὴν κτίσιν; |
ἐπειδὴ καὶ τὴν θά^λα^σσα^ν ῥάβδῳ μωϋσῆς ἐπά^τα^ξε καὶ τῇ αὐτῇ ῥάβδῳ καὶ τὴν πέτραν ἔτυψε, καὶ πᾶν σημεῖον δι^ὰ^ τῆς ῥάβδου ἐποίησεν, τί^ σοι ἐστί^, θά^λασσα^, ὅτι^ ἔφυ^γες, καὶ σοί, ἰορδάνη, ὅτι^ ἐστράφης εἰς τὰ^ ὀπί^σω; | ἐπειδὴ καὶ τὴν θάλασσαν ῥάβδῳ μωϋσῆς ἐπάταξε καὶ τῇ αὐτῇ ῥάβδῳ καὶ τὴν πέτραν ἔτυψε, καὶ πᾶν σημεῖον διὰ τῆς ῥάβδου ἐποίησεν, τί σοι ἐστί, θάλασσα, ὅτι ἔφυγες, καὶ σοί, ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; |
τί^ γέγονέ φησι^ν, ὅτι^ μετεβλήθησα^ν ὅροι φύ^σεως; | τί γέγονέ φησιν, ὅτι μετεβλήθησαν ὅροι φύσεως; |
δι^ὰ^ τί^ ἐσαλεύθησα^ν θεμέλι^οι τῆς δημιουργία_ς; | διὰ τί ἐσαλεύθησαν θεμέλιοι τῆς δημιουργίας; |
τί^ σοι ἐστί^, θά^λασσα^, ὅτι^ ἔφυ^γες; | τί σοι ἐστί, θάλασσα, ὅτι ἔφυγες; |
τοσοῦτοι αἰῶνες καὶ ἐπὶ^ τοῦ σχήμα^τος ἔμεινα^ς. | τοσοῦτοι αἰῶνες καὶ ἐπὶ τοῦ σχήματος ἔμεινας. |
οὐδέποτε οἱ ῥέοντες ποτα^μοὶ ἐξέωσά^ν σε ἐκ τοῦ πελά^γους· | οὐδέποτε οἱ ῥέοντες ποταμοὶ ἐξέωσάν σε ἐκ τοῦ πελάγους· |
οὐχ ὑπεχώρησα^ς τοσούτοις ῥεύμα^σι^ καὶ νῦν τί^να^ ἰ^δοῦσα^ ᾐδέσθης; | οὐχ ὑπεχώρησας τοσούτοις ῥεύμασι καὶ νῦν τίνα ἰδοῦσα ᾐδέσθης; |
τί^ ὑπεχώρησα^ς; | τί ὑπεχώρησας; |
τί^ ἔλυ_σα^ς τὸν ὅρον τοῦ νομοθέτου, τοῦ κελεύσαντός σοι μέχρι^ τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ; | τί ἔλυσας τὸν ὅρον τοῦ νομοθέτου, τοῦ κελεύσαντός σοι μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ; |
ἔθετο τῇ θα^λά^σσῃ νόμον αἰώνι^ον καὶ οὐχ ὑπερβήσεται. | ἔθετο τῇ θαλάσσῃ νόμον αἰώνιον καὶ οὐχ ὑπερβήσεται. |
εἰ οὖν τοιοῦτον ἔλα^βες νόμον, τί^ σχίζεις τὸ ῥεῦμα^; | εἰ οὖν τοιοῦτον ἔλαβες νόμον, τί σχίζεις τὸ ῥεῦμα; |
τί^ σοι ἐστί^; | τί σοι ἐστί; |
τί^ γὰ^ρ γέγονε; | τί γὰρ γέγονε; |
τί^ εἶδες; | τί εἶδες; |
τί^ ἔπα^θες; | τί ἔπαθες; |
τί^ σοι ἐστί^, θά^λασσα^, ὅτι^ ἔφυ^γες καὶ σοί, ἰορδάνη, ὅτι^ ἐστράφης εἰς τὰ^ ὀπί^σω; | τί σοι ἐστί, θάλασσα, ὅτι ἔφυγες καὶ σοί, ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; |
τὰ^ ὄρη ὅτι^ ἐσκιρτήσατε ὡσεὶ κρι_οὶ καὶ οἱ βουνοὶ ὡς ἀρνί^α^ προβάτων. | τὰ ὄρη ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων. |
ἠρώτησε καὶ ἡ ἄψχος ὑ^πα^κούει καὶ ἀ^ποκρί_νεται· | ἠρώτησε καὶ ἡ ἄψχος ὑπακούει καὶ ἀποκρίνεται· |
ἀ^πὸ προσώπου κυ_ρί^ου. | ἀπὸ προσώπου κυρίου. |
ποίου; | ποίου; |
ποῖον γὰ^ρ εἶδες πρόσωπον ἐν τῇ θα^λά^ττῃ; | ποῖον γὰρ εἶδες πρόσωπον ἐν τῇ θαλάττῃ; |
ποῖον εἶδες πρόσωπον ἐν τῇ πέτρᾳ; | ποῖον εἶδες πρόσωπον ἐν τῇ πέτρᾳ; |
μωϋσῆν εἶδες καὶ ῥάβδον. | μωϋσῆν εἶδες καὶ ῥάβδον. |
πρόσωπον οὐκ ἐφά^νη. | πρόσωπον οὐκ ἐφάνη. |
οὐδὲ εἶπεν ἡ γρα^φὴ κα^τὰ^ τὸ σύ^νηθες ὅτι^ ὤφθη κύ_ρι^ος ἐν τῇ θα^λά^σσῃ καὶ εἶδον οἱ αἰγύπτιοι καὶ ἐφοβήθησα^ν· | οὐδὲ εἶπεν ἡ γραφὴ κατὰ τὸ σύνηθες ὅτι ὤφθη κύριος ἐν τῇ θαλάσσῃ καὶ εἶδον οἱ αἰγύπτιοι καὶ ἐφοβήθησαν· |
ἀλλὰ^ μωϋσῆς ἦν κα^τέχων τὴν ῥάβδον. | ἀλλὰ μωϋσῆς ἦν κατέχων τὴν ῥάβδον. |
ἡ δὲ κτίσις λεγει· | ἡ δὲ κτίσις λεγει· |
ἀ^πὸ προσώπου κυ_ρί^ου ἐσαλεύθη ἡ γῆ. | ἀπὸ προσώπου κυρίου ἐσαλεύθη ἡ γῆ. |
ἀ^πὸ προσώπου κυ_ρί^ου. | ἀπὸ προσώπου κυρίου. |
ποίου; | ποίου; |
τοῦ στρέψαντος τὴν πέτραν εἰς λί^μνα_ς ὑ^δά^των. | τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων. |
πρόσωπον κυ_ρί^ου κα^λεῖ τὴν ῥάβδον, ἐπειδὴ εἰκόνα^ ἔφερε τοῦ σταυρωθέντος. | πρόσωπον κυρίου καλεῖ τὴν ῥάβδον, ἐπειδὴ εἰκόνα ἔφερε τοῦ σταυρωθέντος. |
ὅτι^ δε ἡ τοῦ μωϋσέως ῥάβδος εἰκών ἐστι^ τοῦ σωτῆρος ἡμῶν, ἄ^κουε εἶπεν ὁ κύ_ρι^ος τῷ κυ_ρί^ῳ μου· | ὅτι δε ἡ τοῦ μωϋσέως ῥάβδος εἰκών ἐστι τοῦ σωτῆρος ἡμῶν, ἄκουε εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· |
κάθου ἐκ δεξι^ῶν μου, ἕως ἂ_ν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. | κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. |
ῥάβδον δυ^νά^μεως ἐξαποστελεῖ σοι κύ_ρι^ος ἐκ σιὼν καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. | ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ σιὼν καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. |
ὁρᾷς ὅτι^ ἡ ῥάβδος ἐκείνη εἰκὼν ἦν τῆς ῥάβδου τῆς δυ^νά^μεως; | ὁρᾷς ὅτι ἡ ῥάβδος ἐκείνη εἰκὼν ἦν τῆς ῥάβδου τῆς δυνάμεως; |
ῥάβδον δυ^νά^μεως ὅτα^ν εἴπῃ ῥάβδου βα^σι^λι^κῆς λέγει σύνθημα^. | ῥάβδον δυνάμεως ὅταν εἴπῃ ῥάβδου βασιλικῆς λέγει σύνθημα. |
ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βα^σι^λεία_ς σου. | ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. |
ῥάβδον δυ^νά^μεως, τουτέστι^ βα^σι^λεία_ν δυ^να^τήν. | ῥάβδον δυνάμεως, τουτέστι βασιλείαν δυνατήν. |
δυνατὴν δι^ὰ^ τί^; | δυνατὴν διὰ τί; |
ὅτι^ δι^ὰ^ τῶν ἐνα^ντί^ων τὰ^ ἐνα^ντί^α_ κα^τορθοῖ· | ὅτι διὰ τῶν ἐναντίων τὰ ἐναντία κατορθοῖ· |
δι^ὰ^ πά^θους ἀ^πάθεια^ν ἡμῖν χα^ρί^ζεται. | διὰ πάθους ἀπάθειαν ἡμῖν χαρίζεται. |
δι^ὰ^ θα^νά^του ἀθανασίαν δωρεῖται. | διὰ θανάτου ἀθανασίαν δωρεῖται. |
δι^ὰ^ σταυροῦ σταυροῖ τοὺς δαίμονα^ς. | διὰ σταυροῦ σταυροῖ τοὺς δαίμονας. |
δι^ὰ^ τῆς ῥάβδου φανερώσεως ἐθριάμβευσε τὴν τῶν δαιμόνων φάλαγγα^. | διὰ τῆς ῥάβδου φανερώσεως ἐθριάμβευσε τὴν τῶν δαιμόνων φάλαγγα. |
εἰκότως οὖν καὶ ῥάβδον δυ^νά^μεως, οὐκ ἀ^πὸ τῶν ἀ^κολούθων νι_κώσης ἀλλ' ἀ^πὸ τῶν ἐνα^ντί^ων τῶν ἐχθρῶν περι^γινομένης. | εἰκότως οὖν καὶ ῥάβδον δυνάμεως, οὐκ ἀπὸ τῶν ἀκολούθων νικώσης ἀλλ' ἀπὸ τῶν ἐναντίων τῶν ἐχθρῶν περιγινομένης. |
ἀ^πὸ προσώπου κυ_ρί^ου ἐσαλεύθη ἡ γῆ, τοῦ στρέψαντος τὴν πέτραν εἰς λί^μνα_ς ὑ^δά^των.. | ἀπὸ προσώπου κυρίου ἐσαλεύθη ἡ γῆ, τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων.. |
ὢ τῆς ἀγνωμοσύνης τῶν αἱρετι^κῶν. | ὢ τῆς ἀγνωμοσύνης τῶν αἱρετικῶν. |
ἡ πέτρα_ τὴν ῥάβδον θεα_σα^μένη ᾐδέσθη. | ἡ πέτρα τὴν ῥάβδον θεασαμένη ᾐδέσθη. |
εἰκόνα^ σταυροῦ εἶδεν ἡ πέτρα_ καὶ ᾐδέσθη· | εἰκόνα σταυροῦ εἶδεν ἡ πέτρα καὶ ᾐδέσθη· |
αἱρετι^κοὶ αὐτὸν τὸν σωτῆρα^ εἶδον καὶ οὐκ ἠρυθρίασα^ν. | αἱρετικοὶ αὐτὸν τὸν σωτῆρα εἶδον καὶ οὐκ ἠρυθρίασαν. |
ἡ πέτρα_ θεα_σα^μένη σταυροῦ εἰκόνα^, καὶ ἃ^ μὴ εἶχε, προήνεγκεν· | ἡ πέτρα θεασαμένη σταυροῦ εἰκόνα, καὶ ἃ μὴ εἶχε, προήνεγκεν· |
αἱρετικοὶ εἶδον τὸν σωτῆρα^ καὶ ἃ^ πα^ρέλα^βον ἠρνήσαντο. | αἱρετικοὶ εἶδον τὸν σωτῆρα καὶ ἃ παρέλαβον ἠρνήσαντο. |
ἐκείνη προφέρει ἃ^ μὴ εἶχεν. | ἐκείνη προφέρει ἃ μὴ εἶχεν. |
οὗτοι ἀρνοῦνται ἃ^ ἔλα^βον. | οὗτοι ἀρνοῦνται ἃ ἔλαβον. |
παρέλαβον πίστι^ν καὶ πίστι^ν ἠρνήσαντο. | παρέλαβον πίστιν καὶ πίστιν ἠρνήσαντο. |
παρέλαβον φώτισμα^ καὶ τοῦ φωτίσματος τὴν δύ^να^μι^ν ἠρνήσαντο. | παρέλαβον φώτισμα καὶ τοῦ φωτίσματος τὴν δύναμιν ἠρνήσαντο. |
ἀλλ' ἔλθωμεν ἐπὶ^ τὸν ἰ_α_τρὸν τῶν ἡμετέρων ψυ_χῶν, τὸν καὶ λόγῳ ἡμᾶς παιδεύοντα^ καὶ τοῖς λειψά^νοις τοῖς ἑαυτοῦ τὴν πόλι^ν τὴν ἡμετέρα_ν τειχίζοντα^· | ἀλλ' ἔλθωμεν ἐπὶ τὸν ἰατρὸν τῶν ἡμετέρων ψυχῶν, τὸν καὶ λόγῳ ἡμᾶς παιδεύοντα καὶ τοῖς λειψάνοις τοῖς ἑαυτοῦ τὴν πόλιν τὴν ἡμετέραν τειχίζοντα· |
ἰωάννην λέγω τὸν βαπτιστήν, λούσα^ντα^ ἡμᾶς σήμερον τῷ λόγῳ τῆς μετα^νοία_ς· | ἰωάννην λέγω τὸν βαπτιστήν, λούσαντα ἡμᾶς σήμερον τῷ λόγῳ τῆς μετανοίας· |
ἴ^δωμεν αὐτόν, δι' ὧν πρὸς τὸν σωτῆρα^ ἀποστέλλει παιδεύοντα^ ἡμᾶς τὴν ἀ^λήθεια^ν. | ἴδωμεν αὐτόν, δι' ὧν πρὸς τὸν σωτῆρα ἀποστέλλει παιδεύοντα ἡμᾶς τὴν ἀλήθειαν. |
σήμερον γά^ρ, ὡς ὑπανεγνώσθη ταῖς ὑ_μετέραις ἀ^κοαῖς, ἀ^πέστειλεν ἰωάννης ὁ βαπτιστὴς πρὸς τὸν κύ_ρι^ον ἡμῶν ἰησοῦν χριστὸν λέγων· | σήμερον γάρ, ὡς ὑπανεγνώσθη ταῖς ὑμετέραις ἀκοαῖς, ἀπέστειλεν ἰωάννης ὁ βαπτιστὴς πρὸς τὸν κύριον ἡμῶν ἰησοῦν χριστὸν λέγων· |
σὺ^ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; | σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; |
δοκεῖ πως ὑ^πεναντί^ον εἶναι τῇ τοῦ προφήτου ἐπαγγελίᾳ ἡ ἀ^μφι^βολί^α_. | δοκεῖ πως ὑπεναντίον εἶναι τῇ τοῦ προφήτου ἐπαγγελίᾳ ἡ ἀμφιβολία. |
τὸ γὰ^ρ σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; | τὸ γὰρ σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; |
κα^τὰ^ τὸ φαινόμενον ἐν τῇ λέξει οὐδέπω πεπιστευκότος, ἀλλ' ἐπιζητοῦντός ἐστι^ν. | κατὰ τὸ φαινόμενον ἐν τῇ λέξει οὐδέπω πεπιστευκότος, ἀλλ' ἐπιζητοῦντός ἐστιν. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.