macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἐπερωτάσθω τοίνυ^ν ὁ προφήτης καὶ πρόδρομος·
ἐπερωτάσθω τοίνυν ὁ προφήτης καὶ πρόδρομος·
εἰ ἀκμὴν ἐπιζητεῖς, πῶς ἐμα^ρτύ^ρεις;
εἰ ἀκμὴν ἐπιζητεῖς, πῶς ἐμαρτύρεις;
δι^ὰ^ τί^ ἐπὶ^ τοῦ βαπτίσμα^τος ἔλεγες·
διὰ τί ἐπὶ τοῦ βαπτίσματος ἔλεγες·
ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁ^μαρτί^α_ν τοῦ κόσμου;
ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου;
δι^ὰ^ τί^ ἔλεγες·
διὰ τί ἔλεγες·
μέσος ὑ_μῶν ἔστηκεν, ὃν ὑ_μεῖς οὐκ οἴδα^τε;
μέσος ὑμῶν ἔστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε;
καὶ ὁ ἄ^νωθεν ἐρχόμενος ἐπά^νω πάντων ἐστί^;
καὶ ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί;
πῶς δὲ αὐτῷ προσεφώνεις τῷ σωτῆρι^ λέγων·
πῶς δὲ αὐτῷ προσεφώνεις τῷ σωτῆρι λέγων·
κύ_ρι^ε, ἐγὼ χρεία_ν ἔχω ὑ^πὸ σοῦ βαπτισθῆναι;
κύριε, ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι;
οὐ σή ἐστι^ν ἡ φωνή·
οὐ σή ἐστιν ἡ φωνή·
κ ἀγὼ οὐκ ᾔδειν αὐτὸν, ἀλλ' ὁ πέμψα_ς με βαπτίζειν ἐν ὕ^δα^τι^, αὐτός μοι εἶπεν·
κ ἀγὼ οὐκ ᾔδειν αὐτὸν, ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, αὐτός μοι εἶπεν·
ἐφ' ὃν ἂ_ν ἴ^δῃς τὸ πνεῦμα^ κα^τα^βαῖνον ὡσεὶ περιστερὰν καὶ μένον ἐπ' αὐτόν, οὗτος ἐστι^ν;
ἐφ' ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν καὶ μένον ἐπ' αὐτόν, οὗτος ἐστιν;
εἰ καὶ ἡ μα^ρτυ^ρί^α_ σε τοῦ πατρὸς ἐβεβαίωσε καὶ ἡ ὄψι^ς ἔπεισε καὶ σὺ ἐκήρυ^ξα^ς καὶ οἱ ἀ^κούσα^ντες ἐπί^στευσα^ν, δι^ὰ^ τί^ ἀποθέμενος τὴν πρώτην γνῶσι^ν, ἀ^γνοία_ς ἀ^να^λα^μβά^νεις σχῆμα^;
εἰ καὶ ἡ μαρτυρία σε τοῦ πατρὸς ἐβεβαίωσε καὶ ἡ ὄψις ἔπεισε καὶ σὺ ἐκήρυξας καὶ οἱ ἀκούσαντες ἐπίστευσαν, διὰ τί ἀποθέμενος τὴν πρώτην γνῶσιν, ἀγνοίας ἀναλαμβάνεις σχῆμα;
οὐκ ἀγνοεῖ ὁ προφήτης, οὐκ ἀγνοεῖ τὸν δεσπότην, ὃν ἐν τῇ γαστρὶ^ προσεκύνησεν.
οὐκ ἀγνοεῖ ὁ προφήτης, οὐκ ἀγνοεῖ τὸν δεσπότην, ὃν ἐν τῇ γαστρὶ προσεκύνησεν.
οὐκ ἀγνοεῖ τὸν εὐεργέτην, ὃν καὶ δι^ὰ^ τοῦ σκιρτήμα^τος ἔδειξεν.
οὐκ ἀγνοεῖ τὸν εὐεργέτην, ὃν καὶ διὰ τοῦ σκιρτήματος ἔδειξεν.
οὐ μά^χεται αὐτοῦ ταῖς φωναῖς·
οὐ μάχεται αὐτοῦ ταῖς φωναῖς·
στηρίζει δὲ τῶν μα^θητῶν τὰ_ς γνώμα_ς.
στηρίζει δὲ τῶν μαθητῶν τὰς γνώμας.
ἐπειδὴ γὰ^ρ ἐν τῇ φυ^λα^κῇ ἦν τοῦτο γὰ^ρ γέγραπται, ὅτι^ ἰωάννης ὑ^πά^ρχων ἐν τῇ φυ^λα^κῇ ἀπέστειλε πρὸς τὸν ἰησοῦν.
ἐπειδὴ γὰρ ἐν τῇ φυλακῇ ἦν τοῦτο γὰρ γέγραπται, ὅτι ἰωάννης ὑπάρχων ἐν τῇ φυλακῇ ἀπέστειλε πρὸς τὸν ἰησοῦν.
ἐπειδὴ ἐν τῇ φυ^λα^κῇ ἦν ὑ^πὸ ἡρώδου βεβλημένος δι^ὰ^ τὸν ἔλεγχον τῆς ἀκολασία_ς, ὡς δὲ προφήτης εἶδεν, ὅτι^ τὰ^ τῶν ἀ^γώνων εἰς τέλος προῆλθε καὶ μέλλει λοιπὸν ἐκδημεῖν ἐκ τοῦ κόσμου, καὶ πρὸς τὸν ἑαυτοῦ βραβευτὴν τρέχειν, πολὺ^ς δὲ αὐτὸν περι^εῖχεν ὅμι_λος τῶν μα^θητῶν, καὶ πολλοὶ αὐτὸν περι^εστοίχιζον τῶν ἰουδαίων,...
ἐπειδὴ ἐν τῇ φυλακῇ ἦν ὑπὸ ἡρώδου βεβλημένος διὰ τὸν ἔλεγχον τῆς ἀκολασίας, ὡς δὲ προφήτης εἶδεν, ὅτι τὰ τῶν ἀγώνων εἰς τέλος προῆλθε καὶ μέλλει λοιπὸν ἐκδημεῖν ἐκ τοῦ κόσμου, καὶ πρὸς τὸν ἑαυτοῦ βραβευτὴν τρέχειν, πολὺς δὲ αὐτὸν περιεῖχεν ὅμιλος τῶν μαθητῶν, καὶ πολλοὶ αὐτὸν περιεστοίχιζον τῶν ἰουδαίων, βουληθεὶς μὴ ...
οὐκ εἶπε λοιπὸν ἐπειδὴ ἐκδημῶ τοῦ σώμα^τος, προσχωρήσατε τῷ χριστῷ.
οὐκ εἶπε λοιπὸν ἐπειδὴ ἐκδημῶ τοῦ σώματος, προσχωρήσατε τῷ χριστῷ.
ἱκανὸς γά^ρ ἐστι^ν ὁ δι^δά^σκα^λος.
ἱκανὸς γάρ ἐστιν ὁ διδάσκαλος.
μαρτυρία γὰ^ρ εὐχερὴς εἰς ὑ^ποψίαν ἔρχεται.
μαρτυρία γὰρ εὐχερὴς εἰς ὑποψίαν ἔρχεται.
ἀλλ' ὅρα_ τὸ θαυμαστόν·
ἀλλ' ὅρα τὸ θαυμαστόν·
ὡς προφήτης, ἵ^να_ καὶ τὴν ὑ^ποψίαν φύ^γῃ τῆς μα^ρτυ^ρί^α_ς καὶ τὴν ἐνέργεια^ν αὐτὴν πα^ρα^στήσῃ τῆς ἀ^ληθεία_ς.
ὡς προφήτης, ἵνα καὶ τὴν ὑποψίαν φύγῃ τῆς μαρτυρίας καὶ τὴν ἐνέργειαν αὐτὴν παραστήσῃ τῆς ἀληθείας.
ἀποστέλλει τοὺς μα^θητὰ_ς πρὸς τὸν ἰησοῦν, ἐννοήσα_ς, μᾶλλον δὲ ὡς προφήτης, θεα_σά^μενος, ὅτι^ κα^τὰ^ τὸν καιρόν, ὃν ἀ^πήρχοντο οἱ μα^θηταί, εὑρίσκετο ὁ σωτὴρ θαύμα^τα^ ποιῶν, ἵ^να_ τῶν θαυμά^των γενόμενοι θεα_ταί, τῷ μὲν σχήμα^τι^ θεωρήσωσι^, τῇ δὲ ἀ^ληθείᾳ τὸν σωτῆρα^ τοῦ κόσμου πα^ρα^λά^βωσι^ν.
ἀποστέλλει τοὺς μαθητὰς πρὸς τὸν ἰησοῦν, ἐννοήσας, μᾶλλον δὲ ὡς προφήτης, θεασάμενος, ὅτι κατὰ τὸν καιρόν, ὃν ἀπήρχοντο οἱ μαθηταί, εὑρίσκετο ὁ σωτὴρ θαύματα ποιῶν, ἵνα τῶν θαυμάτων γενόμενοι θεαταί, τῷ μὲν σχήματι θεωρήσωσι, τῇ δὲ ἀληθείᾳ τὸν σωτῆρα τοῦ κόσμου παραλάβωσιν.
ἄλλο γά^ρ ἐστι^ μα^ρτυ^ρῆσαι λόγῳ, ἄλλο εστὶ πα^ρα^στῆσαι τῶν πρα_γμά^των τὴν ἀ^λήθεια^ν.
ἄλλο γάρ ἐστι μαρτυρῆσαι λόγῳ, ἄλλο εστὶ παραστῆσαι τῶν πραγμάτων τὴν ἀλήθειαν.
πορευθέντες φησὶ^ν ἐρωτήσα^τε αὐτὸν καὶ εἴπα^τε·
πορευθέντες φησὶν ἐρωτήσατε αὐτὸν καὶ εἴπατε·
ἰωάννης λέγει ὁ βαπτιστής, αἰνιττόμενος, ὡς οὐκ ἐπελαθόμην τῶν ἐν τῷ βαπτίσμα^τι^, οἶδα^ ὃν ἐβά^πτι^σα^, λυτρωτὴν τὸν τοῦ κόσμου ἐγὼ ὁ λυτρώσεως δεόμενος.
ἰωάννης λέγει ὁ βαπτιστής, αἰνιττόμενος, ὡς οὐκ ἐπελαθόμην τῶν ἐν τῷ βαπτίσματι, οἶδα ὃν ἐβάπτισα, λυτρωτὴν τὸν τοῦ κόσμου ἐγὼ ὁ λυτρώσεως δεόμενος.
σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;
σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;
ἦλθον οἱ μα^θηταὶ καὶ περι^επά^τησα^ν τῇ θύ^ρᾳ τῆς ἀ^ληθεία_ς, ἀ^πῆλθον μα^θεῖν καὶ εὑρέθη τὰ^ θαύμα^τα^ διδάσκοντα^.
ἦλθον οἱ μαθηταὶ καὶ περιεπάτησαν τῇ θύρᾳ τῆς ἀληθείας, ἀπῆλθον μαθεῖν καὶ εὑρέθη τὰ θαύματα διδάσκοντα.
λέγει γὰ^ρ ὁ εὐαγγελιστής·
λέγει γὰρ ὁ εὐαγγελιστής·
ἐν ἐκείνῃ τῇ ὥρᾳ ὁ ἰησοῦς πολλὰ_ς νόσους ἐθερά^πευσε καὶ πολλὰ^ δαιμόνι^α^ ἐξέβα^λε καὶ πολλὰ_ς θερα^πεία_ς ἐπετέλεσεν.
ἐν ἐκείνῃ τῇ ὥρᾳ ὁ ἰησοῦς πολλὰς νόσους ἐθεράπευσε καὶ πολλὰ δαιμόνια ἐξέβαλε καὶ πολλὰς θεραπείας ἐπετέλεσεν.
ἐν ἐκείνῃ τῇ ὥρᾳ.
ἐν ἐκείνῃ τῇ ὥρᾳ.
ποίᾳ;
ποίᾳ;
καθ' ἣν ἀ^πέστειλεν ἰωάννης.
καθ' ἣν ἀπέστειλεν ἰωάννης.
ὡς γὰ^ρ προφήτης ἥρμοσε τῷ καιρῷ τῶν θαυμά^των τὴν ἀποστολὴν τῶν μα^θητῶν.
ὡς γὰρ προφήτης ἥρμοσε τῷ καιρῷ τῶν θαυμάτων τὴν ἀποστολὴν τῶν μαθητῶν.
εἶτα οἱ ἀποσταλέντες φρά^ζουσι^ τὴν βουλὴν τοῦ ἀποστέιλαντος, μᾶλλον δὲ αὐτῇ τῇ λέξει λέγουσι^ν·
εἶτα οἱ ἀποσταλέντες φράζουσι τὴν βουλὴν τοῦ ἀποστέιλαντος, μᾶλλον δὲ αὐτῇ τῇ λέξει λέγουσιν·
ἰωάννης ὁ βαπτιστὴς ἀ^πέστειλεν ἡμᾶς λέγων·
ἰωάννης ὁ βαπτιστὴς ἀπέστειλεν ἡμᾶς λέγων·
σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;
σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;
ὁ σωτὴρ λέγει·
ὁ σωτὴρ λέγει·
πορευθέντες εἴπα^τε ἰωάννῃ ἃ^ βλέπετε καὶ ἀ^κούετε.
πορευθέντες εἴπατε ἰωάννῃ ἃ βλέπετε καὶ ἀκούετε.
οὐκ ἰωάννῃ πέμπων ταῦτά^ φησι^ν, ἀλλ' ἐκείνων δι^ορθοῦται τὴν δι^ά^νοια^ν.
οὐκ ἰωάννῃ πέμπων ταῦτά φησιν, ἀλλ' ἐκείνων διορθοῦται τὴν διάνοιαν.
πορευθέντες εἴπα^τε ἰωάννῃ ἃ^ βλέπετε καὶ ἀ^κούετε.
πορευθέντες εἴπατε ἰωάννῃ ἃ βλέπετε καὶ ἀκούετε.
οὐ χρεία_ λόγου.
οὐ χρεία λόγου.
ὀφθαλμῶν χρεία_ μα^ρτύ^ρων καὶ γλώσσης μαρτυρούσης τὰ^ τῇ ὄψει θεαθέντα^.
ὀφθαλμῶν χρεία μαρτύρων καὶ γλώσσης μαρτυρούσης τὰ τῇ ὄψει θεαθέντα.
τί^ δὲ εἴπωμεν;
τί δὲ εἴπωμεν;
τυφλοὶ ἀναβλεπουσι καὶ χωλοὶ περι^πα^τοῦσι^.
τυφλοὶ ἀναβλεπουσι καὶ χωλοὶ περιπατοῦσι.
εἴπα^τε ταῦτα^, εἲπατε ἐκείνῳ τῇ γλώσσῃ·
εἴπατε ταῦτα, εἲπατε ἐκείνῳ τῇ γλώσσῃ·
εἴπα^τε ἑαυτοῖς τῇ γνώμῃ.
εἴπατε ἑαυτοῖς τῇ γνώμῃ.
ἀ^πα^γγείλα^τε τῷ μὴ δεομένῳ δι^ὰ^ λόγου.
ἀπαγγείλατε τῷ μὴ δεομένῳ διὰ λόγου.
ἀπαγγείλατε ἑαυτοῖς ἃ^ οἴδα^τε δι^ὰ^ τῶν πρα_γμά^των.
ἀπαγγείλατε ἑαυτοῖς ἃ οἴδατε διὰ τῶν πραγμάτων.
τυφλοὶ ἀ^να^βλέπουσι^, χωλοὶ περι^πα^τοῦσι^, λεπροὶ κα^θα^ρί^ζονται, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται.
τυφλοὶ ἀναβλέπουσι, χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται.
καὶ μα^κά^ριος ὃς ἐὰ^ν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
καὶ μακάριος ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
πρόσεχε ἀ^κρι_βῶς.
πρόσεχε ἀκριβῶς.
οὐκ εἶπε·
οὐκ εἶπε·
μακάριός ἐστι^ν ἰωάννης ἐὰ^ν μὴ σκανδαλισθῇ οὐ γὰ^ρ συ^νῄδει τοιαύτην τι^νὰ^ μεμερισμένην ἔννοια^ν τοῦ προφήτου , ἀλλὰ^ μακάριός ἐστι^ν ὃς ἐὰ^ν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
μακάριός ἐστιν ἰωάννης ἐὰν μὴ σκανδαλισθῇ οὐ γὰρ συνῄδει τοιαύτην τινὰ μεμερισμένην ἔννοιαν τοῦ προφήτου , ἀλλὰ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
ἀντὶ^ τοῦ μα^κά^ριοί ἐστε ὑ_μεῖς, ἐὰ^ν μὴ σκαδαλισθῆτε.
ἀντὶ τοῦ μακάριοί ἐστε ὑμεῖς, ἐὰν μὴ σκαδαλισθῆτε.
τί^ ἐστι^ τὸ μὴ σκαδαλισθῆτε;
τί ἐστι τὸ μὴ σκαδαλισθῆτε;
μακάριοί ἐστέ φησι^ν ἐὰν μὴ πρὸς τὸ σῶ^μα^ ἴ^δητε τὸ φαινόμενον καὶ ἀπ' αὐτοῦ ἀρνήσησθε τὴν θεότητα^, ἀλλ' ἀ^πὸ τῶν θαυμά^των μά^θητε τὸν ἐνεργοῦντα^ ἐν τῷ σώμα^τι^ θεόν.
μακάριοί ἐστέ φησιν ἐὰν μὴ πρὸς τὸ σῶμα ἴδητε τὸ φαινόμενον καὶ ἀπ' αὐτοῦ ἀρνήσησθε τὴν θεότητα, ἀλλ' ἀπὸ τῶν θαυμάτων μάθητε τὸν ἐνεργοῦντα ἐν τῷ σώματι θεόν.
ἐνεργοῦντα^ δὲ λέγει θεὸν ἐν τῷ σώμα^τι^, οὐχ ὡς ἐνήργησεν ἐν προφήταις, οὐ δ' ὡς ἐνήργησεν ἐν ἀ^ποστόλοις, ἀλλ' ἐνεργοῦντα, ὡς ἐνοικοῦντα^ καὶ συ^νημμένον καὶ ἀναλαμβάνοντα^ εἰς ἑαυτὸν τὴν πλάσιν τοῦ ἀδάμ, τουτέστι^ τὴν ἀνθρωπότητα^.
ἐνεργοῦντα δὲ λέγει θεὸν ἐν τῷ σώματι, οὐχ ὡς ἐνήργησεν ἐν προφήταις, οὐ δ' ὡς ἐνήργησεν ἐν ἀποστόλοις, ἀλλ' ἐνεργοῦντα, ὡς ἐνοικοῦντα καὶ συνημμένον καὶ ἀναλαμβάνοντα εἰς ἑαυτὸν τὴν πλάσιν τοῦ ἀδάμ, τουτέστι τὴν ἀνθρωπότητα.
τυφλοὶ ἀ^να^βλέπουσι^.
τυφλοὶ ἀναβλέπουσι.
καὶ τί^ πρὸς τὴν ἐρώτησι^ν, σὺ εἶ ὁ ἐρχόμενος;
καὶ τί πρὸς τὴν ἐρώτησιν, σὺ εἶ ὁ ἐρχόμενος;
μὴ γὰ^ρ εἶπον, τί^ ἐργάζῃ;
μὴ γὰρ εἶπον, τί ἐργάζῃ;
τί^ ποιεῖς;
τί ποιεῖς;
ποῖα^ σημεῖα^ γνωρίζεις;
ποῖα σημεῖα γνωρίζεις;
ἐρωτώμενος, σὺ εἶ ὁ ἐρχόμενος;
ἐρωτώμενος, σὺ εἶ ὁ ἐρχόμενος;
ἄλλο δείκνυ_σι^ν·
ἄλλο δείκνυσιν·
ὅτι^ τοῦ ἐρχομένου σημεῖα^ ταῦτά^ ἐστι^.
ὅτι τοῦ ἐρχομένου σημεῖα ταῦτά ἐστι.
καὶ πόθεν τοῦτο δῆλον, ὅτι^ τοῦ ἐρχομένου σημεῖα^ ταῦτά^ ἐστι^;
καὶ πόθεν τοῦτο δῆλον, ὅτι τοῦ ἐρχομένου σημεῖα ταῦτά ἐστι;
ἐπειδὴ ἐμοὶ ἀ^πι^στοῦσι^ πολλά^κι^ς καὶ πρὸς τὸ σῶ^μα^ βλέποντες καὶ σκανδαλιζόμενοι, ἐρωτήσωσι^ν ἡσαΐαν τὸν πρὸ τῶν θαυμά^των τούτων ταῦτα^ τὰ^ θαύμα^τα^ κηρύττοντα^.
ἐπειδὴ ἐμοὶ ἀπιστοῦσι πολλάκις καὶ πρὸς τὸ σῶμα βλέποντες καὶ σκανδαλιζόμενοι, ἐρωτήσωσιν ἡσαΐαν τὸν πρὸ τῶν θαυμάτων τούτων ταῦτα τὰ θαύματα κηρύττοντα.
ἄκουε γὰ^ρ ἰσχύ_σα^τε χεῖρες ἀ^νειμέναι, καὶ γόνα^τα^ παραλελυμμένα^·
ἄκουε γὰρ ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμμένα·
πα^ρα^κλήθητε οἱ ὀλι^γόψυ_χοι τῇ δι^α^νοίᾳ·
παρακλήθητε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ·
ἰσχύσατε, μὴ φοβεῖσθε.
ἰσχύσατε, μὴ φοβεῖσθε.
ἰ^δοὺ ὁ θεὸς ἡμῶν, ἰδοὺ κύ_ρι^ος μετὰ^ ἰσχύ^ος ἔρχεται.
ἰδοὺ ὁ θεὸς ἡμῶν, ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται.
καὶ ὁ ἐρχόμενος τί^ ποιεῖ;
καὶ ὁ ἐρχόμενος τί ποιεῖ;
ἀ^νοίγει τυφλῶν ὀφθαλμούς.
ἀνοίγει τυφλῶν ὀφθαλμούς.
τότε ἀνοιχθήσονταί φησι^ν οφθαλμοὶ τυφλῶν.
τότε ἀνοιχθήσονταί φησιν οφθαλμοὶ τυφλῶν.
πορευθέντες ἀπαγγείλατε ἰωάννῃ, τυφλοὶ ἀ^να^βλέπουσι^·
πορευθέντες ἀπαγγείλατε ἰωάννῃ, τυφλοὶ ἀναβλέπουσι·
τότε ἀνοιχθήσονται οφθαλμοὶ τυφλῶν.
τότε ἀνοιχθήσονται οφθαλμοὶ τυφλῶν.
παράθες τῇ εὐαγγελικῇ λέξει λέξι^ν προφητι^κήν, ἵ^να_ ἴ^δῃς τὸν προφήτην ἰωάννην καὶ πρόδρομον σύνῳδα φθεγγόμενον τῷ ἡσαΐᾳ.
παράθες τῇ εὐαγγελικῇ λέξει λέξιν προφητικήν, ἵνα ἴδῃς τὸν προφήτην ἰωάννην καὶ πρόδρομον σύνῳδα φθεγγόμενον τῷ ἡσαΐᾳ.
τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν·
τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν·
τυφλοὶ ἀ^να^βλέπουσι^·
τυφλοὶ ἀναβλέπουσι·
κωφοὶ ἀ^κούουσι^ν καὶ ὦτα^ κωφῶν ἀ^κούσεται·
κωφοὶ ἀκούουσιν καὶ ὦτα κωφῶν ἀκούσεται·
χωλοὶ περι^πα^τοῦσι^, τότε ἁλεῖται ὡς ἔλα^φος ὁ χωλός·
χωλοὶ περιπατοῦσι, τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός·
καὶ τρανὴ ἔσται γλῶσσα^ μογι^λά^λων.
καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων.
καὶ πότε ἐποίησε τρανὴν γλῶσσα^ν μογιλάλων;
καὶ πότε ἐποίησε τρανὴν γλῶσσαν μογιλάλων;
προσηνέχθη ποτὲ τῷ κυ_ρί^ῳ ἄνθρωπος δαιμονιζόμενος, κωφὸς καὶ ἄλα^λος, καὶ τί^ γέγονεν;
προσηνέχθη ποτὲ τῷ κυρίῳ ἄνθρωπος δαιμονιζόμενος, κωφὸς καὶ ἄλαλος, καὶ τί γέγονεν;
ἀπολαβὼν αὐτὸν κατ' ἰ^δί^α_ν καὶ πτύ^σα_ς, ἥψα^το τῆς γλώσσης αὐτοῦ.
ἀπολαβὼν αὐτὸν κατ' ἰδίαν καὶ πτύσας, ἥψατο τῆς γλώσσης αὐτοῦ.
δι^ὰ^ τί^ πτύ_ει ὁ λόγῳ πά^ντα^ ποιῶν;
διὰ τί πτύει ὁ λόγῳ πάντα ποιῶν;
τρὶς κέχρηται πτυέλῳ, τῷ ὀργάνῳ τούτῳ.
τρὶς κέχρηται πτυέλῳ, τῷ ὀργάνῳ τούτῳ.
εὑρίσκεις αὐτὸν ἐπὶ^ τρι^ῶν θαυμά^των χρησά^μενον τούτῳ τῷ φαρμά^κῳ·
εὑρίσκεις αὐτὸν ἐπὶ τριῶν θαυμάτων χρησάμενον τούτῳ τῷ φαρμάκῳ·
ἐπὶ^ τοῦ ἐκ γενετῆς τυφλοῦ, ὅτε πτύ^σα_ς πηλὸν ἐποίησε, καὶ ἐπὶ^ ἑτέρου τυφλοῦ, ἔπτυ^σεν εἰς τὰ^ ὄμμα^τα^ αὐτοῦ, καὶ ἐπὶ^ τοῦ κωφοῦ καὶ μογι^λά^λου, ἔπτυ^σεν εἰς τὰ^ ὦτα^ αὐτοῦ.
ἐπὶ τοῦ ἐκ γενετῆς τυφλοῦ, ὅτε πτύσας πηλὸν ἐποίησε, καὶ ἐπὶ ἑτέρου τυφλοῦ, ἔπτυσεν εἰς τὰ ὄμματα αὐτοῦ, καὶ ἐπὶ τοῦ κωφοῦ καὶ μογιλάλου, ἔπτυσεν εἰς τὰ ὦτα αὐτοῦ.
τρίτον ἐχρήσα^το τῷ φαρμά^κῳ τούτῳ, οὐ δεόμενος αὐτοῦ, ἀλλὰ^ πρᾶγμα^ μυστι^κὸν ὑποτι^θέμενος, ἐπειδὴ ἀπ' ἀρχῆς ὁ δι^ά^βολος ταύτα_ς τὰ_ς αἰσθήσεις ἔβλαψε.
τρίτον ἐχρήσατο τῷ φαρμάκῳ τούτῳ, οὐ δεόμενος αὐτοῦ, ἀλλὰ πρᾶγμα μυστικὸν ὑποτιθέμενος, ἐπειδὴ ἀπ' ἀρχῆς ὁ διάβολος ταύτας τὰς αἰσθήσεις ἔβλαψε.
θεα_σα^μένη γὰ^ρ ἡ γυ^νὴ τὸ δένδρον ὅτι^ κα^λόν, θεασαμένη τῷ ὀφθαλμῷ καὶ ἀ^κούσα_σα^ ἐκ τοῦ ὄφεως.
θεασαμένη γὰρ ἡ γυνὴ τὸ δένδρον ὅτι καλόν, θεασαμένη τῷ ὀφθαλμῷ καὶ ἀκούσασα ἐκ τοῦ ὄφεως.
ποίῳ γὰ^ρ μέρει;
ποίῳ γὰρ μέρει;
τῇ ἀκοῇ, ἐπειδὴ ὁ ἰ^ὸς τοῦ ὄφεως κα^τὰ^ τῆς ἀκοῆς ἔδρα^με, καὶ δι^ὰ^ τῆς ἀκοῆς πᾶσα^ν ἐπλήρωσε τὴν δεξαμενὴν τῆς ψυ_χῆς, καὶ ὅλος ἰ^οῦ ἐπληρώθη ὁ ἄνθρωπος, ὡς μὴ μόνον ἔχειν, ἀλλὰ^ καὶ δι^δόναι.
τῇ ἀκοῇ, ἐπειδὴ ὁ ἰὸς τοῦ ὄφεως κατὰ τῆς ἀκοῆς ἔδραμε, καὶ διὰ τῆς ἀκοῆς πᾶσαν ἐπλήρωσε τὴν δεξαμενὴν τῆς ψυχῆς, καὶ ὅλος ἰοῦ ἐπληρώθη ὁ ἄνθρωπος, ὡς μὴ μόνον ἔχειν, ἀλλὰ καὶ διδόναι.
ἐπειδὴ ἐπληρώθησα^ν ἰ^οῦ, εὑρέθησα^ν καὶ ἰ^ὸν φέροντες ἰ^ὸς γὰ^ρ ἀ^σπί^δων ὑ^πὸ τὰ^ χείλη αὐτῶν μετέδωκεν ἡ τοῦ ὄφεως πικρία καὶ τῷ ἀνθρώπῳ, καὶ ἀ^πὸ τοῦ ἀνθρώπου δέδωκεν εἰς ἄλλους.
ἐπειδὴ ἐπληρώθησαν ἰοῦ, εὑρέθησαν καὶ ἰὸν φέροντες ἰὸς γὰρ ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν μετέδωκεν ἡ τοῦ ὄφεως πικρία καὶ τῷ ἀνθρώπῳ, καὶ ἀπὸ τοῦ ἀνθρώπου δέδωκεν εἰς ἄλλους.
ἐπεὶ τοίνυ^ν ἰ^ὸς ὄφεως πτύελόν ἐστι^ν ὄφεως, εἰσά^γει τὸ δηλητήρι^ον ἀντιφάρμα^κον, τὸν ἰ^ὸν πτυέλῳ.
ἐπεὶ τοίνυν ἰὸς ὄφεως πτύελόν ἐστιν ὄφεως, εἰσάγει τὸ δηλητήριον ἀντιφάρμακον, τὸν ἰὸν πτυέλῳ.
λέγεται γὰ^ρ φυ^σι^κῶς, ὅτι^ ὅπερ ἐστὶ^ν ἰὸς ὄφεως ἀνθρώπῳ, τοῦτο τῷ ὄφει πτύελος ἀνθρώπου.
λέγεται γὰρ φυσικῶς, ὅτι ὅπερ ἐστὶν ἰὸς ὄφεως ἀνθρώπῳ, τοῦτο τῷ ὄφει πτύελος ἀνθρώπου.
ἀλλ' ὁ μὲν ἐμὸς πτύελος τὸν αἰσθητὸν ὄφιν τροποῦται, ὁ δὲ τοῦ δεσπότου τὸν νοητόν.
ἀλλ' ὁ μὲν ἐμὸς πτύελος τὸν αἰσθητὸν ὄφιν τροποῦται, ὁ δὲ τοῦ δεσπότου τὸν νοητόν.