macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
πτύει εἰς τὰ^ ὦτα^, ἵ^να_ τὸν ἰ^ὸν ἀποπλύνῃ·
πτύει εἰς τὰ ὦτα, ἵνα τὸν ἰὸν ἀποπλύνῃ·
καὶ ἀνοίγει τὴν γλῶσσα^ν λέγων·
καὶ ἀνοίγει τὴν γλῶσσαν λέγων·
ἐφφαθά, ὅ ἐστι^, διανοίχθητι^.
ἐφφαθά, ὅ ἐστι, διανοίχθητι.
ὃ γὰ^ρ ἀπέκλεισεν ὁ δι^ά^βολος τῇ πα^ραβάσει, ἤνοιξεν ὁ σωτὴρ τῇ φι^λανθρωπί^ᾳ.
ὃ γὰρ ἀπέκλεισεν ὁ διάβολος τῇ παραβάσει, ἤνοιξεν ὁ σωτὴρ τῇ φιλανθρωπίᾳ.
τὸν δὲ τυφλόν, οὐ τὸν ἐκ γενετῆς, ἀλλ' ἕτερον πα^ρα^λα^βὼν ἔξω τῆς κώμης καὶ θεωρήσα_ς, φησί^ν, εἰς τὸν οὐρα^νὸν ἐστέναξε, καὶ στενά^ξα_ς προσέπτυσε τοῖς ὄμμα^σι^ τοῦ τυφλοῦ.
τὸν δὲ τυφλόν, οὐ τὸν ἐκ γενετῆς, ἀλλ' ἕτερον παραλαβὼν ἔξω τῆς κώμης καὶ θεωρήσας, φησίν, εἰς τὸν οὐρανὸν ἐστέναξε, καὶ στενάξας προσέπτυσε τοῖς ὄμμασι τοῦ τυφλοῦ.
δι^ὰ^ τί^ στενάζει καὶ δι^ὰ^ τί^ προσπτύ^ει;
διὰ τί στενάζει καὶ διὰ τί προσπτύει;
δι^ὰ^ τί^ μὴ κελεύει ὡς αὐθεντῶν;
διὰ τί μὴ κελεύει ὡς αὐθεντῶν;
δι^ὰ^ τί^ μὴ ἰα_τρεύει ὡς θεός;
διὰ τί μὴ ἰατρεύει ὡς θεός;
δι^ὰ^ τί^ ἀναβλεπει εἰς τὸν οὐρα^νὸν καὶ στενάζει;
διὰ τί ἀναβλεπει εἰς τὸν οὐρανὸν καὶ στενάζει;
οὐκ ἀπὸ τῆς θεότητος οὕτω φθέγγεται, ἀλλὰ^ τὸ σχῆμα^ καὶ τὸ φθέγμα^ τὸν ἀδὰμ δείκνυ_σι^ν.
οὐκ ἀπὸ τῆς θεότητος οὕτω φθέγγεται, ἀλλὰ τὸ σχῆμα καὶ τὸ φθέγμα τὸν ἀδὰμ δείκνυσιν.
ἐπειδὴ γὰ^ρ τὸν ἀδὰμ ἐνεδύ_σα^το τὸν πε σόντα^ καὶ ἐκλήθη ἀδὰμ διὰ τὸ ἀ^να^λα^βεῖν πλάσμα^ τοῦ ἀδάμ.
ἐπειδὴ γὰρ τὸν ἀδὰμ ἐνεδύσατο τὸν πε σόντα καὶ ἐκλήθη ἀδὰμ διὰ τὸ ἀναλαβεῖν πλάσμα τοῦ ἀδάμ.
ὁ γὰ^ρ πρῶτος ἄνθρωπος ἀδὰμ εἰς ψυ_χὴν ζῶσα^ν·
ὁ γὰρ πρῶτος ἄνθρωπος ἀδὰμ εἰς ψυχὴν ζῶσαν·
ὁ δεύτερος ἀδὰμ εἰς πνεῦμα^ ζωοποοῦν.
ὁ δεύτερος ἀδὰμ εἰς πνεῦμα ζωοποοῦν.
ἀ^να^βλέψα_ς ἐστέναξεν ἐκ προσώπου τῆς ἀνθρωπότητος, μονονουχὶ διὰ τοῦ στεναγμοῦ κηρύττων τὴν βίαν τοῦ δι^α^βόλου καὶ λέγων·
ἀναβλέψας ἐστέναξεν ἐκ προσώπου τῆς ἀνθρωπότητος, μονονουχὶ διὰ τοῦ στεναγμοῦ κηρύττων τὴν βίαν τοῦ διαβόλου καὶ λέγων·
ἰδοὺ τὸ πλάσμα^ πῶς ὕβρισται;
ἰδοὺ τὸ πλάσμα πῶς ὕβρισται;
ἰδοὺ τὰ^ ὄργα^να^ τὰ^ ὑπ' ἐμοῦ πλασθέντα^ πῶς ἡ τοῦ δι^α^βόλου τυ^ραννὶς ἀπέπνιξεν;
ἰδοὺ τὰ ὄργανα τὰ ὑπ' ἐμοῦ πλασθέντα πῶς ἡ τοῦ διαβόλου τυραννὶς ἀπέπνιξεν;
ἐστέναξε συμπαθὼν τῇ ἀνθρωπότητι^ οὕτως ὑ^πὸ τοῦ δι^α^βόλου πεπεδημένῃ, οὕτως ὑ^πὸ τῆς τυραννί^δος τοῦ δι^α^βόλου κα^τεχομένῃ.
ἐστέναξε συμπαθὼν τῇ ἀνθρωπότητι οὕτως ὑπὸ τοῦ διαβόλου πεπεδημένῃ, οὕτως ὑπὸ τῆς τυραννίδος τοῦ διαβόλου κατεχομένῃ.
ἐστέναξεν·
ἐστέναξεν·
ἔδειξε τὴν συμπάθεια^ν.
ἔδειξε τὴν συμπάθειαν.
λοιπὸν δείκνυ_σι^ καὶ τὴν ἐνέργεια^ν.
λοιπὸν δείκνυσι καὶ τὴν ἐνέργειαν.
καὶ προσπτύ^ει τοῖς ὄμμα^σι^ν αὐτοῦ καὶ ἐπι^τί^θησι^ τὰ_ς χεῖρα^ς.
καὶ προσπτύει τοῖς ὄμμασιν αὐτοῦ καὶ ἐπιτίθησι τὰς χεῖρας.
προσπτύει, ἵν' ἀποπλύνῃ τὸν ἰ^όν.
προσπτύει, ἵν' ἀποπλύνῃ τὸν ἰόν.
ἐπιτίθησι τὰ_ς χεῖρα^ς, ἵ^να_ δείξῃ τὸν πλάστην.
ἐπιτίθησι τὰς χεῖρας, ἵνα δείξῃ τὸν πλάστην.
ἄλλως γὰ^ρ οὐ γί_νεται πλάσις ἢ χειρὸς θεοῦ ἐπικειμένης·
ἄλλως γὰρ οὐ γίνεται πλάσις ἢ χειρὸς θεοῦ ἐπικειμένης·
χειρὸς δὲ νοητῆς.
χειρὸς δὲ νοητῆς.
καὶ τούτῳ τῷ λόγῳ μα^ρτυ^ρεῖ δαυὶδ λέγων·
καὶ τούτῳ τῷ λόγῳ μαρτυρεῖ δαυὶδ λέγων·
σὺ ἔπλα^σά^ς με καὶ ἔθηκα^ς ἐπ' ἐμὲ τὴν χεῖρά^ σου.
σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου.
ἐπέθηκεν αὐτῷ τὰ_ς χεῖρα^ς καὶ ἀνέβλεψε.
ἐπέθηκεν αὐτῷ τὰς χεῖρας καὶ ἀνέβλεψε.
καὶ ἐρωτᾷ αὐτὸν ὁ σωτήρ·
καὶ ἐρωτᾷ αὐτὸν ὁ σωτήρ·
τί^ βλέπεις;
τί βλέπεις;
ὁ δὲ λέγει·
ὁ δὲ λέγει·
βλέπω τοὺς ἀνθρώπους ὡς δένδρα^ περι^πατοῦντα^ς.
βλέπω τοὺς ἀνθρώπους ὡς δένδρα περιπατοῦντας.
οὐδέπω ἦν κα^θα^ρῶς ἀναβλέψας, ἀλλ' ἠρέμα^ αὐγὴν ἔβλεπεν.
οὐδέπω ἦν καθαρῶς ἀναβλέψας, ἀλλ' ἠρέμα αὐγὴν ἔβλεπεν.
ἐπέθηκεν ἐκ δευτέρου τὰ_ς χεῖρα^ς ὁ ἰησοῦς καὶ ἀνέβλεψεν κα^θα^ρῶς.
ἐπέθηκεν ἐκ δευτέρου τὰς χεῖρας ὁ ἰησοῦς καὶ ἀνέβλεψεν καθαρῶς.
ἠτόνει γὰ^ρ ἡ δύ^να^μι^ς ἐκ πρώτης προσβολῆς ὅλην τὴν ἀχλὺν δι^α^σκεδά^σαι;
ἠτόνει γὰρ ἡ δύναμις ἐκ πρώτης προσβολῆς ὅλην τὴν ἀχλὺν διασκεδάσαι;
διὰ τί^ ἡ πρώτη ἐπίθεσι^ς τῆς χειρὸς ἀ^μαυρότερον ἔδειξε τὸ φῶς·
διὰ τί ἡ πρώτη ἐπίθεσις τῆς χειρὸς ἀμαυρότερον ἔδειξε τὸ φῶς·
ἡ δευτέρα_ δὲ κα^θα^ρὸν ἀπέδωκεν;
ἡ δευτέρα δὲ καθαρὸν ἀπέδωκεν;
ἵ^να_ ἑρμηνεύση τὸ μυστήριον.
ἵνα ἑρμηνεύση τὸ μυστήριον.
ὅτι^ ἡ πρώτη πλάσις οὐκ ἴσχυ_σεν ἰ^δεῖν κα^θα^ρῶς τὴν ἀ^λήθεια^ν, οὐ πα^ρὰ^ τὴν ἀσθένεια^ν τοῦ τεχνί^του, ἀλλὰ^ πα^ρὰ^ τὴν ἀμβλύτητα^ τῆς δι^α^νοία_ς.
ὅτι ἡ πρώτη πλάσις οὐκ ἴσχυσεν ἰδεῖν καθαρῶς τὴν ἀλήθειαν, οὐ παρὰ τὴν ἀσθένειαν τοῦ τεχνίτου, ἀλλὰ παρὰ τὴν ἀμβλύτητα τῆς διανοίας.
ἡ δὲ δευτέρα_ ἀναγέννησι^ς ἀπέδωκεν αὐτῷ κα^θα^ρῶς τὸ ὁρᾶν.
ἡ δὲ δευτέρα ἀναγέννησις ἀπέδωκεν αὐτῷ καθαρῶς τὸ ὁρᾶν.
διὰ τοῦτο ὁ παῦλος τῇ ἐσκοτισμένῃ ταύτῃ πλά^σει φησι^·
διὰ τοῦτο ὁ παῦλος τῇ ἐσκοτισμένῃ ταύτῃ πλάσει φησι·
σκοτισθήσεσθε διὰ τὴν ἀσύ^νετον ὑ_μῶν καρδί^α_ν.
σκοτισθήσεσθε διὰ τὴν ἀσύνετον ὑμῶν καρδίαν.
φάσκοντες γὰ^ρ εἶναι σοφοὶ ἐμωράνθησα^ν.
φάσκοντες γὰρ εἶναι σοφοὶ ἐμωράνθησαν.
ἐσκοτίσθη οὐχ ἡ πλάσις, ἀλλ' ἡ ἀσύ^νετος αὐτῶν κα^ρδί^α_.
ἐσκοτίσθη οὐχ ἡ πλάσις, ἀλλ' ἡ ἀσύνετος αὐτῶν καρδία.
ὁ δὲ μα^κά^ριος δαυὶδ τὸ σκεῦος τῆς γνώσεως πα^ρα^σκευά^ζων τῷ θείῳ λόγῳ λέγει·
ὁ δὲ μακάριος δαυὶδ τὸ σκεῦος τῆς γνώσεως παρασκευάζων τῷ θείῳ λόγῳ λέγει·
προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε.
προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε.
ἐπέθηκε τὰ_ς χεῖρα^ς, ἀνέβλεψε καὶ λέγει·
ἐπέθηκε τὰς χεῖρας, ἀνέβλεψε καὶ λέγει·
βλέπω φησὶ^ τοὺς ἀνθρώπους ὡς δένδρα^ περι^πατοῦντα^ς, διὰ τὴν ζωτι^κήν δύ^να^μι^ν, ἐπειδὴ κι_νούμενόν ἐστι^ καὶ μετα^φερόμενον τὸ πλάσμα^.
βλέπω φησὶ τοὺς ἀνθρώπους ὡς δένδρα περιπατοῦντας, διὰ τὴν ζωτικήν δύναμιν, ἐπειδὴ κινούμενόν ἐστι καὶ μεταφερόμενον τὸ πλάσμα.
διὰ τί^ ὡς δένδρα^ βλέπει;
διὰ τί ὡς δένδρα βλέπει;
ἐπειδὴ καὶ τὸν καιρὸν προλαμβά^νει, καὶ ἀ^ποβά^λλει καὶ πρόσκαιρον ἔχει τὴν χρῆσι^ν.
ἐπειδὴ καὶ τὸν καιρὸν προλαμβάνει, καὶ ἀποβάλλει καὶ πρόσκαιρον ἔχει τὴν χρῆσιν.
μετὰ^ ταῦτα^ οὐ βλέπει ὡς δένδρα^, ἀλλὰ^ βλέπει ἀνθρώπους.
μετὰ ταῦτα οὐ βλέπει ὡς δένδρα, ἀλλὰ βλέπει ἀνθρώπους.
τὸ πρῶτον πλάσμα^ ἐοικὸς φυ^τείᾳ πεφυτευμένῃ καὶ ἀνασπωμένῃ.
τὸ πρῶτον πλάσμα ἐοικὸς φυτείᾳ πεφυτευμένῃ καὶ ἀνασπωμένῃ.
ἡ δὲ δευτέρα_ ἀναγέννησι^ς τὸν ἄνθρωπον δείκνυ_σι^ κα^θα^ρόν, τὴν αὐτὴν εἰκόνα.
ἡ δὲ δευτέρα ἀναγέννησις τὸν ἄνθρωπον δείκνυσι καθαρόν, τὴν αὐτὴν εἰκόνα.
εἰκὼν δὲ θεοῦ θα^νά^τῳ οὐχ ὑποπί^πτει.
εἰκὼν δὲ θεοῦ θανάτῳ οὐχ ὑποπίπτει.
εἰ γὰ^ρ ἀποθνήσκει ἡ εἰκών, ὑβρίζεται τὸ πρωτότυ^πον.
εἰ γὰρ ἀποθνήσκει ἡ εἰκών, ὑβρίζεται τὸ πρωτότυπον.
οὕτως ἔδειξε δένδρα^ διὰ πάντων τὴν ἐνέργεια^ν ἀστράπτουσα^ν.
οὕτως ἔδειξε δένδρα διὰ πάντων τὴν ἐνέργειαν ἀστράπτουσαν.
καὶ εἰκότως πρὸς τὸν ἐρωτήσαντα^ σχήμα^τι^ ἀ^ποκρί_νεται τῇ ἀ^ληθείᾳ.
καὶ εἰκότως πρὸς τὸν ἐρωτήσαντα σχήματι ἀποκρίνεται τῇ ἀληθείᾳ.
εἴπα^τε ἰωάννῃ ἃ^ βλέπετε καὶ ἀ^κούετε·
εἴπατε ἰωάννῃ ἃ βλέπετε καὶ ἀκούετε·
τυφλοὶ ἀ^να^βλέπουσι^, χωλοὶ περι^πα^τοῦσι^, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται.
τυφλοὶ ἀναβλέπουσι, χωλοὶ περιπατοῦσι, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται.
ποῦ εὐαγγελίζονται πτωχοί;
ποῦ εὐαγγελίζονται πτωχοί;
πνεῦμα κυ_ρί^ου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρι_σέ με, εὐαγγελίσα^σθαι πτωχοῖς ἀπέστα^λκέ με.
πνεῦμα κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με.
οὐκ ἀ^μφι^βολί^α_ς τοίνυ^ν ἡ ἐρώτησι^ς, ἀλλὰ^ βεβαιοῦντος τοὺς μα^θητὰ_ς καὶ διεσχισμένην ἔχοντα^ς τὴν καρδί^α_ν μὴ μερίζεσθαι περὶ^ τὸν εὐεργέτην, ἀλλ' εἰδέναι τὸν ἐλθόντα^, καὶ ὅτι^ ἦλθεν.
οὐκ ἀμφιβολίας τοίνυν ἡ ἐρώτησις, ἀλλὰ βεβαιοῦντος τοὺς μαθητὰς καὶ διεσχισμένην ἔχοντας τὴν καρδίαν μὴ μερίζεσθαι περὶ τὸν εὐεργέτην, ἀλλ' εἰδέναι τὸν ἐλθόντα, καὶ ὅτι ἦλθεν.
ἀλλὰ^ ζητεῖς τί^ς ὁ ἐλθών;
ἀλλὰ ζητεῖς τίς ὁ ἐλθών;
ζητεῖς πόθεν ἦλθεν;
ζητεῖς πόθεν ἦλθεν;
ἐρωτήσωμεν.
ἐρωτήσωμεν.
ὁ θεὸς ἐκ θαιμὰν ἥξει.
ὁ θεὸς ἐκ θαιμὰν ἥξει.
τί ἐστι^ θαιμάν;
τί ἐστι θαιμάν;
κα^τὰ^ τὴν τῶν σύρων γλῶσσα^ν καὶ ἑβραΐδα ἡ μεσημβρί^α_ λέγεται.
κατὰ τὴν τῶν σύρων γλῶσσαν καὶ ἑβραΐδα ἡ μεσημβρία λέγεται.
ὁ θεὸς ἐκ θαιμὰν ἥξει καὶ ὁ ἅγι^ος ἐξ ὄρους κα^τασκί^ου δάσεος.
ὁ θεὸς ἐκ θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δάσεος.
ποίου ὄρους κα^τασκί^ου;
ποίου ὄρους κατασκίου;
ὄρος κα^λεῖ τὴν σιὼν κα^τάσκι^ον, ἐπειδὴ τῇ θείᾳ δυ^νά^μει ἐπεσκιάζετο.
ὄρος καλεῖ τὴν σιὼν κατάσκιον, ἐπειδὴ τῇ θείᾳ δυνάμει ἐπεσκιάζετο.
καὶ τὸ θαυμαστόν, πα^ρα^κα^λῶ.
καὶ τὸ θαυμαστόν, παρακαλῶ.
ἐντεῦθεν γὰ^ρ ἀνακύ^πτει μέγα^ ζήτημα^ μεγά^λης δεόμενον λύσεως.
ἐντεῦθεν γὰρ ἀνακύπτει μέγα ζήτημα μεγάλης δεόμενον λύσεως.
ὁ μα^κά^ριος ἀμβακοὺμ ἑρμηνεύων τὸν ἐλθόντα^ καὶ τί^ς ὁ ἐρχόμενος καὶ ὅτι^ θεός ἐστι^ καὶ θεὸς οὐ πά^λαι γνωριζόμενος, ἀλλ' ὢν μὲν πρὸ αἰώνων, ἐπὶ^ τέλει δὲ φα^νερούμενος τῶν αἰώνων, ἐξεπλάγη ὁ προφήτης·
ὁ μακάριος ἀμβακοὺμ ἑρμηνεύων τὸν ἐλθόντα καὶ τίς ὁ ἐρχόμενος καὶ ὅτι θεός ἐστι καὶ θεὸς οὐ πάλαι γνωριζόμενος, ἀλλ' ὢν μὲν πρὸ αἰώνων, ἐπὶ τέλει δὲ φανερούμενος τῶν αἰώνων, ἐξεπλάγη ὁ προφήτης·
ἐδέξατο πνεύμα^τος ἁ^γί^ου ἐνέργεια^ν.
ἐδέξατο πνεύματος ἁγίου ἐνέργειαν.
καὶ ἐπειδὴ προσεκύ^νει τὸν θεὸν νομίζων τὸν ὑ^πὸ μωϋσέως κηρυττόμενον εἶναι θεὸν καὶ οὐκ εἶναι τὸν ἐκ θεοῦ θεόν ἁπλῆ γὰ^ρ ἐδόθη πί^στι_ς ἐν ἀρχῇ·
καὶ ἐπειδὴ προσεκύνει τὸν θεὸν νομίζων τὸν ὑπὸ μωϋσέως κηρυττόμενον εἶναι θεὸν καὶ οὐκ εἶναι τὸν ἐκ θεοῦ θεόν ἁπλῆ γὰρ ἐδόθη πίστις ἐν ἀρχῇ·
ἄκουε ἰσραήλ, κύ_ρι^ος ὁ θεός σου, κύ_ρι^ος εἷς ἐστι^.
ἄκουε ἰσραήλ, κύριος ὁ θεός σου, κύριος εἷς ἐστι.
τῇ λέξει μετρήσαντες οἱ προφῆται τὸ ῥῆμα^, οὕτω διέκειντο ὡς θεὸν προσκυνοῦντες, οὐ μὴν ὁμολογοῦντες ἕτερον θεὸν υἱὸν θεοῦ.
τῇ λέξει μετρήσαντες οἱ προφῆται τὸ ῥῆμα, οὕτω διέκειντο ὡς θεὸν προσκυνοῦντες, οὐ μὴν ὁμολογοῦντες ἕτερον θεὸν υἱὸν θεοῦ.
τί οὖν γνωρίζεται τῷ προφήτῃ;
τί οὖν γνωρίζεται τῷ προφήτῃ;
ὅτι^ τοῦ προσκυνουμένου θεοῦ ἐστι^ θεὸς λόγος καὶ μέλλει φα^νεροῦσθαι τῇ οἰκουμένῃ καὶ ἐπι^φαίνεσθαι τῷ κόσμῳ, οὐκ ἐν τῷ πα^ρεῖναι γι_νόμενος, ἀλλ' ὑ^πά^ρχων μὲν πρὸ τῶν αἰώνων, ἐν δὲ τῇ πα^ρουσί^ᾳ γνωριζόμενος.
ὅτι τοῦ προσκυνουμένου θεοῦ ἐστι θεὸς λόγος καὶ μέλλει φανεροῦσθαι τῇ οἰκουμένῃ καὶ ἐπιφαίνεσθαι τῷ κόσμῳ, οὐκ ἐν τῷ παρεῖναι γινόμενος, ἀλλ' ὑπάρχων μὲν πρὸ τῶν αἰώνων, ἐν δὲ τῇ παρουσίᾳ γνωριζόμενος.
τί οὖν φησι^ν ὁ προφήτης;
τί οὖν φησιν ὁ προφήτης;
ἐπειδὴ ἤκουσε καὶ ἐξενίσθη, ὅτι^ θεὸς γνωρίζεται ἐκ θεοῦ, νέον κήρυγμα^, νέος λόγος, νέος τῇ εὑρέσει, οὐ τῇ φύ^σει οὐκ ἔστι^ γὰ^ρ ἐν σοὶ θεὸς πρόσφα^τος, οὐ δὲ προσκυ^νήσεις θεῷ ἀ^λλοτρί^ῳ.
ἐπειδὴ ἤκουσε καὶ ἐξενίσθη, ὅτι θεὸς γνωρίζεται ἐκ θεοῦ, νέον κήρυγμα, νέος λόγος, νέος τῇ εὑρέσει, οὐ τῇ φύσει οὐκ ἔστι γὰρ ἐν σοὶ θεὸς πρόσφατος, οὐ δὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ.
φόβου πληρωθεὶς τὴν καρδί^α_ν, ἄρχεται διὰ τῆς ἁγί^α_ς ᾠδῆς μελῳδεῖν τὴν θεία_ν πα^ρουσίαν.
φόβου πληρωθεὶς τὴν καρδίαν, ἄρχεται διὰ τῆς ἁγίας ᾠδῆς μελῳδεῖν τὴν θείαν παρουσίαν.
κύ_ρι^ε, εἰσακήκοα^ τὴν ἀκοήν σου καὶ ἐφοβήθην.
κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην.
εἰσακήκοας τὴν ἀκοήν μου;
εἰσακήκοας τὴν ἀκοήν μου;
πρὸ γὰ^ρ τούτου οὐκ ἀ^κήκοα^ς;
πρὸ γὰρ τούτου οὐκ ἀκήκοας;
οὐκ ἐγώ εἰμι^ ὁ λα^λήσα_ς ἐν τῷ ὄρει σινᾶ;
οὐκ ἐγώ εἰμι ὁ λαλήσας ἐν τῷ ὄρει σινᾶ;
οὐ διὰ μωϋσέως ἐλά^λησα^;
οὐ διὰ μωϋσέως ἐλάλησα;
οὐ διὰ τῶν προφητῶν ἐκήρυ^ξα^ τῶν πρὸ σοῦ;
οὐ διὰ τῶν προφητῶν ἐκήρυξα τῶν πρὸ σοῦ;
οὐ δαυὶδ ἐκήρυξεν;
οὐ δαυὶδ ἐκήρυξεν;
ὁ γὰ^ρ ἀμβακοὺμ μετὰ^ πολλὰ_ς γενεὰ_ς τοῦ δαυίδ.
ὁ γὰρ ἀμβακοὺμ μετὰ πολλὰς γενεὰς τοῦ δαυίδ.
μετὰ^ γὰ^ρ δεκατέσσαρα^ς γενεὰ_ς οὗτός ἐστι^ν ὁ ἐν βαβυλῶνι πα^ρελθών.
μετὰ γὰρ δεκατέσσαρας γενεὰς οὗτός ἐστιν ὁ ἐν βαβυλῶνι παρελθών.
ἀπὸ γὰ^ρ δαυὶδ ἕως της μετοικεσία_ς βαβυλῶνος γενεαὶ δεκα^τέσσα^ρες εἰ τοίνυ^ν ὁ προφήτης ἀμβακοὺμ κα^τὰ^ τὸν χρόνον ἦν τῆς αἰχμαλωσία_ς βαβυλῶνος, καὶ μωϋσῆς καὶ σαμουὴλ καὶ ἡσαΐας καὶ ἱερεμίας καὶ ἠλίας καὶ ἐλισσαῖος καὶ οἱ ἀκρότα^τοι τῶν προφητῶν παντα^χοῦ τὸν θεὸν ἐκήρυ^ξα^ν.
ἀπὸ γὰρ δαυὶδ ἕως της μετοικεσίας βαβυλῶνος γενεαὶ δεκατέσσαρες εἰ τοίνυν ὁ προφήτης ἀμβακοὺμ κατὰ τὸν χρόνον ἦν τῆς αἰχμαλωσίας βαβυλῶνος, καὶ μωϋσῆς καὶ σαμουὴλ καὶ ἡσαΐας καὶ ἱερεμίας καὶ ἠλίας καὶ ἐλισσαῖος καὶ οἱ ἀκρότατοι τῶν προφητῶν πανταχοῦ τὸν θεὸν ἐκήρυξαν.
κύ_ρι^ε ὁ θεὸς ἀβραάμ, κύ_ρι^ε ὁ θεὸς ἰσαάκ, κύριε ὁ θεὸς ἰακώβ, ἐπά^κουσον σήμερον ἐν πυρί^.
κύριε ὁ θεὸς ἀβραάμ, κύριε ὁ θεὸς ἰσαάκ, κύριε ὁ θεὸς ἰακώβ, ἐπάκουσον σήμερον ἐν πυρί.
ἕκαστος τῶν προφητῶν θεὸν ἐκήρυττον καὶ ἀκοῇ διεδίδοτο.
ἕκαστος τῶν προφητῶν θεὸν ἐκήρυττον καὶ ἀκοῇ διεδίδοτο.
σὺ προφῆτα^, ὁ μετὰ^ πολλοὺς γενόμενος προφήτα_ς, διὰ τί πά^λαι τετριμμένον τῇ συ^νηθείᾳ, τὸ ἤδη κα^τεχόμενον τῇ συ^νειδήσει, τὸ ἤδη κα^τεχόμενον τῇ γνώμῃ, τὸ ἤδη προλάμπον τῇ συ^νειδήσει τῶν πιστῶν, διὰ τί ὡς ξένον ἑρμηνεύεις καὶ μετὰ^ τρόμου λέγεις·
σὺ προφῆτα, ὁ μετὰ πολλοὺς γενόμενος προφήτας, διὰ τί πάλαι τετριμμένον τῇ συνηθείᾳ, τὸ ἤδη κατεχόμενον τῇ συνειδήσει, τὸ ἤδη κατεχόμενον τῇ γνώμῃ, τὸ ἤδη προλάμπον τῇ συνειδήσει τῶν πιστῶν, διὰ τί ὡς ξένον ἑρμηνεύεις καὶ μετὰ τρόμου λέγεις·
κύριε, εἰσακήκοα^ τὴν ἀκοήν σου καὶ ἐφοβήθην.
κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην.
πόθεν ἀ^κήκοα^ς ἢ τί^ς σοι ἀ^πήγγειλεν, ὦ προφῆτα^;
πόθεν ἀκήκοας ἢ τίς σοι ἀπήγγειλεν, ὦ προφῆτα;
οὐ κα^λῶς ἐξενίσθης, οὐ δὲ κα^λῶς ἐφοβήθης.
οὐ καλῶς ἐξενίσθης, οὐ δὲ καλῶς ἐφοβήθης.
ὁ γὰ^ρ κηρυττόμενος οὐ φόβον ἔχει, ἀλλ' ἀ^ληθεία_ς χαρὰν ἀ^περγάζεται, εὐφροσύνης πληροῖ.
ὁ γὰρ κηρυττόμενος οὐ φόβον ἔχει, ἀλλ' ἀληθείας χαρὰν ἀπεργάζεται, εὐφροσύνης πληροῖ.