macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἀλλ' ἐγώ, φησί^ν, οἶδα^ τί ἤκουσα^.
ἀλλ' ἐγώ, φησίν, οἶδα τί ἤκουσα.
πόθεν ἤκουσα^ς;
πόθεν ἤκουσας;
πα^ρὰ^ τοῦ λαλοῦντος ἐν ἐμοὶ θεοῦ.
παρὰ τοῦ λαλοῦντος ἐν ἐμοὶ θεοῦ.
θεὸς γὰ^ρ προφήταις οὐκ ἔξωθεν λα^λεῖ, ἀλλ' ἔσωθεν ἀ^κούεται ἤχῳ προφήτου καὶ ἔνδοθεν ἠχεῖται;
θεὸς γὰρ προφήταις οὐκ ἔξωθεν λαλεῖ, ἀλλ' ἔσωθεν ἀκούεται ἤχῳ προφήτου καὶ ἔνδοθεν ἠχεῖται;
πόθεν τοῦτο;
πόθεν τοῦτο;
αὐτὸς μα^ρτυ^ρεῖ ὁ ἀμβακούμ·
αὐτὸς μαρτυρεῖ ὁ ἀμβακούμ·
ἐπὶ^ τῆς φυλακῆς μου στήσομαι καὶ ἀ^κούσομαι τί λα^λήσει ἐμοὶ κύ_ρι^ος ὁ θεός.
ἐπὶ τῆς φυλακῆς μου στήσομαι καὶ ἀκούσομαι τί λαλήσει ἐμοὶ κύριος ὁ θεός.
παρακαλῶ δέ, ὅτι^ ἐνέπεσον εἰς τὴν ὑ^πόθεσι^ν ταύτην, εὐγνωμόνως ὑ_μᾶς ἀ^κοῦσαι καὶ μακροθύμως, ἵ^να_ μὴ πα^ρέλθῃ τὸ νόημα^ ἁπλῶς, γυμνούμενον τῆς οἰκεία_ς θεωρί^α_ς.
παρακαλῶ δέ, ὅτι ἐνέπεσον εἰς τὴν ὑπόθεσιν ταύτην, εὐγνωμόνως ὑμᾶς ἀκοῦσαι καὶ μακροθύμως, ἵνα μὴ παρέλθῃ τὸ νόημα ἁπλῶς, γυμνούμενον τῆς οἰκείας θεωρίας.
ἀναγκαῖον γὰ^ρ ζητῆσαι ἀπὸ ποία_ς ἀ^φορμῆς εἰς ἀ^νάγκην κα^τέστη ὁ τοῦ θεοῦ λόγος.
ἀναγκαῖον γὰρ ζητῆσαι ἀπὸ ποίας ἀφορμῆς εἰς ἀνάγκην κατέστη ὁ τοῦ θεοῦ λόγος.
ἑρμηνευέτω ὁ προφήτης τὸν σωτῆρα^ ἢ ποίᾳ ὑ^ποθέσει.
ἑρμηνευέτω ὁ προφήτης τὸν σωτῆρα ἢ ποίᾳ ὑποθέσει.
οὐ γὰ^ρ λα^λεῖ ὁ θεὸς ἀργῶς μὴ ὑ^ποκειμένου πρά_γμα^τος.
οὐ γὰρ λαλεῖ ὁ θεὸς ἀργῶς μὴ ὑποκειμένου πράγματος.
καὶ ἀ^παιτοῦντος θεοῦ τὴν δι^δασκαλί^α_ν ὁ προφήτης ἀμβακούμ, οὐδὲν ἔχων περὶ^ τὸ προκείμενον, οὔ τε ἵ^να_ τέως τὸν σωτῆρα^ θεολογήσῃ, ἀλλὰ^ περὶ^ τῆς ἀ^νωμα^λί^α_ς τῶν πρα_γμά^των ἐντυγχά^νων τῷ θεῷ καὶ δεικνὺ_ς ὅτι^ ἀ^νωμα^λί^α_ς ὁ βί^ος γέμει καὶ ἀ^δι^κί^α_ δυναστεύει καὶ πλεονεξί^α_ τυ^ρα^ννεῖ, ἐντυγχά^νει τῷ θεῷ.
καὶ ἀπαιτοῦντος θεοῦ τὴν διδασκαλίαν ὁ προφήτης ἀμβακούμ, οὐδὲν ἔχων περὶ τὸ προκείμενον, οὔ τε ἵνα τέως τὸν σωτῆρα θεολογήσῃ, ἀλλὰ περὶ τῆς ἀνωμαλίας τῶν πραγμάτων ἐντυγχάνων τῷ θεῷ καὶ δεικνὺς ὅτι ἀνωμαλίας ὁ βίος γέμει καὶ ἀδικία δυναστεύει καὶ πλεονεξία τυραννεῖ, ἐντυγχάνει τῷ θεῷ.
κύριε, ἵ^να_ τί μοι ἔδειξα^ς κόπους καὶ πόνους, ἐπιβλέπειν ἐπὶ^ ταλαιπωρίαις ἀνθρώπων;
κύριε, ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους, ἐπιβλέπειν ἐπὶ ταλαιπωρίαις ἀνθρώπων;
ὡσεί τι^ς λέγει·
ὡσεί τις λέγει·
διὰ τί ἐγενήθην;
διὰ τί ἐγενήθην;
ἵ^να_ μάρτυ^ς γένωμαι τῶν κα^κῶν τοῦ κόσμου;
ἵνα μάρτυς γένωμαι τῶν κακῶν τοῦ κόσμου;
τί γὰ^ρ εἶδες κα^κόν, ὦ προφῆτα^;
τί γὰρ εἶδες κακόν, ὦ προφῆτα;
ἐνώπιόν μου γέγονε κρί^σι^ς, ἀντὶ^ τοῦ οὐκ ᾐδέσθησα^ν οὐ δὲ προφήτου ὀφθαλμούς.
ἐνώπιόν μου γέγονε κρίσις, ἀντὶ τοῦ οὐκ ᾐδέσθησαν οὐ δὲ προφήτου ὀφθαλμούς.
λέγει πρὸ αὐτὸν ὁ θεός·
λέγει πρὸ αὐτὸν ὁ θεός·
θαυμάζεις ὅτι^ σε οὐκ ἐρυθριῶσι^ν;
θαυμάζεις ὅτι σε οὐκ ἐρυθριῶσιν;
ἐνώπι^ον ἐμοῦ λα^μβά^νουσι^ καὶ οὐκ ἀδι^κοῦνται.
ἐνώπιον ἐμοῦ λαμβάνουσι καὶ οὐκ ἀδικοῦνται.
ἐνώπιόν μου γέγονε κρί^σι^ς καὶ ὁ κρι^τὴς λα^μβά^νει.
ἐνώπιόν μου γέγονε κρίσις καὶ ὁ κριτὴς λαμβάνει.
ὁ ἄρχων αἰτεῖ καὶ ὁ κρι^τὴς λόγους εἰρηνι^κοὺς ἐλά^λησε, καταθύμιον τῆς ψυ_χῆς αὐτοῦ, οὐ κα^τὰ^ τὴν βούλησι^ν τοῦ νόμου, ἀλλ' εἰς τὸ θέλημα^ τῆς ψυ_χῆς αὐτοῦ.
ὁ ἄρχων αἰτεῖ καὶ ὁ κριτὴς λόγους εἰρηνικοὺς ἐλάλησε, καταθύμιον τῆς ψυχῆς αὐτοῦ, οὐ κατὰ τὴν βούλησιν τοῦ νόμου, ἀλλ' εἰς τὸ θέλημα τῆς ψυχῆς αὐτοῦ.
διὰ τοῦτο ἐξέρχεται τὸ κρί^μα^ διεστραμμένον.
διὰ τοῦτο ἐξέρχεται τὸ κρίμα διεστραμμένον.
εἶτα λέγει τῷ θεῷ·
εἶτα λέγει τῷ θεῷ·
προνοητὰ τοῦ κόσμου, ὁ πάντων φειδόμενος, παρασιω πᾷς ἐν τῷ καταπίνεσθαι τὸν δί^καιον ὑ^πὸ τοῦ ἀσεβοῦς καὶ ποιεῖς τοὺς ἀνθρώπους ὡς τοὺς ἰ^χθύ^α^ς τῆς θα^λάσσης ἀλλήλους κα^τεσθίοντα^ς, οἷς οὐκ ἔστι^ν ἡγούμενος;
προνοητὰ τοῦ κόσμου, ὁ πάντων φειδόμενος, παρασιω πᾷς ἐν τῷ καταπίνεσθαι τὸν δίκαιον ὑπὸ τοῦ ἀσεβοῦς καὶ ποιεῖς τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης ἀλλήλους κατεσθίοντας, οἷς οὐκ ἔστιν ἡγούμενος;
ὡς ταῦτα^ ἐνέτυ^χε καὶ ταῦτα^ ἔδειξεν, ὡς προφήτης ἄρχεται λέγειν μετὰ^ τὸ πληρῶσαι τὸν λόγον, ἐπὶ^ τῆς φυλακῆς μου στήσομαι καὶ ἀ^κούσομαι τί λα^λήσει ἐν ἐμοὶ κύ_ρι^ος καὶ τί ἀ^ποκρι^θήσομαι πρὸς τὸν ἔλεγχόν μου.
ὡς ταῦτα ἐνέτυχε καὶ ταῦτα ἔδειξεν, ὡς προφήτης ἄρχεται λέγειν μετὰ τὸ πληρῶσαι τὸν λόγον, ἐπὶ τῆς φυλακῆς μου στήσομαι καὶ ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ κύριος καὶ τί ἀποκριθήσομαι πρὸς τὸν ἔλεγχόν μου.
ἰδοὺ ποία_ν λύσιν τοῖς ζητήμα^σι^ δί^δωσι^ν.
ἰδοὺ ποίαν λύσιν τοῖς ζητήμασι δίδωσιν.
ἐρωτήσας περὶ^ τῆς ἀ^νωμα^λί^α_ς τῶν πρα_γμά^των, διὰ τί πα^ρορᾷ ταῦτα^ γι_νόμενα^;
ἐρωτήσας περὶ τῆς ἀνωμαλίας τῶν πραγμάτων, διὰ τί παρορᾷ ταῦτα γινόμενα;
ἐπὶ^ τῆς φυλακῆς μου φησί^ στήσομαι.
ἐπὶ τῆς φυλακῆς μου φησί στήσομαι.
τί ἐστι^ φυ^λα^κή;
τί ἐστι φυλακή;
φυλακὴν λέγει ὁ δί^καιος τὸ μὴ προπετῶς λα^λεῖν.
φυλακὴν λέγει ὁ δίκαιος τὸ μὴ προπετῶς λαλεῖν.
ὅταν τι^ς, ἀ^δελφέ, ἀ^πορῇ τῶν πρα_γμά^των τῶν ἐν τῷ βί^ῳ τὸν τρόπον, οὐκ ὀφείλει προπετῶς ἀ^ποκρί_νεσθαι.
ὅταν τις, ἀδελφέ, ἀπορῇ τῶν πραγμάτων τῶν ἐν τῷ βίῳ τὸν τρόπον, οὐκ ὀφείλει προπετῶς ἀποκρίνεσθαι.
οὐ προνοεῖ ὁ θεὸς τοῦ κόσμου;
οὐ προνοεῖ ὁ θεὸς τοῦ κόσμου;
οὐ δι^α^φέρεται τῶν γι_νομένων;
οὐ διαφέρεται τῶν γινομένων;
κατέλιπε τὴν οἰκουμένην;
κατέλιπε τὴν οἰκουμένην;
οὐκ ἐφορᾷ τὴν γῆν;
οὐκ ἐφορᾷ τὴν γῆν;
τὸν λαόν σου, κύριε, ἐταπείνωσα^ν καὶ τὴν κληρονομίαν σου ἐκά^κωσα^ν·
τὸν λαόν σου, κύριε, ἐταπείνωσαν καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν·
χήρα_ν καὶ ὀρφα^νὸν ἀπέκτεινα^ν καὶ προσήλυτον ἐφόνευσα^ν·
χήραν καὶ ὀρφανὸν ἀπέκτειναν καὶ προσήλυτον ἐφόνευσαν·
καὶ εἶπα^ν·
καὶ εἶπαν·
οὐκ ὄψεται κύ_ρι^ος, οὐ δὲ συ^νήσει ὁ θεὸς τοῦ ἰακώβ.
οὐκ ὄψεται κύριος, οὐ δὲ συνήσει ὁ θεὸς τοῦ ἰακώβ.
κατεψηφίσαντό σου ἀπρονοησίαν·
κατεψηφίσαντό σου ἀπρονοησίαν·
εἶπεν ἄφρων ἐν καρδί^ᾳ αὐτοῦ οὐκ ἔστι^ θεός, οὐ δὲ προνοεῖ ὁ θεός.
εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ οὐκ ἔστι θεός, οὐ δὲ προνοεῖ ὁ θεός.
ἐγὼ δὲ ὁ προφήτης, εἰ καὶ δυσχεραίνω ἐπὶ^ τῇ ἀ^νωμα^λί^ᾳ, ἀλλ' οὐ προπετεύομαι.
ἐγὼ δὲ ὁ προφήτης, εἰ καὶ δυσχεραίνω ἐπὶ τῇ ἀνωμαλίᾳ, ἀλλ' οὐ προπετεύομαι.
ἐπὶ^ τῆς φυλακῆς μου στήσομαι, ἀντὶ^ τοῦ φυλακῆς τῆς ἐμῆς οὐκ ἀφί^στα^μαι.
ἐπὶ τῆς φυλακῆς μου στήσομαι, ἀντὶ τοῦ φυλακῆς τῆς ἐμῆς οὐκ ἀφίσταμαι.
ποίας;
ποίας;
τὸ μὴ προπετῶς φθέγγεσθαι, μη δὲ ἀποφαίνεσθαι ἀπὸ ἀ^νθρωπί^νων λογισμῶν πρά_γμα^τα^, ἀλλὰ^ ἀναμεῖναι θεοῦ δι^δασκαλί^α_ν.
τὸ μὴ προπετῶς φθέγγεσθαι, μη δὲ ἀποφαίνεσθαι ἀπὸ ἀνθρωπίνων λογισμῶν πράγματα, ἀλλὰ ἀναμεῖναι θεοῦ διδασκαλίαν.
ἐπὶ^ τῆς φυλακῆς μου στήσομαι.
ἐπὶ τῆς φυλακῆς μου στήσομαι.
φυλακὴν λέγει τὸ μηδὲν λα^λῆσαι προπετῶς.
φυλακὴν λέγει τὸ μηδὲν λαλῆσαι προπετῶς.
θοῦ, κύριε, φυλακὴν τῷ σώμα^τί^ μου καὶ ἐπὶ τῆς φυλακῆς μου στήσομαι καὶ ἀ^κούσομαι τί λα^λήσει ἐν ἐμοὶ κύ_ρι^ος ὁ θεὸς καὶ τί ἀ^ποκρι^θήσομαι πρὸς τὸν ἔλεγχόν μου.
θοῦ, κύριε, φυλακὴν τῷ σώματί μου καὶ ἐπὶ τῆς φυλακῆς μου στήσομαι καὶ ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ κύριος ὁ θεὸς καὶ τί ἀποκριθήσομαι πρὸς τὸν ἔλεγχόν μου.
οὐκ εἶπε τί ἀ^ποκρι^θῇ ὁ θεός, ἀλλὰ^ τί ἀ^ποκρι^θῶ ἐγώ.
οὐκ εἶπε τί ἀποκριθῇ ὁ θεός, ἀλλὰ τί ἀποκριθῶ ἐγώ.
διὰ γὰ^ρ τοῦ αὐτοῦ προφήτου καὶ τὰ^ ἐγκλήμα^τα^ καὶ ἡ λύ^σι^ς τῶν ἐγκλημά^των.
διὰ γὰρ τοῦ αὐτοῦ προφήτου καὶ τὰ ἐγκλήματα καὶ ἡ λύσις τῶν ἐγκλημάτων.
καὶ εἶπε κύ_ρι^ος πρός με, ἔσωθεν λα^λῶν, οὐκ ἔξωθεν φθεγγόμενος·
καὶ εἶπε κύριος πρός με, ἔσωθεν λαλῶν, οὐκ ἔξωθεν φθεγγόμενος·
καθίσας γράψον ἐπὶ πυκτί^ου εἰς βιβλί^ον σα^φῶς, ἵ^να_ σα^φῶς τρέχῃ ὁ ἀναγινώσκων, ἀντὶ^ τοῦ εὔδηλα γρά^μμα^τα^, τρανά^, φανερά^, ἵ^να_ μὴ ἡ δυσκολία τῆς ἀναγνώσεως ἐμποδίσῃ τὴν γνῶσι^ν, ἵ^να_ σα^φῶς τρέχῃ ὁ ἀναγινώσκων.
καθίσας γράψον ἐπὶ πυκτίου εἰς βιβλίον σαφῶς, ἵνα σαφῶς τρέχῃ ὁ ἀναγινώσκων, ἀντὶ τοῦ εὔδηλα γράμματα, τρανά, φανερά, ἵνα μὴ ἡ δυσκολία τῆς ἀναγνώσεως ἐμποδίσῃ τὴν γνῶσιν, ἵνα σαφῶς τρέχῃ ὁ ἀναγινώσκων.
τί οὖν γράψω;
τί οὖν γράψω;
ὅτι^ ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονι^εῖ.
ὅτι ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ.
ἐπειδὴ κριτὴν ζητεῖς δί^καιον ἐρευνῶντα^ τὰ^ ὑ^πὸ τῆς δυ^να^στεία_ς κρυπτόμενα^, ζητοῦντα^ τὰ^ ἁ^μα^ρτήμα^τα^·
ἐπειδὴ κριτὴν ζητεῖς δίκαιον ἐρευνῶντα τὰ ὑπὸ τῆς δυναστείας κρυπτόμενα, ζητοῦντα τὰ ἁμαρτήματα·
ἐπειδὴ κριτὴν ζητεῖς ἐρευνῶντα^ τὰ^ γι_νόμενα^, εὐθέως ἀ^παιτοῦντα^ πά^ντα^ τὰ^ πα^ρα^νόμως κατασκευαζόμενα^, ἥξει ὁ κρι^τής.
ἐπειδὴ κριτὴν ζητεῖς ἐρευνῶντα τὰ γινόμενα, εὐθέως ἀπαιτοῦντα πάντα τὰ παρανόμως κατασκευαζόμενα, ἥξει ὁ κριτής.
ὅτι^ ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονι^εῖ.
ὅτι ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ.
καὶ οὐ λέγει ἰδοὺ ἤξω, ἀλλ' ἰδοὺ ἥξει.
καὶ οὐ λέγει ἰδοὺ ἤξω, ἀλλ' ἰδοὺ ἥξει.
ἐγώ σε κριτὴν ζητῶ.
ἐγώ σε κριτὴν ζητῶ.
τίς ἔσται ἄλλος πα^ρὰ^ σὲ ἐρχόμενος καὶ κρί^νων;
τίς ἔσται ἄλλος παρὰ σὲ ἐρχόμενος καὶ κρίνων;
εἰ δὲ ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονι^εῖ.
εἰ δὲ ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ.
ὁ δὲ δί^καιος ἐκ πίστεως ζήσεται, μὴ τῇ ὄψει κρί^νων, ἀλλὰ^ τῇ πίστει ταμιευόμενος τὴν ἀ^λήθεια^ν.
ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται, μὴ τῇ ὄψει κρίνων, ἀλλὰ τῇ πίστει ταμιευόμενος τὴν ἀλήθειαν.
ὅτι^ ὁ ἐρχόμενος ἥξει.
ὅτι ὁ ἐρχόμενος ἥξει.
ποῖος ἐρχόμενος;
ποῖος ἐρχόμενος;
σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;
σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;
ὅτι ὁ ἐρχόμενος ἥξει.
ὅτι ὁ ἐρχόμενος ἥξει.
μηδὲν ἄλλο γράψῃς.
μηδὲν ἄλλο γράψῃς.
λύ^σι^ς πάντων τῶν ζητημά^των χριστοῦ πα^ρουσί^α_.
λύσις πάντων τῶν ζητημάτων χριστοῦ παρουσία.
ὁ ἐρχόμενος ἥξει.
ὁ ἐρχόμενος ἥξει.
ὅπου χριστὸς λύ_εται ζήτημα^·
ὅπου χριστὸς λύεται ζήτημα·
ὅπου χριστὸς λύ_εται φόβος καὶ δειλία.
ὅπου χριστὸς λύεται φόβος καὶ δειλία.
ἐδειλίασάν ποτε ἐν τῇ θα^λά^σσῃ οἱ μα^θηταὶ καί φησι^·
ἐδειλίασάν ποτε ἐν τῇ θαλάσσῃ οἱ μαθηταὶ καί φησι·
θαρσεῖτε, ἐγώ εἰμι^.
θαρσεῖτε, ἐγώ εἰμι.
μὴ φοβεῖσθε.
μὴ φοβεῖσθε.
χριστοῦ πα^ρουσί^α_, λύσις πάντων τῶν κα^κῶν.
χριστοῦ παρουσία, λύσις πάντων τῶν κακῶν.
ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονι^εῖ.
ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ.
ὁ δὲ δί^καιος ἐκ πίστεως ζήσεται.
ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.
ἐὰν πιστεύῃς ὅτι ἔρχεται ὁ δί^καιος κρι^τὴς ἀ^ποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξι^ν αὐτοῦ καὶ μὴ ἀρνήσῃ πρὸς τὴν βραδύτητα^ τὴν φαινομένην ὁρῶν, ἀλλὰ^ ἀναμένῃς τὴν ἀ^λήθεια^ν τὴν ἀψευδῆ, ζήσῃ ἐκ πίστεως.
ἐὰν πιστεύῃς ὅτι ἔρχεται ὁ δίκαιος κριτὴς ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ καὶ μὴ ἀρνήσῃ πρὸς τὴν βραδύτητα τὴν φαινομένην ὁρῶν, ἀλλὰ ἀναμένῃς τὴν ἀλήθειαν τὴν ἀψευδῆ, ζήσῃ ἐκ πίστεως.
τοῦτον τὸν λόγον ὁ θεῖος ἀ^πόστολος εἰς τὸν σωτῆρα^ ἐκλαμβάνων.
τοῦτον τὸν λόγον ὁ θεῖος ἀπόστολος εἰς τὸν σωτῆρα ἐκλαμβάνων.
οὐ γὰ^ρ ἡμεῖς ταῦτα^ θεωροῦμεν, ἀλλὰ^ τοῖς ἁ^γί^οις ἡμῶν πατρά^σι^ καὶ δι^δα^σκά^λοις ἀκολουθοῦμεν, τοῖς οὕτω θεωρήσασι^ περὶ^ τοῦ σωτῆρος.
οὐ γὰρ ἡμεῖς ταῦτα θεωροῦμεν, ἀλλὰ τοῖς ἁγίοις ἡμῶν πατράσι καὶ διδασκάλοις ἀκολουθοῦμεν, τοῖς οὕτω θεωρήσασι περὶ τοῦ σωτῆρος.
ἀδελφοὶ ἅ^γι^οι, κλήσεως ἐπουρα^νί^ου μέτοχοι, φυ^λά^ξα^τε τὴν ἀρχὴν τῆς πίστεως.
ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, φυλάξατε τὴν ἀρχὴν τῆς πίστεως.
ὅτι μικρὸν ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονι^εῖ.
ὅτι μικρὸν ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ.
ὁ δὲ δί^καιος ἐκ πίστεως ζήσεται.
ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.
ἐὰν ὑποστείλητε, οὐκ εὐδοκεῖ ἡ ψυ_χή μου.
ἐὰν ὑποστείλητε, οὐκ εὐδοκεῖ ἡ ψυχή μου.
ἡμεῖς δὲ, ἀ^δελφοί, οὐκ ἐσμὲν ὑποστολῆς τέκνα^, ἀλλὰ^ πίστεως εἰς περι^ποίησι^ν ψυ_χῆς.
ἡμεῖς δὲ, ἀδελφοί, οὐκ ἐσμὲν ὑποστολῆς τέκνα, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.
ὁ ἐρχόμενος ἥξει·
ὁ ἐρχόμενος ἥξει·
ἥξει πάντως καὶ κρι^νεῖ.
ἥξει πάντως καὶ κρινεῖ.
ἰδοὺ ὁ θεὸς ἡμῶν κρί^σιν ἀντα^ποδί^δωσι^ καὶ ἀντα^ποδώσει·
ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει·
αὐτὸς ἥξει.
αὐτὸς ἥξει.
ὅπου ἡ πα^ρουσί^α_, ἐκεῖ καὶ ἡ κρί^σι^ς, πα^ρουσί^α_ ἡ ἔνδοξος, ἡ μέλλουσα^, ὅτε σαλπί^σει ὁ ἄγγελος καὶ πάντες ἀ^να^στήσονται οἱ ἐν τοῖς μνημείοις.
ὅπου ἡ παρουσία, ἐκεῖ καὶ ἡ κρίσις, παρουσία ἡ ἔνδοξος, ἡ μέλλουσα, ὅτε σαλπίσει ὁ ἄγγελος καὶ πάντες ἀναστήσονται οἱ ἐν τοῖς μνημείοις.
ταῦτα^ ἀ^κούσα_ς ὁ προφήτης καὶ δι^α^λεχθεὶς τῷ θεῷ, ἕτερον δὲ ἀ^κούσα_ς κριτὴν καὶ δεσπότην ἐρχόμενον, εὐθέως ἀνα^βοᾷ, ἐκπλήξεως πληρωθεὶς τὴν δι^ά^νοια^ν, προσλαλεῖ λοιπὸν τῷ κηρυχθέντι^·
ταῦτα ἀκούσας ὁ προφήτης καὶ διαλεχθεὶς τῷ θεῷ, ἕτερον δὲ ἀκούσας κριτὴν καὶ δεσπότην ἐρχόμενον, εὐθέως ἀναβοᾷ, ἐκπλήξεως πληρωθεὶς τὴν διάνοιαν, προσλαλεῖ λοιπὸν τῷ κηρυχθέντι·
κύριε, εἰσακήκοα^ τὴν ἀκοήν σου καὶ ἐφοβήθην·
κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην·
κα^τενόησα^ τὰ^ ἔργα^ σου καὶ ἐξέστην, πῶς ἐν μέσῳ δύ^ο ζώων γνωσθήσῃ.
κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην, πῶς ἐν μέσῳ δύο ζώων γνωσθήσῃ.
πολλοῖς μὲν ἔδοξεν εἰπεῖν τὸ ἐν μέσῳ δύ^ο ζώων γνωσθήσῃ, τουτέστι^ ζωῆς μιᾶ_ς τοῦ αἰῶνος τοῦτο καὶ τοῦ μέλλοντος.
πολλοῖς μὲν ἔδοξεν εἰπεῖν τὸ ἐν μέσῳ δύο ζώων γνωσθήσῃ, τουτέστι ζωῆς μιᾶς τοῦ αἰῶνος τοῦτο καὶ τοῦ μέλλοντος.
πολλοῖς δὲ πά^λι^ν, ἐν μέσῳ δύ^ο λα_ῶν.
πολλοῖς δὲ πάλιν, ἐν μέσῳ δύο λαῶν.
πανταχοῦ δὲ τὸ ἀ^σφα^λὲς ἕστηκε, τὸ μετα^ξὺ^ τῆς πρώτης διαθήκης καὶ τῆς δευτέρα_ς.
πανταχοῦ δὲ τὸ ἀσφαλὲς ἕστηκε, τὸ μεταξὺ τῆς πρώτης διαθήκης καὶ τῆς δευτέρας.
ταῦτα γά^ρ ἐστι^ τὰ^ ζῶα^ τὰ^ λογικά^, πά^ντα^ς ἡμᾶς ζωοποιοῦντα^.
ταῦτα γάρ ἐστι τὰ ζῶα τὰ λογικά, πάντας ἡμᾶς ζωοποιοῦντα.
τὰ^ γὰ^ρ θεῖα^ ῥήμα^τα^ ζωοποιὸν ἔχει δύ^να^μι^ν.
τὰ γὰρ θεῖα ῥήματα ζωοποιὸν ἔχει δύναμιν.