macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
ἐν μέσῳ δύ^ο ζώων γνωσθήσῃ.
ἐν μέσῳ δύο ζώων γνωσθήσῃ.
ἐν τῷ ἐγγίζειν τὰ^ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ πα^ρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ.
ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ.
οὐδέπω γὰ^ρ ἐπεγνώσθης, ἀλλ' ἐν τῷ ἐγγίζειν τὰ^ ἔτη;
οὐδέπω γὰρ ἐπεγνώσθης, ἀλλ' ἐν τῷ ἐγγίζειν τὰ ἔτη;
ἀντὶ^ τοῦ περὶ τὸ πλήρωμα^ τῶν καιρῶν τότε μέλλεις γνωρίζεσθαι, τότε μέλλεις κηρύττεσθαι.
ἀντὶ τοῦ περὶ τὸ πλήρωμα τῶν καιρῶν τότε μέλλεις γνωρίζεσθαι, τότε μέλλεις κηρύττεσθαι.
τοῦτο οὖν ἤκουσα^, καὶ ἐφοβήθην·
τοῦτο οὖν ἤκουσα, καὶ ἐφοβήθην·
κα^τενόησα^ τὰ^ ἔργα^ σου καὶ ἐξέστην.
κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.
ποῖα ἔργα^ κα^τενόησα^ς;
ποῖα ἔργα κατενόησας;
ὅτι ὁ ποιητὴς τοῦ οὐρα^νοῦ καὶ τῆς γῆς μέχρι τοῦ νῦν λα^νθά^νει τὸν κόσμον.
ὅτι ὁ ποιητὴς τοῦ οὐρανοῦ καὶ τῆς γῆς μέχρι τοῦ νῦν λανθάνει τὸν κόσμον.
ἐν γὰ^ρ τῷ κόσμῳ ἦν καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.
ἐν γὰρ τῷ κόσμῳ ἦν καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.
ἐν τῷ ἐγγίζειν τὰ^ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ πα^ρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ.
ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ.
οὐκ εἶπε γενηθήσῃ·
οὐκ εἶπε γενηθήσῃ·
οὐκ εἶπε πλασθήσῃ, ἀλλὰ γνωσθήσῃ.
οὐκ εἶπε πλασθήσῃ, ἀλλὰ γνωσθήσῃ.
τῇ μὲν φύ^σει αἰώνιος·
τῇ μὲν φύσει αἰώνιος·
τῇ δὲ γνώσει νέος.
τῇ δὲ γνώσει νέος.
ἐν τῷ πα^ρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ, τουτέστι^·
ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ, τουτέστι·
βα^σι^λεὺς ἀ^ναγορευθήσῃ.
βασιλεὺς ἀναγορευθήσῃ.
εἶτα εἰπὼν τοῦτο, ἐπά^γει τὴν οἰκονομίαν.
εἶτα εἰπὼν τοῦτο, ἐπάγει τὴν οἰκονομίαν.
ὁ θεὸς ἡμῶν ἀπὸ θαιμὰν ἥξει, τουτ έστι^ν, ἐκ μεσημβρί^α_ς καὶ ὁ ἅγι^ος ἐξ ὄρους κα^τασκί^ου δάσεος.
ὁ θεὸς ἡμῶν ἀπὸ θαιμὰν ἥξει, τουτ έστιν, ἐκ μεσημβρίας καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δάσεος.
ὄρος κα^τάσκι^ον τὴν ἁγί^α_ν παρθένον καὶ θεοτόκον κα^λεῖ.
ὄρος κατάσκιον τὴν ἁγίαν παρθένον καὶ θεοτόκον καλεῖ.
τινὲς δὲ καὶ εἰς τὸ τῆς σιὼν ὄρος τοῦτο ἐκλαμβάνουσι^.
τινὲς δὲ καὶ εἰς τὸ τῆς σιὼν ὄρος τοῦτο ἐκλαμβάνουσι.
τῇ γὰ^ρ θείᾳ δυ^νά^μει ἐπεσκιάζετο.
τῇ γὰρ θείᾳ δυνάμει ἐπεσκιάζετο.
ἔκαμψεν οὐρανοὺς ἡ ἁρετὴ αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ πλήρης ἡ γῆ.
ἔκαμψεν οὐρανοὺς ἡ ἁρετὴ αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ πλήρης ἡ γῆ.
ἄρχεται λοιπὸν ὡς φί^λῳ δι^α^λέγεσθαι καὶ γνωρί^μῳ.
ἄρχεται λοιπὸν ὡς φίλῳ διαλέγεσθαι καὶ γνωρίμῳ.
ἐξῆλθες εἰς σωτηρί^α_ν λα_οῦ σου τοῦ σῶσαι τοὺς χρηστούς σου·
ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου τοῦ σῶσαι τοὺς χρηστούς σου·
ἐπεβίβασας τοὺς ἵππους σου ἐφ' ὕ^δα^τα^ θα^λάσσης.
ἐπεβίβασας τοὺς ἵππους σου ἐφ' ὕδατα θαλάσσης.
ποίους ἵππους;
ποίους ἵππους;
τοὺς ἀ^ποστόλους.
τοὺς ἀποστόλους.
θά^λα^σσα^ν δὲ τὸν κόσμον, οὐαὶ πλῆθος ἐθνῶν πολλῶν, ὡς θά^λασσα^ κυ_μαίνουσα^, οὕτω ταραχθήσεσθε.
θάλασσαν δὲ τὸν κόσμον, οὐαὶ πλῆθος ἐθνῶν πολλῶν, ὡς θάλασσα κυμαίνουσα, οὕτω ταραχθήσεσθε.
ἐπεβίβασας εἰς θά^λα^σσα^ν τοὺς ἵππους σου ταράσσοντα^ς ὕ^δα^τα^ πολλά^.
ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδατα πολλά.
ταραχῆς ἐπληροῦτο ἡ οἰκουμένη.
ταραχῆς ἐπληροῦτο ἡ οἰκουμένη.
ἤκουσαν νέον κήρυγμα^, ξένον βα^σι^λέα^, καινὴν νομοθεσίαν καὶ δι^δασκαλί^α_ν.
ἤκουσαν νέον κήρυγμα, ξένον βασιλέα, καινὴν νομοθεσίαν καὶ διδασκαλίαν.
οὕτως ἐτα^ρά^χθησα^ν ὡς εἰς μακεδονίαν ἐλθόντος τοῦ μακαρί^ου παύλου βοῆσαι τοὺς ἐν μακεδονίᾳ.
οὕτως ἐταράχθησαν ὡς εἰς μακεδονίαν ἐλθόντος τοῦ μακαρίου παύλου βοῆσαι τοὺς ἐν μακεδονίᾳ.
οἱ τὴν οἰκουμένην ἀ^ναστατώσαντες, οὗτοι καὶ ἐνθά^δε πά^ρεισι^ν.
οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισιν.
ἐταράττετο ἡ ἀ^πι^στί^α_·
ἐταράττετο ἡ ἀπιστία·
ἐστηρίζετο ἡ ἀ^λήθεια^, ἵ^να_ δείξῃ ὅτι τῶν αὐτῶν ἵππων ἦν καὶ ταρά^ττειν τοὺς ξενιζομένους καὶ φωτίζειν τοὺς ἁγι^αζομένους.
ἐστηρίζετο ἡ ἀλήθεια, ἵνα δείξῃ ὅτι τῶν αὐτῶν ἵππων ἦν καὶ ταράττειν τοὺς ξενιζομένους καὶ φωτίζειν τοὺς ἁγιαζομένους.
ὁ εἰπὼν ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου ταράσσοντα^ς ὕ^δα^τα^ πολλά^, ὁ αὐτὸς ἐν τῇ αὐτῇ ᾠδῇ λέγει·
ὁ εἰπὼν ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδατα πολλά, ὁ αὐτὸς ἐν τῇ αὐτῇ ᾠδῇ λέγει·
ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου καὶ ἱππα^σία σου σωτηρί^α_.
ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου καὶ ἱππασία σου σωτηρία.
τά^δε λέγει κύ_ρι^ος·
τάδε λέγει κύριος·
ἰδοὺ ἐγὼ ποιῶ ἔργον ἐν ταῖς ἡμέραις ὑ_μῶν, ᾧ οὐ μὴ πιστεύσητε, οὐ δὲ ἐά^ν τι^ς ἐκδιηγῆται ὑ_μῖν.
ἰδοὺ ἐγὼ ποιῶ ἔργον ἐν ταῖς ἡμέραις ὑμῶν, ᾧ οὐ μὴ πιστεύσητε, οὐ δὲ ἐάν τις ἐκδιηγῆται ὑμῖν.
μᾶλλον δὲ οὕτως·
μᾶλλον δὲ οὕτως·
ἴδετε οἱ καταφρονηταὶ καὶ ἐπι^βλέψατε καὶ ἀφα^νί^σθητε, ὅτι τάδε λέγει κύ_ρι^ος·
ἴδετε οἱ καταφρονηταὶ καὶ ἐπιβλέψατε καὶ ἀφανίσθητε, ὅτι τάδε λέγει κύριος·
ἰδοὺ ἐγὼ ἐργάζομαι ἔργον ἐν ταῖς ἡμέραις ὑ_μῶν, ᾧ οὐ μὴ πιστεύσητε, οὐ δὲ ἐά^ν τι^ς ἐκδιηγῆται ὑ_μῖν.
ἰδοὺ ἐγὼ ἐργάζομαι ἔργον ἐν ταῖς ἡμέραις ὑμῶν, ᾧ οὐ μὴ πιστεύσητε, οὐ δὲ ἐάν τις ἐκδιηγῆται ὑμῖν.
ἔργον λέγει τὴν οἰκονομίαν τοῦ σωτῆρος.
ἔργον λέγει τὴν οἰκονομίαν τοῦ σωτῆρος.
τί οὖν ποιῶ ἔργον, ὥστε κηρυττόμενον παρ' ὑ_μῶν μὴ πιστεύεσθαι;
τί οὖν ποιῶ ἔργον, ὥστε κηρυττόμενον παρ' ὑμῶν μὴ πιστεύεσθαι;
ταύτην τὴν φωνὴν πά^λι^ν ἐκλαμβά^νει παῦλος καλῶς, καὶ ἐν ῥώμῃ ἰουδαίοις δι^α^λεγόμενος λέγει·
ταύτην τὴν φωνὴν πάλιν ἐκλαμβάνει παῦλος καλῶς, καὶ ἐν ῥώμῃ ἰουδαίοις διαλεγόμενος λέγει·
βλέπετε οὖν μὴ ἐπέλθοι ἐφ' ὑ_μᾶς τὸ γεγραμμένον·
βλέπετε οὖν μὴ ἐπέλθοι ἐφ' ὑμᾶς τὸ γεγραμμένον·
ἴδετε οἱ καταφρονηταὶ καὶ ἐπι^βλέψατε καὶ ἀφα^νί^σθητε, ὅτι ὅτι ἐγὼ ἔργον ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑ_μῶν, ἔργον, ᾧ οὐ μὴ πιστεύσητε.
ἴδετε οἱ καταφρονηταὶ καὶ ἐπιβλέψατε καὶ ἀφανίσθητε, ὅτι ὅτι ἐγὼ ἔργον ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ἔργον, ᾧ οὐ μὴ πιστεύσητε.
ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον, ἵνα καὶ τὴν τῶν πα^τέρων δέξωμαι δι^δασκαλί^α_ν, θερα^πευέσθω τὰ^ τραύμα^τα^ τῶν ἀσθενούντων, προσέλθωσι^ τῷ ἰ_α_τρῷ, τῷ θείῳ λόγῳ τῷ λα^βόντι^ παρὰ θεοῦ τὴν ἰατρείαν.
ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον, ἵνα καὶ τὴν τῶν πατέρων δέξωμαι διδασκαλίαν, θεραπευέσθω τὰ τραύματα τῶν ἀσθενούντων, προσέλθωσι τῷ ἰατρῷ, τῷ θείῳ λόγῳ τῷ λαβόντι παρὰ θεοῦ τὴν ἰατρείαν.
οἶδε καὶ τὸ σι^δήριον τοῦ λόγου τεμεῖν τὸ ἕλκος καὶ ἐμφράξαι τὰ^ κενὰ^ τοῦ ἕλκους τοῖς φαρμά^κοις τῆς ἀ^ληθεία_ς.
οἶδε καὶ τὸ σιδήριον τοῦ λόγου τεμεῖν τὸ ἕλκος καὶ ἐμφράξαι τὰ κενὰ τοῦ ἕλκους τοῖς φαρμάκοις τῆς ἀληθείας.
ὡς γὰ^ρ ἐπὶ τῶν ἰα_τρευόντων μετὰ^ τὴν τομὴν εἰσέρχεται τὰ ῥάκη ἐκεῖνα^, ἐμβάλλεται δέ, ἵνα δῷ διάστασι^ν καὶ μὴ συμπτύξῃ τὰ νεῦρα^ καὶ τῇ μοτώσει διασφαλίζεται τὴν σύμπτυξι^ν τῶν κα^κῶν, οὕτω καὶ ὁ θεός, ἐπειδὰ^ν ἀναπτύξῃ τῷ θείῳ λόγῳ, ὥσπερ σιδήρῳ τὸ γλύμμα^, τότε ταῖς θείαις ἐντολαῖς καὶ τῇ θείᾳ δι^δα^σκα^λί^ᾳ μοτοῖ...
ὡς γὰρ ἐπὶ τῶν ἰατρευόντων μετὰ τὴν τομὴν εἰσέρχεται τὰ ῥάκη ἐκεῖνα, ἐμβάλλεται δέ, ἵνα δῷ διάστασιν καὶ μὴ συμπτύξῃ τὰ νεῦρα καὶ τῇ μοτώσει διασφαλίζεται τὴν σύμπτυξιν τῶν κακῶν, οὕτω καὶ ὁ θεός, ἐπειδὰν ἀναπτύξῃ τῷ θείῳ λόγῳ, ὥσπερ σιδήρῳ τὸ γλύμμα, τότε ταῖς θείαις ἐντολαῖς καὶ τῇ θείᾳ διδασκαλίᾳ μοτοῖ αὐτά.
οὐκ ἐμὸς ὁ λόγος.
οὐκ ἐμὸς ὁ λόγος.
ἄκουε τοῦ προφήτου λέγοντος τοῖς πεπλανημένοις·
ἄκουε τοῦ προφήτου λέγοντος τοῖς πεπλανημένοις·
λά^βετε μεθ' ἑαυτῶν λόγους καὶ εἴπατε·
λάβετε μεθ' ἑαυτῶν λόγους καὶ εἴπατε·
ἐπιστρέψωμεν πρὸς κύ_ρι^ον τὸν θεὸν ἡμῶν, ὅτι αὐτὸς ἔπαισε καὶ ἰά_σεται ἡμᾶς·
ἐπιστρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ὅτι αὐτὸς ἔπαισε καὶ ἰάσεται ἡμᾶς·
πα^τά^ξει καὶ μοτώσει καὶ ὑγιά^σει ὑ_μᾶς.
πατάξει καὶ μοτώσει καὶ ὑγιάσει ὑμᾶς.
πότε;
πότε;
μετὰ^ δύ^ο ἡμέρα_ς.
μετὰ δύο ἡμέρας.
διὰ τί μετὰ^ δύ^ο ἡμέρα_ς;
διὰ τί μετὰ δύο ἡμέρας;
εἰ ὅλως ἐνέργεια^ θεοῦ, ἐχρῆν γενέσθαι καὶ ἐν μι^ᾷ ῥοπῇ.
εἰ ὅλως ἐνέργεια θεοῦ, ἐχρῆν γενέσθαι καὶ ἐν μιᾷ ῥοπῇ.
πα^τά^ξει καὶ μοτώσει καὶ ὑγιά^σει ὑ_μᾶς μετὰ^ δύ^ο ἡμέρα_ς.
πατάξει καὶ μοτώσει καὶ ὑγιάσει ὑμᾶς μετὰ δύο ἡμέρας.
ἐπειδὴ τὸ μέγιστον αὐτῶν τραῦμά^ ἐστι^ν ἡ θεομα^χία ἡ ἐπὶ τοῦ σταυροῦ, ἴ_α_σι^ς δὲ τῶν σταυρωσάντων ἡ ἐλπὶς τῆς ἀναστάσεως.
ἐπειδὴ τὸ μέγιστον αὐτῶν τραῦμά ἐστιν ἡ θεομαχία ἡ ἐπὶ τοῦ σταυροῦ, ἴασις δὲ τῶν σταυρωσάντων ἡ ἐλπὶς τῆς ἀναστάσεως.
ἀ^νέστη δὲ ὁ σωτὴρ μετὰ δύ^ο ἡμέρα_ς τῇ τρί^τῃ καὶ ἀ^να^στὰ_ς ἐκ τῶν νεκρῶν ἐλπί^δα^ σωτηρί^α_ς πᾶσι^ τοῖς μετα^νοοῦσι^ν ἐπέδωκεν.
ἀνέστη δὲ ὁ σωτὴρ μετὰ δύο ἡμέρας τῇ τρίτῃ καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν ἐλπίδα σωτηρίας πᾶσι τοῖς μετανοοῦσιν ἐπέδωκεν.
ἐξ αὐτῶν γὰ^ρ τῶν σταυρωσάντων πολλαὶ μυ_ρι^ά^δες ἐπί^στευσα^ν, ὥς φησι^ν ἡ γρα^φή·
ἐξ αὐτῶν γὰρ τῶν σταυρωσάντων πολλαὶ μυριάδες ἐπίστευσαν, ὥς φησιν ἡ γραφή·
θεωρεῖς γά^ρ, ἀ^δελφὲ παῦλε, πόσαι μυ_ρι^ά^δες τῶν σταυρωσάντων ἰουδαίων ἐπί^στευσα^ν;
θεωρεῖς γάρ, ἀδελφὲ παῦλε, πόσαι μυριάδες τῶν σταυρωσάντων ἰουδαίων ἐπίστευσαν;
καὶ μετὰ τὸν σταυρὸν οἱ θεομά^χοι τῇ δυ^νά^μει τοῦ σταυροῦ ἐθερα^πεύθησα^ν.
καὶ μετὰ τὸν σταυρὸν οἱ θεομάχοι τῇ δυνάμει τοῦ σταυροῦ ἐθεραπεύθησαν.
ὅθεν τὴν δύ^να^μι^ν τῆς ἀναστάσεως ὁ προφήτης ὑποτί^θεται, μεθ' ἑαυτῶν λέγων λάβετε λόγους, ἀντὶ^ τοῦ οὐ χρεία_ ἔργου, οὐ χρεία_ διὰ πρα_γμά^των ἀπολογήσασθαι, ἀλλὰ διὰ λόγων.
ὅθεν τὴν δύναμιν τῆς ἀναστάσεως ὁ προφήτης ὑποτίθεται, μεθ' ἑαυτῶν λέγων λάβετε λόγους, ἀντὶ τοῦ οὐ χρεία ἔργου, οὐ χρεία διὰ πραγμάτων ἀπολογήσασθαι, ἀλλὰ διὰ λόγων.
ἐπειδὴ διὰ λόγων ἠσεβήσατε καὶ λόγος ὑ_μᾶς εἰς πα^ρανομίαν ἤγα^γε, λόγος ὑ_μᾶς ἰατρεύσει.
ἐπειδὴ διὰ λόγων ἠσεβήσατε καὶ λόγος ὑμᾶς εἰς παρανομίαν ἤγαγε, λόγος ὑμᾶς ἰατρεύσει.
λάβετε μεθ' ἑαυτῶν λόγους καὶ ἐπιστρέψα^τε πρὸς κύ_ρι^ον καὶ εἴπατε·
λάβετε μεθ' ἑαυτῶν λόγους καὶ ἐπιστρέψατε πρὸς κύριον καὶ εἴπατε·
ἐπιστρέψωμεν πρὸς κύ_ρι^ον τὸν θεὸν ἡμῶν, ὅτι ἐπάταξε καὶ ἰά_σεται ἡμᾶς, πατάξει καὶ μοτώσει καὶ ὑγιά^σει ἡμᾶς μετὰ δύ^ο ἡμέρα_ς.
ἐπιστρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ὅτι ἐπάταξε καὶ ἰάσεται ἡμᾶς, πατάξει καὶ μοτώσει καὶ ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας.
πῶς καὶ τί^νι^ τρόπῳ;
πῶς καὶ τίνι τρόπῳ;
ἐν τῇ τρί^τῃ ἡμέρᾳ ἀ^να^στησόμεθα^.
ἐν τῇ τρίτῃ ἡμέρᾳ ἀναστησόμεθα.
καὶ μὴν τῇ τρί^τῃ ἡμέρᾳ χριστὸς ἀνέστη, οὐχ οἱ λοιποί.
καὶ μὴν τῇ τρίτῃ ἡμέρᾳ χριστὸς ἀνέστη, οὐχ οἱ λοιποί.
ἑρμηνεύει παῦλος·
ἑρμηνεύει παῦλος·
καὶ συνήγειρεν ἡμᾶς ἐν τῇ τρί^τῃ ἡμέρᾳ.
καὶ συνήγειρεν ἡμᾶς ἐν τῇ τρίτῃ ἡμέρᾳ.
ἀναστησόμεθα σὺ^ν αὐτῷ καὶ ζησόμεθα^ ἐνώπιον αὐτοῦ.
ἀναστησόμεθα σὺν αὐτῷ καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ.
αὐτῷ ἡ δόξα_ καὶ τὸ κρά^τος σὺ^ν τῷ πατρὶ^ καὶ τῷ παναγί^ῳ καὶ ζωοποιῷ πνεύμα^τι^, νῦν καὶ ἀ^εὶ καὶ εἰς τοὺς αἰῶνα^ς τῶν αἰώνων.
αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ἀμήν.
ἀμήν.
ὄντως ἐπεφά_νη ἡμῖν ἡ τοῦ χριστοῦ χά^ρι^ς καὶ συ^νεξέλαμψεν ἡμῖν τῆς εὐσεβεία_ς ἡ δύ^να^μι^ς·
ὄντως ἐπεφάνη ἡμῖν ἡ τοῦ χριστοῦ χάρις καὶ συνεξέλαμψεν ἡμῖν τῆς εὐσεβείας ἡ δύναμις·
ὄντως ἀνέτειλεν ἡμῖν ὁ τῆς δι^καιοσύ^νης ἥλι^ος, καὶ μα^ρτυ^ρεῖ φωτισθέντα^ τῆς οἰκουμένης τὰ^ πέρα^τα^·
ὄντως ἀνέτειλεν ἡμῖν ὁ τῆς δικαιοσύνης ἥλιος, καὶ μαρτυρεῖ φωτισθέντα τῆς οἰκουμένης τὰ πέρατα·
ἐπεφά_νη γὰ^ρ ὁ τῶν οὐρα^νῶν δεσπότης καὶ πᾶσα^ν τὴν γῆν, ὡς ἠθέλησεν, εἰς οὐρα^νὸν μετεποίησεν, κα^θὼς προείρηται ἐν ὑ_μῖν.
ἐπεφάνη γὰρ ὁ τῶν οὐρανῶν δεσπότης καὶ πᾶσαν τὴν γῆν, ὡς ἠθέλησεν, εἰς οὐρανὸν μετεποίησεν, καθὼς προείρηται ἐν ὑμῖν.
ἐπουράνιος ὢν ἐπουρα^νί^ους ἀ^περγάζεται καὶ ἐπουρά^νι^α^ τοῖς ἐπουρα^νί^οις χα^ρί^ζεται.
ἐπουράνιος ὢν ἐπουρανίους ἀπεργάζεται καὶ ἐπουράνια τοῖς ἐπουρανίοις χαρίζεται.
πα^ρὰ^ τοῦ πιστοῦ τοῖς πιστοῖς τὰ^ πιστά^, πα^ρὰ^ τοῦ ἁ^γί^ου τοῖς ἁ^γί^οις τὰ^ ἅγι^α^, πα^ρὰ^ τοῦ ζῶντος τοῖς ζῶσι^ τὰ^ ζῶντα^.
παρὰ τοῦ πιστοῦ τοῖς πιστοῖς τὰ πιστά, παρὰ τοῦ ἁγίου τοῖς ἁγίοις τὰ ἅγια, παρὰ τοῦ ζῶντος τοῖς ζῶσι τὰ ζῶντα.
ταῦτα^ γὰ^ρ ὑ_μῖν ἐν ταῖς ἱεραῖς καὶ βα^σι^λι^καῖς τῶν ἀ^ποστόλων αὐλαῖς εἰσηγούμεθα^, ὅτε τῶν προφητι^κῶν ἡψά^μεθα^ νοημά^των, ὅτε οὐρα^νὸς καὶ γῆ ἐμερίζοντο τὰ_ς φωνὰ_ς τῶν προφητῶν, γῆ μὲν ἔχουσα^ τὸν ἰωάννην λέγοντα^·
ταῦτα γὰρ ὑμῖν ἐν ταῖς ἱεραῖς καὶ βασιλικαῖς τῶν ἀποστόλων αὐλαῖς εἰσηγούμεθα, ὅτε τῶν προφητικῶν ἡψάμεθα νοημάτων, ὅτε οὐρανὸς καὶ γῆ ἐμερίζοντο τὰς φωνὰς τῶν προφητῶν, γῆ μὲν ἔχουσα τὸν ἰωάννην λέγοντα·
φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ·
φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ·
ἑτοιμά^σα^τε τὴν ὁδὸν κυ_ρί^ου, εὐθεία_ς ποιεῖτε τὰ_ς τρί^βους αὐτοῦ.
ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
, οὐρα^νὸς δὲ ἔχων τοῦ πατρὸς τὴν φωνὴν ἐπὶ^ τοῖς ἔργοις βεβαιουμένην ὅτι^ φωνὴ κυ_ρί^ου ἐπὶ^ τῶν ὑ^δά^των ταῦτα^ ὑ_μῖν ὑπεθέμεθα^.
, οὐρανὸς δὲ ἔχων τοῦ πατρὸς τὴν φωνὴν ἐπὶ τοῖς ἔργοις βεβαιουμένην ὅτι φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων ταῦτα ὑμῖν ὑπεθέμεθα.
ἀρκεῖ δὲ ταῦτα^ καὶ τοῖς σπουδαίοις εἰς ὑπόμνησι^ν καὶ τοῖς πιστοῖς εἰς βεβαίωσι^ν.
ἀρκεῖ δὲ ταῦτα καὶ τοῖς σπουδαίοις εἰς ὑπόμνησιν καὶ τοῖς πιστοῖς εἰς βεβαίωσιν.
δεῖ δὲ εἰδέναι, ὅτι^ ἡ τῶν ἀ^γα^θῶν ἐπανάληψι^ς βεβαιοτέρα_ς ὑ_μῶν τὰ_ς ψυ_χὰ_ς ἀ^περγάζεται.
δεῖ δὲ εἰδέναι, ὅτι ἡ τῶν ἀγαθῶν ἐπανάληψις βεβαιοτέρας ὑμῶν τὰς ψυχὰς ἀπεργάζεται.
ὥσπερ γὰ^ρ τὴν γῆν ὁρῶμεν τότε μά^λι^στα^ κα^λῶς γεωργουμένην, ὅτα^ν τοῖς αὐτοῖς ἀρότροις διευθύνη ται καὶ τὴν πρώτην ἐπι^φά^νεια^ν ἡ δευτέρα_ κα^τα^λα^βοῦσα^ κοσμήσῃ, οὕτω καὶ τὴν ψυ_χὴν ἀροτριωμένην τῷ θείῳ λόγῳ, ἐὰ^ν ὑπόμνησι^ς τῶν προειρημένων εἰσελθοῦσα^ ἀνανεώσῃ τὴν δι^ά^νοια^ν, καὶ γονιμωτέραν τὴν ψυ_χὴν ἀ^περγά...
ὥσπερ γὰρ τὴν γῆν ὁρῶμεν τότε μάλιστα καλῶς γεωργουμένην, ὅταν τοῖς αὐτοῖς ἀρότροις διευθύνη ται καὶ τὴν πρώτην ἐπιφάνειαν ἡ δευτέρα καταλαβοῦσα κοσμήσῃ, οὕτω καὶ τὴν ψυχὴν ἀροτριωμένην τῷ θείῳ λόγῳ, ἐὰν ὑπόμνησις τῶν προειρημένων εἰσελθοῦσα ἀνανεώσῃ τὴν διάνοιαν, καὶ γονιμωτέραν τὴν ψυχὴν ἀπεργάζεται εἰς τὴν τῆς ἀρετῆ...
καιρὸς δὲ ἡμῖν ἐπὶ^ τὴν ὀφειλὴν ὑ^παντῆσαι, ὀφειλὴν ἣν καὶ αὐτοὶ ὑπεσχόμεθα^ καὶ ὑ_μεῖς ἐν δι^α^νοίᾳ φέρετε.
καιρὸς δὲ ἡμῖν ἐπὶ τὴν ὀφειλὴν ὑπαντῆσαι, ὀφειλὴν ἣν καὶ αὐτοὶ ὑπεσχόμεθα καὶ ὑμεῖς ἐν διανοίᾳ φέρετε.
ἀξιῶ δὲ πά^ντα^ς τοὺς φιλοχρί^στους ὑ^ποσχεῖν καὶ τὰ_ς ἀ^κοὰ_ς καὶ τὴν δι^ά^νοια^ν, ἵ^να_ ἡ μὲν ἀκοὴ ἀπαραλείπτως δέχηται τὰ^ λεγόμενα^, ἡ δὲ δι^ά^νοια^ ἀ^κρι_βῶς ἐξετάζῃ τὰ^ νοήμα^τα^·
ἀξιῶ δὲ πάντας τοὺς φιλοχρίστους ὑποσχεῖν καὶ τὰς ἀκοὰς καὶ τὴν διάνοιαν, ἵνα ἡ μὲν ἀκοὴ ἀπαραλείπτως δέχηται τὰ λεγόμενα, ἡ δὲ διάνοια ἀκριβῶς ἐξετάζῃ τὰ νοήματα·
περὶ^ χριστοῦ γά^ρ ἐστι^ν ὁ λόγος.
περὶ χριστοῦ γάρ ἐστιν ὁ λόγος.
πᾶν δὲ τὸ περὶ^ χριστοῦ λεγόμενον οὐκ ἔστι^ν ἁπλοῦν κήρυγμα^, ἀλλ' εὐσεβεία_ς μυστήριον.
πᾶν δὲ τὸ περὶ χριστοῦ λεγόμενον οὐκ ἔστιν ἁπλοῦν κήρυγμα, ἀλλ' εὐσεβείας μυστήριον.
πᾶσα^ ἡ τοῦ χριστοῦ οἰκονομί^α_ μυστήριον ὀνομάζεται.
πᾶσα ἡ τοῦ χριστοῦ οἰκονομία μυστήριον ὀνομάζεται.
τὸ δὲ μυστήριον οὐκ ἐν τῷ γράμμα^τι^ φαίνεται, ἀλλ' ἐν τῷ πράγμα^τι^ κηρύττεται.
τὸ δὲ μυστήριον οὐκ ἐν τῷ γράμματι φαίνεται, ἀλλ' ἐν τῷ πράγματι κηρύττεται.
δι^ὰ^ τοῦτο ἡ γρα^φὴ πᾶσα^ν τοῦ χριστοῦ τὴν οἰκονομίαν μυστήριον κα^λεῖ, ὡς ὅτα^ν λέγῃ παῦλος·
διὰ τοῦτο ἡ γραφὴ πᾶσαν τοῦ χριστοῦ τὴν οἰκονομίαν μυστήριον καλεῖ, ὡς ὅταν λέγῃ παῦλος·
τὸ μυστήριον τοῦτο μέγα^ ἐστί^ν·
τὸ μυστήριον τοῦτο μέγα ἐστίν·
ἐγὼ δὲ λέγω εἰς χριστὸν καὶ εἰς τὴν ἐκκλησί^α_ν·
ἐγὼ δὲ λέγω εἰς χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν·
καὶ πά^λι^ν·
καὶ πάλιν·
ὁμολογουμένως μέγα^ ἐστὶ^ τὸ τῆς εὐσεβεία_ς μυστήριον, ὃ ἐφανερώθη ἐν σαρκί^·
ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον, ὃ ἐφανερώθη ἐν σαρκί·