macronized
stringlengths
1
3.25k
plain
stringlengths
1
3.07k
καὶ πά^λι^ν·
καὶ πάλιν·
κα^τὰ^ ἀποκάλυψι^ν ἐγνωρίσθη μοι τὸ μυστήριον, κα^θὼς δύ^να^σθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσί^ν μου ἐν τῷ μυστηρίῳ τοῦ χριστοῦ·
κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ χριστοῦ·
καὶ ἀλλαχοῦ·
καὶ ἀλλαχοῦ·
ἐμοὶ δὲ τῷ ἐλαχιστοτέρῳ πάντων τῶν ἁ^γί^ων ἐδόθη ἡ χά^ρι^ς αὕτη, εὐαγγελίσα^σθαι ὑ_μῖν τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ χριστοῦ, καὶ φωτίσαι πά^ντα^, τί^ς ἡ οἰκονομί^α_ τοῦ μυστηρί^ου τοῦ ἀποκεκρυμμένου ἀ^πὸ τῶν αἰώνων καὶ ἀ^πὸ τῶν γενεῶν·
ἐμοὶ δὲ τῷ ἐλαχιστοτέρῳ πάντων τῶν ἁγίων ἐδόθη ἡ χάρις αὕτη, εὐαγγελίσασθαι ὑμῖν τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ χριστοῦ, καὶ φωτίσαι πάντα, τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν·
νῦν δὲ ἐφανερώθη τοῖς ἁ^γί^οις αὐτοῦ, οἷς ἠθέλησεν ὁ θεὸς γνωρί^σαι, τί^ς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρί^ου αὐτοῦ ἐν τοῖς ἔθνεσι^ν, ὅ ἐστι^ χριστός, ἡ ἐλπὶς τῆς δόξης.
νῦν δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι, τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου αὐτοῦ ἐν τοῖς ἔθνεσιν, ὅ ἐστι χριστός, ἡ ἐλπὶς τῆς δόξης.
τοίνυ^ν σφάλλονται αἱρετι^κῶν παῖδες μυστήριον θεοῦ λογισμοῖς ὑποβάλλοντες ἀ^νθρωπί^νοις·
τοίνυν σφάλλονται αἱρετικῶν παῖδες μυστήριον θεοῦ λογισμοῖς ὑποβάλλοντες ἀνθρωπίνοις·
λέγει γά^ρ·
λέγει γάρ·
τὸ μυστήριόν μου ἐμοὶ καὶ τοῖς ἐμοῖς.
τὸ μυστήριόν μου ἐμοὶ καὶ τοῖς ἐμοῖς.
τίνες δὲ οἱ τοῦ θεοῦ;
τίνες δὲ οἱ τοῦ θεοῦ;
ἦ δῆλον ὅτι^ οἱ πιστοί.
ἦ δῆλον ὅτι οἱ πιστοί.
ὅτα^ν θέλῃς τι^ περὶ^ χριστοῦ μα^θεῖν ἢ ἀ^κοῦσαι, μὴ ἐπερωτήσῃς λογισμόν, μὴ ἐξετάσῃς σοφόν, ἀλλ' ἐρώτησον προ φήτην, ἐρώτησον ἀ^πόστολον, ἐξέτασον ἄγγελον·
ὅταν θέλῃς τι περὶ χριστοῦ μαθεῖν ἢ ἀκοῦσαι, μὴ ἐπερωτήσῃς λογισμόν, μὴ ἐξετάσῃς σοφόν, ἀλλ' ἐρώτησον προ φήτην, ἐρώτησον ἀπόστολον, ἐξέτασον ἄγγελον·
ἐὰ^ν ἀ^πορήσωσι^ν οὗτοι, ἐπὶ^ τὸν πα^τέρα^ δρά^με.
ἐὰν ἀπορήσωσιν οὗτοι, ἐπὶ τὸν πατέρα δράμε.
ἐὰ^ν ἐρωτήσῃς προφήτα_ς καὶ εἴπῃς·
ἐὰν ἐρωτήσῃς προφήτας καὶ εἴπῃς·
τί^ς ἐστι^ν οὗτος ὁ χριστός;
τίς ἐστιν οὗτος ὁ χριστός;
, ἀ^ποκρί_νεταί σοι ὁ προφητι^κὸς χορὸς λέγων·
, ἀποκρίνεταί σοι ὁ προφητικὸς χορὸς λέγων·
οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν·
οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν·
ἐξεῦρε πᾶσα^ν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν ἰακὼβ τῷ παιδὶ^ αὐτοῦ καὶ ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ·
ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ·
μετὰ^ ταῦτα^ ἐπὶ^ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.
μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.
ἐὰ^ν δὲ ἐρωτήσῃς·
ἐὰν δὲ ἐρωτήσῃς·
τί^ς ἐστι^ν οὗτος ὁ χριστός, καὶ πῶς ἐγεννήθη;
τίς ἐστιν οὗτος ὁ χριστός, καὶ πῶς ἐγεννήθη;
πολυπραγμονῶν τὸ θεῖον γέννημα^, ἐπιστομίζουσί^ σου τὴν παρρησίαν οἱ προφῆται καὶ ἄρχονται λέγειν·
πολυπραγμονῶν τὸ θεῖον γέννημα, ἐπιστομίζουσί σου τὴν παρρησίαν οἱ προφῆται καὶ ἄρχονται λέγειν·
ἃ^ μὴ ἐχώρησεν ὁ ἡμέτερος λογισμός, σὺ^ χωρεῖς;
ἃ μὴ ἐχώρησεν ὁ ἡμέτερος λογισμός, σὺ χωρεῖς;
ἐὰ^ν θέλῃς μα^θεῖν, μά^θε ὅτι^ θεός·
ἐὰν θέλῃς μαθεῖν, μάθε ὅτι θεός·
εἰ δὲ ὅπως ἐγεννήθη πολυπραγμονεῖς, μά^θε παρ' ἡμῶν·
εἰ δὲ ὅπως ἐγεννήθη πολυπραγμονεῖς, μάθε παρ' ἡμῶν·
τὴν γενεὰν αὐτοῦ τί^ς δι^ηγήσεται;
τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;
ἐὰ^ν ἐρωτήσῃς ἀ^πόστολον, λέγω δὴ τὸν ἀποστολι^κὸν χορόν, ἐροῦσί^ σοι ὅτι^ ὁ χριστὸς θεός, ἐν ἀρχῇ θεός, καὶ πρὸς τὸν θεὸν θεός, καὶ ἀ^εὶ θεός.
ἐὰν ἐρωτήσῃς ἀπόστολον, λέγω δὴ τὸν ἀποστολικὸν χορόν, ἐροῦσί σοι ὅτι ὁ χριστὸς θεός, ἐν ἀρχῇ θεός, καὶ πρὸς τὸν θεὸν θεός, καὶ ἀεὶ θεός.
ἐροῦσί^ σοι·
ἐροῦσί σοι·
ἀ^παύγασμα^ τῆς δόξης καὶ χα^ρα^κτὴρ τῆς ὑποστάσεως, εἰκὼν τοῦ θεοῦ τοῦ ἀορά^του, φέρων τὰ^ σύ^μπα^ντα^ τῷ ῥήμα^τι^ τῆς δυ^νά^μεως αὐτοῦ.
ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως, εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, φέρων τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ.
ἐὰ^ν ἐρωτήσῃς·
ἐὰν ἐρωτήσῃς·
πῶς ὁ ὢν ἐγεννήθη;
πῶς ὁ ὢν ἐγεννήθη;
ἐροῦσί^ σοι·
ἐροῦσί σοι·
τὸ ἦν ἠκούσα^μεν, καὶ ὅτι^ ἦν ἐμά^θομεν·
τὸ ἦν ἠκούσαμεν, καὶ ὅτι ἦν ἐμάθομεν·
τὸ δὲ πῶς ἐστι^ν ἐκ τοῦ ὄντος ὁ ὤν, πίστει παρειλήφαμεν, οὐ κα^τα^λήψει.
τὸ δὲ πῶς ἐστιν ἐκ τοῦ ὄντος ὁ ὤν, πίστει παρειλήφαμεν, οὐ καταλήψει.
πά^λι^ν ἐὰ^ν αὐτοὺς ἐρωτήσῃς·
πάλιν ἐὰν αὐτοὺς ἐρωτήσῃς·
εἰ τοίνυ^ν μὴ οἴδα^τε πῶς ἐγεννήθη, πῶς οἴδα^τε ὅτι^ υἱὸς θεοῦ ἐστι^ν;
εἰ τοίνυν μὴ οἴδατε πῶς ἐγεννήθη, πῶς οἴδατε ὅτι υἱὸς θεοῦ ἐστιν;
, ἐροῦσί^ σοι·
, ἐροῦσί σοι·
ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεα_σά^μεθα^ τὴν δόξα^ν αὐτοῦ, δόξα^ν ὡς μονογενοῦς πα^ρὰ^ πατρός, πλήρης χά^ρι^τος καὶ ἀ^ληθεία_ς, πά^λι^ν ἐὰ^ν τοὺς ἀ^ποστόλους καταλιπὼν καὶ τοὺς προφήτα_ς, δρά^μῃς ἐπὶ^ τοὺς ἀγγέλους καὶ εἴπῃς αὐτοῖς·
ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας, πάλιν ἐὰν τοὺς ἀποστόλους καταλιπὼν καὶ τοὺς προφήτας, δράμῃς ἐπὶ τοὺς ἀγγέλους καὶ εἴπῃς αὐτοῖς·
τίς ἐστι^ν οὗτος ὁ χριστὸς ὁ κηρυσσόμενος;
τίς ἐστιν οὗτος ὁ χριστὸς ὁ κηρυσσόμενος;
, ἐροῦσί^ σοι οἱ εὐαγγελισάμενοι τοὺς ποιμένα^ς·
, ἐροῦσί σοι οἱ εὐαγγελισάμενοι τοὺς ποιμένας·
ἡμεῖς δοξάζειν ἐμά^θομεν, οὐ πολυπραγμονεῖν.
ἡμεῖς δοξάζειν ἐμάθομεν, οὐ πολυπραγμονεῖν.
δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ^ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ἡμεῖς οὕτως αὐτὸν κηρύττομεν·
ἡμεῖς οὕτως αὐτὸν κηρύττομεν·
εὐαγγελιζόμεθα ὑ_μῖν χαρὰν μεγά^λην, ἥτι^ς ἔσται παντὶ^ τῷ λα_ῷ, ὅτι^ ἐτέχθη ὑ_μῖν σήμερον σωτήρ, ὅς ἐστι^ χριστὸς κύ_ρι^ος, ἐν πόλει δαυίδ·
εὐαγγελιζόμεθα ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστι χριστὸς κύριος, ἐν πόλει δαυίδ·
καὶ ὅτι^ χριστός, καὶ ὅτι^ σωτὴρ καὶ κύ_ρι^ός ἐστι^ν, ἐπιστά^μεθα^.
καὶ ὅτι χριστός, καὶ ὅτι σωτὴρ καὶ κύριός ἐστιν, ἐπιστάμεθα.
ἐὰ^ν δὲ εἴπῃς αὐτοῖς·
ἐὰν δὲ εἴπῃς αὐτοῖς·
εἴπατε ἡμῖν, τίς ἡ φύ^σι^ς αὐτοῦ, ἢ πῶς ἐγεννήθη, ἢ πῶς ἐστι^ μετὰ^ τοῦ πατρὸς ἡ ἀδιαίρετος δύ^να^μι^ς, ἐροῦσί σοι·
εἴπατε ἡμῖν, τίς ἡ φύσις αὐτοῦ, ἢ πῶς ἐγεννήθη, ἢ πῶς ἐστι μετὰ τοῦ πατρὸς ἡ ἀδιαίρετος δύναμις, ἐροῦσί σοι·
οὐκ ἤκουσα^ς τοῦ προφήτου λέγοντος·
οὐκ ἤκουσας τοῦ προφήτου λέγοντος·
“αἰνεῖτε τὸν κύ_ρι^ον ἐκ τῶν οὐρα^νῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυ^νά^μεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα^ αὐτοῦ;
“αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ;
ἡμεῖς θέλημα^ ποιεῖν ἐκελεύσθημεν, οὐ φύ^σι^ν πολυπραγμονεῖν.
ἡμεῖς θέλημα ποιεῖν ἐκελεύσθημεν, οὐ φύσιν πολυπραγμονεῖν.
ἀλλ' ἆρα^ μὴ ἄγγελοι μὲν σι^ωπῶσι^ καὶ προφῆται οὐκ ἀ^παγγέλλουσι^ καὶ ἀ^πόστολοι ταμιεύονται, ὁ δὲ πα^τὴρ ὁ γεννήσα_ς κηρύττει τὸν υἱὸν πῶς ἐγέννησεν;
ἀλλ' ἆρα μὴ ἄγγελοι μὲν σιωπῶσι καὶ προφῆται οὐκ ἀπαγγέλλουσι καὶ ἀπόστολοι ταμιεύονται, ὁ δὲ πατὴρ ὁ γεννήσας κηρύττει τὸν υἱὸν πῶς ἐγέννησεν;
οὐδὲ αὐτός, οὐ τῷ μὴ εἰδέναι, ἀλλὰ^ τῷ μὴ ἐκφῆναι.
οὐδὲ αὐτός, οὐ τῷ μὴ εἰδέναι, ἀλλὰ τῷ μὴ ἐκφῆναι.
ὅτι^ ἐγέννησεν, λέγει·
ὅτι ἐγέννησεν, λέγει·
ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά^ σε.
ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.
λέγει ὅτι^ ἐγέννησεν, καὶ οὐ κρύπτει τὸ ἀ_θά^να^τον ἐκεῖνο γέννημα^ τὸ ἐκ τῆς ἀιδί^ου ῥίζης ἀ^νθῆσα^ν, ὡς μα^ρτυ^ρεῖ περὶ^ αὐτοῦ λέγων ὁ πα^τήρ·
λέγει ὅτι ἐγέννησεν, καὶ οὐ κρύπτει τὸ ἀθάνατον ἐκεῖνο γέννημα τὸ ἐκ τῆς ἀιδίου ῥίζης ἀνθῆσαν, ὡς μαρτυρεῖ περὶ αὐτοῦ λέγων ὁ πατήρ·
οὗτός ἐστι^ν ὁ υἱός μου ὁ ἀ^γα^πητός, ἐν ᾧ ηὐδόκησα^.
οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα.
αὐτῷ λέγει·
αὐτῷ λέγει·
ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά^ σε, τῷ κόσμῳ λέγει·
ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε, τῷ κόσμῳ λέγει·
ἐγέννησα.
ἐγέννησα.
καὶ φύ^σι^ν μὲν ἀ^πα^γγέλλει, τὸν δὲ τρόπον οὐχ ἑρμηνεύει.
καὶ φύσιν μὲν ἀπαγγέλλει, τὸν δὲ τρόπον οὐχ ἑρμηνεύει.
ἐπεὶ τοίνυ^ν πρόκειται ἡμῖν περὶ^ χριστοῦ ἀ^να^γκαία_ ζήτησι^ς, μὴ ἐκβῶμεν τῶν προφητι^κῶν καὶ ἀποστολι^κῶν πηγῶν, ἀλλ' ἐξ ἐκείνων τῶν ἀεννά^ων ῥείθρων καὶ τῶν ἀ_θα^νά^των ποτα^μῶν ἀρυσώμεθα^ τὰ^ θεῖα^ νά_μα^τα^ τῆς ἐνθέου δι^δα^σκα^λί^α_ς.
ἐπεὶ τοίνυν πρόκειται ἡμῖν περὶ χριστοῦ ἀναγκαία ζήτησις, μὴ ἐκβῶμεν τῶν προφητικῶν καὶ ἀποστολικῶν πηγῶν, ἀλλ' ἐξ ἐκείνων τῶν ἀεννάων ῥείθρων καὶ τῶν ἀθανάτων ποταμῶν ἀρυσώμεθα τὰ θεῖα νάματα τῆς ἐνθέου διδασκαλίας.
ὅτα^ν γά^ρ τι^ς τὰ^ τοῦ θεοῦ φθέγγηται ἀ^πὸ τῶν τοῦ θεοῦ, ὡς ἀ^πὸ ζώσης πηγῆς, ζῶντα^ ἀρύεται νά_μα^τα^ κα^τὰ^ τὸ εἰρημένον·
ὅταν γάρ τις τὰ τοῦ θεοῦ φθέγγηται ἀπὸ τῶν τοῦ θεοῦ, ὡς ἀπὸ ζώσης πηγῆς, ζῶντα ἀρύεται νάματα κατὰ τὸ εἰρημένον·
ἐμὲ ἐγκατέλιπον πηγὴν ὕ^δα^τος ζῶντος.
ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος.
, καὶ πά^λι^ν·
, καὶ πάλιν·
πῖνε ὕ^δα^τα^ ἐκ τῶν πηγῶν τοῦ σωτηρί^ου ἐὰ^ν μέντοι καταλιπόντες τὰ_ς γρα^φὰ_ς ἐπι^θυ_μί^αις δουλεύσωμεν ἀ^νθρωπί^νων λογισμῶν ἐκεῖνα^ νοοῦντες ἃ^ λογισμὸς ὑ^ποβά^λλει, εὑρίσκεται ἡμῶν τὰ^ ὕ^δα^τα^ τῆς δι^δα^σκα^λί^α_ς ἐρήμου ὕ^δα^τα^, οὐ ζῶντος ποτα^μοῦ, ἀλλ' ἐρήμου, κα^θὼς ἔλεγεν ὁ μα^κά^ριος ἰερεμίας πρὸς τὴν ἱερου...
πῖνε ὕδατα ἐκ τῶν πηγῶν τοῦ σωτηρίου ἐὰν μέντοι καταλιπόντες τὰς γραφὰς ἐπιθυμίαις δουλεύσωμεν ἀνθρωπίνων λογισμῶν ἐκεῖνα νοοῦντες ἃ λογισμὸς ὑποβάλλει, εὑρίσκεται ἡμῶν τὰ ὕδατα τῆς διδασκαλίας ἐρήμου ὕδατα, οὐ ζῶντος ποταμοῦ, ἀλλ' ἐρήμου, καθὼς ἔλεγεν ὁ μακάριος ἰερεμίας πρὸς τὴν ἱερουσαλήμ·
ἐπλάτυνε τὰ_ς ὁδοὺς αὐτῆς ἐπὶ^ ὕ^δα^τα^ ἐρήμου.
ἐπλάτυνε τὰς ὁδοὺς αὐτῆς ἐπὶ ὕδατα ἐρήμου.
καὶ ἵ^να_ ἑρμηνεύσῃ ὃ λέγει, ἐπά^γει·
καὶ ἵνα ἑρμηνεύσῃ ὃ λέγει, ἐπάγει·
ἐν ἐπι^θυ_μί^αις ψυ_χῆς αὐτῆς ἐπνευματοφορεῖτο, τουτ έστι^ν, ἐκεῖνα^ ἐλά^λει ἃ^ ἐπεθύ_μει ἡ ψυ_χὴ αὐτῆς, οὐχὶ^ ἃ^ ἤθελεν ὁ θεός.
ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο, τουτ έστιν, ἐκεῖνα ἐλάλει ἃ ἐπεθύμει ἡ ψυχὴ αὐτῆς, οὐχὶ ἃ ἤθελεν ὁ θεός.
οὕτω καὶ νῦν ὁ τὰ_ς ἐπι^θυ_μί^α_ς τῶν οἰκείων λογισμῶν πληρῶν καὶ μὴ τὰ^ τοῦ θεοῦ ζητῶν ἐπὶ^ ὕ^δα^τα^ ἐρήμου πλα^νᾶται.
οὕτω καὶ νῦν ὁ τὰς ἐπιθυμίας τῶν οἰκείων λογισμῶν πληρῶν καὶ μὴ τὰ τοῦ θεοῦ ζητῶν ἐπὶ ὕδατα ἐρήμου πλανᾶται.
οὐδὲν οὕτως ἐκκλησί^α_ς ἀφα^νί^ζει κάλλος ὡς τὸ ἐπι^θυ_μί^α_ς ἀ^νθρωπί^νων λογισμῶν βεβαιοῦν.
οὐδὲν οὕτως ἐκκλησίας ἀφανίζει κάλλος ὡς τὸ ἐπιθυμίας ἀνθρωπίνων λογισμῶν βεβαιοῦν.
δι^ὰ^ τοῦτο παῦλος περὶ^ τῶν αἱρετι^κῶν ἔλεγεν·
διὰ τοῦτο παῦλος περὶ τῶν αἱρετικῶν ἔλεγεν·
κα^τὰ^ τὰ_ς ἰ^δί^α_ς αὐτῶν ἐπι^θυ_μί^α_ς ἐπι^σωρεύουσι^ν ἑαυτοῖς δι^δα^σκά^λους ἔλθωμεν τοίνυ^ν ἐπὶ^ τὴν ὀφειλήν.
κατὰ τὰς ἰδίας αὐτῶν ἐπιθυμίας ἐπισωρεύουσιν ἑαυτοῖς διδασκάλους ἔλθωμεν τοίνυν ἐπὶ τὴν ὀφειλήν.
ταῦτα^ δὲ ἀ^να^γκαίως προηρραβωνισάμεθα^ ὑ_μῶν τὴν ἀγάπην, ἵ^να_ πάντων τῶν λεγομένων τὴν ἀ^κρι_βῆ ἐξέτασι^ν ζητῆτε, μὴ παρ' ἡμῶν καὶ τῶν ἡμετέρων λογισμῶν, ἀλλὰ^ πα^ρὰ^ τῶν θείων γρα^φῶν.
ταῦτα δὲ ἀναγκαίως προηρραβωνισάμεθα ὑμῶν τὴν ἀγάπην, ἵνα πάντων τῶν λεγομένων τὴν ἀκριβῆ ἐξέτασιν ζητῆτε, μὴ παρ' ἡμῶν καὶ τῶν ἡμετέρων λογισμῶν, ἀλλὰ παρὰ τῶν θείων γραφῶν.
προέκειτο ἡμῖν δεῖξαι, πῶς ὁ χριστὸς ἀνακαινί^ζει τὸν κόσμον, πῶς τὸν ἄνθρωπον τὸν παλαιωθέντα^ ἐν τῷ παραδείσῳ δι^ὰ^ τὴν ἁ^μαρτί^α_ν ἀνακαινί^ζει χριστὸς δι^ὰ^ τῆς ἑαυτοῦ οἰκονομί^α_ς.
προέκειτο ἡμῖν δεῖξαι, πῶς ὁ χριστὸς ἀνακαινίζει τὸν κόσμον, πῶς τὸν ἄνθρωπον τὸν παλαιωθέντα ἐν τῷ παραδείσῳ διὰ τὴν ἁμαρτίαν ἀνακαινίζει χριστὸς διὰ τῆς ἑαυτοῦ οἰκονομίας.
ταύτην δὲ τὴν ὑπόσχεσι^ν ἐποιησά^μεθα^ ἐν ταῖς ἱεραῖς τῶν ἀ^ποστόλων αὐλαῖς ταμιευσάμενοι τὴν ἀπόδοσι^ν δι^ὰ^ τὸ μὴ πά^ντα^ς πα^ρεῖναι.
ταύτην δὲ τὴν ὑπόσχεσιν ἐποιησάμεθα ἐν ταῖς ἱεραῖς τῶν ἀποστόλων αὐλαῖς ταμιευσάμενοι τὴν ἀπόδοσιν διὰ τὸ μὴ πάντας παρεῖναι.
λάβωμεν δὲ ἀρχὴν ὁμολογουμένην καὶ πρέπουσα^ν τῷ λόγῳ, τὴν δημιουργίαν.
λάβωμεν δὲ ἀρχὴν ὁμολογουμένην καὶ πρέπουσαν τῷ λόγῳ, τὴν δημιουργίαν.
ἐποίησεν ὁ θεὸς τὸν οὐρα^νὸν καὶ τὴν γῆν.
ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.
ἀρχὴ γὰ^ρ πρέπουσα^ τῶν μελλόντων λέγεσθαι, ἡ πρώτη κρηπὶς τοῦ κόσμου, ὁ πρῶτος θεμέλι^ος τῆς δημιουργία_ς.
ἀρχὴ γὰρ πρέπουσα τῶν μελλόντων λέγεσθαι, ἡ πρώτη κρηπὶς τοῦ κόσμου, ὁ πρῶτος θεμέλιος τῆς δημιουργίας.
ἐποίησεν ὁ θεὸς τὸν οὐρα^νὸν καὶ τὴν γῆν καὶ τὴν θά^λα^σσα^ν καὶ πά^ντα^ τὰ^ ἐν αὐτοῖς, ἵ^να_ συντέμω.
ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, ἵνα συντέμω.
καὶ τὰ^ μὲν ἄλλα^ πά^ντα^ λόγῳ πα^ρήγα^γεν, ἀβίαστον ἔχων τὸ νεῦμα^ καὶ οὔ τε κόπον ὑπομένων οὔ τε ἱδρῶτα^ ὑ^φι^στά^μενος, ἀλλὰ^ τῷ λέγειν ἀκολουθοῦσα^ν ἔχων τὴν φύ^σι^ν τῶν γενομένων.
καὶ τὰ μὲν ἄλλα πάντα λόγῳ παρήγαγεν, ἀβίαστον ἔχων τὸ νεῦμα καὶ οὔ τε κόπον ὑπομένων οὔ τε ἱδρῶτα ὑφιστάμενος, ἀλλὰ τῷ λέγειν ἀκολουθοῦσαν ἔχων τὴν φύσιν τῶν γενομένων.
ἐποίησε τὴν δημιουργίαν ἅ^πα_σα^ν καὶ ἐπὶ^ τέλει τὸ τῆς δημιουργία_ς κάλλος, τὸν ἄνθρωπον.
ἐποίησε τὴν δημιουργίαν ἅπασαν καὶ ἐπὶ τέλει τὸ τῆς δημιουργίας κάλλος, τὸν ἄνθρωπον.
ὥσπερ γὰ^ρ ὅλον τὸ σῶ^μα^ τὸ ἡμέτερον ἐκτὸς τοῦ προσώπου νεκρὸν φαίνεται, οὕτω πᾶσα^ ἡ δημιουργία ἡ φαινομένη ἐκτὸς τῆς τοῦ ἀνθρώπου κατασκευῆς νεκρά ἐστι^ν.
ὥσπερ γὰρ ὅλον τὸ σῶμα τὸ ἡμέτερον ἐκτὸς τοῦ προσώπου νεκρὸν φαίνεται, οὕτω πᾶσα ἡ δημιουργία ἡ φαινομένη ἐκτὸς τῆς τοῦ ἀνθρώπου κατασκευῆς νεκρά ἐστιν.
καὶ ὅπως ἄ^κουε·
καὶ ὅπως ἄκουε·
λαμπρὸς ὁ ἥλι^ος, ἀλλ' ἑαυτὸν ἑρμηνεῦσαι οὐ δύ^να^ται.
λαμπρὸς ὁ ἥλιος, ἀλλ' ἑαυτὸν ἑρμηνεῦσαι οὐ δύναται.
λαμπρὰ ἡ σελήνη, ἀλλὰ^ τὰ_ς ἑαυτῆς τροπὰ_ς οὐκ αὐτὴ ἐπαίδευσεν, ἀλλὰ^ λόγος παρέδωκεν.
λαμπρὰ ἡ σελήνη, ἀλλὰ τὰς ἑαυτῆς τροπὰς οὐκ αὐτὴ ἐπαίδευσεν, ἀλλὰ λόγος παρέδωκεν.
λαμπρὰ τῶν ἄστρων ἡ τά^ξι_ς, ἀλλὰ^ τοὺς τούτων ῥυθμοὺς δι^δα^σκα^λί^α_ παρέδωκεν.
λαμπρὰ τῶν ἄστρων ἡ τάξις, ἀλλὰ τοὺς τούτων ῥυθμοὺς διδασκαλία παρέδωκεν.
μεγάλη ἡ θά^λασσα^, ἀλλὰ^ τοὺς ἐν αὐτῇ κόλπους ἀ^νθρωπί^νη γλῶσσα^ παρέδωκεν.
μεγάλη ἡ θάλασσα, ἀλλὰ τοὺς ἐν αὐτῇ κόλπους ἀνθρωπίνη γλῶσσα παρέδωκεν.
καὶ οὐδέν ἐστι^ τῶν ἐν τῷ κόσμῳ γενομένων, ὃ μὴ δεῖται ἑρμηνέως τῆς ἀ^νθρωπί^νης φωνῆς.
καὶ οὐδέν ἐστι τῶν ἐν τῷ κόσμῳ γενομένων, ὃ μὴ δεῖται ἑρμηνέως τῆς ἀνθρωπίνης φωνῆς.
τοῦτο ποιεῖ καὶ τὸ φαινόμενον ἄ^τοπον δειχθῆναι κα^λὸν καὶ τὸ κα^λὸν δειχθῆναι ὄντως κα^λόν.
τοῦτο ποιεῖ καὶ τὸ φαινόμενον ἄτοπον δειχθῆναι καλὸν καὶ τὸ καλὸν δειχθῆναι ὄντως καλόν.
πολλὰ^ γὰ^ρ ἀ^πα^τᾶται ἡ ὄψι^ς καὶ πλα^νᾷ τὴν δι^ά^νοια^ν·
πολλὰ γὰρ ἀπατᾶται ἡ ὄψις καὶ πλανᾷ τὴν διάνοιαν·
λόγος δὲ εἰσελθὼν δείκνυ_σι^ τὴν φύ^σι^ν, ὑ^ποβά^λλει τὴν δύ^να^μι^ν, ἑρμηνεύει τὴν δι^δασκαλί^α_ν.
λόγος δὲ εἰσελθὼν δείκνυσι τὴν φύσιν, ὑποβάλλει τὴν δύναμιν, ἑρμηνεύει τὴν διδασκαλίαν.
πρόσεχε τοίνυ^ν.
πρόσεχε τοίνυν.
ἐποίησεν ὁ θεὸς τὴν δημιουργίαν ἅ^πα_σα^ν καὶ ἐπὶ^ τέλει τῆς δημιουργία_ς τὸν ἄνθρωπον εἰργά^σα^το κατ' εἰκόνα^ ἑαυτοῦ καὶ ὁμοίωσι^ν, εἰκόνα^ αὐτῷ χα^ρι^σά^μενος οὐ τὸν χαρακτῆρα^ τοῦ σώμα^τος, ἀλλὰ^ τὸ ἀρχι^κὸν ἀξί^ωμα^, τὴν δι^α^κρι^τι^κὴν δύ^να^μι^ν, τὸ ταῖς ἀ^ρεταῖς ἀ^φομοιοῦσθαι τῷ ποιήσα^ντι^.
ἐποίησεν ὁ θεὸς τὴν δημιουργίαν ἅπασαν καὶ ἐπὶ τέλει τῆς δημιουργίας τὸν ἄνθρωπον εἰργάσατο κατ' εἰκόνα ἑαυτοῦ καὶ ὁμοίωσιν, εἰκόνα αὐτῷ χαρισάμενος οὐ τὸν χαρακτῆρα τοῦ σώματος, ἀλλὰ τὸ ἀρχικὸν ἀξίωμα, τὴν διακριτικὴν δύναμιν, τὸ ταῖς ἀρεταῖς ἀφομοιοῦσθαι τῷ ποιήσαντι.
ἐγένετο τοίνυ^ν ἐν εἰκόνι^ καὶ ὁμοιώμα^τι^ θεοῦ ὁ ἄνθρωπος·
ἐγένετο τοίνυν ἐν εἰκόνι καὶ ὁμοιώματι θεοῦ ὁ ἄνθρωπος·
ἐξέτεινε δὲ τὴν ὁμοίωσι^ν εἰς ἀμετρίαν.
ἐξέτεινε δὲ τὴν ὁμοίωσιν εἰς ἀμετρίαν.
καὶ μὴ νομί^σῃς ξένα_ εἶναι ταῦτα^ πα^ρὰ^ τὸ προκείμενον ἡμῖν πρόβλημα^·
καὶ μὴ νομίσῃς ξένα εἶναι ταῦτα παρὰ τὸ προκείμενον ἡμῖν πρόβλημα·
ῥί^ζα_ γὰ^ρ τῶν μελλόντων λέγεσθαι τὰ^ νῦν γυμναζόμενα^.
ῥίζα γὰρ τῶν μελλόντων λέγεσθαι τὰ νῦν γυμναζόμενα.
ἐποίησε τὸν ἄνθρωπον ἐν εἰκόνι^ ἰ^δί^ᾳ καὶ ὁμοιώσει.
ἐποίησε τὸν ἄνθρωπον ἐν εἰκόνι ἰδίᾳ καὶ ὁμοιώσει.
ἠβουλήθη αὐτὸν εἰς ὁμοιότητα^ δρα^μεῖν τῆς δεσποτι^κῆς ἀ^ξί^α_ς, μέτρῳ μέντοι καὶ ἀκολουθίᾳ καὶ τάξει.
ἠβουλήθη αὐτὸν εἰς ὁμοιότητα δραμεῖν τῆς δεσποτικῆς ἀξίας, μέτρῳ μέντοι καὶ ἀκολουθίᾳ καὶ τάξει.
οἷόν τι^ λέγω·
οἷόν τι λέγω·
δεῖ γὰ^ρ καὶ ἀ^πὸ τῶν κοινῶν ὑποδειγμά^των στῆσαι τὸ ζητούμενον.
δεῖ γὰρ καὶ ἀπὸ τῶν κοινῶν ὑποδειγμάτων στῆσαι τὸ ζητούμενον.