macronized stringlengths 1 3.25k | plain stringlengths 1 3.07k |
|---|---|
ἐάν τι^ς τῶν καθ' ἡμᾶς δεσπότης ἔχῃ δοῦλον καὶ ἴ^δῃ τὸν δοῦλον μι_μούμενον αὐτοῦ τὴν σωφροσύνην, ἀγαπᾷ αὐτὸν καὶ τι_μᾷ· | ἐάν τις τῶν καθ' ἡμᾶς δεσπότης ἔχῃ δοῦλον καὶ ἴδῃ τὸν δοῦλον μιμούμενον αὐτοῦ τὴν σωφροσύνην, ἀγαπᾷ αὐτὸν καὶ τιμᾷ· |
ἐὰ^ν δὲ μι_μήσηται δοῦλος δεσπότου φιλανθρωπίαν, ἀγαπᾷ ὁ δεσπότης τὸ κτῆμα^· | ἐὰν δὲ μιμήσηται δοῦλος δεσπότου φιλανθρωπίαν, ἀγαπᾷ ὁ δεσπότης τὸ κτῆμα· |
ἐὰν ἴ^δῃ τὸν δοῦλον ἑαυτοῦ σχολάζοντα^ ἐν ἐκκλησί^ᾳ, εὐσεβοῦντα^, νηστεύοντα^, ἐλεημοσύ^να_ς ἐργαζόμενον, ἀγαπᾷ ὁ δεσπότης τὴν κα^λὴν τοῦ δούλου μίμησι^ν. | ἐὰν ἴδῃ τὸν δοῦλον ἑαυτοῦ σχολάζοντα ἐν ἐκκλησίᾳ, εὐσεβοῦντα, νηστεύοντα, ἐλεημοσύνας ἐργαζόμενον, ἀγαπᾷ ὁ δεσπότης τὴν καλὴν τοῦ δούλου μίμησιν. |
ἐὰν μέντοι ὁ δοῦλος ἐκβά^λῃ τὴν μίμησι^ν εἰς ἀμετρίαν καὶ ἄρξηται μι_μεῖσθαι τοῦ δεσπότου τὴν αὐθεντίαν, ἐπι^τάττων τοῖς συνδούλοις ὡς δεσπότης, διασκορπίζων τὰ^ πρά_γμα^τα^ ὡς δεσπότης, οὐκέτι^ ἡ μίμησι^ς ἐπαινετή, ἀλλὰ^ ψεκτή· | ἐὰν μέντοι ὁ δοῦλος ἐκβάλῃ τὴν μίμησιν εἰς ἀμετρίαν καὶ ἄρξηται μιμεῖσθαι τοῦ δεσπότου τὴν αὐθεντίαν, ἐπιτάττων τοῖς συνδούλοις ὡς δεσπότης, διασκορπίζων τὰ πράγματα ὡς δεσπότης, οὐκέτι ἡ μίμησις ἐπαινετή, ἀλλὰ ψεκτή· |
δεῖ γὰ^ρ τὸν δοῦλον μι_μεῖσθαι δεσπότου ἐπιείκεια^ν, σωφροσύνην, εὐσέβεια^ν, δι^καιοσύ^νην, οὐκ αὐθεντίαν, οὐ δεσποτείαν. | δεῖ γὰρ τὸν δοῦλον μιμεῖσθαι δεσπότου ἐπιείκειαν, σωφροσύνην, εὐσέβειαν, δικαιοσύνην, οὐκ αὐθεντίαν, οὐ δεσποτείαν. |
λα^βὼν τοίνυ^ν ὁ ἄνθρωπος τὸ μι_μεῖσθαι τοῦ θεοῦ τὴν ἀγαθότητα^ ἐξέτεινε τὸ μέτρον τῆς μιμήσεως εἰς ἀμετρίαν καὶ ἐπεθύ_μησε λοιπὸν τοῦ θεοῦ ζηλωτὴς γενέσθαι, οὐ κα^τὰ^ ἀ^ρετήν, ἀλλὰ^ κα^τὰ^ αὐθεντίαν· | λαβὼν τοίνυν ὁ ἄνθρωπος τὸ μιμεῖσθαι τοῦ θεοῦ τὴν ἀγαθότητα ἐξέτεινε τὸ μέτρον τῆς μιμήσεως εἰς ἀμετρίαν καὶ ἐπεθύμησε λοιπὸν τοῦ θεοῦ ζηλωτὴς γενέσθαι, οὐ κατὰ ἀρετήν, ἀλλὰ κατὰ αὐθεντίαν· |
τοῦτο γὰ^ρ ἠπά^τησεν αὐτὸν ὁ ὄφις λέγων· | τοῦτο γὰρ ἠπάτησεν αὐτὸν ὁ ὄφις λέγων· |
ἧι ἂ_ν ἡμέρᾳ φά^γητε, ἔσεσθε ὡς θεοί, γινώσκοντες κα^λὸν καὶ πονηρόν. | ἧι ἂν ἡμέρᾳ φάγητε, ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν. |
ἐπαινεῖ δὲ ὁ θεὸς τὴν μίμησι^ν, ὅτα^ν μέτρον ἔχῃ· | ἐπαινεῖ δὲ ὁ θεὸς τὴν μίμησιν, ὅταν μέτρον ἔχῃ· |
ἐὰν δὲ τὸ μέτρον ἐξέλθῃ, ὑ^πὸ ψόγον ὁ μι_μησά^μενος. | ἐὰν δὲ τὸ μέτρον ἐξέλθῃ, ὑπὸ ψόγον ὁ μιμησάμενος. |
καὶ πόθεν τοῦτο; | καὶ πόθεν τοῦτο; |
λέγει· | λέγει· |
ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα^ ἡμετέρα_ν καὶ ὁμοίωσι^ν. | ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν. |
ὡμοιώθησαν τῷ θεῷ οἱ ἀ^πόστολοι, καὶ οὐκ ἐμέμφθησα^ν. | ὡμοιώθησαν τῷ θεῷ οἱ ἀπόστολοι, καὶ οὐκ ἐμέμφθησαν. |
ὡμοιώθησαν τῷ θεῷ οἱ προφῆται, καὶ οὐκ ἐψέχθησα^ν· | ὡμοιώθησαν τῷ θεῷ οἱ προφῆται, καὶ οὐκ ἐψέχθησαν· |
μιμηταὶ ἐγένοντο φιλανθρωπία_ς, ἐλεημοσύνης, δι^καιοσύ^νης, εὐσεβεία_ς. | μιμηταὶ ἐγένοντο φιλανθρωπίας, ἐλεημοσύνης, δικαιοσύνης, εὐσεβείας. |
ὡμοιώθη τι^ς τῷ θεῷ κα^τὰ^ αὐθεντίαν θεϊ^κήν, καὶ εὐθέως ἐτι_μωρήθη. | ὡμοιώθη τις τῷ θεῷ κατὰ αὐθεντίαν θεϊκήν, καὶ εὐθέως ἐτιμωρήθη. |
λέγει ἡσαΐας πρός τι^να^ τύ^ρα^ννον ἐν βαβυλῶνι μανέντα^ ἰσοθεΐαν· | λέγει ἡσαΐας πρός τινα τύραννον ἐν βαβυλῶνι μανέντα ἰσοθεΐαν· |
σὺ^ εἶπα^ς ἐν τῇ δι^α^νοίᾳ σου· | σὺ εἶπας ἐν τῇ διανοίᾳ σου· |
“εἰς τὸν οὐρα^νὸν ἀ^να^βήσομαι, καὶ καθιοῦμαι ἐπὶ^ τὰ^ ὄρη τὰ^ ὑψηλὰ^ τὰ^ πρὸς βορρᾶν· | “εἰς τὸν οὐρανὸν ἀναβήσομαι, καὶ καθιοῦμαι ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βορρᾶν· |
ἐπά^νω τῶν νεφελῶν ἀ^να^βήσομαι, καὶ ἐπά^νω τῶν ἄστρων θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ”. | ἐπάνω τῶν νεφελῶν ἀναβήσομαι, καὶ ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ”. |
νῦν δὲ εἰς ᾅδου κα^τα^βήσῃ, εἰς τὰ^ θεμέλι^α^ τῆς γῆς. | νῦν δὲ εἰς ᾅδου καταβήσῃ, εἰς τὰ θεμέλια τῆς γῆς. |
ὁρᾷς πῶς τὸν ἐπα^ρθέντα^ τῇ ὑ^περηφα_νί^ᾳ κολάζει; | ὁρᾷς πῶς τὸν ἐπαρθέντα τῇ ὑπερηφανίᾳ κολάζει; |
ποῖος γὰ^ρ ἦν φθόνος τὸ γενέσθαι ὅμοιον τοῦ δημιουργοῦ, εἰ κατ' εἰκόνα^ καὶ ὁμοίωσι^ν τοῦ κτίσαντος ἐγένετο; | ποῖος γὰρ ἦν φθόνος τὸ γενέσθαι ὅμοιον τοῦ δημιουργοῦ, εἰ κατ' εἰκόνα καὶ ὁμοίωσιν τοῦ κτίσαντος ἐγένετο; |
ἀλλ' οὐκ εἶχε μέτρον τῆς ὁμοιώσεως ἡ ἄμετρος αὐτοῦ τόλμα_· | ἀλλ' οὐκ εἶχε μέτρον τῆς ὁμοιώσεως ἡ ἄμετρος αὐτοῦ τόλμα· |
κατέλιπε γὰ^ρ τῆς ἀ^ρετῆς τὴν ὁμοίωσι^ν καὶ ἔδρα^μεν ἐπὶ^ δεσποτι^κῆς αὐθεντία_ς ὁμοίωσι^ν. | κατέλιπε γὰρ τῆς ἀρετῆς τὴν ὁμοίωσιν καὶ ἔδραμεν ἐπὶ δεσποτικῆς αὐθεντίας ὁμοίωσιν. |
οὕτω καὶ ἐπὶ^ τοῦ δαυὶδ λέγει· | οὕτω καὶ ἐπὶ τοῦ δαυὶδ λέγει· |
εὗρον δαυὶδ τὸν τοῦ ἰεσσαί, ἄνδρα^ κα^τὰ^ τὴν καρδί^α_ν μου. | εὗρον δαυὶδ τὸν τοῦ ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου. |
ἰ^δοὺ ὁμοίωσι^ς κατ' εἰκόνα^, ἐπειδὴ ἦν ὁ λογισμὸς τοῦ δαυὶδ πρὸς θεὸν βλέπων, ἐπιεικεία_ς μεστός, ταπεινοφροσύνης γέμων, δι^καιοσύ^νης φροντίζων καὶ φιλανθρωπία_ς ἀντεχόμενος. | ἰδοὺ ὁμοίωσις κατ' εἰκόνα, ἐπειδὴ ἦν ὁ λογισμὸς τοῦ δαυὶδ πρὸς θεὸν βλέπων, ἐπιεικείας μεστός, ταπεινοφροσύνης γέμων, δικαιοσύνης φροντίζων καὶ φιλανθρωπίας ἀντεχόμενος. |
εὗρον δαυὶδ τὸν τοῦ ἰεσσαί, ἄνδρα^ κα^τὰ^ τὴν καρδί^α_ν μου. | εὗρον δαυὶδ τὸν τοῦ ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου. |
καὶ τὸν μὲν κα^λῶς μι_μησά^μενον καρδί^α_ν θεοῦ ἐπῄνεσεν, ἄλλον δέ, τύ^ρα^ννον, μι_μησά^μενον θεοῦ καρδί^α_ν, οὐ κα^τὰ^ ἀ^ρετήν, ἀλλὰ^ κα^τὰ^ δεσποτείαν, ἔψεξεν, μᾶλλον δὲ καὶ ἐκό λασεν. | καὶ τὸν μὲν καλῶς μιμησάμενον καρδίαν θεοῦ ἐπῄνεσεν, ἄλλον δέ, τύραννον, μιμησάμενον θεοῦ καρδίαν, οὐ κατὰ ἀρετήν, ἀλλὰ κατὰ δεσποτείαν, ἔψεξεν, μᾶλλον δὲ καὶ ἐκό λασεν. |
καὶ λέγει ὁ θεὸς δι^ὰ^ τοῦ ἰεζεκιήλ· | καὶ λέγει ὁ θεὸς διὰ τοῦ ἰεζεκιήλ· |
καὶ σύ^, υἱὲ ἀνθρώπου, εἶπον τῷ ἄ^ρχοντι^ τύρου· | καὶ σύ, υἱὲ ἀνθρώπου, εἶπον τῷ ἄρχοντι τύρου· |
“ἀνθ' ὧν ὑψώθη ἡ κα^ρδί^α_ σου, καὶ εἶπα^ς· | “ἀνθ' ὧν ὑψώθη ἡ καρδία σου, καὶ εἶπας· |
'θεός εἰμι^ ἐγώ' σὺ^ δὲ εἶ ἄνθρωπος, καὶ οὐ θεός, καὶ ἔδωκα^ς τὴν καρδί^α_ν σου ὡς καρδί^α_ν θεοῦ, ἀντὶ^ τούτου ἰδοὺ ἐγὼ ἐπάξω ἐπὶ^ σὲ ἀ^λλοτρί^ους λοιμοὺς ἀ^πὸ ἐθνῶν, καὶ ἐκκενώσουσι^ τὰ_ς μαχαίρα_ς αὐτῶν ἐπὶ^ σὲ καὶ ἐπὶ^ τὸ κάλλος τῆς ἐπιστήμης σου”. | 'θεός εἰμι ἐγώ' σὺ δὲ εἶ ἄνθρωπος, καὶ οὐ θεός, καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεοῦ, ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάξω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου”. |
καί, ἵ^να_ συντέμω, ἐπά^γει· | καί, ἵνα συντέμω, ἐπάγει· |
καὶ ἀποθα^νῇ θα^νά^τῳ τραυματιῶν ἐν καρδί^ᾳ θα^λάσσης. | καὶ ἀποθανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης. |
μὴ λέγων ἐρεῖς· | μὴ λέγων ἐρεῖς· |
“θεός εἰμι^ ἐγώ” ἐνώπι^ον τῶν ἀ^ναιρούντων σε;. | “θεός εἰμι ἐγώ” ἐνώπιον τῶν ἀναιρούντων σε;. |
ὁρᾷς, πῶς τὸ ἄμετρον τῆς μιμήσεως ὑ^πὸ κόλασι^ν ἔρχεται; | ὁρᾷς, πῶς τὸ ἄμετρον τῆς μιμήσεως ὑπὸ κόλασιν ἔρχεται; |
ἐκτραπεὶς τοίνυ^ν ὁ ἄνθρωπος καὶ ἐξολισθήσα_ς εἰς ὁμοιότητα^ ἄμετρον ηὑρέθη καὶ ὧν εἶχε γυμνούμενος· | ἐκτραπεὶς τοίνυν ὁ ἄνθρωπος καὶ ἐξολισθήσας εἰς ὁμοιότητα ἄμετρον ηὑρέθη καὶ ὧν εἶχε γυμνούμενος· |
πᾶσα^ γὰ^ρ θνητὴ φύ^σι^ς τῶν ὑ^πὲρ δύ^να^μι^ν ἐπι^θυ_μοῦσα^ πα^ρὰ^ γνώμην θεοῦ οὐ μόνον οὐ προσλαμβά^νει τι^, ἀλλὰ^ καὶ ἃ^ ἔχει ἀ^πόλλυσι^ν. | πᾶσα γὰρ θνητὴ φύσις τῶν ὑπὲρ δύναμιν ἐπιθυμοῦσα παρὰ γνώμην θεοῦ οὐ μόνον οὐ προσλαμβάνει τι, ἀλλὰ καὶ ἃ ἔχει ἀπόλλυσιν. |
καὶ ὥσπερ ὁ ὀφθαλμὸς τῆς μετρί^α_ς ἀκτῖνος ἀπολαύων τοῦ ἡλί^ου εὐφραίνεται καὶ φωτίζεται, ἐὰν δὲ θέλῃ εἰς αὐτὸν ἀτενί^σαι τὸν κύκλον, οὐ μόνον οὐ προσλαμβά^νει φῶς, ἀλλὰ^ καὶ ὃ ἔχει προσζημιοῦται, οὕτω καὶ ἡ θνητὴ φύ^σι^ς τῶν ὑ^πὲρ δύ^να^μι^ν ἐπι^θυ_μοῦσα^ πα^ρὰ^ γνώμην θεοῦ ἀμαυροῦται τὴν δι^ά^νοια^ν. | καὶ ὥσπερ ὁ ὀφθαλμὸς τῆς μετρίας ἀκτῖνος ἀπολαύων τοῦ ἡλίου εὐφραίνεται καὶ φωτίζεται, ἐὰν δὲ θέλῃ εἰς αὐτὸν ἀτενίσαι τὸν κύκλον, οὐ μόνον οὐ προσλαμβάνει φῶς, ἀλλὰ καὶ ὃ ἔχει προσζημιοῦται, οὕτω καὶ ἡ θνητὴ φύσις τῶν ὑπὲρ δύναμιν ἐπιθυμοῦσα παρὰ γνώμην θεοῦ ἀμαυροῦται τὴν διάνοιαν. |
ἐξωλίσθησε τοίνυ^ν ὁ ἄνθρωπος, καὶ ἀ^πὸ τῆς ὀλισθήσεως πολλὰ τῷ πτώμα^τι^ ἠκολούθησα^ν τραύμα^τα^, εἰδωλολατρεία^, πορνεία_, μοιχεία^, πλεονεξί^α_, καὶ ὅσα^ τούτοις ἀδελφὰ^ καὶ συγγενῆ. | ἐξωλίσθησε τοίνυν ὁ ἄνθρωπος, καὶ ἀπὸ τῆς ὀλισθήσεως πολλὰ τῷ πτώματι ἠκολούθησαν τραύματα, εἰδωλολατρεία, πορνεία, μοιχεία, πλεονεξία, καὶ ὅσα τούτοις ἀδελφὰ καὶ συγγενῆ. |
κατέπεσε τοίνυ^ν ὁ ἄνθρωπος πτῶμα^ μέγιστον καὶ τὸν μὲν χαρακτῆρα^ τῆς θεϊ^κῆς ὄψεως ἀ^πώλεσε δι^ὰ^ ἀπροσεξίαν· | κατέπεσε τοίνυν ὁ ἄνθρωπος πτῶμα μέγιστον καὶ τὸν μὲν χαρακτῆρα τῆς θεϊκῆς ὄψεως ἀπώλεσε διὰ ἀπροσεξίαν· |
παρασυνεβλήθη γὰ^ρ τοῖς κτήνεσι^ τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς. | παρασυνεβλήθη γὰρ τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς. |
ἡ δὲ κτίσις ἐμερίσθη, καὶ ἡ μὲν ἀφηνίασεν, ἡ δὲ ἔμενε δουλεύουσα^, ὡς προεῖπον ἐν τῇ προλαβούσῃ δι^δα^σκα^λί^ᾳ. | ἡ δὲ κτίσις ἐμερίσθη, καὶ ἡ μὲν ἀφηνίασεν, ἡ δὲ ἔμενε δουλεύουσα, ὡς προεῖπον ἐν τῇ προλαβούσῃ διδασκαλίᾳ. |
οἱ λέοντες ἐπεβούλευον τῇ εἰκόνι^· | οἱ λέοντες ἐπεβούλευον τῇ εἰκόνι· |
οἱ ὄφεις ἔδακνον, πᾶσα^ ἡ τῶν ἀλόγων φύ^σι^ς κα^τὰ^ τοῦ δεσπότου ἐμά^νη. | οἱ ὄφεις ἔδακνον, πᾶσα ἡ τῶν ἀλόγων φύσις κατὰ τοῦ δεσπότου ἐμάνη. |
ἐπειδὴ εἶδεν αὐτὸν παραχαράξαντα^ τοῦ θεοῦ τὸν νόμον, ἠθέλησε καὶ ἡ ἄλλη κτίσις φυ^γεῖν τὴν δεσποτείαν. | ἐπειδὴ εἶδεν αὐτὸν παραχαράξαντα τοῦ θεοῦ τὸν νόμον, ἠθέλησε καὶ ἡ ἄλλη κτίσις φυγεῖν τὴν δεσποτείαν. |
ἠθέλησεν ὁ ἥλι^ος μὴ ἀνα^τέλλειν τῷ παραβάτῃ, ἠθέλησεν ἡ σελήνη σκοτίσαι τὰ_ς ἑαυτῆς αὐγά_ς, ἠθέλησα^ν οἱ ἀστέρες μὴ φά_ναι τῷ πλάσμα^τι^, ἠθέλησα^ν αἱ πηγαὶ ἀρνήσασθαι τὰ^ νά_μα^τα^, οἱ ποτα^μοὶ τὰ^ ῥεύμα^τα^, οἱ λειμῶνες τὰ^ ἄνθη, οἱ πα^ρά^δεισοι τὴν τρυφήν. | ἠθέλησεν ὁ ἥλιος μὴ ἀνατέλλειν τῷ παραβάτῃ, ἠθέλησεν ἡ σελήνη σκοτίσαι τὰς ἑαυτῆς αὐγάς, ἠθέλησαν οἱ ἀστέρες μὴ φάναι τῷ πλάσματι, ἠθέλησαν αἱ πηγαὶ ἀρνήσασθαι τὰ νάματα, οἱ ποταμοὶ τὰ ῥεύματα, οἱ λειμῶνες τὰ ἄνθη, οἱ παράδεισοι τὴν τρυφήν. |
πά^ντα^ ἠθέλησεν ἀρνήσασθαι τὸν ἄνθρωπον, ἐπειδὴ ἠρνήσα^το τὸν ἑαυτοῦ δεσπότην. | πάντα ἠθέλησεν ἀρνήσασθαι τὸν ἄνθρωπον, ἐπειδὴ ἠρνήσατο τὸν ἑαυτοῦ δεσπότην. |
οἶδα^ ὅτι^ βα^θὺ^ς ὁ λόγος καὶ συνεσκιασμένος, ἀλλὰ^ δι^ὰ^ τοὺς πιστοὺς καὶ συντρόφους τῆς ἐκκλησί^α_ς ἐρευνᾶν δεῖ τῆς θεία_ς γρα^φῆς τὰ^ νοήμα^τα^. | οἶδα ὅτι βαθὺς ὁ λόγος καὶ συνεσκιασμένος, ἀλλὰ διὰ τοὺς πιστοὺς καὶ συντρόφους τῆς ἐκκλησίας ἐρευνᾶν δεῖ τῆς θείας γραφῆς τὰ νοήματα. |
ἐδούλευσεν ἡ κτίσις τῷ ἀνθρώπῳ, οὐχ ὡς ἀ^ξί^ῳ, ἀλλὰ^ τοῦ θεοῦ τοῦτο προστάξαντος μὴ ὑβρισθῆναι δι' ὅλου τὴν εἰκόνα^, εἰ καὶ πα^ρέβη. | ἐδούλευσεν ἡ κτίσις τῷ ἀνθρώπῳ, οὐχ ὡς ἀξίῳ, ἀλλὰ τοῦ θεοῦ τοῦτο προστάξαντος μὴ ὑβρισθῆναι δι' ὅλου τὴν εἰκόνα, εἰ καὶ παρέβη. |
πά_σης τοίνυ^ν τῆς κτίσεως στασιαζούσης ὁ θεὸς ἐκέλευσε τῇ κτί^σει μὴ ἀφηνιᾶν, ἀλλὰ^ πα^ρέχειν τὸν ἥλι^ον τὴν ἑαυτοῦ ἀκτῖνα^, τὴν γῆν τοὺς ἑαυτῆς καρπούς, τὴν θά^λα^σσα^ν τὰ_ς ἐμπορία_ς, τοὺς ἀ^στέρα^ς τὴν ἑαυτῶν φαιδρότητα^. | πάσης τοίνυν τῆς κτίσεως στασιαζούσης ὁ θεὸς ἐκέλευσε τῇ κτίσει μὴ ἀφηνιᾶν, ἀλλὰ παρέχειν τὸν ἥλιον τὴν ἑαυτοῦ ἀκτῖνα, τὴν γῆν τοὺς ἑαυτῆς καρπούς, τὴν θάλασσαν τὰς ἐμπορίας, τοὺς ἀστέρας τὴν ἑαυτῶν φαιδρότητα. |
ταύτην γοῦν τὴν ἔννοια^ν ὁ ἀ^πόστολος γυμνῶν λέγει· | ταύτην γοῦν τὴν ἔννοιαν ὁ ἀπόστολος γυμνῶν λέγει· |
ἡ γὰ^ρ ἀποκα^ρα_δοκία τῆς κτίσεως τὴν ἀποκάλυψι^ν τῶν υἱῶν τοῦ θεοῦ ἀ^πεκδέχεται. | ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται. |
τῇ γὰ^ρ ματαιότητι^ ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα^, ἀλλὰ^ δι^ὰ^ τὸν ὑποτάξαντα^ ἐπ' ἐλπί^δι^, ὅτι^ καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀ^πὸ τῆς δουλεία_ς τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ. | τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι, ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ. |
οἷόν τι^ λέγω· | οἷόν τι λέγω· |
ὡς εἶδεν ὁ θεὸς τὸν ἄνθρωπον ἐκπεσόντα^ καὶ τὴν κτίσιν ἀνανεύουσα^ν πρὸς ὑπηρεσίαν τοῦ ἀ^ναισθήτου, ἐχαλίνωσεν αὐτὴν καὶ μὴ θέλουσα^ν καὶ ἐκέλευσε τὸν ἥλι^ον ἀνα^τέλλειν, τὴν γῆν φέρειν τοὺς καρποὺς καὶ μὴ ἀρνεῖσθαι τὸν παραβάτην δι^ὰ^ τὴν ἀγνωμοσύνην, ἀλλὰ^ δεικνύ^ναι τοῦ εὐεργέτου τὴν ἄφθονον εὐεργεσίαν, ἐπαγγειλάμεν... | ὡς εἶδεν ὁ θεὸς τὸν ἄνθρωπον ἐκπεσόντα καὶ τὴν κτίσιν ἀνανεύουσαν πρὸς ὑπηρεσίαν τοῦ ἀναισθήτου, ἐχαλίνωσεν αὐτὴν καὶ μὴ θέλουσαν καὶ ἐκέλευσε τὸν ἥλιον ἀνατέλλειν, τὴν γῆν φέρειν τοὺς καρποὺς καὶ μὴ ἀρνεῖσθαι τὸν παραβάτην διὰ τὴν ἀγνωμοσύνην, ἀλλὰ δεικνύναι τοῦ εὐεργέτου τὴν ἄφθονον εὐεργεσίαν, ἐπαγγειλάμενος τῇ δημι... |
ὡσεὶ ἔλεγεν ὁ θεὸς τῇ κτί^σει· | ὡσεὶ ἔλεγεν ὁ θεὸς τῇ κτίσει· |
ἐπειδὴ ἔπεσεν ἡ εἰκὼν καὶ ὠλίσθησε δι^ὰ^ τὴν παράβασι^ν καὶ φθείρεται δι^ὰ^ τὴν πα^ρακοήν, ἀ^νά^σχου δουλεῦσαι τῇ φθορᾷ τοῦ φθαρέντος, ἵ^να_, ὅτα^ν αὐτὸν ἀνακαινίζω, τὴν ἐμὴν εἰκόνα^, τὸν ἐμὸν ἄνθρωπον τὸν φθαρέντα^, σὺ^ν αὐτῷ καὶ σὲ τὴν κτίσιν ἀνακαινίσω καὶ σύνθρονον αὐτοῦ ποιήσω τῆς δόξης. | ἐπειδὴ ἔπεσεν ἡ εἰκὼν καὶ ὠλίσθησε διὰ τὴν παράβασιν καὶ φθείρεται διὰ τὴν παρακοήν, ἀνάσχου δουλεῦσαι τῇ φθορᾷ τοῦ φθαρέντος, ἵνα, ὅταν αὐτὸν ἀνακαινίζω, τὴν ἐμὴν εἰκόνα, τὸν ἐμὸν ἄνθρωπον τὸν φθαρέντα, σὺν αὐτῷ καὶ σὲ τὴν κτίσιν ἀνακαινίσω καὶ σύνθρονον αὐτοῦ ποιήσω τῆς δόξης. |
συγκατεσπάσθης αὐτοῦ τῇ τα^λαιπωρίᾳ· | συγκατεσπάσθης αὐτοῦ τῇ ταλαιπωρίᾳ· |
συ^νανάστηθι^ αὐτοῦ τῇ δόξῃ. | συνανάστηθι αὐτοῦ τῇ δόξῃ. |
τί^ δέ ἐστι^ν, ἀ^δελφέ, τὸ τὴν κτίσιν ἀποφεύγειν τὴν τοῦ ἀνθρώπου δεσποτείαν; | τί δέ ἐστιν, ἀδελφέ, τὸ τὴν κτίσιν ἀποφεύγειν τὴν τοῦ ἀνθρώπου δεσποτείαν; |
λέγει γά^ρ· | λέγει γάρ· |
τῇ ματαιότητι^ ἡ κτίσις ὑπετάγη. | τῇ ματαιότητι ἡ κτίσις ὑπετάγη. |
ποίᾳ ματαιότητι^; | ποίᾳ ματαιότητι; |
ἀφ' οὗ ἂ_ν ἐκτραπῇ ὁ ἄνθρωπος τοῦ θεοῦ, μα^ταιότης κα^λεῖται, ὡς λέγει ὁ δαυίδ· | ἀφ' οὗ ἂν ἐκτραπῇ ὁ ἄνθρωπος τοῦ θεοῦ, ματαιότης καλεῖται, ὡς λέγει ὁ δαυίδ· |
πλὴν τὰ^ σύ^μπα^ντα^ μα^ταιότης πᾶς ἄνθρωπος ζῶν. | πλὴν τὰ σύμπαντα ματαιότης πᾶς ἄνθρωπος ζῶν. |
πᾶς ἄνθρωπος μά^ταιός ἐστι^ν ὁ τὸν θεὸν καταλιμπάνων καὶ τὰ^ μά^ταια^ μετα^διώκων. | πᾶς ἄνθρωπος μάταιός ἐστιν ὁ τὸν θεὸν καταλιμπάνων καὶ τὰ μάταια μεταδιώκων. |
ἦσα^ν οὖν οἱ ἄγγελοι ἐν πά^σῃ τῇ γῇ ἐπι^τετα^γμένοι τὰ^ ἔθνη, κα^θὼς μα^ρτυ^ρεῖ μωϋσῆς λέγων· | ἦσαν οὖν οἱ ἄγγελοι ἐν πάσῃ τῇ γῇ ἐπιτεταγμένοι τὰ ἔθνη, καθὼς μαρτυρεῖ μωϋσῆς λέγων· |
ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς δι^έσπειρεν υἱοὺς ἀδάμ, ἔστησεν ὅρια^ ἐθνῶν κα^τὰ^ ἀ^ρι^θμὸν ἀγγέλων θεοῦ. | ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ. |
οἷόν τι^ λέγω διώρισεν ὁ θεὸς τὰ^ κλίμα^τα^ τῆς οἰκουμένης ἑκάστῳ ἀγγέλῳ. | οἷόν τι λέγω διώρισεν ὁ θεὸς τὰ κλίματα τῆς οἰκουμένης ἑκάστῳ ἀγγέλῳ. |
φέρε εἰπεῖν· | φέρε εἰπεῖν· |
ἀπένειμε τήνδε τὴν ἐπαρχίαν ἢ τόδε τὸ κλί^μα^ ἑνὶ^ ἀγγέλῳ, τὸ ἕτερον ἄλλῳ, ἵ^να_ ταύτην τὴν ἄψυ_χον φύ^σι^ν ἡλί^ου καὶ σελήνης καὶ ἄστρων καὶ γῆς καὶ θα^λάσσης χαλινώσωσι^ πρὸς τὴν τοῦ θνητοῦ ἀνθρώπου ἀπόλαυσι^ν. | ἀπένειμε τήνδε τὴν ἐπαρχίαν ἢ τόδε τὸ κλίμα ἑνὶ ἀγγέλῳ, τὸ ἕτερον ἄλλῳ, ἵνα ταύτην τὴν ἄψυχον φύσιν ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ γῆς καὶ θαλάσσης χαλινώσωσι πρὸς τὴν τοῦ θνητοῦ ἀνθρώπου ἀπόλαυσιν. |
πά^λι^ν οἱ ἄγγελοι ἐτρύχοντο ὑπηρετούμενοι τοῖς ἀνθρώποις τοῖς ἀ^ναξί^οις καὶ ἐθλί_βοντο ὁρῶντες τὴν δεσποτι^κὴν ἀ^ξί^α_ν προδιδομένην καὶ εἴδωλα^ προσκυνούμενα^. | πάλιν οἱ ἄγγελοι ἐτρύχοντο ὑπηρετούμενοι τοῖς ἀνθρώποις τοῖς ἀναξίοις καὶ ἐθλίβοντο ὁρῶντες τὴν δεσποτικὴν ἀξίαν προδιδομένην καὶ εἴδωλα προσκυνούμενα. |
διεπρίοντο οἱ ἄγγελοι ἐννοοῦντες· | διεπρίοντο οἱ ἄγγελοι ἐννοοῦντες· |
ἄλλος ὁ χορηγὸς καὶ ἄλλοι οἱ εὐχαριστούμενοι. | ἄλλος ὁ χορηγὸς καὶ ἄλλοι οἱ εὐχαριστούμενοι. |
ἔφερεν ἡ γῆ τὸν οἶνον καὶ οἱ βωμοὶ τὰ_ς σπονδὰ_ς ἐδέχοντο· | ἔφερεν ἡ γῆ τὸν οἶνον καὶ οἱ βωμοὶ τὰς σπονδὰς ἐδέχοντο· |
ἔφερεν ἡ γῆ τῶν καρπῶν τὴν ἀφθονίαν καὶ τοῖς εἰδώλοις ἀνετί^θετο. | ἔφερεν ἡ γῆ τῶν καρπῶν τὴν ἀφθονίαν καὶ τοῖς εἰδώλοις ἀνετίθετο. |
οὐκ ἔφερον οἱ ἄγγελοι τὴν βίαν ὁρῶντες τὰ^ μὴ ὄντα^, ἀντὶ^ τοῦ ὄντος τιμώμενα^. | οὐκ ἔφερον οἱ ἄγγελοι τὴν βίαν ὁρῶντες τὰ μὴ ὄντα, ἀντὶ τοῦ ὄντος τιμώμενα. |
ἐντεῦθεν λύ_εται καὶ τὸ ἕτερον ζήτημα^ τὸ ἐν τῷ προφήτῃ ἀ^να^φερόμενον. | ἐντεῦθεν λύεται καὶ τὸ ἕτερον ζήτημα τὸ ἐν τῷ προφήτῃ ἀναφερόμενον. |
ἦλθε πρὸς αὐτόν φησι^ν ὁ ἄγγελος γαβριὴλ καὶ λέγει αὐτῷ· | ἦλθε πρὸς αὐτόν φησιν ὁ ἄγγελος γαβριὴλ καὶ λέγει αὐτῷ· |
δανιὴλ ὁ δοῦλος τοῦ θεοῦ, ἀφ' ἧς ἡμέρα_ς προέθου κα^κῶσαι τὴν ψυ_χήν σου ἐνώπι^ον κυ_ρί^ου, εἰσηκούσθη ἡ δέησί^ς σου καὶ ἀπεστά^λην ἀ^παγγεῖλαί σοι τὰ^ ῥήμα^τα^ ταῦτα^. | δανιὴλ ὁ δοῦλος τοῦ θεοῦ, ἀφ' ἧς ἡμέρας προέθου κακῶσαι τὴν ψυχήν σου ἐνώπιον κυρίου, εἰσηκούσθη ἡ δέησίς σου καὶ ἀπεστάλην ἀπαγγεῖλαί σοι τὰ ῥήματα ταῦτα. |
ἀλλ' ὁ ἄρχων τῆς βα^σι^λεία_ς περσῶν ἀντέστη μοι, εἰ μὴ μιχαὴλ ὁ ἄρχων τοῦ ἔθνους ὑ_μῶν ἦλθεν εἰς βοήθεια^ν. | ἀλλ' ὁ ἄρχων τῆς βασιλείας περσῶν ἀντέστη μοι, εἰ μὴ μιχαὴλ ὁ ἄρχων τοῦ ἔθνους ὑμῶν ἦλθεν εἰς βοήθειαν. |
τίς οὖν ὁ ἄγγελος ὁ ἀντι^στὰ_ς τῷ γαβριήλ, ἢ δι^ὰ^ τί^ αὐτῷ ἀντέστη; | τίς οὖν ὁ ἄγγελος ὁ ἀντιστὰς τῷ γαβριήλ, ἢ διὰ τί αὐτῷ ἀντέστη; |
εἴρηται καὶ πρώην ἐν ὑ_μῖν, ἀ^δελφοί, ὅτι^ τοῖς ἀγγέλοις ὁ θεὸς ἕκαστον ἀπένειμε κλί^μα^ πρὸς φυλακὴν πά_σης τῆς κτίσεως. | εἴρηται καὶ πρώην ἐν ὑμῖν, ἀδελφοί, ὅτι τοῖς ἀγγέλοις ὁ θεὸς ἕκαστον ἀπένειμε κλίμα πρὸς φυλακὴν πάσης τῆς κτίσεως. |
ἀποσταλέντι τοίνυ^ν τῷ ἁ^γί^ῳ γαβριὴλ ἐξ οὐρα^νοῦ ἀ^νθί^στα^ται ὁ ἄγγελος ὁ ἐπι^τετα^γμένος τὴν βα^σι^λεία_ν περσῶν, τουτέστι^ τὴν περσίδα. | ἀποσταλέντι τοίνυν τῷ ἁγίῳ γαβριὴλ ἐξ οὐρανοῦ ἀνθίσταται ὁ ἄγγελος ὁ ἐπιτεταγμένος τὴν βασιλείαν περσῶν, τουτέστι τὴν περσίδα. |
τὸ δὲ ζητούμενον· | τὸ δὲ ζητούμενον· |
εἰ πα^ρὰ^ θεοῦ ἀπεστά^λη, πα^ρὰ^ θεοῦ δὲ ἀπεστά^λη καὶ γαβριήλ, δι^ὰ^ τί^ οὖν αὐτῷ ἀ^νθί^στα^ται; | εἰ παρὰ θεοῦ ἀπεστάλη, παρὰ θεοῦ δὲ ἀπεστάλη καὶ γαβριήλ, διὰ τί οὖν αὐτῷ ἀνθίσταται; |
εἰ μὲν γὰ^ρ ἦν ἄλλης δεσποτεία_ς ὁ ἀποστα^λεὶς ἄγγελος, κα^λῶς αὐτῷ ἀ^νθί_στα^το· | εἰ μὲν γὰρ ἦν ἄλλης δεσποτείας ὁ ἀποσταλεὶς ἄγγελος, καλῶς αὐτῷ ἀνθίστατο· |
εἰ δὲ ὁ αὐτὸς θεὸς ὁ κ ἀκεῖνον ἐπὶ^ τοῦ ἔθνους κα^τα^στήσα_ς καὶ τοῦτον πρὸς τὸν προφήτην ἀποστείλα_ς, δι^ὰ^ τί^ αὐτῷ ἀ^νθί^στα^ται; | εἰ δὲ ὁ αὐτὸς θεὸς ὁ κ ἀκεῖνον ἐπὶ τοῦ ἔθνους καταστήσας καὶ τοῦτον πρὸς τὸν προφήτην ἀποστείλας, διὰ τί αὐτῷ ἀνθίσταται; |
πρόσεχε ἀ^κρι_βῶς. | πρόσεχε ἀκριβῶς. |
ἦν ὅλος ὁ κόσμος εἰδωλολατρεία_ς πεπληρωμένος. | ἦν ὅλος ὁ κόσμος εἰδωλολατρείας πεπληρωμένος. |
οἱ ἄγγελοι ἠγανά^κτουν καὶ ἐθλί_βοντο ὁρῶντες τὸν θεὸν ἀθετούμενον καὶ εἴδωλα^ προσκυνούμενα^. | οἱ ἄγγελοι ἠγανάκτουν καὶ ἐθλίβοντο ὁρῶντες τὸν θεὸν ἀθετούμενον καὶ εἴδωλα προσκυνούμενα. |
ὅτε δὲ κα^τῆλθεν ὁ λα_ὸς αἰχμά^λωτος εἰς βαβυλῶνα, ἐφά^νη δανιὴλ τὸν θεὸν κηρύττων, ἐφά^νησα^ν οἱ τρεῖς παῖδες τὸν θεὸν ὑμνοῦντες. | ὅτε δὲ κατῆλθεν ὁ λαὸς αἰχμάλωτος εἰς βαβυλῶνα, ἐφάνη δανιὴλ τὸν θεὸν κηρύττων, ἐφάνησαν οἱ τρεῖς παῖδες τὸν θεὸν ὑμνοῦντες. |
ὅτε φλὸξ ἐπα^τεῖτο, καὶ ἀσέβεια^ ἐλύ_ετο· | ὅτε φλὸξ ἐπατεῖτο, καὶ ἀσέβεια ἐλύετο· |
ὅτε λέοντες ἐφι_μοῦντο, καὶ ἄπι^στοι ἐπεστομίζοντο. | ὅτε λέοντες ἐφιμοῦντο, καὶ ἄπιστοι ἐπεστομίζοντο. |
ὁ οὖν ἄγγελος ὁ ἀρχηγὸς βα^σι^λεία_ς περσῶν ἔχαιρε καὶ ἐσκί^ρτα_, ὅτι^ ἐν τοῖς αὐτοῦ μέρεσι^ θεὸς κηρύττεται. | ὁ οὖν ἄγγελος ὁ ἀρχηγὸς βασιλείας περσῶν ἔχαιρε καὶ ἐσκίρτα, ὅτι ἐν τοῖς αὐτοῦ μέρεσι θεὸς κηρύττεται. |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.